ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πʹ Φιρμίνῳ

Τρίτη 25 Οκτωβρίου 2016

Πʹ Φιρμίνῳ



Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


Πʹ. Φιρμίνῳ.


 Εἰς μὲν τὴν συνουσίαν σου μεγάλα ἡμᾶς τὸ ἀῤῥωστεῖν σε ἐζημίωσεν· εἰς δὲ τὴν ἀγάπην οὐδὲ μικρὰ παρέβλαψεν. Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι  σου σφοδροὺς ἐραστάς. Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς γράφομεν, καὶ ἅπερ ἐπιθυμεῖς ἀκοῦσαι δηλοῦμεν. Τίνα δὲ ταῦτά ἐστιν; Ὑγιαίνομεν· ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν· ἐντρυφῶμεν  ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ  πολλῇ· πολλῆς  παρὰ πάντων ἀπολαύομεν εὐνοίας· ἄφατον καρπούμεθα παραμυθίαν. Οὐδεὶς ὁ ἐλαύνων  ἐνταῦθα, οὐδὲ ἐνοχλῶν.  Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας; ∆ήλου δὴ καὶ αὐτὸς ἡμῖν τὰ σὰ, ἵν' ὥσπερ σὲ τούτοις ἥσαμεν τοῖς διηγήμασιν, οὕτω καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς εὐφροσύνης, τὰ περὶ τῆς ὑγείας τῆς σῆς μανθάνοντες. 


Οἶσθα γὰρ ἡλίκην  ἐντίθησι  τὴν ἡδονὴν  τοῖς φιλεῖν ἐπισταμένοις   γνησίως  τὸ  χρηστόν  τι  περὶ  τῶν   ἀγαπωμένων   μανθάνειν.   ΠΑʹ. Ὑμνητίῳ  ἀρχιατρῷ.  Οὐ παυσόμεθά  σε  παρὰ  πᾶσι  θαυμάζοντες,  καὶ  ὡς  ἅνδρα χρηστὸν, καὶ ὡς ἰατρὸν  ἅριστον, καὶ ὡς φιλεῖν  εἰδότα γνησίως.  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται  λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς  διηγήμασι  τούτοις,  καὶ  τῆς  πολλῆς  σου καὶ  ἐπιστήμης  καὶ  εὐνοίας  πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Τοσοῦτον γὰρ ἡμῖν φίλτρον ἐνέθηκας, ὅτι καίτοι γε ὑγιαίνοντες πολλοῦ ἂν ἐπριάμεθά σε ἐνταῦθα ἑλκύσαι, ὥστε σε μόνον ἰδεῖν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, τοῦτο μὲν οὐκ ἐπιχειροῦμεν  τέως· ἀξιοῦμεν δὲ συνεχῶς ἐπιστέλλειν. ∆υνήσῃ γὰρ ἡμῖν τὴν ἐκ τῆς παρουσίας ἡδονὴν χαρίζεσθαι τῇ συνεχείᾳ τῶν  γραμμάτων,  τῷ  μέλιτί  σου  τῶν  τρόπων  τὰ  γράμματα  ἀναχρωννύς. 

.ΠΒʹ. Κυθηρίῳ.

 Ἡ μὲν συνουσία ἡμῖν ἡ αὐτόθι βραχεῖα γέγονε πρὸς ὑμᾶς· ἡ δὲ ἐντεῦθεν τεχθεῖσα ἀγάπη μεγάλη καὶ ὑψηλὴ καὶ γενναία. Τοῖς γὰρ γνησίως εἰδόσι φιλεῖν  οὐ δεῖ εἰς τοῦτο χρόνου μακροῦ, ἀλλὰ καὶ ἐν βραχεῖ δυνατὸν κατορθῶσαι τὸ πᾶν. Ὃ δὴ καὶ ἐφ' ἡμῶν γέγονε· καὶ γεγόναμεν ὑμῶν ἐρασταὶ σφοδροὶ, ὡς πολλῷ συγγενόμενοι τῷ  χρόνῳ.  Ὅθεν  δὴ  καὶ   ἐπιστέλλομεν  τὰ  καθ'  ἡμᾶς  δηλοῦντες,  ὅτι  τε ὑγιαίνομεν,  καὶ ἐν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ διάγομεν. Ἴσμεν γὰρ ὅτι χαριούμεθα ταῦτα  ὑμῖν  ἀπαγγέλλοντες.  Καὶ τὰ παρ' ὑμῶν  αἰτοῦμεν  γράμματα τὰ αὐτὰ ἡμῖν εὐαγγέλια  καμίζοντα. Μὴ δὴ κατοκνεῖτε  γράφειν  ἡμῖν  συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγείας  ὑμῶν  εὐαγγελίζεσθαι.  Οὕτω γὰρ τὰ μέγιστα καὶ ἐν  ἀλλοτρίᾳ  διατρίβουσι χαριεῖσθε ταῦτα ἐπιστέλλοντες,  ἅπερ συνεχῶς  ἐπιθυμοῦμεν  μαθεῖν.

ΠΓʹ. Λεοντίῳ.

Τῆς μὲν πόλεως ὑμῶν ἀπηλάθημεν, τῆς δὲ ἀγάπης σου οὐκ ἀπεληλάμεθα. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τὸ μένειν αὐτόθι ἢ ἐκβάλλεσθαι· τὸ δὲ, ἐφ' ἡμῖν. ∆ιὸ οὐδεὶς ἡμᾶς αὐτὸ ἀφελέσθαι δυνήσεται, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, πανταχοῦ περιφέρομέν σου τὸ μέλι τῆς ἀγάπης, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, τὸν ἔρωτά σου τὸν περὶ ἡμᾶς, τὴν σπουδὴν, τὴν σύνεσιν, τὴν φιλοφροσύνην,  τὴν φιλοξενίαν,  τὰ ἄλλα πάντα συντιθέντες, καὶ τὴν εἰκόνα διαπλάττοντες  τῆς σῆς ἀρετῆς. Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο δὲ οὐκ ἔνι γενέσθαι νῦν, τὴν ἀπὸ τῶν γραμμάτων πάρεχε παραμυθίαν ἡμῖν. ∆υνήσῃ γὰρ τῇ πυκνότητι τῶν ἐπιστολῶν σοφίσασθαι τὴν ἐκ τῆς παρουσίας ἡδονὴν τοσαύτῃ κεκοσμημένος συνέσει.

Π∆ʹ. Φαυστίνῳ

Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν  γὰρ  προοιμιάσομαι, ὅθεν  καὶ  αὐτὸς  ἐπιθυμεῖς  ἀρχομένης  ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα  οὐδὲ ἀπελαύνοντα ἔχον. Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον,   τὴν   ἐκεῖθεν   ἐνταῦθα   φέρουσαν  ἀδεῶς  καὶ  ἀπραγμόνως   διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις  τῶν πόλεων; Τούτων τοίνυν ἡμῖν τῶν εὐαγγελίων  δίδου τὸν μισθὸν, συνεχῶς ἡμῖν ἐπιστέλλων  περὶ τῆς ὑγείας   τῆς   σῆς.   Καὶ  γὰρ   ἐν   ἡσυχίᾳ   πολλῇ   διάγοντες    ἐνταῦθα   διηνεκῶς ἀναπλάττομέν  σου τῆς  διανοίας  τὸ εὐγενὲς,  τὸ ἐλευθέριον,  τὸ μισοπόνηρον,  τὸ πεπαῤῥησιασμένον,  ἅπαντα  τῶν  ἀρετῶν  σου τὸν  λειμῶνα,  καὶ  ἐντρυφῶμεν  τῇ μνήμῃ, ὅπουπερ ἂν ἀπίωμεν πανταχοῦ σε περιφέροντες, καὶ μεθ' ὑπερβολῆς ἐκκαιόμενοι τῷ φίλτρῳ  τῷ περὶ σέ. ∆ιὸ καὶ ἐπιθυμοῦμεν καὶ ἐνταῦθά σε παραγενόμενον ἰδεῖν. Ἐπεὶ δὲ τοῦτο ἐργῶδες, ἐπὶ τὸν δεύτερον ἐρχόμεθα πλοῦν, καὶ τὴν  διὰ τῶν  γραμμάτων  αἰτοῦμεν  παράκλησιν. Καὶ γὰρ μεγίστη παραψυχὴ  ἡμῖν ἔσται τὸ συνεχῶς δέξασθαι ἐπιστολὰς εὐαγγελιζομένας ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς.

ΠΕʹ. Λουκίῳ ἐπισκόπῳ.

Εἰ καὶ πολλῷ τῷ μέσῳ τῆς ὁδοῦ διεστήκαμεν τῆς εὐλαβείας τῆς σῆς, ἀλλ' ὅμως οὐκ ἔλαθεν  ἡμᾶς τὸ μισοπόνηρόν σου τῆς γνώμης,  καὶ πῶς ἤλγησας ἐπὶ τοῖς τηλικαῦτα παρανομήσασι καὶ τοσούτων σκανδάλων ἐμπλήσασι τὴν οἰκουμένην. ∆ιὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν, καὶ θαυμάζοντές σε καὶ μακαρίζοντες  οὐ  παυόμεθα,  ὅτι  ἐν  τοσούτῳ  κακῶν   φορυτῷ,  τοσούτων  κατὰ κρημνῶν  φερομένων  καὶ σκοπέλων, αὐτὸς τὴν ὀρθὴν ὁδὸν οὐκ ἐπαύσω βαδίζων, αἰτιώμενός τε τὰ γεγενημένα, ἀποστρεφόμενός τε τοὺς ἐργασαμένους, ὥς σοι πρέπον ἐστίν. ∆ιὸ δὴ καὶ παρακαλοῦμεν  ἐπιμεῖναι  τῇ καλῇ ταύτῃ προθυμίᾳ, καὶ μείζονα ἐπιδείξασθαι  τὸν  ζῆλον.  Οἶσθα γὰρ ἡλίκος  ὑμῖν  ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων  τῶν ταραττόντων  αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν. Ὅτι γὰρ, εἰ  βουληθείητε  στῆναι  γενναίως,  κἂν  ὀλίγοι  τὸν  ἀριθμὸν  ἦτε,  περιέσεσθε τῶν πλειόνων  τῶν ἐπὶ κακίᾳ καλλωπιζομένων,  οὐδεὶς ἀντερεῖ. Ἀρετῆς γὰρ ἰσχυρότερον οὐδὲν, καὶ τοῦ ταῦτα ζητεῖν ἃ τειχίζει τὰς Ἐκκλησίας. Ἔχοντες τοίνυν τὴν γνώμην ἀρκοῦσαν ὑμῖν  εἰς  τὸ πολλὴν  παρὰ Θεοῦ ῥοπὴν  ἐπισπάσασθαι, τὰ  παρ' ἑαυτῶν εἰσενεγκεῖν    παρακλήθητε,   τεῖχος   μέγιστον   ταῖς   πανταχοῦ    τῆς   οἰκουμένης Ἐκκλησίαις  διὰ  τῆς  γνώμης  ταύτης  γινόμενοι.

.Πς ʹ.  Μάρῃ ἐπισκόπῳ.

 Καὶ ἡνίκα προοίμια εἶχεν ὁ χειμὼν ὁ τὴν Ἐκκλησίαν διασαλεύσας, οὐκ ἔλαθεν ἡμᾶς τὸ ὀρθὸν καὶ ἀπερίτρεπτόν σου τῆς γνώμης· καὶ νῦν ὅτε ηὐξήθη τὰ κακὰ, ἔγνωμεν πάλιν τὴν εὐλάβειαν τὴν σὴν τοῖς αὐτοῖς ἐπιμένουσαν. ∆ιὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος  καὶ τὴν  ὀφειλομένην  ἀποδιδόαμεν  πρόσρησιν, καὶ μακαρίζομεν  καὶ θαυμάζομεν, ὅτι, τῶν πλειόνων  ἑαυτοὺς κατακρημνισάντων,  οἷς εἰς τὰς Ἐκκλησίας παρηνόμησαν,  αὐτὸς  τὴν   ἐναντίαν   τοῖς   ἄλλοις   ἦλθες   ὁδὸν,  τούς  τε  ταῦτα τολμήσαντας  ἀποστρεφόμενος,  καὶ  ἐπὶ  τῆς  σοὶ  πρεπούσης  μένων   ἐλευθερίας. Ἐννοῶν   τοίνυν   ἡλίκον   τοῦ   κατορθώματος   τούτου   τὸ   μέγεθος   καὶ   τὸ   μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως  παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.Οὕτω γὰρ ἀρκέσει εἰς συμμαχίαν ὑμῖν αὕτη ἡ πρόθεσις, τοῦ Θεοῦ τὴν γνώμην ὑμῶν ἀποδεχομένου  τὴν  ἐν  τοσαύτῃ συγχύσει τὰ ὀρθὰ ἑλομένην,  καὶ τὴν  παρ' ἑαυτοῦ   παρέχοντος   ῥοπήν. 

ΠΖʹ.  Εὐλογίῳ   ἐπισκόπῳ. 

Ἡμεῖς  κἂν   πρὸς  αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, ἀλλὰ πανταχοῦ περιφέροντες ἄπιμεν· οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς  τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς  σφοδρότερον, τὴν ἄλλην  ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι,   καὶ  τῶν  λογισμῶν  τούτων  τῇ  μνήμῃ  ἐντρυφῶντες,   καὶ  πρὸς ἅπαντας ἀνακηρύττοντες  τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας· εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης· σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας. Ὑπὲρ τούτων χάριτας ὁμολογοῦμεν, μακαρίζομεν, θαυμάζομεν καὶ παρακαλοῦμεν τὸν αὐτὸν παραμεῖναι ζῆλον ἐπιδεικνύμενον.  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων  καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν  ἀκλινῆ,  τούτους ἀποστρεφόμενον  μετὰ τῆς προσηκούσης ἀνδρείας. Οὐ γὰρ μικρὰ αὕτη, ἀλλὰ καὶ σφόδρα μεγίστη τῶν κακῶν διόρθωσις. Ὅτι δὲ τῆς σῆς εὐλαβείας οὕτω διακειμένης πάντες οἱ κατὰ τὴν Παλαιστίνην κύριοί μου τιμιώτατοι  καὶ εὐλαβέστατοι ἐπίσκοποι ἕψονταί  σου τοῖς ἴχνεσιν,  οὐδὲν  οἶμαι  δεῖν  ἀμφιβάλλειν.  Οἶδα γὰρ  σαφῶς  ὅτι  ἐν  τοῖς  τοιούτοις κατορθώμασιν ὥσπερ σῶμα συνεχὲς κεφαλῇ, οὕτως αὐτοὺς τῇ γλυκύτητί  σου τῆς ἀγάπης συνῆψας καὶ συνδεδέσθαι παρεσκεύασας, ὅπερ καὶ τοῦτο μέγιστον δεῖγμα τῆς  σῆς  ἀρετῆς. 

ΠΗʹ. Ἰωάννῃ   ἐπισκόπῳ  Ἱεροσολύμων.

 Ἀπῳκίσθημεν  εἰς  τὴν Κουκουσὸν, τῆς δὲ ἀγάπης τῆς ὑμετέρας οὐ μετῳκίσθημεν. Τὸ μὲν γὰρ ἐφ' ἑτέροις ἔκειτο, τοῦτο δὲ ἐφ' ἡμῖν. ∆ιὸ δὴ ἐνταῦθα διατρίβοντες καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος,  καὶ  ἐπιστέλλομεν,  καὶ  παρακαλοῦμεν  ὑμῶν  τὴν  εὐλάβειαν,  τὴν ἀνδρείαν  ἣν ἐξ ἀρχῆς ἐπεδείξασθε ἀποστραφέντες τοὺς τὰς Ἐκκλησίας τοσούτων θορύβων ἐμπλήσαντας, ταύτην καὶ νῦν διατηρεῖν, καὶ ἄξιον τῶν προοιμίων, μᾶλλον δὲ καὶ  πολλῷ  λαμπρότερον  προσθεῖναι  τὸ  τέλος.  Οὐ γὰρ μικρὸς ἐντεῦθεν  ὑμῖν κείσεται ὁ μισθὸς, ὅταν τοὺς τοσοῦτον χειμῶνα ἐργασαμένους, καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν τοσούτων ἐμπλήσαντας σκανδάλων, ὡς προσῆκόν ἐστιν ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Τοῦτο ἀσφάλεια τῶν Ἐκκλησιῶν, τοῦτο τεῖχος, τοῦτο ὑμέτεροι στέφανοι καὶ βραβεῖα. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε  καὶ εὐλαβέστατε, τάς τε Ἐκκλησίας ἀσφαλίζου, τὴν τούτῳ  τῷ τρόπῳ μεγίστην ἐντεῦθεν  προσδοκῶν ἀντίδοσιν,  ἡμῶν  τε τῶν  σφόδρα ἀγαπώντων  τὴν σὴν εὐλάβειαν,  καὶ ἐκκρεμαμένων  σου τῆς διαθέσεως, διηνεκῶς μέμνησο. Ἴσμεν γὰρ ὅσην περὶ ἡμᾶς  ἀγάπην  ἐπιδείκνυσαι,  διὰ  τῶν  πραγμάτων αὐτῶν  μαθόντες.

ΠΘʹ.  Θεοδοσίῳ ἐπισκόπῳ  Σκυθοπόλεως.

 Τῷ μὲν  τόπῳ  μακρὰν ὑμῶν   διεστήκαμεν,  τῇ  δὲ  ἀγάπῃ  ἐγγὺς   ὑμῶν   ἐσμεν  καὶ  πλησίον,  καὶ  αὐτῇ συνδεδέμεθα  ὑμῶν  τῇ  ψυχῇ.  Τοιοῦτον  γὰρ  τὸ  φιλεῖν·  οὐ  κωλύεται  τόπῳ,  οὐ διείργεται   ὁδοῦ  μήκει,  ἀλλὰ  πᾶσαν  ῥᾳδίως  περιίπταται   τὴν  οἰκουμένην,   καὶ συγγίνεται  τοῖς  ἀγαπωμένοις.  Ὃ δὴ  καὶ  ἡμεῖς  ποιοῦμεν  νῦν,  ἐν  διανοίᾳ  ὑμᾶς περιφέροντες.  Καὶ παρακαλοῦμεν ὑμᾶς, καθάπερ καὶ ἔμπροσθεν ἐποιήσατε, κοσμοῦντές τε ἑαυτοὺς, καὶ τὰς Ἐκκλησίας ἀσφαλιζόμενοι, οὕτω καὶ νῦν ποιήσατε, καὶ τοὺς τοσαύτας ταραχὰς ἐμβαλόντας εἰς τὴν οἰκουμένην ἅπασαν, καὶ τὰς Ἐκκλησίας διαταράξαντας  ἀποστρέφεσθε μετὰ  τῆς  προσηκούσης ὑμῖν  ἀνδρείας. Τοῦτο γὰρ ἀρχὴ τῆς λύσεως τοῦ χειμῶνος, τοῦτο ἀσφάλεια ταῖς Ἐκκλησίαις, τοῦτο τῶν κακῶν διόρθωσις, ὅταν τοὺς τὰ τοιαῦτα πονηρευσαμένους ὑμεῖς οἱ ὑγιαίνοντες ἀποστρέφησθε, καὶ μηδὲν κοινὸν ἔχητε πρὸς αὐτούς. Ἐννοῶν τοίνυν τοῦ πράγματος τὴν ἀντίδοσιν, καὶ τοὺς ἐντεῦθεν κειμένους στεφάνους, τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι παρακλήθητι εἰς τοῦτο αὐτὸ, καὶ ἡμῶν τῶν ἀγαπώντων  σε μεμνῆσθαι διηνεκῶς,  τὰ  μέγιστα  ἡμῖν  χαριζόμενος.

ΠΕ ʹ.  Μωϋσῇ ἐπισκόπῳ.

 Οἶμαι μὲν  μηδὲ γραμμάτων   σε   δεῖσθαι   τῶν   ἡμετέρων   εἰς   τὸ   τὴν   προσήκουσαν   ἀνδρείαν ἐπιδείξασθαι, καὶ ἀποστραφῆναι τοὺς τοσαῦτα κακὰ ἐργασαμένους ταῖς Ἐκκλησίαις, καὶ τὴν οἰκουμένην  ταραχῶν ἐμπλήσαντας· διὰ γὰρ ὧν ἐποίησας, ἐδήλωσας. Ἀλλ' ἐπειδὴ συνεχῶς, καὶ δι' ἑκάστης προφάσεως προσφθέγγεσθαί σου τὴν εὐλάβειαν ἐμοὶ περισπούδαστον, καὶ νῦν τὰ αὐτὰ παρακαλῶ, ὥστε αὐτόν τε τῇ προσηκούσῃ ἀνδρείᾳ χρήσασθαι  εἰς  τὸ  ἀποστρέφεσθαι  ἐκείνους,  τούς  τε  ἄλλους  ἅπαντας  εἰς  τοῦτο ἀλείφειν.   Οὐ  γὰρ  μικρὸς  ὑμῖν  κείσεται  ὁ  μισθὸς,  εἰ  τοὺς   χειμῶνα   τοσοῦτον ἀνάψαντας, καὶ τὸ πᾶν ἐμπλήσαντας μυρίων σκανδάλων, μέλλοιτε ἀποστρέφεσθαι ὡς προσῆκόν ἐστι. Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν. Καὶ ἡμῶν δὲ τῶν ἀγαπώντων  σε σφόδρα διηνεκῶς μεμνῆσθαι παρακαλοῦμεν. Οἶσθα γὰρ ὅπως  διετέθημέν  τε  καὶ  διακείμεθα  ἀεὶ  περὶ  τὴν  σὴν  εὐλάβειαν.  

.Αʹ.  Ῥωμανῷ πρεσβυτέρῳ

Καὶ τοῦτο  σὸν,  καὶ  τῆς  μεγάλης  σου καὶ  ὑψηλῆς  καὶ  φιλοσόφου γνώμης,  τὸ  μηδὲ  ἐν  χειμῶνι  τοσούτων  πραγμάτων  ἐπιλαθέσθαι  τῆς  ἡμετέρας ἀγάπης, ἀλλὰ μένειν ἀκίνητον καὶ ἀκμάζουσαν διατηροῦντα τὴν πρὸς ἡμᾶς φιλίαν. Τοῦτο γὰρ ἔγνων μὲν καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικνουμένων  σαφῶς, ᾔδειν δὲ καὶ πρὶν  ἢ παρ' ἑτέρων μάθω. Οἶδα γάρ σου τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς διανοίας, τὸ πεπηγὸς καὶ ἀκίνητον τῆς γνώμης. ∆ιὸ καὶ πολλὰς ἔχω χάριτας τῇ θεοσεβείᾳ τῇ σῇ, καὶ  παρακαλῶ  σου τὴν  εὐλάβειαν,  καὶ  ἐν  μεγίστης  αἰτῶ  χάριτος  μέρει, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, ἡνίκα ἂν ἐξῇ. Οἶσθα γὰρ ὅσην δεχόμεθα παράκλησιν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ὅταν καὶ γράμματα δεξώμεθα τὰ περὶ τῆς ὑγείας τῆς σῆς ἡμᾶς εὐαγγελιζόμενα. Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ  ἡ ὑγεία  ἡ σὴ πολλοῖς  στηριγμὸς καὶ λιμὴν  καὶ βακτηρία τυγχάνει,  καὶ  μυρίων  κατορθωμάτων  ὑπόθεσις.

Βʹ.  Μωϋσῇ πρεσβυτέρῳ.

Ἡ μὲν ὑπερβολὴ  τῶν  ἐγκωμίων   τῶν  τοῖς  γράμμασιν  ἐγκειμένων  τῆς  σῆς  τιμιότητος, σφόδρα  ἡμῶν  ὑπερβαίνει  τὴν  οὐθένειαν.   ∆ιὸ  τούτων   ἀφέμενος,  μὴ  διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον  παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς. Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων. Μὴ δὴ διαλίπητε τοῦτο ἐκτενῶς ποιοῦντες· καὶ ἡμῖν δὲ, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν μὴ κατοκνεῖτε· οὐ γὰρ πολὺ τῆς ὁδοῦ τὸ μῆκος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν μανθάνειν περὶ τῆς ὑμετέρας ὑγείας, ἐπείπερ ὑμῶν ἡ ὑγεία πολλοῖς στηριγμὸς καὶ παράκλησις γίνεται. Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι,  λάμπητε  τοῖς χειμαζομένοις  καὶ κλυδωνιζομένοις. Ἵν' οὖν καὶ ἡμεῖς εὐθυμῶμεν, πυκνὰ πέμπετε ἡμῖν γράμματα, περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενα, καὶ οὐ μικρὰν καρπωσόμεθα παράκλησιν, ἂν ταῦτα  συνεχῶς  μανθάνωμεν  περὶ τῆς τιμιότητος  τῆς ὑμετέρας.

Γʹ.  Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσι, καὶ πᾶσι τοῖς τῆς συνοικίας ὑμῶν.

Φέρει μέν τι πλέον εἰς παραμυθίας λόγον τοῖς ἀγαπῶσι καὶ ἡ σωματικὴ παρουσία τῶν ἀγαπωμένων. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος συνεχῶς, μᾶλλον δὲ διηνεκῶς, τὴν οἰκουμένην ἅπασαν τῶν πιστῶν ἐπὶ τῆς αὐτοῦ διανοίας περιφέρων, καὶ οὐδὲ ἐν ταῖς ἁλύσεσιν, οὐδὲ ἐν τοῖς δεσμοῖς, καὶ ἐν τῇ ἀπολογίᾳ ἀνεχόμενος αὐτοὺς ἀποθέσθαι· ὃ καὶ δηλῶν, ἔλεγε· ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐντῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου· μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὴν τοῦ σώματος ἐπεζήτει παρουσίαν, οὕτω λέγων·  Ἡμεῖς δὲ ἀπορφανισθέντες  ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν  ἰδεῖν. Ὃ δὴ καὶ ἡμεῖς πάσχομεν νῦν, τῶν  τε ἑωρακότων  ἡμᾶς, τῶν  τε οὐχ ἑωρακότων  μετὰ πολλῆς  τῆς  σπουδῆς ἐπιζητοῦντες  τὴν  παρουσίαν. Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην  ἀποδιδόντες  ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ  Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς  ταπεινώσεως  τῆς  ἡμετέρας. Οἱ γὰρ τὸν  εὔριπον  τῶν  βιωτικῶν  διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον  τὰς  ἑαυτῶν  ὁδηγήσαντες  ψυχὰς,  καὶ  τὰς  νύκτας  ταῖς  ἱεραῖς  παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας. ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν  ἡμᾶς τούτων,  καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν  τοιαύτην  δυνάμενος  διακόψαι  βοήθειαν. Συμμαχήσατε τοίνυν  ἡμῖν, καὶ χεῖρα ὀρέξατε διὰ τῶν εὐχῶν  τῶν ὑμετέρων. Τοῦτο γὰρ μάλιστα μέγιστον ἀγάπης εἶδός ἐστι. Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι· δύναται γὰρ καὶ εἰκόνας τοιαύτας ὑπογράψαι τὸ γνησίως φιλεῖν. Κἂν ἐν χαλεπωτέρᾳ ταύτης τύχωμεν  ὄντες ἐρημίᾳ, πολλὴν ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν. 

∆ʹ. Πενταδίᾳ διακόνῳ.

 Ἐγώ σου τὴν ἀγάπην, ἣν περὶ ἡμᾶς ἔχεις, ᾔδειν μὲν καὶ ἕμπροσθεν, δι' αὐτῶν μαθὼν τῶν πραγμάτων· ἔμαθον δὲ σαφέστερον νῦν ἐξ ὧν ἐπέσταλκας ἡμῖν. Καὶ διὰ τοῦτο μάλιστά σε θαυμάζομεν, οὐ διὰ τὸ γράψαι μόνον, ἀλλὰ καὶ διὰ τὸ ἀπαγγεῖλαι  ἡμῖν πάντα τὰ γεγενημένα.  Τοῦτο γὰρ καὶ θαῤῥούσης ἡμῖν καὶ μεριμνώσης τὰ ἡμέτερα. ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους,  καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν,  ἤλειψας  δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν  μήτε ἐν  ἀλλοτρίᾳ  εἶναι,  μήτε  ἐν  ξένῃ  γῇ, μήτε  ἐν  ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ. Χαῖρε τοίνυν καὶ  εὐφραίνου  τοιαύτην  ἀραμένη  νίκην,  καὶ  τοιούτους  εὐκόλως  ἐπιστομίσασα θῆρας,  καὶ  τὰς  ἀναισχύντους  αὐτῶν  ἐμφράξασα γλώττας,  καὶ  λυσσῶντα ἀποῤῥάψασα στόματα.  Τοιοῦτον  γὰρ  ἡ  ἀλήθεια  μεθ'  ἧς  ἠγωνίσω,  καὶ  ὑπὲρ  ἧς ἐσφάγης πολλάκις· ἐν βραχέσι ῥήμασι κρατεῖ τῶν συκοφαντούντων·  ὥσπερ οὖν τὸ ψεῦδος κἂν μυρίους περιβάληται λόγων  διαύλους, διαῤῥεῖ καὶ καταπίπτει  ῥᾳδίως, καὶ ἀράχνης  ἐστὶν ἀδρανέστερον. Χαῖρε τοίνυν  καὶ εὐφραίνου  οὐ γὰρ παύσομαι συνεχῶς  ταῦτα  λέγων  τὰ  ῥήματα, ἀνδρίζου, καὶ  κραταιοῦ,  καὶ  καταγέλα  πάσης ἐπαγομένης  σοι παρ'  αὐτῶν  ἐπιβουλῆς.  Ὅσῳ γὰρ  ἂν  χαλεπώτερον  ἀγριαίνωσι, τοσούτῳ  βαθυτέρας  καθ'  ἑαυτῶν  τὰς  πληγὰς  ἐπιφέρουσι,  σὲ μὲν  οὐδὲ  μικρὸν ἀδικοῦντες, ὥσπερ οὐδὲ τὴν πέτραν τὰ κύματα, ἑαυτοὺς δὲ διαλύοντες, καὶ ἀσθενεστέρους  ποιοῦντες,   καὶ   ὑπερβαλλούσας   καθ'   ἑαυτῶν   σωρεύοντες   τὰς τιμωρίας. Μηδὲν τοίνυν δέδιθι τῶν ἀπειλουμένων,  κἂν τοὺς ὀδόντας βρύχωσι, κἂν θυμῷ  πολλῷ  μεθύωσι,  κἂν  φόνιον   βλέπωσιν,  εἰς  ἀγριότητα  θηρίων  ὑπὸ  τῆς πονηρίας ἐκπεσόντες. Ὁ γὰρ μέχρι σήμερον ἐξαρπάσας σε τῶν ποικίλων  αὐτῶν καὶ διαφόρων  ἐπιβουλῶν,  οὗτός  σε καὶ  εἰς  τὸ  μέλλον  ἀνδριζομένην  ἐν  ἀσφαλείᾳ καταστήσει πλείονι· καὶ ἐρεῖς καὶ αὐτή· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅπερ καὶ γέγονε, καὶ ἔσται· ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει. Τί γὰρ ἐνέλιπον ἐπιβουλῆς; ποῖον τρόπον μηχανημάτων  οὐκ ἐκίνησαν, ἐπιχειροῦντες  ἐπιβουλεύειν  τῇ στεῤῥᾷ σου καὶ γνησίᾳ Θεῷ, μᾶλλον δὲ καὶ γενναίᾳ καὶ ἀνδρειοτάτῃ ψυχῇ; Κατήγαγον εἰς ἀγορὰν,   τὴν   ἐκκλησίας   καὶ   θαλάμου   πλέον   εἰδυῖαν   οὐδὲν,   ἀπ'  ἀγορᾶς  εἰς δικαστήριον,   ἀπὸ   δικαστηρίου   εἰς   δεσμωτήριον.   Ψευδομαρτύρων   ἠκόνησαν γλώσσας, συκοφαντίαν  ἔῤῥαψαν ἀναίσχυντον,  φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων  ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων  ἀνάλωσαν,  ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις. Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας  αὐτοὺς  ἀποφήνασα  ἐπὶ  τῷ  ἐγκλήματι  τούτῳ  τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα  ἐδόκουν  μέγα  φρονεῖν  οἱ ἄθλιοι  καὶ  ταλαίπωροι.  Ἐννοοῦσα τοίνυν  τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν· ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας· προσδόκα ταχέως καὶ τὸν λιμένα μετὰ πολλῶν  τῶν στεφάνων. Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν,  ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα  ἀῤῥωστίας. Εἰ δὲ καὶ ἠῤῥωστοῦμεν, ἱκανὸν ἡμῖν φάρμακον εἰς ὑγείαν τῆς σῆς εὐλαβείας ἡ ἀγάπη, ἡ γνησία, καὶ θερμὴ, καὶ στεῤῥὰ, καὶ ἀπερίτρεπτος. Ἐπεὶ οὖν οὐ τὴν τυχοῦσαν ἡμῖν εὐφροσύνην φέρει τὸ συνεχῶς μανθάνειν  τὰ περὶ τῆς ῥώσεώς σου, καὶ τῆς ἀσφαλείας ἁπάσης, παρακαλοῦμεν, ὃ καὶ χωρὶς παρακλήσεως εἴωθας ποιεῖν, συνεχέστερον ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῶν προσηκόντων  σοι· οἶσθα γὰρ ὅπως καὶ σὲ καὶ τὸν εὐλογημένον  σου οἶκον πάντα μεριμνῶμεν. 

Εʹ. Παιανίῳ.

Χαλεπὰ τὰ γεγενημένα· ἀλλ' οὐχ ὑπὲρ τῶν παθόντων καὶ στάντων γενναίως, ἀλλ' ὑπὲρ τῶν ποιησάντων θρηνεῖν ἀναγκαῖον. Καθάπερ γὰρ τὰ δυσθάνατα τῶν θηρίων πολλῷ τῷ θυμῷ ταῖς ἀκμαῖς τῶν δοράτων ἐμπίπτοντα, πρὸς τὰ βαθύτερα τῶν σπλάγχνων ὠθοῦσι τὰ ξίφη· οὕτω δὴ καὶ οἱ τὰς παρανομίας ταύτας τολμῶντες, τὸ χαλεπὸν τῆς γεέννης πῦρ κατὰ τῆς ἑαυτῶν συνάγουσι κεφαλῆς. Εἰ δὲ ἐγκαλλωπίζονται  οἷς ποιοῦσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ, καὶ πλειόνων ἄξιοι δακρύων, ὅτι καὶ ταύτῃ χαλεπωτέρας  ἑαυτοῖς τὰς εὐθύνας κατασκευάζουσι. Τούτους οὖν δεῖ θρηνεῖν διηνεκῶς, τοῖς δὲ πικρῶς οὕτω σφαττομένοις ὑπ' αὐτῶν συνήδεσθαι τῶν βραβείων, τῶν στεφάνων τῶν ἐν τοῖς οὐρανοῖς ἀποκειμένων,  καὶ ταύτην  μεγίστην  ποιεῖσθαι  καὶ σαφεστάτην  ἀπόδειξιν  τῆς  καιρίας  τοῦ διαβόλου πληγῆς.  Εἰ γὰρ  μὴ  καιρίαν  αὐτὴν  ἐδέξατο,  οὐκ  ἂν  τοσοῦτον  ἔπνευσε  διὰ  τῶν πειθομένων αὐτῷ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, δέσποτά μου θαυμασιώτατε, μεγίστην δέχου   παράκλησιν,   καὶ   γράφε   συνεχῶς   ἡμῖν   τὰ   περὶ   τῆς   ὑγείας   τῆς   σῆς. Ἐπιθυμοῦμεν γὰρ ἰδεῖν  καὶ περιπτύξασθαι τὴν φίλην  ἡμῖν κεφαλήν·  ἀλλ' ἐπειδὴ τοῦτο  νῦν   οὐκ  ἔνι,  παρακαλῶ   σου  τὴν   εὐγένειαν.   αὐτόν   τε  ἡμῖν   συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ τοῖς σφόδρα ἡμᾶς ἀγαπῶσι πολλὴν εἰς τοῦτο παρασκευάζειν τὴν εὐκολίαν.   ʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ. Τὰ κύματα, ταῖς πέτραις προσρηγνύμενα, ἐκείνας μὲν οὐδὲ μικρὸν διασαλεῦσαι δύναται, ἑαυτὰ δὲ μειζόνως τῷ ῥαγδαίῳ τῆς ῥύμης διαλύοντα ἀφανίζει. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔστιν ἰδεῖν νῦν, καὶ τῶν ἐπιβουλευόντων  ὑμῖν εἰκῆ καὶ μάτην. Ὑμῖν μὲν γὰρ καὶ ἡ παρὰ  τῷ  Θεῷ παῤῥησία καὶ  ἡ  παρ'  ἀνθρώποις  δόξα  πλείων  ἐντεῦθεν  γίνεται, ἐκείνοις δὲ κρῖμα, καὶ αἰσχύνη, καὶ ὄνειδος. Ἐπεὶ καὶ τοιοῦτον ἡ ἀρετὴ, καὶ τοιοῦτον ἡ  κακία·  ἡ  μὲν   καὶ  πολεμουμένη   μειζόνως   ἀνθεῖ,   αὐτὴ  δὲ  καὶ  πολεμοῦσα ἀσθενεστέρα γίνεται,  καὶ  ταύτῃ  μάλιστα  καταλύεται.  Μεγίστην  τοίνυν  ἔχουσαι παράκλησιν   τῶν    γινομένων    τὴν   ὑπόθεσιν,   χαίρετε   καὶ   εὐφραίνεσθε,   καὶ κραταιοῦσθε. Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις  εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Καὶ τὰ μὲν λυπηρὰ τοιαῦτα παροδεύεται, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ· τὰ δὲ ἐντεῦθεν ἔπαθλα ἀθάνατα μένει. Καὶ πρὸ τῶν ἐπάθλων δὲ ἐκείνων, οὐ μικρὰν καὶ ἐντεῦθεν καρποῦσθε ἡδονὴν, τῇ ἐλπίδι τοῦ χρηστοῦ συνειδότος, καὶ προσδοκίᾳ στεφάνων  ἐκείνων  τρεφόμεναι. Ταῦτα οἶδ' ὅτι καὶ πρὸ τῶν  ἡμετέρων  οἶσθα  γραμμάτων·  ἀλλ'  ἵνα  μακρὰν  ποιήσωμεν  τὴν  ἐπιστολὴν, ἐξέτεινα τὴν παράκλησιν. Εὖ γε γὰρ οἶδ' ὅτι σφόδρα ἡμῶν τῶν γραμμάτων ἐρᾷς, καὶ μεθ' ὑπερβολῆς σφόδρα· καὶ τοῦτο οἶμαι αἴτιον εἶναι τοῦ συνεχῶς ἡμῖν ἐγκαλεῖν, ὅτι μὴ πολλάκις ἐπεστάλκαμεν. Οὐ γὰρ δυνάμεθά σου κορέσαι τὴν ἐπιθυμίαν, κἂν καθ' ἑκάστην πέμπωμεν γράμματα, διὰ τὸ σφόδρα ἡμῶν ἐκκρέμασθαι τῶν ἐπιστολῶν. Ὁ Θεός σοι τὸν μισθὸν δῷ καὶ τὴν ἀμοιβὴν τῆς τοσαύτης περὶ ἡμᾶς ἀγάπης, καὶ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι  αἰῶνι.  Ἡμεῖς μέντοι οὐ διαλιμπάνομεν  διὰ τῶν ἐμπιπτόντων  συνεχῶς ἐπιστέλλοντες· ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες, καὶ τῇ σῇ ψυχῇ συνεχῶς διὰ τῶν γραμμάτων προσαγορεύοντες. Καὶ γὰρ τὴν ἀγάπην, ἣν ἐνέθηκας ἡμῖν ἐξ ἀρχῆς, ταύτην διηνεκῶς ἀκμάζουσαν διατηροῦμεν· κἂν πλείονα τούτου πάλιν ἀπολειφθῶμεν ὑμῖν χρόνον, οὐδὲ ἐντεῦθεν αὐτὴ ἀμαυροτέρα γίνεται. Ἐν γὰρ διανοίᾳ πανταχοῦ περιφέρομεν ὑμᾶς, ἐκπληττόμενοι τὸ ἀπερίτρεπτον  ὑμῶν  τῆς  γνώμης  καὶ  τὴν  πολλὴν  ἀνδρείαν.  Γράφε δὴ  καὶ  αὐτὴ συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζομένη καὶ τοῦ οἴκου σου παντὸς, ἵνα πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. 

Ζʹ. Ὑπατίῳ πρεσβυτέρῳ.

Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε,  ὅσον ὑμῖν  φέρει  μισθὸν τὰ διὰ τὸν  Θεὸν παθήματα,   ἡλίκα   βραβεῖα,  οἵους   στεφάνους·   μηδὲν   οὖν   σε  θορυβείτω   τῶν γινομένων,  ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ. Ἐκεῖνοι γάρ εἰσιν οἱ μυρίαν κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύοντες κόλασιν. Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα  καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος. Πολλὴν γὰρ δεξόμεθα παράκλησιν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, τοιαῦτα παρὰ τῆς τιμιότητός σου δεχόμενοι γράμματα.

Ηʹ. Χαλκιδίᾳ.

Οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, μαθόντες ἐν τοσαύτῃ σε ἀῤῥωστίᾳ εἶναι. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς ὑγιείας, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν. Οὐδὲ γὰρ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, ὅταν ὑμῶν τῶν ἀγαπώντων  ἡμᾶς γνησίως περὶ τῆς ὑγείας καὶ εὐθυμίας  μανθάνωμεν. Εἰδυῖα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοιαύτην πέμπουσα ἐπιστολὴν,μὴ μελλήσῃς, μηδὲ ὑπερθῇ, ἀλλ' εὐθέως τοῦτο ποιῆσαι παρακλήθητι, ἵν' ὥσπερ νῦν ὑπὸ τῆς ἀθυμίας συνέχεας ἡμᾶς τὴν ἀῤῥωστίαν εἰποῦσα, οὕτως τὴν ὑγείαν ἀπαγγείλασα   τὴν   σὴν,  πολλῆς   ἡμᾶς  ἐμπλησθῆναι   ποιήσῃς  τῆς   ἡδονῆς.

Θʹ. Ἀσυγκριτίᾳ.

 Ἐμοὶ μὲν περισπούδαστον τὸ συνεχῶς ὑμῖν ἐπιστέλλειν· τῆς γὰρ διαθέσεως  ὑμῶν,  καὶ  τῆς  αἰδοῦς,  καὶ  τῆς  τιμῆς,  ἣν  ἀεὶ  περὶ  ἡμᾶς  ἐπεδείξασθε, ὅπουπερ ἂν ἀφικώμεθα, ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ἔχομεν ὑμῶν διηνεκῶς τὴν μνήμην ἀκμάζουσαν πανταχοῦ  περιφέροντες. Εἰ δὲ μὴ ὁσάκις ἐβουλόμεθα ἐπεστάλκαμεν, ἀλλὰ σπανιάκις, τοῦτο οὐ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας, ἀλλὰ τῆς τῶν πραγμάτων  ἀνάγκης,  καὶ τοῦ τὴν  ὁδὸν ἄβατον  ὁδοιπόροις εἶναι  νῦν.  Ταῦτ' οὖν εἰδυῖα,  κυρία  μου  κοσμιωτάτη   καὶ  εὐγενεστάτη,   καὶ  γραφόντων   ἡμῶν,   καὶ σιγώντων, ὁμοίως διάκεισο περὶ τῆς διαθέσεως, ἣν ἀεὶ περὶ ὑμᾶς ἐπεδειξάμεθα



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |