αʹ. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διεγειρούσης πρὸς τὸν τῆς νηστείας ἀγῶνα. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.
Ἀλλ' ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; τίς οὕτως ἀναίσθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης; Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· καὶ τοῦτο αὐτὸ ἀπὸ τῶν συμβεβηκότων νῦν δυνατὸν ἀποδεῖξαι. Πόσους γοῦν ἀνηλώσαμεν λόγους, πολλοὺς τῶν ῥᾳθύμων παραινοῦντες, καὶ συμβουλεύοντες τὰ θέατρα ἀφεῖναι, καὶ τὰς ἐκεῖθεν ἀκολασίας; καὶ οὐκ ἠνέσχοντο, ἀλλ' ἀεὶ κατὰ τὴν ἡμέραν ταύτην ἐπὶ τὰς παρανόμους τῶν ὀρχουμένων συνέτρεχον θεωρίας, καὶ σύλλογον διαβολικὸν ἀντικαθίστασαν τῷ πληρώματι τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ ταῖς ἐνταῦθα ψαλμῳδίαις ἀντήχουν αἱ ἐκεῖθεν κραυγαὶ μετὰ πολλῆς φερόμεναι τῆς σφοδρότητος· ἀλλ' ἰδοὺ νῦν σιγώντων ἡμῶν, καὶ οὐδὲν περὶ τούτου λεγόντων, αὐτόματοι τὴν ὀρχήστραν ἔφραξαν, καὶ ὁ ἱππόδρομος ἄβατος γέγονε· καὶ πρὸ τούτου μὲν πολλοὶ τῶν ἡμετέρων πρὸς ἐκείνους ἔτρεχον, νυνὶ δὲ πάντες ἐκεῖθεν εἰς τὴν ἐκκλησίαν κατέφυγον, καὶ τὸν ἡμέτερον ἅπαντες ἐνυμνοῦσι Θεόν. Ὁρᾷς πόσον ἀπὸ τοῦ φόβου τὸ κέρδος ἐγένετο; Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν πατέρες παιδαγωγοὺς τοῖς παισὶν ἐπέστησαν, οὐκ ἂν οἱ νομοθέται ταῖς πόλεσιν ἄρχοντας. Τί γεέννης χαλεπώτερον; ἀλλ' οὐδὲν τοῦ ταύτης χρησιμώτερον φόβου· ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον. Ἔνθα φόβος ἐστὶν, οὐκ ἔστι φθόνος· ἔνθα φόβος ἐστὶ, χρημάτων ἔρως οὐκ ἐνοχλεῖ· ἔνθα φόβος ἐστὶν, ἔσβεσται θυμὸς, ἐπιθυμία κατέσταλται πονηρὰ, ἅπαν ἀλόγιστον ἐξώρισται πάθος· καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι πλησίον, οὕτω καὶ φόβου τὰς ἡμετέρας κατέχοντος ψυχὰς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν· ἀλλὰ πάντα δραπετεύει καὶ φυγαδεύεται τῇ τυραννίδι τοῦ φόβου πάντοθεν ἐξελαυνόμενα. Καὶ οὐ τοῦτο μόνον ἐστὶν ὃ καρπούμεθα ἀπὸ τοῦ φόβου, ἀλλὰ καὶ ἕτερον πολλῷ τούτου μεῖζον. Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν. Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν. Οὐδὲν γὰρ οὕτω κατεσθίει μὲν ἁμαρτήματα, ἀρετὴν δὲ αὔξεσθαι ποιεῖ καὶ θάλλειν, ὡς διηνεκὴς φόβου φύσις· διὰ τοῦτο τὸν μὴ συζῶντα φόβῳ ἀδύνατον κατορθοῦσθαι· ὥσπερ οὖν τὸν ἐν φόβῳ ζῶντα ἀδύνατον διαμαρτεῖν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ Θεοῦ σοφίας. ∆ι' ὧν γὰρ προσεδόκησεν ὁ διάβολος τὴν πόλιν ἡμῶν καταβαλεῖν, διὰ τούτων αὐτὴν ὁ Θεὸς ἀνέστησέ τε καὶ ἀνώρθωσεν· ὁ μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις, καὶ εἰς τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανισθῇ τὸ ἔδαφος· ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ τῷ γεγενημένῳ πρὸς σωφρονισμὸν ἡμῶν πλείονα ἀπεχρήσατο, τῷ φόβῳ τῆς προσδοκωμένης ἀπειλῆς πᾶσαν ἐκβαλὼν ῥᾳθυμίαν· καὶ γέγονε τοὐναντίον, ἤπερ ὁ δαίμων ἠθέλησε, δι' ὧν αὐτὸς κατεσκεύασεν. Ἡ γὰρ πόλις ἡμῖν καθ' ἑκάστην ἐκκαθαίρεται τὴν ἡμέραν, καὶ στενωποὶ καὶ ἄμφοδα καὶ ἀγοραὶ τῶν πορνικῶν καὶ διακεκλασμένων ἀπηλλάγησαν ᾀσμάτων, καὶ ὅπουπερ ἄν τις ἴδῃ, λιταὶ καὶ εὐφημίαι καὶ δάκρυα ἀντὶ γέλωτος ἀτάκτου, καὶ ῥήματα φιλοσοφία, ἔχοντα ἀντὶ ῥημάτων αἰσχρῶν, καὶ ἐκκλησία γέγονεν ἡμῖν ἡ πόλις ἅπασα, τῶν ἐργαστηρίων ἀποκεκλεισμένων, καὶ πάντων ἐν ταῖς πανδήμοις ταύταις διημερευόντων λιταῖς, καὶ τὸν Θεὸν μιᾷ καὶ κοινῇ φωνῇ μετὰ πολλῆς καλούντων τῆς προθυμίας. Ποῖος ταῦτα λόγος ἀνύσαι ποτὲ ἴσχυσε; ποία παραίνεσις; τίς συμβουλή; πόσον χρόνου μῆκος;
βʹ. ∆ιὰ ταῦτα εὐχαριστῶμεν, καὶ μὴ ἀποδυσπετῶμεν μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τί οὖν ἐκεῖνός φησιν; Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Τί λέγεις, εἰπέ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη; Ναὶ, φησί. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ' ἀηδῶς μὲν πρὸς τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν τὴν ἑαυτοῦ πενίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ βασκαίνει πολλάκις τῷ καλέσαντι αὐτὸν πρὸς τὴν εὐωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλὴ μὲν ἡ φιλοσοφία, πολλὴ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἄν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νεκρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον κείμενον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, καταστέλλεται, σκυθρωπάζει, καὶ τῶν συγκαθημένων ἕκαστος πρὸς τὸν πλησίον οὐδὲν ἕτερον φθέγγεται ἀλλ' ἢ, ὅτι Οὐδέν ἐσμεν, καὶ ἡ κακία ἡμῶν ἄφατος. Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ' ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης; Ὁ εἰς οἶκον πενθούντων εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελτίων αὕτη ἐκείνης ἡ οἰκία; Ἐκεῖ μὲν γὰρ, κἂν φίλος ᾖ, φθονεῖ· ἐνταῦθα δὲ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μάλιστα πάντων ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λελυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλὰ, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθυνῶν ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπονθὼς παρ' ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐν νοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος ἔσται πᾶσι λοιπὸν, ἐπιεικέστερος καὶ προσηνέστερος καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας δαπανήσαντος ἁπάσας. Καὶ ταῦτα πάντα ἐκεῖνος συνιδὼν ἔλεγεν ὅτι, Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου· ἐκεῖθεν ῥᾳθυμία, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολάσεως καὶ τιμωρίας διαλεγόμενος. Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτὸς οὗτος πάλιν παραινῶν ὁ Σολομὼν ἔλεγεν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐκ ἔλαττον ἢ τὸ πρότερον! Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεὶ, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ', Ἐπίγνωθι. Καὶ τίνος ἕνεκεν εἶπεν, Ἐπίγνωθι; Συνεσκίασται, φησὶν, ἡ παγίς· τοῦτο γάρ ἐστιν ἡ παγὶς, ὅταν μὴ φανερὸς ὁ ὄλεθρος φαίνηται, μηδὲ δήλη ἡ βλάβη, ἀλλὰ πανταχόθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, Ἐπίγνωθι· πολλῆς σοι δεῖ τῆς κατανοήσεως καὶ ἀκριβοῦς τῆς ἐρεύνης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδοναῖς· ἀλλ' ἐπίγνωθι διερευνώμενος ἀκριβῶς, καὶ ἐὰν ἐμπέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον, ἀλλ' ἐρεύνησον ἀκριβῶς, μή που θάνατος καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔνδον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον, ἀλλὰ μή που παρανομία τις ἐν τῷ βάθει τῆς ἡδονῆς συνεσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀποπήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ φυλακή· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομὼν, ἄκουσον πῶς φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· οὐκ εἶπεν, ὅτι Παρὰ παγίδας διαβαίνεις, ἀλλ' Ἐν μέσῳ παγίδων. Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς ἀγορὰν, εἶδεν ἐχθρὸν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατεφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα εὔμορφον, ἑάλω. Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; ∆ιὰ τοῦτό φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλόγων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι ῥημάτων, καὶ κίνδυνον ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν.
γʹ. Πανταχόθεν τοίνυν διερευνώμεθα τὰ πράγματα μετὰ ἀκριβείας. Πολλάκις καὶ γυνὴ γέγονε παγὶς τοῖς μὴ προσέχουσι, πολλάκις παιδία, πολλάκις φίλοι,πολλάκις γείτονες. Καὶ τίνος ἕνεκεν τοσαῦται παγίδες, φησίν; Ἵνα μὴ κάτωθεν πετώμεθα, ἀλλὰ τὰ ἄνω ζητῶμεν. Καὶ γὰρ τὰ πετεινὰ, ἕως ἂν τὸν ὑψηλὸν ἀέρα τέμνῃ, οὐ ταχέως ἁλίσκεται· οὕτω καὶ σὺ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ' ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως ἐπιβουλῆς. Ἰξευτής ἐστιν ὁ διάβολος· γενοῦ τοίνυν τῶν ἐκείνου καλάμων ὑψηλότερος. Ὁ πρὸς τὸ ὕψος ἀναβὰς οὐκέτι οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων· ἀλλ' ὥσπερ, ἐπειδὰν εἰς τὴν κορυφὴν ἀναδράμωμεν τῶν ὀρῶν, μικρὰ καὶ ἡ πόλις ἡμῖν εἶναι δοκεῖ καὶ τὰ τείχη, καὶ μυρμήκων δίκην ἐπὶ τῆς γῆς οἱ ἄνδρες ἡμῖν βαδίζοντες φαίνονται· οὕτως ἐπειδὰν ἐπὶ τὴν ὑψηλὴν ἔννοιαν τῆς φιλοσοφίας ἀνέλθῃς, οὐδέν σε τῶν ἐπὶ τῆς γῆς ἐκπλῆξαι δυνήσεται, ἀλλὰ μικρὰ πάντα φανεῖται, καὶ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ τιμὴ καὶ εἴ τι τοιοῦτον ἕτερον, ὅταν τὰ ἐν οὐρανοῖς βλέπῃς· καθάπερ οὖν καὶ Παύλῳ μικρὰ πάντα ἐφαίνετο, καὶ νεκρῶν ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. ∆ιὰ τοῦτο καὶ ἐβόα λέγων· Ἐμοὶ κόσμος ἐσταύρωται· διὰ τοῦτο καὶ ἡμῖν παρῄνει λέγων· Τὰ ἄνω φρονεῖτε. Ἄνω; ποῖα λέγεις, εἰπέ μοι; ὅπου ἥλιος, ὅπου σελήνη; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; ὅπου ἄγγελοι, ὅπου ἀρχάγγελοι, ὅπου τὰ χερουβὶμ καὶ τὰ σεραφίμ; Οὐχὶ, φησίν. Ἀλλὰ ποῦ; Ὅπου ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Πειθώμεθα τοίνυν, κἀκεῖνο διηνεκῶς λογιζώμεθα, ὅτι καθάπερ τῷ στρουθίῳ ὄφελος οὐδὲν τῶν πτερῶν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω καὶ σοὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς, ἀλλ' ὅσα ἂν σκιρτήσῃς, ἑάλως. ∆ιὰ τοῦτο πτερὰ τοῖς στρουθίοις, ἵνα ἐκφύγῃ τὰς παγίδας· διὰ τοῦτο λογισμοὶ τοῖς ἀνθρώποις, ἵνα ἐκφύγωσι τὰ ἁμαρτήματα. Τίνα οὖν ἕξομεν συγγνώμην, τίνα δὲ ἀπολογίαν, ὅταν τῶν ἀλόγων ὦμεν ἀνοητότεροι; Ὁ μὲν γὰρ στρουθὸς ἅπαξ ἁλοὺς ὑπὸ παγίδος, εἶτα διαφυγὼν, καὶ ἔλαφος δὲ εἰς δίκτυον ἐμπεσοῦσα καὶ διαδρᾶσα, δυσκόλως ἁλώσονται πάλιν τοῖς αὐτοῖς· ἑκάστῳ γὰρ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γίνεται. Ἡμεῖς δὲ πολλάκις τοῖς αὐτοῖς ἁλόντες, τοῖς αὐτοῖς περιπίπτομεν, καὶ οὐδὲ τῶν ἀλόγων τὸ προνοητικὸν καὶ μεμεριμνημένον οἱ λόγῳ τιμηθέντες μιμούμεθα. Ποσάκις οὖν ἰδόντες γυναῖκα, μυρία ἐπάθομεν δεινὰ οἴκαδε ἀναχωρήσαντες, καὶ τὴν ἐπιθυμίαν δεξάμενοι, καὶ ἐπὶ πολλαῖς ὀδυνηθέντες ἡμέραις, ἀλλ' ὅμως οὐ σωφρονιζόμεθα, ἀλλὰ μόλις τὸ πρότερον θεραπεύσαντες ἕλκος, πάλιν τοῖς αὐτοῖς περιπίπτομεν, καὶ ὑπὸ τῶν αὐτῶν ἁλισκόμεθα, καὶ διὰ βραχεῖαν ἡδονὴν ὄψεως, διηνεκῆ τινα καὶ χρόνιον ὑπομένομεν ὀδύνην. Ἀλλ' ἐὰν μάθωμεν συνεχῶς ταύτην ἐπιλέγειν ἑαυτοῖς τὴν ῥῆσιν, πάντων ἀποστησόμεθα τῶν δεινῶν· παγὶς μεγίστη κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικὸς, ἀλλ' ἡ ἀκόλαστος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ Μὴ ἔστωσαν μοιχεῖα· μηδὲ λέγωμεν, Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν ποιεῖ, ἀλλ' ἡ ἡμετέρα ῥᾳθυμία. Μὴ λέγωμεν διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγε καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· Μὴ ἔστω μικροψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ τοίνυν μήτε τοῦτον μήτε ἐκείνην διαβάλλωμεν· πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν ἐθέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται· οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ' ἑκατέρων ἐμποδίζεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητί μοι τοῦ Ἰὼβ, ὃς ὁμοῦ καὶ πλούσιος καὶ πένης γέγονε, καὶ ἑκάτερα τὰ ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· Ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο· ὅτε δὲ πένης γέγονεν, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; πολλὴν ἐπιδείκνυσο τὴν ἐλεημοσύνην. Πένης γέγονας; πολλὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν. Οὔτε γὰρ πλοῦτος κακὸν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται.
δʹ. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων διαβάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτέ. Ἐπιγνῶμεν τοίνυν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα.Οἷόν τι λέγω· Τὸ γελᾷν καὶ ἀστεῖα λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα· πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, ἀπὸ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι· πολλάκις ἀπὸ ῥημάτων καὶ γέλωτος λοιδορία καὶ ὕβρις, ἀπὸ λοιδορίας καὶ ὕβρεως πληγαὶ καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν μέλλῃς περὶ σεαυτοῦ καλῶς βουλεύεσθαι, οὐχὶ τὰ αἰσχρὰ ῥήματα μόνον, οὐδὲ τὰ αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα καὶ αὐτὰ τὰ ἀστεῖα ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα κακῶν ῥίζα ταῦτα ἐγένετο. ∆ιὰ τοῦτο ὁ Παῦλός φησι· Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἰ γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γίνεται. Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς. Ὁ γὰρ δαπανηρὸς καὶ πολυτελὴς, καὶ λειτουργίας τῇ γαστρὶ λειτουργῶν ἀφορήτους, καὶ κλέπτειν ἀναγκάζεται πολλάκις, καὶ τὰ ἑτέρων ἁρπάζειν, καὶ πλεονεκτεῖν, καὶ βιάζεσθαι. Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡσπαταλῶσα χήρα ζῶσα τέθνηκε. Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵππων ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ' αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ' ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις δὲ ὑπ' αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται. Πόῤῥωθεν τοίνυν ἑαυτοὺς ἀναστείλωμεν τῶν ἁμαρτημάτων. Βούλει σωφρονεῖν; μὴ φύγῃς μοιχείαν μόνον, ἀλλὰ καὶ ἀκόλαστον ὄψιν. Βούλει ῥημάτων αἰσχρῶν εἶναι μακράν; μὴ τὰ αἰσχρὰ ῥήματα φύγῃς μόνον, ἀλλὰ καὶ γέλωτα ἄτακτον, καὶ ἐπιθυμίαν ἅπασαν. Βούλει φόνων εἶναι πόῤῥω; φεῦγε λοιδορίας. Βούλει μέθης ἀφίστασθαι; φεῦγε τρυφὰς καὶ τὰς πολυτελεῖς τραπέζας, καὶ πρόῤῥιζον τὴν κακίαν ἀνάσπασον. Μεγάλη παγὶς γλώσσης ἀκολασία καὶ πολλοῦ δεομένη τοῦ χαλινοῦ. ∆ιὰ τοῦτο καί τίς φησι· Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος.
εʹ. Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν· πάλιν γὰρ ἡμᾶς ἐπὶ τὴν αὐτὴν παραίνεσιν ὁ λόγος ἤγαγε. Καίτοι γε ἑσπέρας συνεταξάμην ὑμῶν τῇ ἀγάπῃ, ὡς οὐκέτι περὶ τῆς ἐντολῆς ταύτης ἐρῶ, διὰ τὸ πάσας τὰς ἔμπροσθεν ἡμέρας ἀρκούντως περὶ αὐτῆς διειλέχθαι· ἀλλὰ τί πάθω; Ἕως ἂν ἴδω κατορθώσαντας, οὐ στέγω τῆς συμβουλῆς ἀποσχέσθαι· ἐπεὶ καὶ Παῦλος Γαλάταις λέγων, Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, πάλιν αὐτοῖς φαίνεται συγγενόμενος καὶ διαλεχθείς. Τοιαῦτα τὰ σπλάγχνα τὰ πατρικὰ, κἂν εἴπωσιν ἀφίστασθαι, οὐκ ἀφίστανται, ἕως ἂν ἴδωσι σωφρο νισθέντας αὐτῶν τοὺς παῖδας. Ἠκούσατε τοῦ προφήτου σήμερον περὶ τῶν ὅρκων ἡμῖν διαλεγομένου; Ἐπέβλεψα τοῖς ὀφθαλμοῖς μου, καὶ εἶδον, φησὶ, καὶ ἰδοὺ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα, καὶ εἶπε πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπον· Ὁρῶ δρέπανον πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους δέκα πηχῶν· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον, φησὶ, τοῦ ὀμνύοντος τῷ ὀνόματί μου, καὶ καταλύσει ἐν τῷ μέσῳ, καὶ κατασκάψει τοὺς λίθους καὶ τὰ ξύλα. Τί ποτέ ἐστι τὸ εἰρημένον, καὶ τίνος ἕνεκεν ἐν τάξει δρεπάνης ἡ τοῖς ὀμνύουσιν ἑπομένη τιμωρία φαίνεται, καὶ δρεπάνης πετομένης; Ἵνα τὸ ἄφυκτον τῆς δίκης καὶ τὸ ἀδιεξόδευτον τῆς κολάσεως ἴδῃς. Ξίφος μὲν γὰρ πετόμενον ἴσως τις διαδρᾶναι δυνήσεται, δρεπάνην δὲ εἰς τὸν τράχηλον ἐμπεσοῦσαν καὶ ἀντὶ σχοινίου γενομένην, οὐδεὶς ἂν διαφύγοι· ὅταν δὲ καὶ πτερὰ προσῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Τίνος δὲ ἕνεκεν τοὺς λίθους καὶ τὰ ξύλα καταλύει τοῦ ὀμνύοντος; Ἵνα τοῖς ἄλλοις σωφρονισμὸς τὸ πάθος γένηται. Ἐπειδὴ γὰρ τὸν ὀμνύοντα ἀποθανόντα ἀνάγκη τῇ γῇ κρύπτεσθαι, ἡ οἰκία καταλυθεῖσα καὶ χῶμα γενομένη τοῖς παριοῦσιν ἅπασι καὶ βλέπουσι παραινέσεται διὰ τῆς ὄψεως, μὴ τὰ αὐτὰ τολμᾷν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι, καὶ κατήγορος ἔσται τῆς τοῦ τετελευτηκότος ἁμαρτίας διηνεκής. Οὐχ οὕτω κεντεῖ ξίφος, ὡς ὅρκου φύσις· οὐχ οὕτως ἀναιρεῖ μάχαιρα, ὡς ὅρκου πληγή. Ὁ ὀμόσας, κἂν δοκῇ ζῇν, ἤδη τετελεύτηκε, καὶ τὴν πληγὴν ἐδέξατο· καὶ καθάπερ ὁ τὸ σπαρτίον λαβὼν, καὶ πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, καὶ ἐπὶ τὸ βάραθρον ἐλθεῖν, καὶ δήμιον ἰδεῖν ἐφιστάμενον, τέθνηκεν ἅμα τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; Ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ τὸν μέλλοντα θάνατον τὸν ἀθάνατον. Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; ∆ιὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζωμεν; ∆ιὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν. Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως! ὢ τῆς παροινίας! ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπέ μοι, καὶ ψυχὴν ἀναιρεῖς; τί τοσοῦτον κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχήν σου, καὶ τὸν πλη σίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθής ἐστιν ὁ ἀνὴρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύδεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ' ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν δέξῃ πληροφορίαν. Νῦν μὲν γὰρ ἀναχωρήσας οἴκαδε κατεσθίῃ διηνεκῶς ὑπὸ τοῦ συνειδότος ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; ἆρα μὴ ἐπιώρκησεν; ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων· Εὐλογητὸς ὁ Θεὸς, ὅτι κατέσχον ἐμαυτὸν, καὶ οὐχ ὥρκωσα εἰκῆ οὐδὲ μάτην. Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω τὰ χρήματα, ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νόμον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννόησαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομένης ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με κωλύει, ὁ προστάτης ὁ σὸς, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν. Οὕτω καὶ σὺ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἐπίσχες σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν, πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂν τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ σοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλλωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθὸν, εἶτα φέρῃ ζημίαν τινὰ, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον, ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἷόν τι λέγω· Ὕβρισέ σέ τις; φέρε γενναίως· οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; μὴ τὴν δαπάνην ἐννόει, ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώθης χρήματα; εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας ἴδῃς μόνον, ἀλλὰ καὶ τὸ κέρδος τὸ ἀπὸ τῆς εὐχαριστίας. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, οὐδὲν ἡμᾶς λυπήσει τῶν ἐμπιπτόντων δεινῶν, ἀλλὰ καὶ κερδανοῦμεν ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, καὶ ζημία πλούτου, καὶ λύπη ἡδονῆς καὶ εὐφροσύνης, καὶ ὕβρις τιμῆς ἡδίων ἔσται καὶ ποθεινοτέρα, καὶ τὰ ἐναντία πάντα εἰς κέρδος ἡμῖν ἀποβήσεται· καὶ ἐνταῦθα πολλῆς ἀπολαυσόμεθα τῆς γαλήνης, κἀκεῖ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι·καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιςʹ.
αʹ. Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμονίας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγεν ἐλπίδας· ὑπὲρ ὑμῶν δὲ ᾐσχύνθην καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολλοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ αἰτιωμένου τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ' ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ' ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψε· σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν λοιπὸν τοὺς ἀπίστους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; ποίᾳ γλώττῃ πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρ τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τί πάθωμεν, φησίν; Ἄνθρωποι γάρ ἐσμεν. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων καταπίπτεις δυσγένειαν; Εἰσῆλθέ τις, ἀπήγγειλεν ἔφοδον στρατιωτῶν; μὴ θορυβηθῇς, ἀλλ' ἀφεὶς αὐτὸν, κλῖνον τὰ γόνατα, τὸν ∆εσπότην σου παρακάλεσον, στέναξον πικρὸν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ ∆εσπότῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθών τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν ∆εσπότην σου κατάφυγε, καὶ εἰπέ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πεῖρα τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνη πτοεῖ; Καὶ τίνος ἂν εἴημεν ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν κελευσθέντες, καὶ ὑπὸ φήμης ψευδοῦς οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην· ὁ δὲ ἐν καταστάσει καὶ γαλήνῃ ψυχῆς ὢν καὶ τὸν ὄντα διαλύει. Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα; Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸν ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος. Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, φησὶ, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι ἀνοίας ἐστὶ τὸ προκαταπίπτειν καὶ περιτρέπεσθαι; Μᾶλλον δὲ ἡμεῖς οὐδὲ κατὰ τὸν μωρὸν ἐκεῖνον ἐγενόμεθα, ἀλλὰ καὶ ἐκείνου ἀθλιώτερον κατεπέσομεν. Ἐκείνου μὲν γὰρ ἡ οἰκία μετὰ ποταμοὺς, μετὰ τὸ κατενεχθῆναι τὸν ὑετὸν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν· ἡμεῖς δὲ οὐκ ἀνέμων ἐνεχθέντων, οὐ ποταμῶν προσρηξάντων, οὐ πνευμάτων προσβαλόντων, πρὸ τῆς πείρας τῶν δεινῶν ἀπὸ τῆς ἀκοῆς μόνης περιετράπημεν, καὶ πάντα, ἅπερ ἐφιλοσοφοῦμεν, ἐξεχέαμεν. Ποίαν οἴεσθέ μοι τὴν διάνοιαν εἶναι νῦν; πῶς ἐγκαλύπτεσθαι; πῶς καταδύεσθαι; πῶς ἐρυθριᾷν; Εἰ μὴ πολλὴν παρὰ τῶν πατέρων ὑπέστην ἀνάγκην, οὐδ' ἂν ἀνέστην, οὐδ' ἂν διελέχθην ὑπὸ τῆς ἀθυμίας σκοτωθεὶς τῆς ἐπὶ τῇ μικροψυχίᾳ τῇ ὑμετέρᾳ· ἀλλ' οὐδὲ νῦν δεδύνημαι εἰς ἐμαυτὸν ἐπανελθεῖν· οὕτω μοι θυμὸς καὶ ἀθυμία πολιορκεῖ τὴν ψυχήν. Τίς γὰρ οὐκ ἂν ἀγανακτήσειε, τίς οὐκ ἂν δυσχεράνειεν, ὅταν μετὰ τοσαύτην διδασκαλίαν, Ἑλλήνων δέησθε διδασκάλων εἰς τὸ παρακληθῆναι καὶ πεισθῆναι γενναίως ἐνεγκεῖν τὸν παρόντα φόβον; Εὔξασθε τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι. Καὶ γὰρ σφόδρα κατέβαλεν ἡμῶν τὴν ψυχὴν ἡ ὑπὲρ τῆς ὑμετέρας μικροψυχίας αἰσχύνη.
βʹ. Πολλὰ πρώην διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόντων πετομένης· ἀπὸ τῶν πολλῶν δὴ μάλιστα τούτων ἁπάντων ἐκεῖνα διαμνημονεύσατέ μοι τὰ περὶ τῆς δρεπάνης εἰρημένα τῆς πετομένης, καὶ εἰς τὴν οἰκίαν τοῦ ὀμνύοντος καταλυούσης, καὶ τοὺς λίθους καὶ τὰ ξύλα κατασκαπτούσης καὶ δαπανώσης ἅπαντα. Καὶ μετὰ τούτου κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστὶν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖσθαι· καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν· ὅτι ἱκανὴ τοῦτο εἰς τὸν Θεὸν γίνεται τιμή. Ὅταν γὰρ εἴπῃς τῷ Θεῷ, ὅτι ∆ιὰ σὲ οὐχ ὥρκωσα τὸν δεῖνα τὸν κεκλοφότα καὶ κακουργήσαντα, ἀντὶ ταύτης σοι τῆς τιμῆς πολλὴν καὶ κατὰ παρὸν καὶ μετὰ ταῦτα ἀποδώσει τὴν ἀμοιβήν. Ταῦτα καὶ πρὸς ἑτέρους λέγετε, καὶ αὐτοὶ διαφυλάττετε. Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα· ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλθωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα. Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ' ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον. Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα· ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος. Μή μοι δείξῃς ἐν τῇ παλαίστρᾳ τὸν ἀθλητὴν, ἀλλ' ἐν τῷ σκάμματι· μή μοι τὴν εὐλάβειαν κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς πράξεως. Ἐπαινεῖς τὰ λεγόμενα νῦν· ὅταν σε δέῃ ὀμόσαι, πάντων αὐτῶν ἀναμνήσθητι τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ' ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτερον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγάπην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι· ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ' ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ' ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ Θεὸς εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γάρ εἰσι καὶ οὐκ ἂν δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεὸς, ἀλλ' ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέμομεν τιμὴν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατήσομεν, εἰπέ μοι; καὶ ποίας ταῦτα ἀπολογίας ἄξια; ποίας συγγνώμης; Εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀντινομοθετήσῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαντα καὶ ποιῇς καὶ λέγῃς.
γʹ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, καταπαύσωμεν τὸν λόγον· Παῦλος δέσμιος ἸησοῦΧριστοῦ, φησὶ, καὶ Τιμόθεος ὁ ἀδελφός. Μέγας ὁ τοῦ Παύλου χρηματισμὸς, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸνἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα· ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ἀντὶ πάντων τὴν ἅλυ σιν· αὕτη γὰρ αὐτὸν ἐκείνων ἐπιφανέστερον ἐποίει καὶλαμπρότερον. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ ∆εσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ τοῖς φιλοῦσιν ἐπ' ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ' οἷς ἂν πάσχωσιν ὑπὲρ τῶνφιλουμένων, ἢ ἐφ' οἷς ἂν εὐεργετῶνται παρ' αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλαεἰκότως. ∆ιάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ στέφανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλὴν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο,καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτεσθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέμοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦσιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυνάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα. Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων,Παῦλος δέσμιος, φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάντως εἰσὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀποδείξεις· χρημάτων γάρ εἰσιν ὠνηταὶ, καὶ φίλων κολακείας δέονται· αὕτη δὲ ἡ ἀρχὴ ἡ ἀπὸ τῶν δεσμῶν τῆς κατὰ ψυχὴν φιλοσοφίας ἐστὶν ἔνδειγμα, καὶ τοῦ περὶ τὸν Χριστὸν πόθου τεκμήριον μέγιστον· κἀκεῖναι μὲν ἀποπηδῶσι ταχέως, αὕτη δὲ οὐκ ἔχει τὸν διαδεξόμενον ἡ ἀρχή. Ἰδοὺ γοῦν ἐξ ἐκείνου μέχρι νῦν πόσος διαγέγονε χρόνος, καὶ λαμπρότερον τὸ ὄνομα τοῦ δεσμίου γέγονε τούτου· καὶ ὕπατοι μὲν ἅπαντες, ὅσοι γεγόνασιν ἐν τοῖς ἔμπροσθεν χρόνοις, σεσίγηνται καὶ οὐδὲ ἐκ προσηγορίας εἰσὶ γνώριμοι τοῖς πολλοῖς· τὸ δὲ τοῦ δεσμίου τούτου ὄνομα τοῦ μακαρίου Παύλου πολὺ μὲν ἐνταῦθα, πολὺ δὲ ἐν τῇ βαρβάρων χώρᾳ, πολὺ δὲ παρὰ Σκύθαις καὶ Ἰνδοῖς, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἔλθῃς τὰ πέρατα, ταύτης ἀκούσῃ τῆς προσηγορίας, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, Παῦλον πανταχοῦ ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενον εἴσεται. Καὶ τί θαυμαστὸν, εἰ ἐν γῇ καὶ θαλάττῃ, ὅπου γε καὶ ἐν τοῖς οὐρανοῖς πολὺ τὸ ὄνομα Παύλου παρὰ τοῖς ἀγγέλοις, παρὰ τοῖς ἀρχαγγέλοις καὶ ταῖς ἄνω δυνάμεσι καὶ τῷ τούτων βασιλεῖ Θεῷ; Καὶ ποταπὰ ἦν ἐκεῖνα, φησὶ, τὰ δεσμὰ, ὅτι τοσαύτην ἤνεγκε τῷ δεδεμένῳ τὴν δόξαν; οὐκ ἀπὸ σιδήρου κατεσκεύαστο; Ἀπὸ σιδήρου μὲν κατεσκεύαστο, ἀλλὰ πολλὴν εἶχεν ἐπανθοῦσαν τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὴ διὰ τὸν Χριστὸν αὐτὰ περιέκειτο. Ὢ τοῦ θαύματος! οἱ δοῦλοι ἐδέθησαν, ὁ ∆εσπότης ἐσταυρώθη, καὶ τὸ κήρυγμα καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ διὰ πραγμάτων, δι' ὧν ἐνομίζετο κωλύεσθαι, διὰ τούτων ἀνήφθη· καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν. Ἀλλ' ὁρῶ τι καὶ ζήτημα τικτόμενον ἡμῖν ἐντεῦθεν· κἂν προσέχητε μετὰ ἀκριβείας, καὶ τὸ ζητούμενον ἐρῶ, καὶ τὴν λύσιν προσθήσω. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον; Εἰσελθὼν οὗτος ὁ Παῦλός ποτε πρὸς τὸν Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγων πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς ∆αμασκὸν χωρὶς δεσμῶν δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου διαλεχθεὶς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαντα, εἷλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι. δʹ. Τοιαῦται γὰρ τῶν ἁγίων αἱ ψυχαί· ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ' ὅπως τοὺς ἐμβαλόντας θηρεύσαιεν, ἅπαντα πράττουσι· καθάπερ οὖν καὶ τότε ἐγένετο· εἰσῆλθεν ἀπολογησόμενος, καὶ τὸν δικαστὴν λαβὼν ἀπῄει. Καὶ ταῦτα αὐτὸς ὁ δικαστὴς ἐμαρτύρησε λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦτο καὶ σήμερον γενέσθαι ἐχρῆν, καὶ τὸν ἄρχοντα τοῦτον θαυμάσαι ὑμῶν τὴν μεγαλοψυχίαν, τὴν φιλοσοφίαν, τὴν ἡσυχίαν ἅπασαν, καὶ ἐκ τῆς καταστάσεως ὑμῶν διδασκαλίαν λαβόντα ἀπελθεῖν, θαυμάσαι τὸν σύλλογον, ἐπαινέσαι τὸ συνέδριον, μαθεῖν καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων, ὅσον τὸ μέσον Ἑλλήνων τε καὶ Χριστιανῶν. Ἀλλ', ὅπερ ἔλεγον, ἐπειδὴ αὐτὸν εἷλεν ὁ Παῦλος, κἀκεῖνος εἶπεν, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, ἀπεκρίνατο ὁ Παῦλος οὕτως· Εὐξαίμην ἂν ἔγωγε, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου γενέσθαι Χριστιανοὺς ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε; Ὅταν μὲν Ἐφεσίοις γράφῃς, λέγεις· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ ὅταν πρὸς Τιμόθεον διαλέγῃ· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· καὶ ὅταν πρὸς Φιλήμονα πάλιν· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ ὅταν Ἰουδαίοις συνδικάζῃ, λέγεις· Ἕνεκα τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ Φιλιππησίοις γράφων ἔλεγες· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν· πανταχοῦ τὴν ἅλυσιν περιφέρεις, πανταχοῦ τὰ δεσμὰ προβάλλῃ, καὶ καυχᾶσαι ἐπὶ τῷ πράγματι· εἰς δικαστήριον δὲ ἐλθὼν προέδωκας τὴν φιλοσοφίαν, ὅτε μάλιστα παῤῥησιάσασθαι ἔδει, καὶ τῷ δικαστῇ λέγεις· Εὐξαίμην ἄν σε γενέσθαι Χριστιανὸν ἄνευ τῶν δεσμῶν τούτων; Καὶ μὴν εἰ καλὰ τὰ δεσμὰ, καὶ οὕτω καλὰ, ὥστε παρέχειν καὶ ἑτέροις θαῤῥεῖν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον σὺ γὰρ αὐτὸ τοῦτο ἔφθης εἰπὼν, ὅτι οἱ πλείονες τῶν ἀδελφῶν πεποιθότες τοῖς δεσμοῖς μου τὸν λόγον ἐλάλουν ἀφόβως, τίνος ἕνεκεν ἐπὶ τοῦ δικαστοῦ οὐκ ἐγκαλλωπίζῃ τῷ πράγματι, ἀλλὰ καὶ τοὐναντίον ποιεῖς; Ἆρα οὐ δοκεῖ ζήτημα εἶναι τὸ λεγόμενον; Ἀλλὰ ταχίστην ἐπάγω τὴν λύσιν. Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος τοῦτο ἐποίησεν, ἀλλ' ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς· καὶ πῶς, ἐγὼ λέγω. Πρὸς Ἕλληνα διελέγετο καὶ ἄπιστον, καὶ οὐκ εἰδότα τὰ ἡμέτερα. Οὐκ ἐβούλετο τοίνυν αὐτὸν ἀπὸ τῶν φορτικῶν ἐναγαγεῖν, ἀλλ' ὥσπερ ἔλεγεν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, τοῦτο καὶ ἐνταῦθα ἔπραττεν. Ἂν ἀκούσῃ δεσμὰ, φησὶ, καὶ θλίψεις, εὐθέως ἀποπηδᾷ· οὐκ οἶδε τῶν δεσμῶν τὴν δύναμιν· γενέσθω πρότερον πιστὸς, γευσάσθω τοῦ κηρύγματος, καὶ τότε καὶ αὐτὸς ἐπιδραμεῖται τοῖς δεσμοῖς τούτοις. Ἤκουσα τοῦ ∆εσπότου μου λέγοντος, ὅτι Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ, ἐπεὶ αἴρει τὸ πλήρωμα αὐτοῦ, καὶ χεῖρον τὸ σχίσμα γίνεται· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἐπεὶ ῥήγνυνται οἱ ἀσκοί. Ἡ ψυχὴ ἡ τούτου ἱμάτιόν ἐστι παλαιὸν, καὶ ἀσκὸς παλαιός· οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύματος χάριτι, ἀσθενής ἐστιν ἔτι καὶ γήϊνος, βιωτικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται, δόξης ἐρᾷ τῆς παρούσης. Ἂν ἐκ προοιμίων εὐθέως ἀκούσῃ, ὅτι γενόμενος Χριστιανὸς δεσμώτης εὐθέως γενήσεται καὶ ἅλυσιν περικείσεται, αἰσχυνθεὶς καὶ ἐρυθριάσας ἀποπηδήσεται τοῦ κηρύγματος· διὰ τοῦτό φησιν, Ἄνευ τῶν δεσμῶν τούτων, οὐκ αὐτὰ τὰ δεσμὰ παραιτούμενος, μὴ γένοιτο! ἀλλ' ἐκείνου τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς. Πόθεν τοῦτο δῆλον; Χαίρω ἐν τοῖς παθήμασί μου, φησὶ, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Καὶ πάλιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν χαίρει καὶ καυχᾶται, καὶ χάρισμα τὸ πρᾶγμα καλεῖ, εὔδηλον ὅτι διὰ τὴν αἰτίαν ταύτην πρὸς τὸν δικαστὴν διαλεγόμενος ταῦτα ἔλεγεν· ἐπεὶ καὶ εἰς ἀνάγκην ἀλλαχοῦ πάλιν ἐμπεσὼν τοῦ καυχήσασθαι, τοῦτο αὐτὸ ἐνδείκνυται λέγων· Ἥδιστα οὖν καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἐν ἀνάγκαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· καὶ πάλιν· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Καὶ ἀλλαχοῦ συγκρίνων ἑαυτὸν ἑτέροις, καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, οὑτωσί πώς φησι· ∆ιάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ δεῖξαι βουλόμενος τὴν ὑπεροχὴν, οὐχ ὅτι νεκροὺς ἀνέστησεν, οὐδ' ὅτι δαίμονας ἀπήλασεν, οὐδ' ὅτι λεπροὺς ἐκαθάρισεν, οὐδ' ὅτι ἄλλο τι τῶν τοιούτων ἐποίησεν, εἶπεν, ἀλλὰ τί; Ὅτι τὰ μυρία ἔπαθε δεινά. Εἰπὼν γοῦν, ὅτι Ὑπὲρ ἐγὼ, ἐπήγαγε τῶν πειρασμῶν τὸ πλῆθος οὕτω λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις, ἐν φυλακαῖς περισσοτέρως· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, καὶ τὰ λοιπὰ ἅπαντα. Οὕτω πανταχοῦ καυχᾶται ἐν ταῖς θλίψεσιν ὁ Παῦλος, καὶ ἐγκαλλωπίζεται τῷ πράγματι μεθ' ὑπερβολῆς· καὶ μάλα εἰκότως. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ, ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν. ∆ύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβὰς, χρηστὰ καὶ λυπηρά· ἀλλὰ τὰ μὲν λυπηρὰ κατὰ τὸν παρόντα βίον δέδωκε, τὰ δὲ χρηστὰ εἰς τὸν μέλλοντα αἰῶνα ἐταμιεύσατο, ὁμοῦ τε δεικνὺς, ὅτι οὐκ ἀπατᾷ τοὺς ἀνθρώπους, καὶ αὐτὸ τῶν δεινῶν τὸ φορτικὸν ὑποτέμνεσθαι τῇ τάξει βουλόμενος. Ὁ μὲν γὰρ ἀπατῶν τὰ χρηστὰ προτείνεται πρότερον, καὶ ὕστερον ἐπάγει τὰ λυπηρά. Οἷόν τι λέγω· Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ' ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον. Καὶ ὀρνίθων δὲ καὶ ἰχθύων οἱ θηρευταὶ οὕτω τὰ θηρευόμενα δελεάζουσι, τὴν συνήθη τροφὴν καὶ καθ' ἡδονὴν τοῖς ἀγρευομένοις οὖσαν πρότερον προτείνοντες, καὶ τὴν παγίδα ταύτῃ περιστέλλοντες. Ὥστε ἀπατώντων μάλιστα τοῦτο ἔργον ἐστὶ, πρότερον τὰ χρηστὰ προτείνεσθαι, εἶτα ὕστερον ἐπάγειν τὰ λυπηρὰ, κηδομένων δὲ καὶ φροντιζόντων τοὐναντίον ἅπαν. Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν· ὅταν εἰς διδασκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γενομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν.
εʹ. Οὕτω καὶ ὁ Θεὸς ἐποίησεν, οὐ κατὰ τοὺς ἀνδραποδιστὰς, ἀλλὰ κατὰ τοὺς πατέρας τοὺς κηδομένους· πρότερον εἰς τὰ λυπηρὰ ἐνέβαλε, καθάπερ παιδαγωγοῖς καὶ διδασκάλοις τῇ παρούσῃ θλίψει παραδιδοὺς, ἵνα διὰ τούτων παιδευθέντες, σωφρονισθέντες, ὑπομονὴν ἅπασαν ἐπιδειξάμενοι, φιλοσοφίαν ἅπασαν μαθόντες, εἶτα ἐν ἕξει γενόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομήσωμεν· πρότερον ἐπιτηδείους κατεσκεύασε πρὸς τὴν οἰκονομίαν τοῦ διδομένου πλούτου, καὶ τότε αὐτὸν ἐγχειρίζει τὸν πλοῦτον. Εἰ γὰρ μὴ τοῦτο ἐποίησεν, ἡ τοῦ πλούτου δόσις, οὐ δωρεὰ, ἀλλὰ κόλασις ἦν καὶ τιμωρία. Καθάπερ γὰρ παῖς ἀνόητος καὶ ἄσωτος τὸν πατρῷον κλῆρον διαδεξάμενος ὑπ' αὐτοῦ τούτου κατακρημνίζεται, φρόνησιν οὐκ ἔχων ἀρκοῦσαν πρὸς τὴν τῶν χρημάτων οἰκονομίαν· εἰ δὲ συνετὸς γένοιτο, καὶ ἐπιεικὴς, καὶ σώφρων, καὶ μέτριος, εἰς δέον οἰκονομῶν τὰ πατρῷα, λαμπρότερος ταύτῃ καὶ περιφανέστερος γίνεται· οὕτω καὶ ἐφ' ἡμῶν ἀνάγκη συμβαίνειν. Ἐπειδὰν σύνεσιν πνευματικὴν δεξώμεθα, ἐπειδὰν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καταντήσωμεν οἱ πάντες, τότε ἡμῖν ἐγχειρίζει πάντα, ἅπερ ὑπέσχετο· νυνὶ δὲ καθάπερ παιδία μικρὰ παιδεύει μετὰ παρακλήσεως καὶ παραμυθίας. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κέρδος ἀπὸ τοῦ τὰς θλίψεις προλαβεῖν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Ὁ μὲν γὰρ πρότερον τρυφῶν, εἶτα μετὰ τὴν τρυφὴν κόλασιν προσδοκῶν, οὐδὲ τῆς παρούσης τρυφῆς αἰσθάνεται, διὰ τὴν προσδοκίαν τῶν ἐπαγομένων δεινῶν· ὁ δὲ πρότερον ὢν ἐν λυπηροῖς, εἶτα μετὰ ταῦτα μέλλων ἀπολαύσεσθαι χρηστῶν, καὶ τῶν παρόντων ὑπερορᾷ δυσχερῶν, διὰ τὴν ἐλπίδα τῶν μελλόντων χρηστῶν. Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν. Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δεικνὺς καὶ ἐμφαίνων, ἔλεγεν, ὅτι Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ἐλαφρὰν τὴν θλῖψιν ἐκάλεσεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν τῶν δεινῶν, ἀλλὰ παρὰ τὴν προσδοκίαν τῶν μελλόντων ἀγαθῶν. Καθάπερ γὰρ ὁ ἔμπορος οὐκ αἰσθάνεται τῆς κατὰ τὴν ναυτιλίαν ταλαιπωρίας, τῇ τῶν φορτίων ἐλπίδι κουφιζόμενος, καὶ ὁ πυκτεύων γενναίως φέρει τὰ τραύματα τῆς κεφαλῆς, πρὸς τὸν στέφανον ἀποβλέπων· οὕτω δὴ καὶ ἡμεῖς πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀτενίζοντες ἀγαθὰ, ὅσα ἂν ἐπιφέρηται δεινὰ, πάντα γενναίως οἴσομεν τῇ χρηστῇ τῶν μελλόντων ἐλπίδι νευρούμενοι. Ταύτην τοίνυν λαβόντες τὴν ῥῆσιν ἀπέλθωμεν· εἰ γὰρ καὶ ψιλὴ καὶ βραχεῖα, ἀλλὰ πολλὴν ἔχει φιλοσοφίας διδασκαλίαν. Ὁ ἐν ὀδύνῃ καὶ θλίψει, ἀρκοῦσαν ἔχει παράκλησιν· ὁ ἐν τρυφῇ καὶ πολυτελείᾳ, μέγαν σωφρονισμόν. Ὅταν γὰρ ἐπὶ τῆς τραπέζης κατακείμενος ἀναμνησθῇς τῆς ῥήσεως ταύτης, ἀποπηδήσεις ταχέως τῆς μέθης καὶ τῆς ἀδηφαγίας, μαθὼν διὰ τῆς λέξεως ταύτης, ὅτι ἐναγωνίους ἡμᾶς εἶναι χρή· καὶ πρὸς ἑαυτὸν ἐρεῖς· Παῦλος ἐν δεσμοῖς καὶ δεσμωτηρίοις, ἐγὼ δὲ ἐν μέθῃ καὶ πολυτελεῖ τραπέζῃ· καὶ ποίας τεύξομαι συγγνώμης; Τοῦτο καὶ γυναιξὶν ἐπιτήδειον τὸ ῥῆμα· αἱ γὰρ φιλόκοσμοι καὶ πολυτελεῖς, καὶ χρυσῷ πάντοθεν ἑαυτὰς καταδεσμοῦσαι, τῆς ἁλύσεως ταύτης ἀναμνησθεῖσαι, μισήσουσιν, εὖ οἶδ' ὅτι, καὶ βδελύξονται τὸν κόσμον ἐκεῖνον, καὶ πρὸς ταῦτα δραμοῦνται τὰ δεσμά. Ἐκεῖνα μὲν γὰρ πολλῶν κακῶν αἴτια γέγονε πολλάκις, καὶ μυρίους πολέμους εἰς τὴν οἰκίαν συνήγαγε, καὶ φθόνους καὶ βασκανίας καὶ μῖσος ἔτεκε· ταῦτα δὲ τῆς οἰκουμένης τὰς ἁμαρτίας ἔλυσε, καὶ δαίμονας ἐφόβησε, καὶ διάβολον ἐφυγάδευσε. Μετὰ τούτων ἐν τῷ δεσμωτηρίῳ διατρίβων τὸν δεσμοφύλακα ἔπεισε, μετὰ τούτων τὸν Ἀγρίππαν ἐπεσπάσατο, μετὰ τούτων πολλοὺς μαθητὰς κατεσκεύασεν ὁ Παῦλος, ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Καθάπερ γὰρ ἀκτῖνα δῆσαι οὐ δυνατὸν οὐδὲ συγκλεῖσαι ἐν οἰκίᾳ, οὕτως οὐδὲ τοῦ κηρύγματος τὸν λόγον. Καὶ πολλῷ πλέον ὁ διδάσκαλος ἐδέδετο, καὶ ὁ λόγος ἐπέτετο· ἐκεῖνος τὸ δεσμωτήριον ᾤκει, καὶ ἡ διδασκαλία πτερωθεῖσα πανταχόσε τῆς οἰκουμένης ἔτρεχε. ςʹ. Ταῦτ' οὖν εἰδότες μὴ προκαταπίπτωμεν ἐπὶ τοῖς δεινοῖς, ἀλλὰ μᾶλλον τότε δυνατώτεροι γινώμεθα, τότε ἰσχυρότεροι· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται. Μὴ ἀλγῶμεν ἐπὶ ταῖς ἐπαγομέναις συμφοραῖς, ἀλλ' ἐν ἅπασιν εὐχαριστῶμεν τῷ Θεῷ. ∆ευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· οὐ γὰρ τοῦτό ἐστι παρελθεῖν νηστείαν, ἐὰν τὸν χρόνον παρέλθωμεν. Τοῦτο λογισώμεθα, εἰ σπουδαιότεροι γεγόναμεν, εἰ διωρθώσαμέν τι τῶν ἡμετέρων ἐλαττωμάτων, εἰ τὰ ἁμαρτήματα ἀπενιψάμεθα. Ἔθος ἅπασιν ἐρωτᾷν κατὰ τὴν Τεσσαρακοστὴν, πόσας ἕκαστος ἑβδομάδας ἐνήστευσε· καὶ ἔστιν ἀκοῦσαι λεγόντων τῶν μὲν, ὅτι δύο, τῶν δὲ, ὅτι τρεῖς, τῶν δὲ, ὅτι πάσας ἐνήστευσαν τὰς ἑβδομάδας. Καὶ τί τὸ κέρδος, ἐὰν ἔρημοι κατορθωμάτων παρέλθωμεν τὴν νηστείαν; Ἐὰν ἕτερος λέγῃ, ὅτι Πᾶσαν ἐνήστευσα τὴν τεσσαρακοστὴν, σὺ εἰπὲ, ὅτι Ἐχθρὸν εἶχον, καὶ κατηλλάγην· ἔθος εἶχον κακηγορεῖν, καὶ ἐπαυσάμην· ἔθος εἶχον ὀμνύναι, καὶ ἔλυσα τὸ πονηρὸν ἔθος. Οὐδὲν ὄφελος τοῖς ἐμπόροις, ἂν πολὺ μῆκος πελάγους παραδράμωσιν, ἀλλ' ἐὰν μετὰ φορτίων πλέωσι καὶ πολλῆς τῆς ἐμπορίας· οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην. Ἂν τὴν τῶν βρωμάτων νηστεύωμεν νηστείαν, παρελθουσῶν τῶν τεσσαράκοντα ἡμερῶν παρέρχεται καὶ ἡ νηστεία· ἐὰν δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς· ὥσπερ γὰρ ὁ ζῶν ἐν πονηρίᾳ, καὶ πρὸ τῆς γεέννης κολάζεται τῷ συνειδότι κεντούμενος· οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι. ∆ιὰ τοῦτο ὁ Χριστός φησι· Πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει. Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν. Τί ποτ' οὖν ἐστι, Τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει; Χρήματα ἂν ἔχῃς, πολλοὶ δύνανταί σου τὴν χαρὰν τὴν ἀπὸ τοῦ πλούτου λαβεῖν, καὶ κλέπτης διορύττων τοῖχον, καὶ οἰκέτης ἀφαιρούμενος τὰ ἐμπιστευθέντα, καὶ βασιλεὺς δημεύων, καὶ βάσκανος ἄνθρωπος ἐπηρεάζων. ∆υναστείαν ἂν ἔχῃς, πολλοὶ δύνανταί σου λαβεῖν τὴν ἀπὸ ταύτης χαράν· ὅταν γὰρ παραλυθῇ τὰ τῆς ἀρχῆς, παραλυθήσεται καὶ τὰ τῆς ἡδονῆς· καὶ ἐν αὐτῇ δὲ τῇ ἀρχῇ πολλὰ συμπίπτοντα πράγματα, δυσκολίαν ἔχοντα καὶ φροντίδας, ὑποτέμνεταί σου τὴν εὐθυμίαν. Ἰσχὺν σώματος ἐὰν ἔχῃς, νόσος ἐπελθοῦσα κατέλυσε τὴν ἀπὸ ταύτης χαράν· κάλλος ἐὰν ἔχῃς καὶ ὥραν, γῆρας ἐπελθὸν ἐμάρανε καὶ ἀφείλετο τὴν χαράν· τραπέζης ἐὰν ἀπολαύσῃς πολυτελοῦς, ἑσπέρας καταλαβούσης, κατελύθη καὶ ἡ τῆς εὐωχίας χαρά· ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν· ἡ δὲ εὐσέβεια καὶ ἡ κατὰ ψυχὴν ἀρετὴ τοὐναντίον ἅπαν. Ἐλεημοσύνην ἐὰν ποιήσῃς, οὐδεὶς ἀφελεῖν δύναται τὸ κατόρθωμα, κἂν στρατόπεδα, κἂν βασιλεῖς, κἂν μυρίοι συκοφάνται, κἂν ἐπίβουλοι πάντοθεν ἐπιθῶνται, τὸ εἰς τὸν οὐρανὸν ἀποτεθὲν κτῆμα ἀφελέσθαι οὐ δύνανται· ἀλλὰ μένει διηνεκὴς ἡ χαρά. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· καὶ μάλα εἰκότως. Ἐν γὰρ τοῖς τῶν οὐρανῶν ἀπόκειται ταμιείοις, ὅπου οὐ κλέπτης διορύττει, οὐ λῃστὴς λαμβάνει, οὐ σὴς κατεσθίει. Εὐχὰς ἐὰν εὔξῃ συνεχεῖς καὶ ἐκτενεῖς, τὸν καρπὸν τὸν ἀπὸ τούτων οὐδεὶς συλῆσα. δυνήσεται· καὶ γὰρ οὗτος ὁ καρπὸς ἐν τοῖς οὐρανοῖς ἐῤῥίζωται, πάσης ἐπηρείας ἀπηλλαγμένος, καὶ μένων ἀχείρωτος. Ἐὰν κακῶς παθὼν εὐεργετήσῃς, ἐὰν κακῶς ἀκούσας φιλοσοφήσῃς, ἐὰν λοιδορηθεὶς εὐλογήσῃς, ταῦτα τὰ κατορθώματα μένει διηνεκῶς, καὶ τὴν ἐκ τούτων χαρὰν οὐδεὶς λαμβάνει· ἀλλ' ὁσάκις ἂν αὐτῶν ὑπομνησθῇς, χαίρεις καὶ εὐφραίνῃ, καὶ πολλὴν καρποῦσαι τὴν ἡδονήν. Οὕτω δὴ καὶ τὸ φεύγειν ὅρκον ἐὰν κατορθώσωμεν, καὶ πείσωμεν τὴν γλῶτταν τὴν ἡμετέραν ἀπέχεσθαι τῆς ὀλεθρίου συνηθείας ταύτης, τὸ μὲν κατόρθωμα ἔσται ἐν βραχεῖ καιρῷ, ἡ δὲ εὐφροσύνη τοῦ κατορθώματος διηνεκῶς καὶ ἀδιαλείπτως. Λοιπὸν ὑμᾶς καὶ ἑτέρων διδασκάλους εἶναι χρὴ καὶ καθηγητὰς, καὶ φίλους τοὺς πλησίον, καὶ τοὺς οἰκέτας δὲ τοὺς συνδούλους, καὶ νέους τοὺς ὁμήλικας λαμβάνειν καὶ παιδεύειν καὶ ἐνάγειν. Ἆρα εἴ τίς σοι χρύσινον ἕνα καθ' ἕκαστον διορθούμενον ἄνθρωπον ἐπηγγείλατο, οὐ πᾶσαν ἂν ἐποιήσω σπουδὴν, καὶ διημέρευες προσεδρεύων, πείθων, παρακαλῶν; Νῦν δὲ οὐχ ἕνα χρύσινον, οὐδὲ δέκα, οὐδὲ εἴκοσι, καὶ ἑκατὸν, καὶ χιλίους, οὐδὲ γῆν ὁλόκληρον ὑπισχνεῖταί σοι τῶν πόνων τούτων ἀμοιβὴν ὁ Θεός· ἀλλ' ὃ τοῦ κόσμου παντὸς μεῖζόν ἐστι, τοῦτό σοι δίδωσι, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον πρὸς τούτῳ. Ποῖον δὴ τοῦτο; Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί· τί τούτου γένοιτ' ἂν ἴσον εἰς τιμῆς λόγον καὶ ἀσφαλείας; Ποία δὲ ἡμῖν ἀπολογία καὶ συγγνώμη μετὰ τὴν τοσαύτην ὑπόσχεσιν τῆς τῶν πλησίον ἀμελοῦσι σωτηρίας; Σὺ δ' ἂν μὲν εἰς βάραθρον ἴδῃς καταπίπτοντα τυφλὸν, χεῖρα ὀρέγεις, καὶ νομίζεις ἀνάξιον εἶναι τὸ περιιδεῖν ἀπολλύμενον· ὁρῶν δὲ καθ' ἑκάστην ἡμέραν κατακρημνιζομένους πάντας τοὺς ἀδελφοὺς εἰς τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν, οὐδὲ ῥῆμα προέσθαι τολμᾷς; Ἀλλ' εἶπας ἅπαξ, καὶ οὐκ ἤκουσεν· οὐκοῦν εἰπὲ καὶ δὶς, καὶ τρὶς, καὶ τοσαυτάκις, ἕως ἂν πείσῃς. Καθ' ἑκάστην ἡμέραν ὁ Θεὸς ἡμῖν διαλέγεται, καὶ οὐκ ἀκούομεν, καὶ οὐκ ἀφίσταται διαλεγόμενος· ταύτην καὶ σὺ μίμησαι τὴν κηδεμονίαν περὶ τὸν πλησίον. ∆ιὰ τοῦτο μετ' ἀλλήλων ἐσμὲν, καὶ πόλεις οἰκοῦμεν, καὶ ἐν ἐκκλησίαις συναγόμεθα, ἵνα τὰ ἀλλήλων βάρη βαστάζωμεν, ἵνα τὰ ἀλλήλων ἁμαρτήματα διορθώμεθα. Καὶ καθάπερ ἐργαστήριον ἓν οἰκοῦντες ἄνθρωποι διαφόρως μὲν ἐμπορεύονται, πάντα δὲ εἰς τὸ κοινὸν ἀποτίθενται· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἅπερ ἂν ἕκαστος ἀγαθὰ δύναται εἰσφέρειν τῷ πλησίον, μὴ ὀκνείτω, μηδὲ ἀναδυέσθω, ἀλλὰ γινέσθω πραγματεία τις καὶ ἀντίδοσις τοιαύτη πνευματικὴ, ἵνα εἰς τὸ κοινὸν ἅπαντα καταθέμενοι, καὶ πολὺν κτησάμενοι πλοῦτον, καὶ μέγαν ποιήσαντες τὸν θησαυρὸν, κοινῇ πάντες τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου