ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑ΄ Ομιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου

Τρίτη 25 Οκτωβρίου 2016

ΙΑ΄ Ομιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


ΙΑʹ.Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων.

αʹ. Ὡς  ὡραία  ἡ  πνευματικὴ   ἐλαία  αὕτη!  τῶν  κλάδων  αὐτῆς  γεγηρακότων, ὥριμον ἡμῖν ἤνεγκε τὸν καρπόν. Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλησίας· ἐκεῖνα μὲν γὰρ εἰς γῆρας ἐλθόντα, τότε τὰ πλείονα τῶν φύλλων  ἀποτίθεται, τόν τε καρπὸν, ὃν ἂν ἐνέγκῃ, τοῦτον  ἔξωρόν τε φέρει καὶ ἀραιόν· ταῦτα δὲ ὅταν εἰς γῆρας ἔλθῃ, τότε μάλιστα τῷ καρπῷ βρίθεται. Ὃ δὴ καὶ ἐπὶ τοῦ σήμερον εἰρηκότος ἐστὶν ἰδεῖν· διὸ καὶ σιγᾷν ἔγνων· ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν. Οὕτω καὶ αἱ θεῖαι Γραφαὶ παιδεύουσιν ἡμᾶς· ὅταν μὲν γὰρ νέῳ διαλέγωνται,  φασί· Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον  ἐν  ὀλίγοις  πολλά.  Τῷ δὲ πρεσβύτῃ οὐ μετὰ  τῶν  τοιούτων  διορισμῶν διαλέγεται, ἀλλ' ἀφεὶς τὸν αὐτὸν καὶ χωρὶς τῶν τοιούτων  ὅρων συγχωρεῖ τρέχειν· καὶ τὴν ἡδονὴν δὲ πάλιν τῶν λεγομένων, ὅταν μετὰ συνέσεως λέγηται, θαυμάζουσα, οὕτως ἔφη·  Λάλησον, πρεσβύτερε, πρέπει  γάρ  σοι, ἐν  ἀκριβεῖ  δὲ  ἐπιστήμῃ,  καὶ  ἐμποδίσεις


 μουσικά. Τί ἐστιν, Καὶ ἐμποδίσεις μουσικά; ∆είκνυσιν ἐκ τούτου, ὅτι οὐχ οὕτως αὐλὸς  καὶ κιθάρα καὶ σύριγγες  ἡδὺ τοῖς  ἀκούουσιν,  ὡς  πρεσβύτου διδασκαλία  μετὰ ἀκριβοῦς  ἐπιστήμης  προφερομένη.  Ἡδονῇ  γὰρ ἡδονὴν  παραβάλλουσα,  πολὺ  ταύτην ἐκείνης τυραννικωτέραν εἶναί φησι, καὶ τὴν μὲν κρατεῖν, τὴν δὲ αὐτῇ παραχωρεῖν· διὸ καί φησιν, Ἐμποδίσεις μουσικά· τουτέστιν, οὐκ ἐάσει (λ. ἐάσεις) αὐτὰ φαίνεσθαι, ἐπισκοτήσεις  αὐτοῖς,  συσκιάσεις αὐτά.  ∆ιὰ  δὴ  ταῦτα  καὶ  ἡμᾶς  μὲν  ἔδει  σιγᾷν  καὶ ἀκούειν, τοῦτον  δὲ λέγειν  καὶ διδάσκειν· ἀλλ' ὃ πολλάκις  εἶπον, τοῦτο καὶ νῦν  ἐρῶ· οὔτε ὑμῶν  φέρω  τὴν  τυραννίδα,  οὔτε τούτων  τὴν  ἀνάγκην· διὸ δὴ πάλιν  πρὸς τοὺς συνήθεις ἀποδύομαι δρόμους, πρᾶγμα ἐπίπονον,  τὸ λέγειν,  μετὰ πολλῆς  τῆς εὐκολίας μεταχειρίζων, οὐ διὰ τὴν ἐμαυτοῦ δύναμιν, ἀλλὰ διὰ τὴν προθυμίαν ὑμῶν τῶν ἀκροωμένων. Ἐπεὶ καὶ πρῴην πρὸς τοσοῦτον βάθος κατενεχθεὶς  ὁ λόγος οὐκ ἀπεπνίγη, καὶ μακρὰ οὕτω  πελάγη  διαβαίνων,  οὐδαμοῦ  ναυάγιον  ὑμῖν  ὑπέμεινε· τὸ δὲ αἴτιον, οὐδαμοῦ σπιλάδες, οὐδὲ ὕφαλοι, οὐδὲ σκόπελοι, ἀλλὰ πανταχοῦ  λιμένος  γαληνότερον εὕρισκε πέλαγος· καὶ ὥσπερ ὑπὸ ζεφύρου τινὸς ἐπὶ πρύμνης ἱσταμένου τοῦ πόθου τῆς ὑμετέρας ἀκροάσεως, πρὸς εὔδιον λιμένα  παρεπέμπετο. Ὁμοῦ τε γὰρ ἐξεπήδα τῆς γλώττης τῆς ἡμετέρας, καὶ πάντες ὑπτίαις αὐτὸν ὑπεδέχοντο χερσὶ, καίτοι γε δυσκολίαν πολλὴν  ἔχοντα· τοιαύτη γὰρ ἦν τῶν νοημάτων  τῶν πρῴην ἡ φύσις· ἀλλ' ὅμως καὶ τῆς προθυμίας  ἡ ὑπερβολὴ,  καὶ  τὸ  συντεῖναι  τὴν  διάνοιαν  μετὰ  ἀκριβείας  ἁπάσης, τὸν πόνον ἡμῖν παρεμυθήσασθε καὶ τὰ δύσκολα ῥᾴδια κατεσκευάσατε. Οὐδὲ γὰρ εἰς πέτραν, οὐδὲ εἰς ἀκάνθας, οὐδὲ εἰς τὴν ὁδὸν κατενεχθῆναι συνεχωρήσατε, ἀλλὰ πάντα εἰς πίονα καὶ  βαθύγειον  ἄρουραν  ὑπεδέξασθε,  εἰς  τὸ  τῆς  διανοίας  ὑμῶν  βάθος.  ∆ιὸ καὶ  καθ' ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπομεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφόμενα,  καὶ τὸ θέατρον καθ' ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον.  ∆ιὰ δὴ τοῦτο καὶ σήμερον  τῶν  λειπομένων   ἅψασθαι  ἐβουλόμην.  Ἀλλὰ  τί  πάθω;  τῶν  Μακκαβαίων  ὁ χορὸς πρὸ τῶν ὀφθαλμῶν  ἵσταται τῶν ἐμῶν, καὶ τῇ λαμπηδόνι τῶν οἰκείων τραυμάτων καταυγάζων  μου τὴν  διάνοιαν,  πρὸς τὴν  οἰκείαν  εὐμορφίαν  καλεῖ  τὴν  γλῶτταν  τὴν ἡμετέραν. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινωσκέτω  τοῦ λόγου, ὅτι τῆς ἡμέρας τῶν παλαισμάτων  αὔριον  οὔσης, σήμερον τοὺς στεφάνους  πλέκομεν,  καὶ πρὸ τοῦ καιροῦ τῶν   πολέμων   τὸ  τρόπαιον   ἀνακηρύττομεν.   Εἰ  γὰρ  δὴ  γάμων   ἐπιτελουμένων  οἱ συνιόντες καὶ πρὸ τῆς κυρίας καὶ παστάδας ὑφαίνουσι καὶ στεφάνοις τὰς οἰκίας κατακοσμοῦσι καὶ παραπετάσμασι· πολλῷ δὴ μᾶλλον ἡμεῖς τοῦτο ἐργασόμεθα, ὅσῳ καὶ πνευματικώτερος  οὗτος ὁ γάμος, οὐκ ἀνθρώπου  γυναῖκα,  ἀλλὰ  Θεοῦ τὰς ψυχὰς  τῶν ἀνθρώπων  ἁρμοζομένου. ∆ιόπερ οὐκ ἄν τις ἁμάρτοι τῶν μαρτύρων τὴν ψυχὴν νύμφην προσειπὼν, νύμφην  πνευματικήν· ἐπεὶ καὶ προῖκα τὸ αἷμα εἰσφέρουσι, προῖκα μηδέποτε δαπανωμένην.   Ἀλλ'  ὁ  μὲν  τῶν   ἐγκωμίων   καιρὸς  εἰς  τὴν   αὔριον   ἡμᾶς  ἡμέραν ἀναμενέτω· σήμερον δὲ τοὺς ἀσθενεστέρους τῶν ἀδελφῶν  ἡμῶν διορθώσομεν. Ἐπειδὴ γὰρ πολλοὶ  τῶν  ἀφελεστέρων  κατὰ τὴν  διάνοιαν  χωλεύοντες,  ὑπὸ τῶν  ἐχθρῶν  τῆς Ἐκκλησίας  παρασυρόμενοι,  οὐ  τὴν  προσήκουσαν  περὶ  τῶν   ἁγίων   τούτων   δόξαν ἔχουσιν,  οὐδὲ  ὁμοίως  εἰς  τὸν  λοιπὸν   τῶν  μαρτύρων  αὐτοὺς  καταλέγουσι  χορὸν, λέγοντες  ὅτι οὐχ ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐξέχεαν, ἀλλ' ὑπὲρ τοῦ νόμου καὶ τῶν ἐν τῷ νόμῳ γραμμάτων, ὑπὲρ χοιρείων σφαγέντες κρεῶν· φέρε δὴ τὴν ἐκείνων διορθώσωμεν διάνοιαν· καὶ γὰρ αἰσχρὸν ἂν εἴη πανήγυριν ἐπιτελοῦντας  ἀγνοεῖν τῆς πανηγύρεως τὴν ὑπόθεσιν.

βʹ. Ἵν'  οὖν  μὴ  ἐν  τῇ  κοινῇ  πάντων   ἡδονῇ  μόνοι  οἱ  τὰ  τοιαῦτα  νοσοῦντες ἀλγῶσιν, ἀλλ' εἰλικρινεῖ διανοίᾳ τοὺς ἀγωνιστὰς περιπτύξωνται,  καὶ καθαροῖς ὄμμασιν αὐτοὺς ἴδωσι, τὸ ὑφορμοῦν αὐτῶν  ταῖς διανοίαις  σήμερον ὑποσύραντες, εἰλικρινεῖ  τῇ γνώμῃ  καὶ καθαρᾷ τῇ διανοίᾳ  παρασκευάσομεν αὔριον  αὐτοὺς  ἀπαντῆσαι  πρὸς τὴν πανήγυριν τὴν πνευματικήν. Ἐγὼ γὰρ τοσοῦτον οὐ παραιτοῦμαι μετὰ τῶν ἄλλων καταλέγειν  αὐτοὺς μαρτύρων, ὅτι δὴ καὶ λαμπροτέρους τούτους εἶναί φημι. Τότε γὰρ ἠγωνίσαντο,  ὅτε οὐδέπω ἦσαν αἱ χαλκαῖ κλασθεῖσαι πύλαι, οὔτε ὁ μοχλὸς ὁ σιδηροῦς περιαιρεθεὶς,  ὅτε  ἔτι  ἡ  ἁμαρτία  ἐκράτει,  καὶ  ἡ  κατάρα  ἤνθει,  καὶ  τοῦ  διαβόλου  ἡ ἀκρόπολις συνειστήκει, καὶ ἀτριβὴς ἦν ἔτι τῆς τοιαύτης ἀρετῆς ἡ ὁδός. Νῦν μὲν γὰρ καὶ μειράκια   κομιδῇ   καὶ   παρθένοι   πολλαὶ   πολλαχοῦ    τῆς   οἰκουμένης   ἁπαλαὶ   καὶ ἀπειρόγαμοι  κατὰ  τῆς  τοῦ  θανάτου  τυραννίδος   ἀπεδύσαντο·  τότε  δὲ  πρὸ  τῆς  τοῦ Χριστοῦ παρουσίας  καὶ  δίκαιοι  σφόδρα αὐτὸν  ἔτρεμον.  Ὁ γοῦν  Μωϋσῆς διὰ τοῦτον ἔφυγε τὸν φόβον· καὶ Ἠλίας τεσσαράκοντα ἡμερῶν ὁδὸν ἐντεῦθεν ἀπέδρα· καὶ ὁ πατριάρχης Ἀβραὰμ διὰ τοῦτο τῇ γυναικὶ παρῄνει λέγειν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι καὶ οὐ γυνή. Καὶ τί δεῖ τοὺς ἄλλους λέγειν; αὐτὸς γὰρ ὁ Πέτρος οὕτως ἐδεδοίκει τὸν θάνατον, ὡς μηδὲ θυρωροῦ ἀπειλὴν ἐνεγκεῖν· καὶ γὰρ φοβερὸς ἦν καὶ ἀπρόσιτος, οὐδέπω αὐτοῦ τῶν νεύρων ἐκκεκομμένων,  οὐδὲ τῆς δυνάμεως καταλελυμένης.  Ἀλλ' ὅμως οὗτοι τότε, ὅτε οὕτω φοβερὸν ἔπνει, κατηγωνίσαντο αὐτὸν καὶ κατεπάλαισαν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ὁ τῆς δικαιοσύνης ἀνίσχειν ἥλιος, ὅπερ ἐπὶ τῆς ἡμέρας γίνεται, καὶ τότε συνέβη. Καθάπερ γὰρ καὶ μηδέπω φανέντος  ἡλίου, φαιδρὸς ἡμῖν ὁ ὄρθρος φαίνεται,  τῶν  μὲν ἀκτίνων  οὐδέπω γιγνομένων δήλων,  τοῦ δὲ φωτὸς  τῶν ἀκτίνων  τὴν οἰκουμένην  καὶ πόῤῥωθεν καταλάμποντος· οὕτω δὴ καὶ τότε συνέβη. Ἐπειδὴ γὰρ παραγίνεσθαι ἔμελλεν ὁ τῆς δικαιοσύνης ἥλιος, λοιπὸν δὴ τὸ σκότος τῆς δειλίας ἐλύετο, καὶ οὐδέπω παρόντος αὐτοῦ  κατὰ  σάρκα, ἀλλ'  ἐγγὺς  αὐτοῦ  καὶ  ἐν  προοιμίοις  ὄντος,  καὶ  αὐτῶν  λοιπὸν ἁπτομένου τῶν πραγμάτων. Ὅτι μὲν οὖν πολλὴν ἀνδρείαν ἐπεδείξαντο ἐν τοῖς καιροῖς ἀγωνισάμενοι   τοῖς  τοιούτοις,  παντί  που  δῆλόν  ἐστιν·  ὅτι  δὲ  καὶ  ὑπὲρ  Χριστοῦ τὰ τραύματα ἔλαβον, τοῦτο ἤδη δεῖξαι πειράσομαι. Τίνος γὰρ ἕνεκεν ἔπαθον, εἰπέ μοι; Τοῦ νόμου,  φησὶν,  ἕνεκεν,  καὶ τῶν  ἐν  τῷ  νόμῳ  κειμένων  γραμμάτων.  Ἂν  τοίνυν  φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ  νομοθέτου   τὴν   καρτερίαν   ἐπεδείξαντο   πᾶσαν  ἐκείνην;  Φέρε  δὴ  οὖν   τοῦτο ἀποδείξωμεν σήμερον, ὅτι Χριστός ἐστιν ὁ τὸν νόμον δεδωκώς. Τίς οὖν ταῦτά φησιν; Ὁ ταῦτα  σαφῶς  ἐπιστάμενος,  τά  τε  παλαιὰ  καὶ  τὰ  νέα,  Παῦλος,  ὁ  τῆς  οἰκουμένης διδάσκαλος· Κορινθίοις γὰρ ἐπιστέλλων,  οὕτω πώς φησιν· Οὐ θέλω  δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,  ὅτι  οἱ  πατέρες  ἡμῶν  πάντες  ὑπὸ  τὴν  νεφέλην   ἦσαν,  καὶ  πάντες  διὰ  τῆς θαλάσσης διῆλθον,  καὶ πάντες  εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο  ἐν τῇ νεφέλῃ  καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας. Εἶτα δεικνὺς ὅτι ὁ Χριστὸς ταῦτα ἐποίει τὰ θαύματα, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ εἰκότως· οὐ γὰρ ἡ φύσις τῆς πέτρας ἠφίει τὸ ὕδωρ καὶ τοὺς ποταμοὺς ἐκείνους, ἀλλ' ἡ τοῦ Χριστοῦ ἐνέργεια τύπτουσα τὸν λίθον, ἀναδίδοσθαι τὰς πηγὰς παρεσκεύαζε. ∆ιὰ τοῦτο καὶ πνευματικὴν  πέτραν ἐκάλεσε, καὶ ἀκολουθεῖν  ἔφη·  ἡ  δὲ  αἰσθητὴ  οὐκ  ἀκολουθεῖ,  ἀλλ'  ἐν  ἑνὶ  ἵδρυται  χωρίῳ·  ἀλλ'  ἡ πανταχοῦ   παροῦσα  δύναμις   καὶ  πάντα   θαυματουργοῦσα,   ἐκείνη   καὶ  τὴν   πέτραν ἀνέῤῥηξεν. Εἰ δὲ οὐκ ἀνέχοιτο τῶν ῥημάτων τούτων  ὁ Ἰουδαῖος, φέρε δὴ τοῖς οἰκείοις αὐτὸν  ὅπλοις  ἕλωμεν,  οὐδὲν  ἀπὸ  Παύλου καὶ  Πέτρου καὶ  Ἰωάννου,  ἀλλ' ἀπὸ  τῶν προφητῶν  αὐτῷ διαλεγόμενοι,  ἵνα μάθῃ ὅτι τὰ πράγματα παρ'  αὐτῷ, τὰ δὲ νοήματα παρ' ἡμῖν.

γʹ. Τίς οὖν τῶν προφητῶν ταῦτά φησιν, ὅτι τὴν Παλαιὰν αὐτὸς ἔδωκε ∆ιαθήκην; Ὁ ἐκ κοιλίας  ἁγιασθεὶς  Ἱερεμίας,  ὁ ἐν  νεότητι  λάμψας.  Ποῦ καὶ  πότε; Ἄκουε  τῶν ῥημάτων αὐτῶν, καὶ παιδεύου σαφῶς ἐκ τῶν λεγομένων.  Τίνα τοίνυν  ἐστὶ τὰ ῥήματα; Ἰδοὺ  ἡμέραι   ἔρχονται,   λέγει   Κύριος.  Ἐκ  προοιμίων   εὐθέως  ἀνίστησι  τὸν ἀκροατὴν,  καὶ  διεγείρει  τὰ  φρονήματα  τῶν  ἀκουόντων,  δεικνὺς  ὅτι  οὐκ  αὐτοῦ  τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. Ἰδοὺ ἡμέραι ἔρχονται. Εἶτα δείκνυσιν, ὅτι περὶ μελλόντων ἡμῖν διαλέγεται  πραγμάτων.  Πῶς οὖν, εἰ περὶ μελλόντων διαλέγεται, τὴν Παλαιὰν, φησὶν, αὐτὸς ἔδωκε; Ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας   τὴν   λαμπηδόνα.   Ὅτε  γὰρ  ταῦτα   ἐλέγετο,   ὁ  νόμος   ἦν   δεδομένος   καὶ παραβαθεὶς, ἡ δὲ Καινὴ οὐδέπω. Ταῦτα τοίνυν σαφῶς ἐπὶ ταῖς διανοίαις ὑμῶν ἐναποθέμενοι,  δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων.  Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει  Κύριος, τὸν παρόντα  καιρὸν δηλῶν,  καὶ διαθήσομαι ὑμῖν  διαθήκην  καινὴν,  οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἐρωτῶ τὸν Ἰουδαῖον, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφὸν, τίς τὴν καινὴν ἔδωκε διαθήκην; Πάντως ἐρεῖ πᾶς, ὅτι ὁ Χριστός. Οὐκοῦν οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν, ὅτι ∆ιαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην, ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο· οὐκοῦν ἀμφοτέρων τῶν διαθηκῶν   εἷς  ὁ  νομοθέτης.   Καὶ  πότε  διέθετο   τὴν  παλαιὰν,   εἰπέ  μοι;  Ἐν  ἡμέρᾳ ἐπιλαβομένου  μου τῆς χειρὸς αὐτῶν  ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἰδὲ πῶς καὶ τὴν εὐκολίαν  ἔδειξε τῆς ἐξόδου, καὶ τὴν φιλοστοργίαν  τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διεξαγωγῆς,  καὶ ὅτι πάντα  αὐτὸς ἐθαυματούργει  τὰ ἐν Αἰγύπτῳ. Τῷ γὰρ εἰπεῖν, Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν  ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου, τὰ θαύματα πάντα  ἐδήλωσεν·  ἡ  γὰρ  ἔξοδος  ἐκείνη  διὰ  τῶν  σημείων  τῶν  παραδόξων  ἐκείνων ἐγίνετο. Καὶ αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
Ὅτι μὲν οὖν καινῆς  καὶ παλαιᾶς  διαθήκης  εἷς ὁ νομοθέτης,  ἐντεῦθεν  δῆλον.Ἐνταῦθα δὲ εἴ τις ἀκριβῶς κατεῖδε τὸ εἰρημένον,  οἶδεν ὅτι οὐ τῆς τυχούσης ἀπορίας γέμει· λέγων  γὰρ τὴν  αἰτίαν,  δι' ἣν  μέλλει  διδόναι  διαθήκην  ἑτέραν,  καινὴν  αὐτὴν εἶπεν,  τουτέστι  παράδοξον·  ∆ιαθήσομαι  γὰρ,  φησὶ,  διαθήκην  καινὴν,  οὐ  κατὰ  τὴν διαθήκην  ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν  τῇ διαθήκῃ μου· κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην   δοῦναι   δίκην,   καὶ   τιμωρίαν   ὑποστῆναι   τὴν   ἀφόρητον,   ὅτι   τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους. Ἀλλ' ὧδε μὲν αὐτοὺς οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται  τῶν προτέρων. Ἔδει μὲν οὖν καὶ σήμερον ἐπαγαγεῖν τῇ διαπορήσει ταύτῃ τὴν λύσιν, ἀλλ' ἐπειδὴ καὶ πρὸς ἕτερον ἡμῖν  ὁ λόγος  ἐπείγεται,  καὶ  βουλόμεθα  ὑμᾶς  παιδεύειν,  ὥστε μὴ παρ' ἡμῶν  πάντα μανθάνειν,  ἀλλὰ καὶ οἴκοθεν εὑρίσκειν, τοῦτο ὑμῖν καταλιμπάνω  ζητῆσαι καὶ εὑρεῖν. Ἐὰν δὲ ἴδωμεν ζητήσαντας μὲν, οὐχ εὑρόντας δὲ, τότε καὶ αὐτοὶ χεῖρας ὀρέξομεν· ὥστε δὲ καὶ εὐκολωτέραν  ὑμῖν  γενέσθαι  τὴν  εὕρεσιν, καὶ τὰ χωρία  τὰ ἀποστολικὰ, ἐν οἷς μάλιστά ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ τῆς ἐπαπορήσεως ταύτης  τὴν λύσιν, ἤδη ὑμῖν προαγορεύω· ἐν τῇ πρὸς Ῥωμαίους  ἐπιστολῇ, καὶ πρὸς Γαλάτας, καὶ πρὸς Ἑβραίους, τουτὶ  τὸ  κεφάλαιον   θεὶς  διέλυσε.  Καὶ ὅσοι φιλόπονοι,   δυνήσονται  ἐπελθόντες  τὰς ἐπιστολὰς  τὴν  λύσιν  φωρᾶσαι  ταύτην,  ἐὰν  τὰς  μεταξὺ   ταύτας  ἡμέρας  μὴ συλλόγοις  ἀκαίροις μηδὲ ἀδολεσχίαις ἀνονήτοις  ἑαυτοὺς δῶτε, ἀλλὰ τῇ μερίμνῃ τῶν εἰρημένων  προσηλωμένοι, τὸν θησαυρὸν ἀνορύττητε. Τοῦτο τέως ἄλυτον ἀφέντες, ἐπὶ τὰ ἑξῆς βαδιούμεθα. Τίνα δὲ τὰ ἑξῆς; Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι ὑμῖν, λέγει Κύριος· διδοὺς  νόμους  μου  εἰς  διάνοιαν  αὐτῶν,  καὶ  ἐπὶ  καρδίας  αὐτῶν  ἐπιγράψω αὐτούς. Καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην  αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων·  Γνῶθι τὸν  Κύριον· ὅτι πάντες  εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν,  ὅτι  ἵλεως  ἔσομαι  ταῖς  ἀδικίαις  αὐτῶν,  καὶ  τῶν  ἁμαρτιῶν  αὐτῶν  καὶ  τῶν ἀνομιῶν  αὐτῶν  οὐ μὴ μνησθῶ  ἔτι. Εἰπὼν παλαιὰν  διαθήκην,  ἣν ἔδωκεν·  εἰπὼν  καὶ νέαν, ἣν μέλλει διδόναι, ὑπογράφει  δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τίθησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς  πρὸς  τὴν  παλαιὰν,  τὸ  διάφορον,  οὐ  τὸ  ἐναντίον·  πόση ἡ  ὑπεροχὴ,  πόση  ἡ λαμπηδὼν,  πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς χάριτος. δʹ. Τίνες οὖν οἱ χαρακτῆρες τῆς καινῆς; ∆ιδοὺς νόμους μου εἰς διάνοιαν  αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν  ἐπιγράψω αὐτούς.  Ὁ μὲν  γὰρ παλαιὸς  νόμος  ἐν  πλαξὶ  λιθίναις  ἐγράφη,  καὶ ἐπειδὴ  αἱ πρῶται συνετρίβησαν   πλάκες,   ἑτέρας  πάλιν   ἐκόλαψε,   καὶ  ἐκεῖ  τὰ  γράμματα  ἐγχαράξας, κατέβαινε  Μωϋσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων  τὴν φύσιν τῶν  δέλτων ἔχων.  Ἡ δὲ  καινὴ  οὐχ  οὕτως·  οὐ  γὰρ  πλάκες  ἐκολάφθησαν,  ὅτε  ἡ  καινὴ  διαθήκη ἐδίδοτο,  ἀλλὰ  πῶς  καὶ  τίνι  τρόπῳ;  Ἄκουε  τοῦ  Λουκᾶ διηγουμένου·  Ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ, φησί· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ φερομένης πνοῆς βιαίας· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέ τε ἐφ' ἕνα  ἕκαστον  αὐτῶν,   καὶ  ἐπλήσθησαν  Πνεύματος  ἁγίου,  καὶ  ἤρξαντο  φθέγγεσθαι γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς. Ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν,  οὕτως εἰπών· ∆ιδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς.
Ἡ γὰρ τοῦ Πνεύματος χάρις  ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα ταῖς  διανοίαις  αὐτῶν ἐγκαθῆσθαι,  στήλας  αὐτοὺς  ἐποίησεν  ἐμψύχους.  καὶ  τῇ  διανοίᾳ  ἐπισκιάζει  τῇ  δόξῃ αὐτοῦ· διὸ καὶ ἔλεγεν, ὅτι ἀπεστάλη κηρύττειν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ  ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ πάλιν, Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου· καὶ ἄνω καὶ κάτω τὸν σταυρὸν περιστρέφει. Ἐπειδὴ γὰρ, φησὶν, Ἰουδαῖοι σημεῖα αἰτοῦσι,
καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν  σκάνδαλον,  ἔθνεσι  δὲ  μωρίαν,  αὐτοῖς  δὲ  τοῖς  κλητοῖς,  Ἰουδαίοις  καὶ  Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν  καὶ  Θεοῦ σοφίαν·  ὅτι  τὸ  μωρὸν  τοῦ  Θεοῦ σοφώτερον  τῶν ἀνθρώπων  ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων  ἐστί· μωρὸν Θεοῦ καὶ ἀσθενὲς Θεοῦ τὸν σταυρὸν ὀνομάζων, οὐκ ἐπειδὴ μωρόν· τί γὰρ τούτου σοφώτερον; οὐδὲ ἐπειδὴ  ἀσθενές· τί  γὰρ τούτου  ἰσχυρότερον;  ἀλλὰ  τὴν  τῶν  ἀπίστων  ὑπόνοιαν ἀπαγγέλλων, ἣν εἶχον περὶ τοῦ πράγματος. ∆ιὸ καὶ ἀνωτέρω ἔλεγεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις   μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις  Θεοῦ ἐστιν. Ἀλλ' οὐκ ἀπὸ τῶν ἀπολλυμένων δεῖ φέρειν τῶν πραγμάτων τὰς κρίσεις· ἐπεὶ καὶ οἱ νοσοῦντες τὸ μέλι πικρὸν εἶναι νομίζουσιν, ἀλλὰ τοῦτο τῆς νόσου τὸ ἔγκλημα, οὐ τοῦ μέλιτος  ἡ κατηγορία. Οὕτω δὴ καὶ ὁ σταυρὸς μωρὸν πρᾶγμα δοκεῖ τοῖς ἔξωθεν εἶναι, ἀλλ' οὐκ ἔστιν. Εἶτα ἀποδεικνὺς, ὅτι οὐ μόνον οὐκ ἔστι μωρὸν, ἀλλὰ καὶ σφόδρα σοφὸν τὸ πρᾶγμα, οὐδὲ μόνον οὐκ ἀσθενὲς, ἀλλὰ καὶ σφόδρα ἰσχυρὸν, παραβάλλει τὰ ἐξ αὐτοῦ κατορθώματα καὶ τῇ κτίσει καὶ τῇ παλαιᾷ καὶ τῇ ἔξωθεν σοφίᾳ· καὶ δείκνυσιν, ὅτι ἅπερ οὔτε ἡ ἔσωθεν σοφία εὗρεν ἢ ἡ ἔξωθεν,  οὔτε παρὰ τῆς κτίσεως ἔμαθον  πολλοὶ  τῶν ἀνθρώπων,  οὔτε παρὰ τῆς παλαιᾶς ἐκέρδαναν, ταῦτα τὸ δοκοῦν εἶναι τοῦτο μωρὸν καὶ ἀσθενὲς ἴσχυσε, τὸ δοκοῦν, οὐ τὸ ὄν. ∆ιόπερ, ἔχων τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν, μετὰ  πολλῆς  ἀποδύεται  τῆς  παῤῥησίας, πρῶτον  κατὰ  τῆς  ἔξω  σοφίας,  λέγων,  Ποῦ σοφός;  Τί ἐστι,  Ποῦ σοφός;  Ὡσανεὶ  ἔλεγεν·  Ποῦ τὰ  τῶν  φιλοσόφων;   ποῦ  τὰ  τῶν ῥητόρων; ποῦ τὰ τῶν σοφιστῶν; ποῦ τὰ τῶν λογογράφων; Οἴχεται πάντα καὶ ἀπόλωλε καὶ ἐκποδὼν γέγονεν. Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκείνων.  ∆ιὰ τοῦτο  τούτων  οὕτως  ἀφανῶν  γενομένων,   καὶ  καθάπερ  κόνεώς  τινος ἀναῤῥιπισθείσης, οὕτως ἐρωτᾷ καί φησι· Ποῦ σοφός; Ἐφάνη σταυρὸς, καὶ πάντα ἐκεῖνα ἐλύθη· ἤχησε τὸ κήρυγμα, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη. Ποῦ σοφός; Ποῦ τῶν ῥημάτων  ὁ κόμπος; ποῦ τῆς εὐγλωττίας  τὸ κάλλος; ποῦ τῶν σοφισμάτων  ἡ δεινότης; ποῦ τῶν λόγων  ἡ ῥύμη; ποῦ ἡ γλῶττα  ἡ ἠκονημένη; ποῦ οἱ σύλλογοι καὶ τὰ συνέδρια; Πάντα ἐκεῖνα  παρεσύρη καὶ ἀπώλετο  καὶ διεφθάρη  καὶ οἴχεται  καὶ νῶτα  ἔδωκε. Ποῦ γραμματεύς;  Ποῦ τὰ  Ἰουδαίων,  φησί; κἀκείνων  ἐκράτησε τὸ  κήρυγμα,  καὶ  καθάπερ ἥλιος σκιὰν ἀπέκρυψεν.  Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ  ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα  μετὰ πλείονος  τῆς περιουσίας ὁ σταυρὸς πανταχοῦ  κατώρθωσεν,  ἁμαρτήματα λύσας, δικαιοσύνην  χαρισάμενος, ἁγίους τοὺς ἀνθρώπους  κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας.
Εἶτα πάλιν  ἀφεὶς  τὰ Ἰουδαϊκὰ,  ἐπὶ τὰ Ἑλληνικὰ  ἔρχεται·  Ποῦ συζητητὴς  τοῦ αἰῶνος  τούτου;  Τοὺς αἱρετικοὺς  ἐνταῦθα  αἰνίττεται  καὶ συλλογιστικοὺς,  οἳ πρὸ μὲν τούτων ξιφῶν ἦσαν ὀξύτεροι, ἐπειδὴ δὲ ὁ σταυρὸς ἐφάνη, πηλοῦ παντὸς ἀσθενέστερον διεκόπησαν. Οὐχὶ ἐμώρανεν  ὁ Θεὸς τὴν  σοφίαν  τοῦ κόσμου τούτου; Πάλιν πρὸς τὴν Ἑλληνικὴν  ἀποδύεται. Τί ἐστιν, Ἐμώρανεν; Μωρὰν οὖσαν ἀπέφηνεν·  ἦν μὲν γάρ. Καὶ αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἀλλ' ὁ μὲν προφήτης  τῆς Παλαιᾶς τὴν φαιδρότητα  ἡμῖν ὑπογράφει· ὁ δὲ ἀπόστολος, ἐπειδὴ πρὸς Ἰουδαίους ἐμάχετο, παράλληλα ἑκάτερα τίθησιν· ἄνω μὲν εἰπὼν, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις· ἐνταῦθα  δὲ, Οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα  ἀποκτείνει,  τὸ δὲ πνεῦμα  ζωοποιεῖ.  εʹ. Ἐν σαββάτῳ συνέλεξέ  τις  ξύλα,  καὶ ἐλιθάσθη.  Εἶδες πῶς τὸ γράμμα ἀποκτείνει, τουτέστιν, ὁ νόμος ἐκόλαζε; μάθε πῶς τὸ πνεῦμα ζωοποιεῖ. Εἰσέρχεταί τις μυρίων γέμων κακῶν, ἡταιρηκὼς, ἁρπάσας, πλεονεκτήσας, μοιχεύσας, πᾶσαν ἐπελθὼν κακίαν, νεκρωθεὶς ἤδη τῇ ἁμαρτίᾳ· λαμβάνει αὐτὸν  ἡ τοῦ Πνεύματος χάρις  εἰς τὴν  κολυμβήθραν,  καὶ τὸν  ἡταιρηκότα  υἱὸν  Θεοῦ κατασκευάζει, καὶ τὸν νεκρωθέντα  ταῖς ἁμαρτίαις ζωογονεῖ. Τοῦτό ἐστι, Τὸ δὲ πνεῦμα ζωοποιεῖ.  Πῶς δὲ ζωοποιεῖ; Οὐκ ἀπαιτῶν  εὐθύνας  τῶν  πλημμελημάτων κατὰ τὸ τοῦ προφήτου·  Ἵλεως  ἔσομαι  ταῖς  ἀδικίαις  αὐτῶν,  καὶ  τῶν  ἁμαρτιῶν  αὐτῶν  καὶ  τῶν ἀνομιῶν  αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐρώτησον πάλιν τὸν Ἰουδαῖον, ποῦ τοῦτο γέγονεν ἐν τῷ νόμῳ; Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι. Καὶ γὰρ καὶ ὁ τὰ ξύλα συλλέξας ἐλιθάζετο, καὶ ἡ πορνεύουσα  κατεκαίετο,  καὶ  Μωϋσῆς  διὰ  μίαν  ἁμαρτίαν  τῆς  γῆς  τῆς  ἐπαγγελίας ἐξέπεσεν· ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργασάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων.
∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,  οὐ  μοιχοὶ,  οὐ  κλέπται,  οὐ  πλεονέκται,  οὐ  μέθυσοι, οὐ  λοίδοροι,  οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε· ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε  ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς λάμπει τὸ προφητικὸν,  ὅτι Ἵλεως ἔσομαι ταῖς ἀδικίαις  αὐτῶν; πῶς ἀστράπτει τὸ ἀποστολικὸν, ὅτι Τὸ πνεῦμα ζωοποιεῖ; Βούλει μαθεῖν καὶ τὸ ἕτερον, τὸν  ἀπόστολον   Παῦλον  λέγοντα,   πῶς  ἐν  βραχείᾳ  χρόνου  ῥοπῇ  τὴν  οἰκουμένην περιῆλθεν  ἅπασαν; ἄκουσον αὐτοῦ λέγοντος·  Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι  τὸ Εὐαγγέλιον· καὶ πάλιν· Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι  τούτοις,  ἐπιποθίαν  δὲ  ἔχων  τοῦ  ἰδεῖν  ὑμᾶς,  ὡς,  ἐὰν  πορεύσωμαι  εἰς  τὴν Ἱσπανίαν, ἐλπίζω θεάσασθαι ὑμᾶς, ἐὰν ὑμῶν πρῶτον  ἀπὸ μέρους ἐμπλησθῶ. Εἰ δὲ εἷς ἀπόστολος ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πλέον τῆς οἰκουμένης διέδραμεν, ἐννόησον πῶς καὶ ἄλλοι ἅπασαν αὐτὴν ἐσαγήνευσαν. ∆ιὸ καὶ ἔλεγε· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· τὸ προφητικὸν  ἐκεῖνο ἑρμηνεύων,  Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.Ἀλλ' ὅτι μὲν τὸν νόμον ὁ Χριστὸς ἔδωκεν, ἀπὸ τούτων δῆλον· καὶ ὅτι σφαγέντες ὑπὲρ τοῦ νόμου, ὑπὲρ τοῦ νομοθέτου  τὸ αἷμα ἐξέχεον καὶ τοῦτο σαφές· παρακαλῶ δὲ λοιπὸν τὴν ὑμετέραν ἀγάπην μετὰ πολλῆς τῆς προθυμίας εἰς τὴν πανήγυριν ἀπαντῆσαι· καθάπερ μέλισσαι τῶν σίμβλων ἐκπηδήσατε ἐπὶ τὰ τραύματα τῶν μαρτύρων, καὶ περιπτύξασθε αὐτῶν  τὰς βασάνους, μηδὲν πρὸς τὸ τῆς ὁδοῦ κατοκνήσαντες  μῆκος. Εἰ γὰρ γέρων  ὁ Ἐλεάζαρος πυρὸς κατετόλμησε,  καὶ ἡ μήτηρ τῶν  μακαρίων  ἐκείνων  ἐν ἐσχάτῳ   γήρᾳ   τοσαύτας   ὑπέμεινεν   ὀδύνας·   ποίαν   ἂν   σχοίητε   ἀπολογίαν,   ποίαν συγγνώμην,  μηδὲ ὀλίγους  σταδίους διαπερῶντες  ὑπὲρ τῆς θεωρίας τῶν  παλαισμάτων ἐκείνων; ...

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |