ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα

Τρίτη 25 Οκτωβρίου 2016

ΙΑʹ Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΙΑʹ  Ἐπετάθη τὰ τῆς θλίψεως  ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα

11.1 Ἐπετάθη τὰ τῆς θλίψεως  ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι καὶ πρὸς μείζονα φλόγα τῶν ἐπιβουλευόντων ὑμῖν αἴρεται  ὁ  θυμός.  Ἀλλ' οὐ  θορυβεῖσθαι  οὐδὲ  ταράττεσθαι,  ἀλλὰ  διὰ  ταῦτα  μὲν  οὖν μάλιστα χαίρειν  δεῖ καὶ σκιρτᾶν καὶ στεφανοῦσθαι καὶ χορεύειν. Εἰ γὰρ μὴ καιρίας ἐν τοῖς ἔμπροσθεν ἐδώκατε τῷ διαβόλῳ τὰς πληγάς, οὐκ ἂν οὕτως ἠγριώθη τὸ θηρίον ὡς καὶ περαιτέρω προελθεῖν.  ∆εῖγμα τοίνυν  καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης   ἐκείνου   τῆς  πολλῆς,   τὸ  μειζόνως   ἐφάλλεσθαι   καὶ  ἐπιπηδᾶν   καὶ  πλείονα ἐπιδείκνυσθαι  τὴν  ἀναισχυντίαν καὶ δαψιλέστερον  ἐκχεῖν  τὸν  ἰόν. Ἐπεὶ καὶ ἐπὶ τοῦ μακαρίου  Ἰώβ,  ἐπειδὴ  ἐν  τῇ  τῶν  χρημάτων  ἀποβολῇ  ἡττήθη  καὶ  τῇ  τῶν  παίδων ἀφαιρέσει, δεῖγμα καὶ τότε ἐκφέρων τοῦ χαλεπὰ τραύματα δέξασθαι, ἐπὶ τὸ κεφάλαιον ὥρμησε τῶν κακῶν, τὴν τῆς σαρκὸς πολιορκίαν,  τὴν τῶν σκωλήκων  πηγήν, τὸν τῶν τραυμάτων  χορόν· χορὸν  γὰρ αὐτὸν  ἐγὼ  καὶ στέφανον  καλῶ  καὶ μυρίων  βραβείων ἐσμόν.


Καὶ οὐδὲ ἐνταῦθα  ἔστη· ἀλλ' ἐπειδὴ οὐδὲν ὑπελείπετο  ἕτερον αὐτῷ μηχάνημα τοιοῦτον–ὡς  γὰρ ἔσχατον ὅρον συμφορῶν, οὕτως  τὴν νόσον ἐπήγαγεν  ἐκείνην–,  καὶ ἕτερα  πάλιν  ἐκίνει  μηχανήματα,   γυναῖκα  ὁπλίζων,  τοὺς  φίλους   παροξύνων,   τοὺς οἰκέτας διεγείρων καὶ θηριώδεις ποιῶν καὶ διὰ πάντων  τὰ τραύματα ἀναξαίνων.  Ὃ δὴ καὶ  νῦν  ἐπιχειρῶν  οὐ παύεται,  ἀλλὰ  κατὰ  τῆς  ἑαυτοῦ  κεφαλῆς· ὡς  τά  γε  ὑμέτερα ἐντεῦθεν  λαμπρότερα καὶ μείζονα  καὶ φαιδρότερα  καθ' ἑκάστην γίνεται  τὴν  ἡμέραν, πλείων  ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι  καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ  δι' αὐτῶν  τῶν  δεινῶν  τῆς ἀνδρείας  ὑμῖν  ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ  τῶν ἐχθρῶν  ἄλειμμα  γίνονται  τῆς  καρτερίας  τῆς  ὑμετέρας.  Τοιαύτη  γὰρ τῆς  θλίψεως  ἡ φύσις· τοὺς πρᾴως αὐτὴν καὶ γενναίως φέροντας ἀνωτέρους ποιεῖ τῶν δεινῶν, ὑψηλοτέρους τῶν τοῦ διαβόλου βελῶν παιδεύει καταφρονεῖν  τῶν ἐπιβουλῶν. Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ  ὁμιλοῦντα  καὶ πνευμάτων  δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις  κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν· οἳ μὲν γὰρ πρῶτον ἐπιβάντες νηός,  κἂν  σφόδρα γενναῖοί  τινες  τυγχάνωσιν   ὄντες,  ὑπὸ  τῆς  ἀπειρίας  ταράττονται, θορυβοῦνται,  σκοτοδίνοις  ἰλίγγοις   κατέχονται·  οἱ  δὲ  πολλὰ  διαβάντες  πελάγη  καὶ πολλοὺς ὑπομείναντες  χειμῶνας  καὶ ὑφάλους καὶ σκοπέλους καὶ σπιλάδας καὶ θηρίων ἐφόδους   καὶ  πειρατῶν   ἐπιβουλὰς   καὶ  καταποντιστῶν   καὶ  συνεχῶν   ἀνασχόμενοι χειμώνων,  τῶν ἐπὶ γῆς λοιπὸν βαδιζόντων  θαρραλεώτεροι ἐπὶ τῆς νηὸς κάθηνται, οὐκ ἔνδον  παρὰ τὴν  τρόπιν,  ἀλλὰ  καὶ αὐτοῖς  ἐνιζάνοντες  τοῖς  τοίχοις  τῆς  νηὸς  καὶ ἐπὶ πρώρας καὶ ἐπὶ πρύμνης ἀδεῶς ἱστάμενοι· καὶ οἱ πρὸ τούτου ἐπ' ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν  τοῦ χειμῶνος  πεῖραν καὶ σχοῖνον ἕλκουσι καὶ ἱστία ἀνάγουσι  καὶ κωπῶν  ἅπτονται  καὶ πανταχοῦ  τῆς  νηὸς  μετὰ  εὐκολίας  περιτρέχουσι. Μηδὲν τοίνυν  ὑμᾶς θορυβείτω τῶν συμπιπτόντων.  Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν  δὲ  πλέον  ἐντεῦθεν  ἀνύσαντες  ἢ τὸ  καταισχύνεσθαι  καὶ  γελᾶσθαι  καὶ  ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ  φαίνεσθαι. Ταῦτα τῶν ἐπιβούλων  τὰ ἐπίχειρα, τοῦτο τῶν πολέμων τὸ τέλος. Βαβαί, πηλίκον ἐστὶν ἡ ἀρετὴ καὶ τῶν παρόντων ὑπεροψία πραγμάτων· δι' ἐπιβουλῶν  κερδαίνει, διὰ τῶν ἐπιβουλευόντων στεφανοῦται, διὰ τῶν κακῶς ποιούντων  διαλάμπει μειζόνως, διὰ τῶν ἐπισύρειν ἐπιχειρούντων ἰσχυροτέρους ποιεῖ τοὺς μετιόντας  αὐτήν, ὑψηλοτέρους,  ἀχειρώτους,  ἀναλώτους,  οὐχ ὅπλων,  οὐ δοράτων  δεομένους, οὐ τειχῶν,  οὐ τάφρων,  οὐ πύργων,  οὐ χρημάτων,  οὐ στρατοπέδων, ἀλλὰ γνώμης στερρᾶς μόνον καὶ ἀπεριτρέπτου ψυχῆς, καὶ πᾶσαν ἀνθρωπίνην ἐπιβουλὴν ἐλέγχει.
11.2 Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη,  καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν   τοῦτον   ἀγῶνα   ἀγωνιζομέναις    ἐπᾴδουσα   ἀνίστη   τὰ   φρονήματα    πασῶν συγκροτοῦσά  σου  τὴν  παράταξιν,  ὥστε  διπλοῦν   καὶ  τριπλοῦν   καὶ  πολλαπλασίονα γενέσθαι  σοι τὸν στέφανον  τῆς ἀρετῆς, δι' ὧν  τε αὐτὴ πάσχεις, δι' ὧν  τε ἑτέρας εἰς ταῦτα  ἐνάγεις,  καὶ  πείθουσα  πάντα  πρᾴως  φέρειν   καὶ  ὑπερορᾶν  τῶν  σκιῶν  καὶ καταφρονεῖν  τῆς τῶν  ὀνειράτων  ἀπάτης  καὶ καταπατεῖν  τὸν  πηλὸν  καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν,  καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον. Ταῦτα γὰρ ἅπαντα τῆς ἀνθρωπίνης  εὐημερίας ἡ ματαιότης καὶ τούτων  δὲ  εὐτελέστερα.  Καὶ οὐκ  ἄν  τις  ῥᾳδίως  εἰκόνα  εὕροι  ἀκριβῶς  αὐτῆς  τὴν ματαιότητα  παριστῶσαν. Μετὰ γὰρ τῆς οὐδενείας ταύτης οὐ μικρὰν φέρει καὶ βλάβην τοῖς πρὸς αὐτὴν κεχηνόσιν, οὐκ ἐν τῷ μέλλοντι  μόνον αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ παρόντι βίῳ  καὶ κατὰ  ταύτας  τὰς ἡμέρας ἐν  αἷς δοκοῦσιν  αὐταῖς  ἐντρυφᾶν.  Καθάπερ γὰρ ἡ ἀρετή, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν πολεμεῖται, σκιρτᾷ καὶ θάλλει καὶ φαιδροτέρα δείκνυται,  οὕτω  καὶ  ἡ  κακία,  καὶ  κατ' αὐτὸν  τὸν  καιρὸν  καθ' ὃν  θεραπεύεται  καὶ κολακεύεται,  δείκνυσιν  αὐτῆς τὴν ἀσθένειαν  καὶ τὸν πολὺν  γέλωτα  καὶ τὴν ἄφατον κωμῳδίαν.  Τί γάρ, εἰπέ μοι, τοῦ Κάϊν ἐλεεινότερον  γέγονε, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν ἐδόκει κρατεῖν τοῦ ἀδελφοῦ  καὶ περιγεγενῆσθαι  καὶ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐμπεφορῆσθαι ἐκείνης τῆς ἀδίκου καὶ μυσαρᾶς; Τί δὲ τῆς δεξιᾶς ἐκείνης ἀκαθαρτότερον τῆς δοκούσης νενικηκέναι,  τῆς δεξιᾶς ἣ τὴν πληγὴν ἐπήγαγεν καὶ τὸν φόνον εἰργάσατο,
καὶ τῆς αἰσχίστης γλώσσης ἣ τὸν δόλον ἔρραψε καὶ τὰ δίκτυα ἥπλωσεν; Καὶ τί λέγω τὰ μέλη τὰ τὸν φόνον  ἐργασάμενα; Καὶ γὰρ ὅλον τὸ σῶμα ἐκολάζετο, τῷ στεναγμῷ, τῷ τρόμῳ  διηνεκῶς  παραδοθέν.  Ὢ καινῶν  πραγμάτων·  ὢ  παραδόξου  νίκης·  ὢ  ξένου τροπαίου.  Ὁ μὲν  σφαγεὶς  καὶ νεκρὸς  κείμενος  ἐστεφανοῦτο  καὶ ἀνεκηρύττετο· ὁ δὲ νικήσας καὶ περιγεγονὼς  οὐ μόνον ἀστεφάνωτος  ἀπῄει, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐκολάζετο,   καὶ   ἀφορήτοις   παρεδίδοτο   τιμωρίαις   καὶ   διηνεκεῖ   βασάνῳ·  καὶ   τοῦ κινουμένου   καὶ  ζῶντος   καὶ  φθεγγομένου   ὁ  πεπληγὼς   καὶ  τεθνεὼς   καὶ  ἄφωνος κατηγόρει· μᾶλλον δὲ οὐδὲ ὁ τεθνεώς, ἀλλὰ τὸ αἷμα ψιλὸν καὶ τοῦ σώματος χωρισθὲν ἤρκεσεν  εἰς  τοῦτο  μόνον.  Τοσαύτη τῶν  ἐναρέτων  ἡ περιουσία  καὶ  τελευτησάντων· τοσαύτη  τῶν  πονηρῶν  ἡ ἀθλιότης  καὶ  ζώντων.  Εἰ δὲ ἐν  τοῖς  σκάμμασι τοιαῦτα  τὰ βραβεῖα, ἐννόησον μετὰ τοὺς ἀγῶνας ἡλίκαι αἱ ἀμοιβαί, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως, ἐν τῇ  χορηγίᾳ  τῶν  ἀγαθῶν  ἐκείνων   τῶν  πάντα  ὑπερβαινόν  των  λόγον.  Τὰ μὲν  γὰρ λυπηρά,  οἷα  ἂν  ᾖ,  παρὰ  ἀνθρώπων   ἐπάγεται  καὶ  μιμεῖται  τῶν  ἐπιφερόντων τὴν εὐτέλειαν· τὰ δὲ δῶρα καὶ αἱ ἀμοιβαὶ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ καὶ τοιαῦτά ἐστιν οἷα εἰκὸς παρὰ τῆς ἀφάτου δωρεᾶς ἐκείνης διδόμενα. Χαῖρε τοίνυν  καὶ εὐφραίνου, στεφανηφοροῦσα, πομπεύουσα, τὰ κέντρα τῶν ἐχθρῶν  καταπατοῦσα μᾶλλον  ἢ πηλὸν ἕτεροι. Καὶ δήλου  συνεχῶς  ἡμῖν  τὰ περὶ  τῆς  ὑγιείας  σου, ἵνα  καὶ ἐντεῦθεν  πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην.  Οἶσθα γὰρ ὡς οὐ μικρὰ ἡμῖν ἔσται παραμυθία καὶ ἐν ἐρημίᾳ καθημένοις, ὅταν συνεχῶς μανθάνωμεν  περὶ τῆς ῥώσεως τῆς σῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |