Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52
ΙΗʹ. Καρτερίᾳ.
Κἂν πολλάκις, κἂν ὀλιγάκις ἐπιστείλῃς, ἡμεῖς ἥνπερ ἐξ ἀρχῆς ἔχομεν ψῆφον περὶ τῆς ἀγάπης τῆς σῆς, ταύτην ἀκίνητον διατηροῦμεν. Ἴσμεν γὰρ ὅτι καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως περὶ ἡμᾶς διακεῖσθαι ἐσπούδακας. Ὁ Θεός σοι ταχίστην παράσχοι τὴν ὑγείαν, καὶ πάσης ἀπαλλάξειε ἀῤῥωστίας. Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐν φροντίδι καθεστήκαμεν περὶ τῆς ἀῤῥωστίας τῆς σῆς ἀκούοντες. ∆ιὸ καὶ παρακαλοῦμέν σου τὴν ἐμμέλειαν, ἡνίκα ἂν ἐξῇ συνεχῶς ἡμῖν δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ εἴ τινα πρὸς τὸ βέλτιον ἐπίδοσιν ἔλαβέ σου τὸ σῶμα. Οἶσθα γὰρ καὶ πῶς ἀλγοῦμεν ἀκούοντές σε ἐν ἀῤῥωστίᾳ εἶναι, καὶ πῶς εὐφραινόμεθα, καὶ πτερούμεθα ὑπὸ τῆς ἡδονῆς, ἐπειδὰν ἀκούσωμεν ἐν ὑγείᾳ σε καθεστάναι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, ὁσάκις ἂν δυνατὸν ᾖ, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Οὐ γὰρ τὴν τυχοῦσαν ἡμῖν χαριῇ χάριν, τοιαύτας πέμπουσα ἡμῖν ἐπιστολάς.
ΙΘʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
Ἐβουλόμεθα μὲν ὑμᾶς σφοδροὺς ἡμῶν ὄντας οὕτως ἐραστὰς, καὶ παρόντας ἰδεῖν. Ἀλλὰ ἐπειδὴ τοῦτο οὐκ ἔνι τό τε γὰρ τῆς ὁδοῦ μῆκος, ἥ τε τοῦ χειμῶνος ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος ἱκανὰ διατειχίσαι τὴν ἀποδημίαν, τοὺς γοῦν τὰ γράμματα κομίζοντας παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπιθυμοῦμεν συνεχέστερον ἡμῖν περιτυγχάνειν, ὥστε δύνασθαι μετὰ δαψιλείας πληρῶσαι τὴν ἐπιθυμίαν τὴν ἡμετέραν. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο παρείλετο ἡμᾶς ἡ ἐρημία τοῦ χωρίου ἐν ᾧ διατρίβομεν, καὶ τὸ σφόδρα αὐτὸ ἀπῳκίσθαι τῆς δημοσίας ὀδοῦ, παρακαλῶ, ἂν μὴ συνεχῶς τοῦτο ποιῶμεν, συγγνώμην ἡμῖν νέμειν, καὶ γραφόντων ἡμῶν καὶ σιγώντων, τὴν αὐτὴν ἔχειν περὶ τῆς ἀγάπης τῆς ἡμετέρας ψῆφον, λογιζομένους ὅτι τὴν σιγὴν ἡμῖν πολλάκις μακροτέραν ἡ ἐρημία τοῦ τόπου, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία ἐργάζεται.
Κʹ. Ἀγαπητῷ.
Οἶδά σου τὴν ἀγάπην τὴν γνησίαν καὶ θερμὴν, τὴν ἄδολον καὶ εἰλικρινῆ, καὶ οὔτε πραγμάτων ὄχλῳ, οὔτε χρόνου πλήθει, οὔτε ὁδοῦ μήκει μαραινομένην· οἶδα καὶ ὅπως ἐπιθυμεῖς καὶ αὐτοψεὶ ἡμᾶς θεάσασθαι, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας. Ἀλλ' ἐπειδὴ τοῦτο ἤδη ἐργῶδες, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ ἔτους ὥραν, καὶ τὸν τῶν Ἰσαύρων φόβον, τὴν διὰ τῶν γραμμάτων πάρεχε ἡμῖν εὐφροσύνην, συνεχῶς δηλῶν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Ἂν γὰρ τοιαῦτα δεχώμεθα συνεχῶς γράμματα παρὰ τῆς σῆς εὐγενείας καὶ θαυμασιότητος, οὐ τὴν τυχοῦσαν καὶ ἐν ἐρημίᾳ διατρίβοντες καρπωσόμεθα τὴν παράκλησιν. Καὶ γὰρ οὐκ ἀγνοεῖς ὅπως ἡμῖν περισπούδαστον τὸ ἐν ὑγιείᾳ σε εἶναι, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε.
ΚΑʹ. Ἀλφίῳ.
Μακάριος καὶ τρισμακάριος εἶ, καὶ πολλάκις τοῦτο, τοιαῦτα ἐργαζόμενος, καὶ τοιαύταις ἐπιτρέχων πραγματείαις, αἳ πολὺν ἐν οὐρανοῖς προαποτίθενταί σοι τὸν μισθόν τε καὶ θησαυρόν. Οὐδὲ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνεπτέρωσας, τὰ κατὰ τὸν κύριόν μου Ἰωάννην τὸν πρεσβύτερον ἀπαγγείλας, ὅτι πολλὴν ἐποίησας σπουδὴν ἀναστῆσαι αὐτὸν, καὶ ἐκπέμψαι εἰς τὴν Φοινίκην. Ὅτι δὲ καὶ χρυσίον αὐτῷ δέδωκας, αὐτὸς μὲν ἐσίγησας, καὶ τοῦτο πρέπον τῇ εὐλαβείᾳ σου ποιῶν· ἡμᾶς δὲ οὐκ ἔλαθες, ἀλλὰ καὶ τοῦτο ἔγνωμεν, καὶ τὴν δαψίλειαν, ἣν παρέσχες. Καὶ διὰ τοῦτό σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ παυόμεθα, ὅτι ἐν οἷς δεῖ πλουτεῖν, ἐν τούτοις πλουτεῖς· καί σε παρακαλοῦμεν γράμματα συνεχῶς ἡμῖν ἐπιστέλλειν. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ κατ' ὄψιν σε ἰδεῖν, πολλοῦ ἂν ἐπριάμεθα τοῦτο. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, γράφε συνεχῶς ἡμῖν, περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ τοῦ οἴκου σου παντός. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν ταῦτα μανθάνοντες. Εἰδὼς οὖνἡλίκα ἡμῖν χαριῇ, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς τοσαύτης εὐφροσύνης.
ΚΒʹ. Κάστῳ, Οὐαλερίῳ, ∆ιοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Οὐ θαυμάζω, ὅτι τὴν μακρὰν ἡμῶν ἐπιστολὴν βραχεῖαν ἐκαλέσατε. Τοιοῦτον γὰρ οἱ ἐρῶντες· οὐκ ἴσασι κόρον, οὐ δέχονται πλησμονὴν, ἀλλ' ὅσα ἂν λάβωσι παρὰ τῶν ἐρωμένων, πλείονα ἐπιζητοῦσι. ∆ιά τοι τοῦτο εἰ καὶ δεκαπλασίων ὑμῖν ἦλθεν ἐπιστολὴ τῆς ἔμπροσθεν, οὐκ ἂν οὐδὲ ἐκείνη τὸ τῆς βραχύτητος διέφυγεν ὄνομα, ἀλλὰ καὶ αὐτὴ μικρὰ ἂν ἐκλήθη· μᾶλλον δὲ οὐκ ἐκλήθη μόνον, ἀλλὰ καὶ μικρὰ ἂν ὑμῖν ἐφάνη. Ἐντεῦθεν καὶ ὑμεῖς, ὅπουπερ ἂν ἀφίκησθε φιλοῦντες ἡμᾶς, οὐδὲ αὐτοὶ κόρον λαμβάνομεν· ἀλλ' ἀεὶ προσθήκας ἐπιζητοῦμεν ὑμῶν τοῦ φίλτρου, καὶ τὸ χρέος τῆς ἀγάπης τὸ ἀεὶ μὲν ἐκτιννύμενον, ἀεὶ δὲ ὀφειλόμενον Μηδενὶ γὰρ, φησὶ, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν, καθ' ἑκάστην παρ' ἡμῶν ἀπαιτοῦμεν ἡμέραν· ἀεὶ μὲν αὐτὸ μετὰ πολλῆς λαμβάνοντες τῆς δαψιλείας, οὐδέποτε δὲ ἀπειληφέναι τὸ πᾶν ἡγούμενοι. Μὴ δὴ παύσησθε κατατιθέντες ἡμῖν τὸ καλὸν τοῦτο ὄφλημα, καὶ διπλῆν ἔχον ἡδονήν. Οἵ τε γὰρ καταβάλλοντες, οἵ τε ὑποδεχόμενοι τὴν ἴσην καρποῦνται εὐφροσύνην, ἐπειδήπερ ἀμφότεροι τῇ καταβολῇ ὁμοίως γίνονται εὔποροι. Ὅπερ ἐπὶ τῶν χρημάτων οὐκ ἔνι, ἀλλ' ὁ μὲν καταθεὶς, πενέστερος ταύτῃ γίνεται, ὁ δὲ ὑποδεξάμενος, εὐπορώτερος. Ἀλλ' οὐκ ἐπὶ τοῦ συμβολαίου τῆς ἀγάπης τοῦτο συμβαίνειν εἴωθεν. Οὐδὲ γὰρ ἀφίησιν ἔρημον αὐτῆς τὸν καταθέντα· ὅπερ ποιεῖ τὸ ἀργύριον πρὸς τὸν ὑποδεχόμενον μεταστάν· ἀλλὰ τότε μᾶλλον αὐτὸν εὐπορώτερον καθίστησιν, ὅταν αὐτὴν καταβάλῃ. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, μὴ διαλίπητε διηνεκῶς ἀκμάζουσαν περὶ ἡμᾶς τὴν διάθεσιν ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ μηδὲν δεῖσθε εἰς τοῦτο τῆς παρ' ἡμῶν παρακλήσεως, ἀλλ' ἐπειδὴ σφόδρα ἐρῶμεν ὑμῶν τῆς ἀγάπης, καὶ μὴ δεομένους ἀναμιμνήσκομεν τούτου ἕνεκεν, καὶ τοῦ συνεχῶς ἐπιστέλλειν. καὶ τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦν. Εἰ γὰρ μηδὲ τούτου χάριν δεῖσθε τοῦ ἀναμνήσοντος, ἀλλ' ἡμεῖς καὶ τοῦτο, ἐπειδὴ σφόδρα περισπούδαστον ἡμῖν, οὐ παυσόμεθα διηνεκῶς παρ' ὑμῶν ἐπιζητοῦντες. Ὅτι μὲν γὰρ ἐργῶδες τοῦτο λοιπὸν, καὶ διὰ τὴν τοῦ ἔτους ὥραν, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, οὐ πολλῶν φαινομένων τῶν ὁδοιπόρων, τῶν πρὸς τοῦτο διακονησομένων ὑμῖν, οὐδὲ ἡμεῖς ἀγνοοῦμεν· πλὴν ἀλλ' ὡς ἔνι, καὶ οἷόν τέ ἐστι καὶ ἐν τοσαύτῃ δυσκολίᾳ, συνεχῶς ἐπιστέλλειν παρακαλοῦμεν, καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης ταύτην αἰτοῦμεν τὴν χάριν. Καὶ τῷ κυρίῳ δέ μου τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ Ῥωμανῷ, καθὼς ἐκελεύσατε, ἀπεστάλκαμεν καὶ τούτου χάριν ὑμῖν εἰδότες πολλήν. Ἐπεὶ καὶ τοῦτο σφόδρα ἡμᾶς ἀγαπώντων ἐστὶ, καὶ μεθ' ὑπερβολῆς φιλούντων, τὸ τηλικούτοις ἀνδράσι καὶ διὰ τῶν γραμμάτων πειρᾶσθαι, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν ἀκριβέστερον συνάπτειν ἡμᾶς. ∆εξάμενοι τοίνυν ἡμῶν τὴν πρὸς αὐτὸν ἐπιστολὴν, καὶ δοῦναι παρακλήθητε, καὶ χωρὶς τῆς ἐπιστολῆς προσειπεῖν αὐτὸν πάλιν ἐξ ἡμῶν. Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐρασταὶ γεγόναμεν αὐτοῦ σφοδρότατοι· καὶ τοῦτο μανθανέτω διὰ τῆς γλώττης τῆς ὑμετέρας, ὅτι τὴν αὐτὴν ἀγάπην μένομεν διατηροῦντες, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι· καὶ ὅτι τὴν μεταξὺ σιγὴν οὐ ῥᾳθυμίᾳ πεποιήκαμεν, ἀλλὰ τῷ γράμματα ἀναμένειν δέξασθαι παρὰ τῆς εὐλαβείας αὐτοῦ. Ἐπειδὴ δὲ προτέρους ἡμᾶς ᾔτησεν ἐπιστεῖλαι, ἰδοὺ καὶ τοῦτο ποιοῦμεν, καὶ παρακαλοῦμεν καὶ αὐτὸν συνεχῶς τοῦτο πρὸς ἡμᾶς ποιεῖν.
ΚΓʹ. Ῥωμανῷ πρεσβυτέρῳ.
Οἶσθα καὶ αὐτὸς, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, πῶς ἀεὶ περὶ τὴν σὴν εὐλάβειαν διετέθημεν, καὶ πῶς ἀεὶ συνδεδεμένοι σοι τῷ νόμῳ τῆς ἀγάπης διετελέσαμεν, θαυμάζοντές σου τὴν τῶν τρόπων ἐπιείκειαν, καὶ ἐκπληττόμενοι τῆς ἀρετῆς σου τὴν εὐμορφίαν, δι' ἧς πάντας τοὺς ἐντυγχάνοντας χειροῦσαι. ∆ιὰ δὴ τοῦτο καὶ ἐκ μακροῦ καθήμενοι διαστήματος, ἀεί σε ἐπὶ τῆς διανοίας περιφέρομεν, καὶ ὅπουπερ ἂν ἐρημίας ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα· ἀλλ' ὡς παρόντα καὶ πλησίον ὄντα, οὕτω καὶ ὁρῶμενκαὶ φανταζόμεθα, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς συνεχῶς, μᾶλλον δὲ διηνεκῶς σε βλέποντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εὐλάβειαν. Παρακαλοῦμεν δὴ καὶ αὐτὸν μεμνῆσθαι ἡμῶν διηνεκῶς, καὶ τὴν ἀγάπην ἣν ἐξ ἀρχῆς περὶ ἡμᾶς ἐπεδείξω, ταύτην καὶ νῦν ἀκμάζουσαν διατηρεῖν, καὶ εὔχεσθαι μετὰ πολλῆς ἐκτενείας ὑπὲρ τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς δηλοῦν· ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος.
Κ∆ʹ. Ἡσυχίῳ.
Αὐτὸς μὲν συγγνώμης ἀξιοῖς τυχεῖν ὑπὲρ τοῦ μὴ παραγενέσθαι, τὴν ἀῤῥωστίαν προβαλλόμενος. Ἐγὼ δέ σε καὶ στεφανῶ καὶ ἀνακηρύττω τῆς γνώμης, ἀφ' ἧς καὶ παραγέγονας, καὶ τῶν ἐλθόντων οὐδὲν ἔλαττον ἔχεις παρ' ἡμῖν κατὰ τὸν τῆς ἀγάπης λόγον. Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς κατεχούσης σε ἀπαλλάξαι ἀῤῥωστίας, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, ἵνα σου καὶ τῆς κατ' ὄψιν ἀπολαύσωμεν συντυχίας. Καὶ γὰρ σφόδρα ἐπιθυμοῦμέν σε ἰδεῖν καὶ περιπτύξασθαι, καὶ τὴν φίλην ἡμῖν φιλῆσαι κεφαλήν. Ἕως δ' ἂν ταῦτα τό τε ἀῤῥωστεῖν σου τὴν εὐγένειαν καὶ ἡ τοῦ ἔτους ὥρα διακωλύῃ, οὐ παυσόμεθα συνεχῶς ἐπιστέλλοντές σου τῇ τιμιότητι, καὶ τὴν ἐντεῦθεν ἡμῖν αὐτοῖς πραγματευόμενοι ἡδονήν.
ΚΕʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.
Ἡμεῖς μὲν ἐβουλόμεθα συνεχῶς ἐπιστέλλειν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ οἶσθα τοῦτο καὶ αὐτὸς, δέσποτα τιμιώτατε· ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν, ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ὃ δὲ καὶ νῦν πεποιήκαμεν διὰ τῶν κυρίων μου τῶν τιμιωτάτων πρεσβυτέρων, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν τῇ θεοσεβείᾳ σου, καὶ παρακαλοῦντες ἡνίκα ἂν ἐξῇ καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας δηλοῦν τῆς σῆς. Οὐ γὰρ ἀγνοεῖς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ὅπως ἡμῖν περισπούδαστον ἀεὶ περὶ ταύτης μανθάνειν. Εἰ γὰρ καὶ πρὸς αὐτὰς ἀπῳκίσθημεν τῆς καθ' ἡμᾶς οἰκουμένης τὰς ἐσχατιὰς, ἀλλ' ὅμως τῆς ἀγάπης σου τῆς γνησίας καὶ θερμῆς, τῆς εἰλικρινοῦς καὶ ἀδόλου ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, περιφέροντες αὐτὴν ἄπιμεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παραμυθίαν. Κ ʹ. Μάγνῳ ἐπισκόπῳ. Εἰ καὶ αὐτὸς ἡμῖν οὐκ ἐπέσταλκας, καίτοι τῶν κυρίων μου τῶν πρεσβυτέρων παραγενομένων, ἀλλ' ἡμεῖς τῆς τε ἄνωθέν σου φιλίας μεμνημένοι, καὶ τὴν τῶν τρόπων σου θαυμάζοντες ἐπιείκειαν, καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, εἰδότες δὲ καὶ τὸ φίλτρον, ὃ ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω, πρότεροι τοῖς πρὸς τὴν σὴν ἐμμέλειαν ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τέ σοι ὁμολογοῦμεν τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπιδείκνυσαι· οὐ γὰρ ἔλαθεν ἡμᾶς τοῦτο, καίτοι γε ἐκ τοσούτου καθημένους διαστήματος· παρακαλοῦμεν οὖν, ἡνίκα ἂν ἐξῇ, γράφειν ἡμῖν συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι. Ὅταν γὰρ ἀκούσωμεν τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς, καὶ γενναίους, οὕτω διεγηγερμένους, νήφοντάς τε καὶ ἐγρηγορότας περὶ τὴν τῶν Ἐκκλησιῶν πρόνοιαν, ἐν ὑγιείᾳ διάγειν, πολλὴν καὶ ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μὴ κατόκνει συνεχῶς ταῦτα ἡμῖν δηλοῦν. Οὕτω γὰρ, κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ταύτης συνεχῶς ἀπολαύοντες τῆς παραμυθίας.
ΚΖʹ. ∆όμνῳ ἐπισκόπῳ.
Καὶ τοῦ πέμψαι τὸν τιμιώτατον πρεσβύτερον εἰς ἐπίσκηψιν ἡμετέραν, καὶ τοῦ γράψαι πολλὰς ἔχω χάριτας τῇ εὐλαβείᾳ τῇ σῇ, δέσποτα τιμιώτατε. Ἀμφότερα γὰρ γνησίας ἀγάπης καὶ θερμῆς διαθέσεως, ∆ιὰ τοῦτο καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦ θεν ἐδεξάμεθα τὴν παράκλησιν. Τὸ γὰρ τοιούτους ἄνδρας οὕτω σφοδροὺς ἐραστὰς ἔχειν, οὐ τὴν τυχοῦσαν φέρει τοῖς ἀγαπωμένοις παραμυθίαν. Καὶ ἐβουλόμην μὲν κατ' ὄψιν συντυχεῖν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ ἐμφορηθῆναι τῆς ἡδίστης σου διαθέσεως. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι οὔτε γὰρ ἡμῖν δυνατὸν, οὔτε τῇ τιμιότητί σου ῥᾴδιον, διὰ τὴν τῆς Ἐκκλησίας τῆς αὐτόθι πρόνοιαν, ἐπὶ τὸν δεύτερον ἀναγκαίως ἤλθομεν πλοῦν, τὴν ἀπὸ τῶν γραμμάτων παραψυχὴν ἑαυτοῖς χαριζόμενοι. Οὐ γὰρ μικρὸν καὶ ἐπιστολὴ δύναιτ' ἂν, γνησίας ἀγάπης ἀνακεχρωσμένη, εἰς παράκλησιν τῶν τῷ σώματι κεχωρισμένων. Ἵν' οὖν ταύτης συνεχῶς ἀπολαύωμεν τῆς παραμυθίας, ὁσάκις ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, γράφειν ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Καὶ γὰρ θησαυρὸν μέγιστον καὶ πλοῦτον ἄφατον ἀγαθῶν τὴν σὴν ἡγούμεθα ἡμῖν εἶναι φιλίαν. Κἂν συνεχῶς τοιούτων ἀπολαύωμεν ἀγαθῶν, ἤγουν τῶν γραμμάτων, οὐδὲ τῆς ἐνταῦθα ἐρημίας ληψόμεθα αἴσθησιν, ἀπὸ τῶν ἐπιστολῶν τῶν σῶν πολλὴν καρπούμενοι τὴν εὐφροσύνην.
ΚΗʹ. Βασιλείῳ πρεσβυτέρῳ.
Εἰ καὶ τῆς κατ' ὄψιν σου συντυχίας οὐκ ἀπηλαύσαμεν, ἀλλὰ τὴν ἀρετήν σου τῆς ψυχῆς ἀκούοντες, καὶ τὸν ζῆλον ὃν ἔχεις κατὰ τῶν Ἑλλήνων, καταλύων αὐτῶν τὴν πλάνην, καὶ πρὸς ἀλήθειαν χειραγωγῶν, ὡς παρόντες καὶ συγγενόμενοι, καὶ πολύν σοι συντραφέντες χρόνον, οὕτως σε αἰδούμεθα καὶ τιμῶμεν. ∆ιὸ καὶ πρότερον ἐπεπηδήσαμεν τοῖς πρὸς σὲ γράμμασι, μακαρίζοντές σε ὑπὲρ ὧν κατορθοῖς, καὶ θαυμάζοντες, καὶ αἰτοῦντες καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ. Καὶ γὰρ εἰ καὶ τῷ σώματί σου κεχωρίσμεθα, ἀλλὰ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, ἐννοοῦντες τὴν σὴν εὐλάβειαν. Ταῦτ' οὖν εἰδὼς, μὴ κατόκνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ κατορθώματα τὰ σὰ δηλοῦν, ἵνα, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.
ΚΘʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.
Μηδὲν ὑμᾶς ταραττέτω τῶν συμβαινόντων λυπηρῶν, μηδὲ τὰ ἐπάλληλα τῶν πραγμάτων κύματα θορυβείτω ὑμῶν τὴν διάνοιαν. Τοιαύτη γὰρ ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, πολλὴν ἔχουσα τὴν δυσκολίαν, πολλοὺς τοὺς ἱδρῶτας καὶ τοὺς πόνους. Ἀλλὰ ταῦτα μὲν παροδεύεται καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Κἂν γὰρ στενὴ ἡ ὁδὸς, ἀλλ' ὁδός ἐστιν· τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων. Ἐννοοῦσαι τοίνυν καὶ τὸ ἐπίκηρον καὶ τὸ πρόσκαιρον τῆς θλίψεως, καὶ τὸ διηνεκὲς καὶ ἀθάνατον τῶν ἀμοιβῶν, φέρετε πάντα γενναίως, μηδενὶ τῶν συμπιπτόντων δυσχερῶν ταραττόμεναι. Ἓν γάρ ἐστι λυπηρὸν ἁμαρτία μόνον· τὰ δὲ ἄλλα πάντα, ἐξορίαι, δημεύσεις, ἀπαγωγαὶ, ἐπιβουλαὶ, καὶ ὅσα τοιαῦτα, σκιά τίς ἐστιν καὶ καπνὸς καὶ ἀράχνη, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἅτε οὖν καὶ κατὰ τὸν ἔμπροσθεν χρόνον πολλοὺς μελετήσασαι φέρειν πειρασμοὺς, καὶ νῦν τὴν ἁρμόττουσαν ὑμῖν ἐπιδείκνυσθε ὑπομονήν. Αὕτη γὰρ ἐν ἀσφαλείᾳ καὶ ἀδείᾳ καὶ γαλήνῃ πολλῇ καταστῆσαι ὑμᾶς δυνήσεται, καὶ δοκιμωτέρας ποιῆσαι. Καὶ γράφετε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας, ἄν τινας εὕρητε δι' ἰδίαν χρείαν παραγενομένους ἐνταῦθα. Ἴστε γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ὅπως βουλόμεθα πυκνότερον περὶ ταύτης μανθάνειν.
Λʹ. Ἑορτίῳ ἐπισκόπῳ.
Ἐγὼ μὲν ἐπεθύμουν καὶ γράμματα δέξασθαι τῆς σῆς τιμιότητος περὶ τῆς ὑγείας τῆς σῆς ἡμῖν δηλοῦντα. Οἶσθα γὰρ ὅπως ἀεὶ περὶ τὴν σὴν διετέθημεν εὐλάβειαν, δέσποτα τιμιώτατε. Ἀλλ' ἐπειδὴ τοῦτο ἴσως τῶν γραμματηφόρων ὑμᾶς περιείλετο ἡ σπάνις, ἡμεῖς, ἐπιτυχόντες τῶν πρὸς τὴν σὴν εὐλάβειαν ἀφικνουμένων, πρότεροι τοῖς γράμμασιν ἐπεπηδήσαμεν τοῖς πρὸς τὴν σὴν τιμιότητα, καί σε παρακαλοῦμεν, ἡνίκα ἂν ἐξῇ, καὶ αὐτὸν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦν. Οἰκοῦμεν γὰρ χωρίον ἐρημότατον, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότερον· πολιορκούμεθα καὶ φόβῳ λῃστῶν, καὶ πολλὰς ὡς ἐν ἀλλοτρίᾳ καὶ ἐν τοσαύτῃ ἐρημίᾳ θλίψεις ὑπομένομεν· πλὴν ἐὰν ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων πυκνῶς ἐπιτυγχάνωμεν γραμμάτων τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούντων, πολλὴν καὶ ἐν τοσαύταις περιστάσεσιν ὄντες καρπωσόμεθα παράκλησιν. Οἶσθα γὰρ ὅση ἀγάπης δύναμις, καὶ ὡς οὐ παρουσία τῶν φιλούντων μόνον, ἀλλὰ καὶ γράμματα πολλὴν φέρει τὴν παραμυθίαν. Ταῦτ' οὖν εἰδὼς ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην, συνεχέστερον τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν, περὶ ἧς μάλιστα περισπούδαστον ἡμῖν μανθάνειν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου