ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ρʹ Μαρκιανῷ καὶ Μαρκελλίνῳ

Τρίτη 25 Οκτωβρίου 2016

Ρʹ Μαρκιανῷ καὶ Μαρκελλίνῳ




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52



Ρʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.

 Τοῦτο καὶ ἡμῖν τῆς μακρᾶς σιγῆς αἴτιον γίνεται, ὃ καὶ τῇ εὐγενείᾳ τῇ ὑμετέρᾳ· ἀλλὰ σιγῆς οὐ τῆς κατὰ τὴν γνώμην,  ἀλλὰ τῆς κατὰ τὴν γλῶτταν. Ὡς τῇ διανοίᾳ καὶ ἐπιστέλλομεν, καὶ προσφθεγγόμεθα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς,  τὴν  εὐγενεστάτην  καὶ  ἐμμελεστάτην  ὑμῶν  ψυχὴν,  καὶ  ἐγκολάψαντες ὑμᾶς τῷ συνειδότι, πανταχοῦ περιφέρομεν· τοιοῦτον γὰρ τὸ φιλεῖν  γνησίως. Ταῦτ' οὖν εἰδότες, κύριοί μου ποθεινότατοι καὶ τιμιώτατοι, ἐπιστέλλετε μὲν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦντες. Θαῤῥεῖτε δὲ, ὅτι καὶ σιγώντων  ὑμῶν τὴν  αὐτὴν  περὶ τῆς  ἀγάπης  ὑμῶν  ψῆφον  οἴσομεν, ἣν  καὶ  γραφόντων,  ἀπὸ τῆς γνώμης  ταῦτα  ψηφιζόμενοι  τῆς  ὑμετέρας.



ΡΑʹ.  Σευήρῳ πρεσβυτέρῳ.

Ἡμεῖς  μὲν καίτοι  χωρίον  ἐρημότατον  οἰκοῦντες,  καὶ ἐπεστάλκαμεν  πολλάκις  πρὸς τὴν  σὴν ἐμμέλειαν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους οὐ παυόμεθα συνεχῶς ἐρωτῶντες περὶ τῆς ὑγείας τῆς σῆς. Αὐτὸς δὲ οὐκ οἶδα, ἀνθ' ὅτου μανικὸς ἡμῶν οὕτως ἐραστὴς ὢν, καὶ πολλὴν εὐκολίαν ἔχων τῶν ἐνταῦθα διακομιζόντων  τὰ γράμματα, σιγᾷς οὕτω μακρὰν σιγήν. Ἀλλ' ἡμεῖς τὸ θερμόν σου καὶ γνήσιον, τὸ εἰλικρινὲς τῆς διαθέσεως, ὃ περὶ ἡμᾶς ἀεὶ ἐπεδείξω, ἐννοοῦντες, καὶ ἐν τῇ σιγῇ τῇ μακρᾷ μεγίστην καρπούμεθα παράκλησιν. Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων,  καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης  τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.  Ποίει δὴ τοῦτο νῦν  γοῦν,  δέσποτά μου  τιμιώτατε·  οἶσθα  γὰρ  ἡλίκα  ἡμῖν  χαριῇ.  Ὡς  ἡμεῖς  καὶ γράφοντες, καὶ μὴ γράφοντες, οὐ παυόμεθα μεμνημένοι, καὶ τὴν ἀγάπην, ἣν ἀεὶ περὶ  τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, διατηροῦντες, ὅπουπερ ἂν ὦμεν. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες.

ΡΒʹ. Θεοδότῳ ἀναγνώστῃ.    

Τί φής; Πλείονά σοι τῶν προσδοκηθέντων τὰ κύματα ἐναπέστη νῦν, καὶ διὰ τοῦτο ἀλγεῖς;∆ιὰ τοῦτο μὲν οὖν αὐτὸ χαίρειν χρὴ καὶ σκιρτᾷν. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οὕτως ἐποίει, νῦν μὲν λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· νῦν δὲ, ὅτι Χαίρω ἐν τοῖς  παθήμασί μου. Ὅσῳ γὰρ ἂν μείζων  καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα. Ἐπεὶ καὶ αὐτὸς σοῦ μὲν ἕνεκεν θαῤῥῶ· οἶδα γάρ σου τὸ ἀπερίτρεπτον, καὶ ἀκλινὲς, καὶ στεῤῥόν· τῶν δὲ ἐπιβουλευόντων  ἕνεκεν ἀλγῶ καὶ δακρύω, ὅτι οὓς χρὴ ἐν τάξει εἶναι τῶν θεραπευόντων, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυνται. Ἕν με λυπεῖ μόνον, τὸ τῆς  τῶν  ὀφθαλμῶν  σου ἀσθενείας, ὧν  καὶ σφόδρα ἀξιῶ  πολύν  σε ποιεῖσθαι λόγον,  ἰατροῖς τε διαλεγόμενον,  καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα. Ὡς τῶν  γε θλίψεων τῶν ἐπαγομένων σοι ὅπερ καὶ ἔμπροσθεν εἶπον, αὐτόν τε χαίρειν ἀξιῶ, καὶ ἐγὼ δέ σοι συνήδομαι. Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός. Μηδὲν  οὖν  σε θορυβείτω,  μηδὲ  ταραττέτω  τῶν  παρεμπιπτόντων.   Ἓν  γάρ  ἐστι χαλεπὸν  ἁμαρτία μόνον. Ὡς τά γε ἄλλα πάντα ἀγρυπνοῦντί  σοι καὶ νήφοντι  καὶ κερδῶν ὑπόθεσις ἔσται μεγίστη, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, τὰ ἐν τοῖς οὐρανοῖς, μετὰ πολλῆς οἴσει σοι τῆς δαψιλείας. Τοιαύτην τοίνυν καθ' ἑκάστην ἡμέραν πραγματευόμενος πραγματείαν, χαῖρε καὶ εὐφραίνου, καὶ συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει. Ἡμεῖς μὲν γάρ σε βουλόμεθα καὶ μεθ' ἡμῶν εἶναι· ἀλλ' ἐπειδὴ οὐχ ἡ τοῦ χειμῶνος ὥρα μόνον, ἀλλὰ καὶ ἡ τοῦ θέρους ὁμοίως ἐστὶν ἐπαχθὴς, ἐδείσαμεν εἰς ἀέρων σε δυσκρασίαν ἐμβαλεῖν, μάλιστα διὰ τὸ τῶν ὀφθαλμῶν  πάθος. Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν, ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν  καὶ ἐντεῦθεν  καρπωσώμεθα τὴν εὐφροσύνην.

ΡΓʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ.

Μακρῷ μὲν διῴκισμαι τῷ  μήκει  τῆς  ὁδοῦ τῆς  ὑμετέρας  τιμιότητος,  τὰς  δὲ ἀνδραγαθίας  ὑμῶν  καὶ τὰς ἀριστείας  τῶν  παρόντων  οὐκ  ἔλαττον  ἔμαθον,  καὶ  σφόδρα συνήσθην  ὑμῖν  τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης,  καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας,  τῆς  ἐλευθεροστομίας,  τῆς  παῤῥησίας. ∆ιὰ  ταῦτα  μακαρίζων  ὑμᾶς  οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων  ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων. Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους  διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη. Καὶ οἶδα μὲν ὅτι οὐκ ἐκ ῥᾳθυμίας τοῦτο γέγονεν· ἐπίσταμαι γὰρ καὶ γραφούσης ἡμῖν, καὶ σιγώσης, τὴν θερμὴν καὶ γνησίαν ἀγάπην, τὴν εἰλικρινῆ  καὶ ἄδολον, τὴν ἰσχυρὰν καὶ στεῤῥάν· ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα. Πλὴν ἀλλὰ καὶ οὕτως ἐχρῆν τῇ ἐγχωρίῳ σου γλώττῃ ἡμῖν ἐπιστεῖλαι, καὶ τῇ χειρὶ τῇ σῇ. Σφόδρα γὰρ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα, τοῦ συνεχῶς ἐπιστολὰς δέχεσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς, ὥστε καθ' ἑκάστην ἡμέραν μανθάνειν ἡμᾶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς· καὶ οὐ μικρὰν τῆς τοσαύτης ἐρημίας καὶ τῶν ἐνταῦθα περιστάσεων παράκλησιν ταύτην ἔχομεν. Εἰδυῖα τοίνυν, δέσποινά μου τιμιωτάτη καὶ εὐλαβεστάτη, ὅσην ἐπιθυμίαν ἔχομεν τούτου, μὴ διαλίπῃς τὴν καλὴν ταύτην ἡμῖν χαριζομένη χάριν. Καὶ γὰρ πολλοὶ πολλαχόθεν ἐκεῖθεν ἦλθον. Ἀλλ' οὐκ ἐγκαλῶ   ἐκείνων   ἕνεκεν,   διὰ  τί  μὴ  γράμματα  ἡμῖν   ἐκόμισαν  παρὰ  τῆς  σῆς κοσμιότητος· εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς. Νῦν μέντοι ὅτε  ἐξῆν  μετ'  εὐκολίας  πάσης  ἐπιστεῖλαι,  καὶ  μάλιστα  τοιούτων   γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα. Ἀνάκτησαι τοίνυν τὸ ἐν τῷ παρελθόντι χρόνῳ ῥᾳθυμηθὲν, καὶ πυκνότητι, καὶ νιφάδι ἐπιστολῶν τὸ μῆκος τῆς ἔμπροσθεν ἡμῖν παραμύθησαι σιγῆς.

Ρ∆ʹ. Πενταδίᾳ διακόνῳ.

Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας.  ∆ιὰ  τοῦτο  καὶ  τὸν  Θεὸν ὑπερασπίζοντά  σου ἔχεις  μετὰ  πολλῆς  τῆς σφοδρότητος. Ἕως γὰρ θανάτου, φησὶν, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ ὁ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ὅπερ καὶ γέγονε. Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα· τούτου μὲν οὖν ἕνεκεν χαίρω. Ἐπειδὴ δὲ ἔγνων,  ὅτι  βουλεύῃ  περὶ  ἀποδημίας,  καὶ  μεταστῆναι  ἐκεῖθεν  βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι. Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία,  καὶ  τεῖχος  ἀσφαλὲς  τοῖς  καταπονουμένοις.  Μηδὲ τοσαύτην  ἀπὸ  τῶν χειρῶν  ἐμπορίαν  ῥίψῃς,  μηδὲ  τοσοῦτον  πρόῃ  κέρδος,  τοσούτους  καθ'  ἑκάστην ἡμέραν συνάγουσα θησαυροὺς ἀπὸ τῆς παρουσίας τῆς αὐτόθι. Οἵ τε γὰρ ὁρῶντες, οἵ τε ἀκούοντές σου τὰ κατορθώματα, οὐ μικρὰ κερδαίνουσιν. Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει  σοι τὸν  μισθόν. Πρῶτον μὲν, ὅπερ ἔφην,  διὰ τοῦτο παρακαλοῦμεν  αὐτόθι μένειν· καὶ γὰρ πεῖραν οὐ μικρὰν δέδωκας τῆς ὠφελείας, ἣν παρέσχες διὰ τῆς αὐτόθι παραμονῆς. Ἔπειτα δὲ οὐδὲ ἡ τοῦ ἔτους ὥρα ἐπιτρέπει τοῦτο. Οἶσθα γάρ σου τοῦ σώματος τὴν ἀσθένειαν, καὶ πῶς οὐ ῥᾴδιόν σοι κινεῖσθαι ἐν κρυμῷ τοσούτῳ καὶ χειμῶνι.  Πρὸς τούτοις, ὡς ἀκούομεν, καὶ τὰ Ἰσαυρικὰ ἀνθεῖ. Πάντα τοίνυν  ταῦτα λογισαμένη ὡς συνετὴ, μηδαμοῦ τέως κινεῖσθαι καταδέχου, καὶ περὶ τούτου γράψαι ἡμῖν διὰ ταχέων παρακλήθητι, καὶ περὶ τῆς ὑγείας συνεχῶς δήλου τῆς σῆς. Ἐπεὶ καὶ νῦν  ἠλγήσαμεν, μὴ δεξάμενοι γράμματά σου τῆς τιμιότητος, καὶ ἐν φροντίδι καθεστήκαμεν, μήποτε  ἀῤῥωστία τοῦτο  διεκώλυσεν.  Ἵν' οὖν  καὶ ταύτην  ἀνέλῃς ἡμῶν τὴν φροντίδα, ταχέως ἡμῖν πέμψον ἐπιστολὴν ταῦτα δηλοῦσαν.

ΡΕʹ. Χαλκιδίᾳ.

 Ὁ Θεός σοι τὸν μισθὸν δῴη καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι  αἰῶνι τῆς περὶ ἡμᾶς αἰδοῦς, καὶ τιμῆς, καὶ γνησίας ἀγάπης. Οὐδὲ γὰρ νῦν μόνον, ἀλλὰ καὶ ἄνωθεν, καὶ ἐξ ἀρχῆς  οἶδα  σαφῶς,  ὅπως  περὶ  ἡμᾶς  διατεθῆναι  ἐσπούδακας.  ∆ιὰ  τοῦτο  καὶ  ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς  ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους  τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας· ἀλλὰ τὴν ἀγάπην, ἣν ἐξ ἀρχῆς καὶ περὶ σὲ καὶ περὶ τὸν οἶκόν σου ἔσχηκα, ταύτην ἀκμάζουσαν διατηρῶ  καὶ  νῦν,  οὐδὲν  οὐδὲ  ἀπὸ τοῦ  χρόνου,  οὐδὲ  ἀπὸ  τοῦ  μήκους  τῆς  ὁδοῦ μαραίνεσθαι αὐτὴν ἀφείς. Τοιοῦτον γάρ ἐστι τὸ ἀγαπᾷν γνησίως. Καί σε παρακαλῶ κατὰ τὴν σύνεσίν σου καὶ τὴν εὐλάβειαν, φέρειν τὰ συμπίπτοντα ἅπαντα γενναίως. Οἶσθα γὰρ ὅτι  ἐκ πρώτης  ἡλικίας  μέχρι  τοῦ νῦν  διὰ ποικίλων  καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς  ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου  τοὺς  στεφάνους.  Εἰ δὲ μείζων  οὗτος  τῶν  παρελθόντων,  ἀλλὰ  καὶ  ὁ στέφανος πλείων. Μηδὲν οὖν σε ταραττέτω τῶν ἐπαγομένων  δεινῶν· ἀλλ' ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὁδὸς γὰρ τὰ παρόντα, καὶ τὰ χρηστὰ, καὶ τὰ λυπηρὰ τοῦ βίου  τούτου,  καὶ  ἑκάτερα  ὁμοίως  παροδεύεται,  καὶ  οὐδὲν  αὐτῶν  πάγιον,  οὐδὲ βεβηκὸς, ἀλλὰ μιμεῖται τὴν φύσιν, ὁμοῦ τε φαινόμενα, καὶ παρατρέχοντα. Καθάπερ οὖν  ὁδῖται  καὶ  ὁδοιπόροι  ἄν  τε  διὰ  λειμώνων  ὁδεύωσιν,  ἄν  τε  διὰ  φαράγγων, οὐδεμίαν οὐδὲ ἐντεῦθεν καρποῦνται τὴν ἡδονὴν, οὐδὲ ἐκεῖθεν ὑπομένουσι λύπην· ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι· οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι  βίου, μήτε ὑπὸ τῶν λυπηρῶν  καταβαπτίζεσθαι, ἀλλ' ἓν μόνον σκοπεῖν, ὅπως  εἰς  τὴν  κοινὴν  ἁπάντων   ἡμῶν  πατρίδα  μετὰ  πολλῆς  παραγένησθε  τῆς παῤῥησίας. Ἐπειδήπερ τοῦτό ἐστι τὸ μένον καὶ πεπηγὸς καὶ ἀθάνατον ἀγαθὸν, τὰ δὲ ἄλλα  πάντα,  ἄνθος  χόρτου  καὶ  καπνὸς,  καὶ  εἴ  τι  τούτων   εὐτελέστερον.

Ρς  ʹ. Ἀσυγκριτίᾳ καὶ ταῖς σὺν αὐτῇ.

Οἶδα τὴν  ἀγάπην  ὑμῶν  καὶ τὴν  διάθεσιν ἣν περὶ  ἡμᾶς ἔχειν  ἐσπουδάκατε. Καὶ συνεχῶς ἐβουλόμην ἐπιστέλλειν· ἀλλ'  ὁ τῶνἸσαύρων φόβος, πᾶσαν ἀποτειχίσας  ὁδὸν, οὐκ ἀφίησιν  εὐπορεῖν τῶν  πρὸς τοῦτο διακονησομένων ἡμῖν. Ἡνίκα γοῦν ἂν ἐπιτύχωμεν τούτων, τὴν ὀφειλομένην ἀποδιδόαμεν ὑμῖν πρόσρησιν, τὰ συνήθη παρακαλοῦντες ὑμᾶς, μηδὲν θορυβεῖσθαι μηδὲ ταράττεσθαι  ὑπὸ τῶν  συνεχῶν  τούτων  καὶ ἐπαλλήλων  πειρασμῶν. Εἰ γὰρ ἔμποροι καὶ ναῦται φορτίων  ὀλίγων  ἕνεκεν οὕτω μακρὰ διαβαίνουσι πελάγη, καὶ τοσούτων κατατολμῶσι κυμάτων· καὶ στρατιῶται δὲ καὶ αὐτῆς καταφρονοῦσι τῆς ζωῆς  ὑπὲρ  ἐπικήρου  καὶ  βραχέος  μισθοῦ,  καὶ  ζῶντες  μὲν  καὶ  λιμῷ  μάχονται πολλάκις, καὶ ὁδοιπορίαις μακραῖς κατατείνονται,  καὶ διηνεκῶς ἐπὶ τῆς ἀλλοτρίας διάγουσιν, ὕστερον δὲ καὶ ἄωρον καὶ βίαιον πολλοὶ τούτων  ὑπομένουσι θάνατον, οὐδὲν  ἐντεῦθεν   οὐ  μικρὸν,  οὐ  μέγα  καρπωσάμενοι·  ὅταν  οὐράνιος  ὁ  ἆθλος προκέηται, καὶ μετὰ τὴν  τελευτὴν  μείζων  ἡ ἀντίδοσις  καὶ πολλῷ  πλείων,  ποίας τεύξονται συγγνώμης οἱ καταμαλακιζόμενοι, καὶ μὴ καὶ αὐτῆς καταφρονοῦντες τῆς ζωῆς; Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη  φύλλων  ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων  τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν. Ἔξεστι γὰρ, ἐὰν θέλῃς, καὶ τὴν βιωτικὴν καταπατῆσαι φαντασίαν. Ἓν σκόπει μόνον, ὅπως μετὰ πολλῆς τῆς σπουδῆς τὴν τεθλιμμένην ὁδὸν διανύσαι δυνηθῇς, τὴν πρὸς αὐτὸν ἀνάγουσαν.

ΡΖʹ. Κάστῳ, Οὐαλερίῳ,  ∆ιοφάντῳ,  καὶ  Κυριακῷ,  πρεσβυτέροις. 

Ὃ συμβαίνει τῷ χρυσίῳ βασανιζομένῳ πολλάκις  ὑπὸ πυρὸς, τοῦτο καὶ ταῖς χρυσαῖς εἴωθε προσγίνεσθαι ψυχαῖς ὑπὸ τῶν πειρασμῶν. Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν  πολλῷ  καὶ καθαρωτέραν  ἡ τῆς φλογὸς  ἀποφαίνει  φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος· τούς τε τῷ χρυσίῳ κατὰ διάνοιαν ἐοικότας ἀνθρώπους, χρυσίου παντὸς φαιδροτέρους καὶ πολυτελεστέρους   μετὰ  πολλῆς   τῆς  περιουσίας  ἡ  τῶν   ἐπαλλήλων   πειρασμῶν ἐργάζεται κάμινος. ∆ιὰ δὴ τοῦτο, καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐ παυόμεθα διηνεκῶς μακαρίζοντες ὑμᾶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅσον τῶν τοιούτων ἐπιβουλῶν  τὸ κέρδος, καὶ πῶς ἡ τοῦ παρόντος εὐημερία βίου ὄνομα μόνον  ἐστὶ ψιλὸν,  πράγματος  ἔρημον,  τὰ  δὲ  μέλλοντα  ἀγαθὰ,  πεπηγότα,  ἀκίνητα  μόνιμα, ἀθάνατα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαῦμα τῆς ἀρετῆς, ὅτι τοιαῦτα ἡμῖν τὰ ἔπαθλα παρέχεται, ἀλλ' ὅτι καὶ πρὸ τῶν ἐπάθλων οἱ ἀγῶνες αὐτῆς ἔπαθλα γίνονται, καὶ οὐ μόνον τοῦ θεάτρου λυθέντος  τὰ βραβεῖα τοῖς νενικηκόσιν  ἔρχεται φέρουσα, ἀλλὰ καὶ  ἐν  αὐτῷ   μέσῳ  τῷ  σκάμματι  λαμπροὺς  τοῖς  ἀγωνιζομένοις   πλέκει   τοὺς στεφάνους. ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἐπὶ ταῖς ἀντιδόσεσι τῶν θλίψεων  χαίρει καὶ εὐφραίνεται μόνον, ἀλλὰ καὶ ἐπ' αὐταῖς ταῖς θλίψεσι καλλωπίζεται, οὕτω λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἶτα ἀπαριθμούμενος τὸν ὁρμαθὸν τῶν βραβείων τῆς θλίψεως, φησὶν, ὅτι ὑπομονὴν αὕτη τίκτει, τὴν μητέρα τῶν ἀγαθῶν, τὸν ἀκύμαντον λιμένα, τὴν ἐν γαλήνῃ ζωὴν, τὴν πέτρας ἰσχυροτέραν, καὶ ἀδάμαντος στεῤῥοτέραν, τὴν ὅπλου παντὸς δυνατωτέραν,  καὶ τειχῶν ἀσφαλεστέραν. Αὕτη δὲ κατορθωθεῖσα  δοκίμους καὶ γενναίους  ποιεῖ  τοὺς αὐτῆς τροφίμους, καὶ μεθ' ὑπερβολῆς ἀχειρώτους. Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι· ἀλλ' ὥσπερ ἡ πέτρα ὅσῳπερ ἂν ὑπὸ πλειόνων παίηται κυμάτων, αὕτη μὲν ἐκκαθαίρεται μειζόνως, οὐδὲ μικρὸν κινουμένη, τῶν δὲ προσρηγνυμένων αὐτῇ τὸν ὄγκον ὑδάτων διαφθείρει ῥᾳδίως, οὐ τῷ  παίειν,  ἀλλὰ  τῷ  παίεσθαι  ἀφανίζουσα· οὕτω  δὴ καὶ ὁ δόκιμος  ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἰσχυρότερος γίνεται, οὐ τῷ ποιεῖν κακῶς, ἀλλὰ τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας διαλύων ῥᾳδίως. Ταῦτα οὐχ ὡς δεομένοις παρ' ἡμῶν μανθάνειν ἐπέσταλκα· οἶδα γὰρ ὑμῶν τὴν σύνεσιν, ἣν καὶ διὰ τῶν ἔργων αὐτῶν  ἐπεδείξασθε· ἃ γὰρ διὰ ῥημάτων ἐφιλοσοφήσαμεν νῦν ἡμεῖς, ταῦτα ὑμεῖς δι' ὧν ἐπάθετε ἀνεκηρύξατε. Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν  παρ' ἡμῶν  ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν. Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις  ἐπιστέλλοντα,  περὶ τίνος ἑτέρου διαλέγεσθαι  ἐχρῆν, ἢ περὶ τούτων,  δι' ὧν  οὕτως ἀνεφάνητε  λαμπροὶ καὶ εὐδόκιμοι; Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται τῆς ἀθλήσεως ὁ καρπὸς, ἀλλὰ πρόεισι περαιτέρω  βρύων.  Ἡ γὰρ δοκιμὴ, φησὶν,  ἐλπίδα  τίκτει·  ἐλπίδα  πάντως  ἐπὶ  τῶν πραγμάτων   ἐκβησομένην,   οὐ  κατὰ   τὴν   ἀνθρωπίνην   ταύτην,   ἣ  κατατείνασα πολλάκις   τοῖς  πόνοις  τοὺς  πρὸς  αὐτὴν  κεχηνότας,  οὐκ  ἴσχυσε  τοὺς  καρποὺς ἀποδοῦναι  τῶν  πόνων  αὐτοῖς, ἀλλὰ  μετὰ τῆς ζημίας, καὶ αἰσχύνῃ καὶ κινδύνοις αὐτοὺς  περιέβαλεν.  Ἀλλ'  οὐκ  αὐτὴ  τοιαύτη,  ἐπειδὴ  οὐδὲ  ἀνθρωπίνη.  Ὅπερ ἑνὶ ῥήματι δηλῶν  ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ  τὸν  τὰ  τοιαῦτα  ἀγωνιζόμενον,  οὐδὲ οὐ μόνον  οὐ καταισχύνει,  ἀλλὰ  καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα. Τοιαύτη γὰρ ἡ χαριζομένη  χεὶρ τούτων  τῶν  πόνων  τὰς ἀμοιβάς. Τάχα ὑπερέβημεν τὸ μέτρον τῆς ἐπιστολῆς, ἀλλ' οὐ παρ' ὑμῖν τοῖς οὕτω σφοδροῖς ἡμῶν ἐρασταῖς. Οὐ γὰρ ἐπιστολιμαίων  γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν. Ἀλλ' ὅμως εἰ καὶ βραχεῖα ὑμῖν εἶναι δοκεῖ, οὐ παύσομαι καὶ ταύτης ἀπαιτῶν ὑμᾶς τοὺς μισθοὺς, οὐ τὸ φιλεῖσθαι παρ' ὑμῶν· οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ  πολλῆς   ἀεὶ  τῆς   δαψιλείας   καὶ  κατατιθέντες   καὶ  ὀφείλοντες·   οὐδὲ  τὸ ἀντιγράψαι   ἡμῖν·  οἶδα  γὰρ  ὅτι   οὐδὲ  εἰς  τοῦτο   ἑτέρου  τινὸς   ὑμῖν   δεῖ  τοῦ ἀναμνήσοντος  ὑμᾶς· ἀλλὰ τίς ὁ μισθός; Τὸ δῆλον ἡμῖν ποιῆσαι, ὅτι σκιρτᾶτε, ὅτι χαίρετε  καὶ  εὐφραίνεσθε,  καὶ  ὅτι  οὐδὲν  ὑπὸ  τῶν   ἐπενεχθέντων   ὑμῖν πεπόνθατε δεινῶν, ἀλλὰ πλείονος ἡδονῆς ὑμῖν ὑπόθεσις αἱ ἐπιβουλαὶ γίνονται. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα. Ἐννοοῦντες τοίνυν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐπιστεῖλαι, καὶ ταῦτα ἡμῖν ἐπιστεῖλαι παρακλήθητε,   ἵνα   ἡμᾶς,  καὶ   ἐκ  τοσούτου  καθημένους   διαστήματος,   πολλῆς ἐμπλήσητε τῆς εὐφροσύνης. ΡΗʹ. Οὐρβικίῳ  ἐπισκόπῳ. Εἰ καὶ πολὺν ἔχω χρόνον μὴ συγγενόμενός σου τῇ εὐλαβείᾳ, ἀλλ' οὐδὲν ἐντεῦθεν  ῥᾳθυμότερος περὶ τὸ φιλεῖν γέγονα. Τοιαύτη γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· οὐ χρόνῳ μακρῷ μαραίνεται, οὐ δυσκολίᾳ πραγμάτων  ἀμαυροῦται,  ἀλλὰ  μένει  διηνεκῶς  ἀκμάζουσα. ∆ιὸ δὴ  καὶ ἡμεῖς,  καὶ  ἐν  πολλαῖς   περιστάσεσι  γενόμενοι,   καὶ  νῦν   εἰς  τὴν  ἐσχάτην  τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην  ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν. Οὕτω γὰρ καὶ ἡδονὴν πολλὴν καρπωσόμεθα, παρ' ὑμῶν τῶν οὕτω γνησίως ἀγαπώντων  ἡμᾶς δεχόμενοι γράμματα, καὶ διὰ τούτων  τὴν παρουσίαν φανταζόμενοι  τὴν ὑμετέραν.

ΡΘʹ. Ῥουφίνῳ  ἐπισκόπῳ.

Οἶδά σου τῆς  ἀγάπης  τὸ στεῤῥόν. Ὀλίγα  μέν  σοί ποτε συνεγενόμεθα ἐν Ἀντιοχείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλὴν δέ σου πεῖραν τῆς εὐλαβείας καὶ τῆς συνέσεως εἰληφότες,  καὶ τῆς περὶ ἡμᾶς ἀγάπης. Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν. ∆ιὸ καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν μεμνῆσθαι ἡμῶν διηνεκῶς. Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν  Ἰσαύρων πολιορκούμεθα ἐφόδου. Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ  τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν  σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν  παράκλησιν.

ΡΙʹ. Βάσσῳ  ἐπισκόπῳ.

Τί τοῦτο; Ὁ τοσαύτην  περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενος,  καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ,  καὶ ἔναγχος  ἐν Κωνσταντινουπόλει, ἀκούσας ἡμᾶς ἐκ γειτόνων εἶναι τῆς σῆς τιμιότητος, οὐδὲ γραμμάτων ἡμᾶς ἠξίωσας. Οὐκ οἶσθ' ὅπως διακείμεθά σου περὶ τὴν εὐλάβειαν, καὶ ὅπως συνδεδέμεθά σοι τῷ τῆς φιλίας δεσμῷ; Ἐγὼ μὲν γὰρ προσεδόκων σε καὶ ἥξειν ἐνταῦθα, καὶ παρακαλέσειν ἡμᾶς ἐν ἐρημίᾳ τοσαύτῃ καθεστῶτας. Τί γὰρ ἂν γένοιτο  ἐρημότερον Κουκουσοῦ, μετὰ τῆς ἐρημίας, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκουμένης ἐφόδου; Ἀλλ' ὅμως, εἰ τοῦτο ἐργῶδες διά τε αὐτῶν τῶν λῃστῶν τὸν φόβον, διά τε τῆς ὁδοῦ τὴν δυσκολίαν, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.

ΡΙΑʹ. Ἀνατολίῳ ἐπισκόπῳ Ἀδάνης.

Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, τὸ τῆς συνουσίας ἐλπὶς γενέσθαι, διορθοῦμαι τῇ τῶν γραμμάτων ὁμιλίᾳ, χάριν ἑαυτῷ παρέχων μεγίστην. Εἰ γὰρ καὶ ἐρημότατον  χωρίον,  εἰς  ὃ νῦν  ἀπηνέχθημεν,  ἡ Κουκουσὸς, καὶ κινδύνων  γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ,  οὐδὲ  διαταράττει,  τῆς  ὑμετέρας  ἀπολαύοντας  ἀγάπης·  ἀλλ'  εἰ  καὶ  τῷ σώματι διεστήκαμεν, τῇ ψυχῇ συνδεδεμένοι μετὰ πολλῆς τῆς σφοδρότητος ὑμῖν, τὴν ὑμετέραν μᾶλλον τὴν ἀτάραχον καὶ ἀπόλεμον, ἢ τὴν Κουκουσὸν οἰκεῖν δοκοῦμεν, ἀεὶ μεθ' ὑμῶν ὄντες τῇ διαθέσει, καὶ ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέροντες.

ΡΙΒʹ. Θεοδώρῳ ἐπισκόπῳ.

Εἰ μὲν οἷόν τε ἦν καὶ ἐλθεῖν, καὶ περιπτύξασθαί σου τὴν εὐλάβειαν, καὶ ἐντρυφῆσαί σου τῇ ἀγάπῃ διὰ τῆς παρουσίας αὐτῆς, μετὰ πολλῆς ἂν τοῦτο ἐποιήσαμεν τῆς σπουδῆς, καὶ τοῦ τάχους· ἐπειδὴ δὲ τοῦτο οὐκ ἐφ' ἡμῖν κεῖται νῦν, διὰ τῶν γραμμάτων  τὸ αὐτὸ τοῦτο πληροῦμεν. Κἂν γὰρ πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπενεχθῶμεν,  ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, τῆς γνησίας, καὶ θερμῆς, καὶ εἰλικρινοῦς, καὶ ἀδόλου, τῆς τε ἄνωθεν, καὶ ἐξ ἀρχῆς, ἥν τε ἐπεδείξω νῦν. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ὅσα καὶ εἰπεῖν καὶ ποιῆσαι ὑπὲρ ἡμῶν ἐσπούδασας, δέσποτά μου τιμιώτατε  καὶ θεοφιλέστατε. Εἰ δὲ μηδὲν γέγονε πλέον, ἀλλὰ τὸν Θεὸν ὀφειλέτην  ἔχεις τῆς σπουδῆς, καὶ τῆς προθυμίας, καὶ τὸν μισθὸν ἀπηρτισμένον.  Καὶ ἡμεῖς  οὐ  παυόμεθα  χάριν  εἰδότες  σου τῇ  ὁσιότητι,  καὶ  πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εὐλάβειαν, καὶ παρακαλοῦντες τὴν αὐτὴν ἀγάπην διὰ παντὸς ἀκμάζουσαν διατηρεῖν. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ καθήμενοι, καρπούμεθα τὴν παράκλησιν, ὅταν τοσοῦτον ἐν καρδίᾳ θησαυρὸν καὶ πλοῦτον ἀποκείμενον  ἔχωμεν, τῆς ἐγρηγορυίας καὶ γενναίας  σου ψυχῆς τὴν ἀγάπην.

ΡΙΓʹ. Παλλαδίῳ ἐπισκόπῳ.

Ὑπὲρ μὲν τῶν καθ' ἡμᾶς αὐτοὺς οὐδὲν δεόμεθα παρακλήσεως· ἀρκεῖ  γὰρ  ἡμῖν  εἰς  παράκλησιν  τῶν  γενομένων  ἡ  ὑπόθεσις. Θρηνοῦμεν δὲ  τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην. Τοῦτο δὴ ποιοῦντες μὴ διαλίπητε. Λανθάνοντες γὰρ καὶ κρυπτόμενοι, πλείονα σχολὴν ἔχετε νῦν προσκαρτερεῖν ταῖς εὐχαῖς,  καὶ  μετὰ  θλιβομένης  διανοίας.  Οὐ μικρὸν  δὲ  τοῦτο,  τῷ  φιλανθρώπῳ προσπίπτειν Θεῷ. Μὴ διαλίπητε οὖν τοῦτο ποιοῦντες, καὶ ἡνίκα ἂν ἐξῇ, καὶ γράφετε ἡμῖν συνεχῶς. Εἰ γὰρ καὶ πολλῷ τῷ μήκει τῆς ἐμμελείας ὑμῶν ἀπῳκίσθημεν, ἀλλ' οὐ παυόμεθα καθ' ἑκάστην ἡμέραν μεριμνῶντες τὰ ὑμέτερα, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους εἰ καὶ τούτων σπανιάκις ἐπιτυγχάνομεν ἐρωτῶντες καὶ περιεργαζόμενοι. Ἵν' οὖν σαφέστερον πάντα εἰδότες ὦμεν, ὅταν ἐγχωρῇ, παρέχετε ταύτην ἡμῖν τὴν χάριν, περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι ἡμᾶς, ἵνα καὶ ἐν  ἐρημίᾳ  διατρίβοντες  πολλὴν  καρπωσώμεθα  τὴν  παράκλησιν.

ΡΙ∆ʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.

 Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος  τοῦ χειμῶνος  ἀναπεσεῖν,  ἀλλ' ἐπιμένειν  ἔτι  μεριμνῶντα  καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων  περιτρέχοντα,  τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν  συγκροτοῦντα, διεγείροντα,  παρεγγυῶντα  μηδένα τῷ κλυδωνίῳ  παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν,  κἂν μυρία τούτων  ἐπίῃ χαλεπώτερα  κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων  τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι. Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος. ∆ιὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ  γήρᾳ  νεάζουσαν  προθυμίαν·  καὶ  οὐδὲν  ἀπεικός.  Ὅταν  μὲν  γὰρ  τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται· ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν· οὐ τοίνυν οὐδὲ ἐπεσκότησεν, ἀλλ' ἅπαντα παρὰ τῆς σῆς εὐλαβείας εἰσενήνεκται. Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι  δεῖν  ἀμφιβάλλειν.  Ἐπειδὴ  δὲ  μετὰ  τῆς  οἰκουμένης  ἁπάσης καὶ  ἡμετέραν μέριμναν κατεδέξω, διὰ τὴν πολλήν σου καὶ θερμὴν ἀγάπην, καὶ μαθεῖν ἐπιθυμεῖς οἷ διατρίβομεν, καὶ ἐν τίσιν ὁρμᾷ τὰ ἡμέτερα, καὶ τίνες οἱ συνόντες ἡμῖν, καὶ μαθεῖν οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ χάριν αὐτοῖς εἰδέναι· ἡμεῖς μὲν ὑπὲρ τῆς τοσαύτης ἀγάπης οὐ  παυσόμεθά  σε  ἀνακηρύττοντες,   στεφανοῦντες,   παρὰ  πᾶσιν  ἀναγορεύοντες, χάριτας ὁμολογοῦντες παρὰ τοῖς ἐντυγχάνουσι καὶ συγγινομένοις ἡμῖν. Αὐτὸς δὲ τὰς μεγίστας ἀμοιβὰς καὶ μείζους τῶν πόνων ἀνάμενε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν ἐσπουδακότας. Ὥστε δέ σε καὶ ἑτέρωθεν ἡσθῆναι μαθόντα τὰ ἡμέτερα, πρὸς μὲν τὸ ἐρημότατον χωρίον ἀπῳκίσθημεν, τὴν Κουκουσὸν, πλὴν ἐρημίας οὐδεμίαν αἴσθησιν ἔχομεν· τοσαύτης ἀπολαύομεν  ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας. Τά τε γὰρ λείψανα  τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν  νῦν,  τοῦ τε φόβου τῶν  Ἰσαύρων ἀπηλλάγημεν,  καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες  πολλῇ. Πάρεισι δὲ ἡμῖν καὶ οἱ τιμιώτατοι πρεσβύτεροι Κωνστάντιος καὶ Εὐήθιος, προσδοκῶνται δὲ καὶ ἕτεροι ταχέως ἀφίξεσθαι, οὓς εἰς τὸ παρὸν τὰ δεσμὰ κατεῖχεν· ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς. Μὴ δὴ διαλίπῃς  εὐχόμενος ὑπὲρ ἡμῶν  τῶν  σφόδρα σε ἀγαπώντων,  δέσποτα αἰδεσιμώτατε καὶ θεοφιλέστατε,  καὶ συνεχῶς ἐπιστέλλων, ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγείας δηλῶν τῆς σῆς. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον καθ' ἑκάστην, εἰ οἷόν τε, ἡμέραν περὶ ταύτης μανθάνειν. Τὸν δεσπότην μου τὸν  τιμιώτατον  καὶ εὐλαβέστατον  πρεσβύτερον Ἀσυγκρίτιον, μετὰ τῶν γλυκυτάτων  αὐτοῦ παιδίων, καὶ πάντα σου τῆς θεοσεβείας τὸν κλῆρον πολλὰ παρ'  ἡμῶν  προσειπεῖν  παρακλήθητι.

ΡΙΕʹ. Θεοφίλῳ  πρεσβυτέρῳ.

 Καὶ τοῦτο  τῆς εὐγνωμοσύνης, καὶ τῆς σῆς εὐχαρίστου σου γνώμης, τὸ μηδενὸς ἀπολελαυκότα παρὰ τούτων,  οἷς σε παρακατεθέμεθα, τὸ πᾶν  ἀπειληφέναι  νομίζειν  ἀπὸ τῆς ἡμετέρας προθυμίας. Ἀλλ' ἡμεῖς οὐκ ἀρκεσθησόμεθα τούτῳ, ἀλλὰ καὶ τῷ κυρίῳ μου Θεοδώρῳ τῷ  ἐπαρχικῷ,   τῷ  ἀγαγόντι   ἡμᾶς  εἰς  τὴν   Κουκουσὸν,  πολλὰ   ταύτης   ἕνεκεν διελέχθημεν  τῆς ὑποθέσεως, καὶ πολλοῖς  ἐπιστέλλοντες  καὶ ταῦτα ἐπεστάλκαμεν. Ἄν τε γοῦν γένηταί τι ἀπὸ τῶν γραμμάτων πλέον τῶν ἡμετέρων, ἄν τε γράμματα μένῃ  μόνον  τὰ  γράμματα,  μηδὲν  ἀνύσαντα  παρὰ  τοῖς  ἀποδεχομένοις  αὐτὰ,  διὰ ταχέων  ἡμῖν  δηλῶσαι  σπούδασον. Καὶ γὰρ  ἐν  τούτῳ  μάλιστα  τὴν  ἀγάπην  σου θαυμάζομεν, καὶ τοῦ θαῤῥεῖν ἡμῖν τοῦτο μέγιστον ποιούμεθα σημεῖον, τὸ καὶ περὶ τούτων ἡμῖν διαλέγεσθαι. ∆ήλωσον τοίνυν ἡμῖν ἄν τε γένηταί τι πλέον, ἄν τε μηδὲν, ἵν' ἂν  μὲν  τὸ  πρότερον  ᾖ, χάριτας  ὁμολογήσωμεν  τοῖς  τὴν  ἑαυτῶν  ὠφεληκόσι ψυχήν· ἑαυτοῖς γὰρ μᾶλλον ἢ σοὶ χαριοῦνται τοῦτο ποιοῦντες· ἄν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν  ἐπινοήσωμεν, δι' ἧς πάντως  πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες  ψυχῆς. Καὶ γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐδοκιμήσεως εὐαγγελιζόμενος.

ΡΙς ʹ. Βαλεντίνῳ.

Τί τοῦτο; Εἰδὼς ὅπως σου χαίρομεν τοῖς ἀγαθοῖς, καὶ σκιρτῶμεν ἐπὶ ταῖς  σαῖς  εὐδοκιμήσεσι, καὶ  πρὸ  πάντων  ὀφείλων   ἡμῖν  δηλῶσαι  τῆς  τιμῆς  τὸ μέγεθος, εἰς ὃ νῦν ἀνέβης, ὑπέμεινας ἡμᾶς πρότερον παρ' ἑτέρων μαθεῖν τοῦτο, καὶ οὐ νομίζεις δεῖσθαί σοι πολλῆς εἰς τοῦτο ἀπολογίας, ὅτι ἠνέσχου, τό γε σὸν μέρος, τοσοῦτον  χρόνον  ἡμᾶς  ζημιῶσαι  εὐφροσύνης  μέγεθος  τηλικοῦτον;  Τὸ μὲν  γὰρ ἀξίωμά σου τὸ ἀληθὲς, καὶ ἡ μεγίστη σου ἀρχὴ, τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετή. Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος. Πῶς οὖν ἡμῖν ἀπολογήσῃ καλῶς; Τῇ πυκνότητι τῶν ἐπιστολῶν, καὶ τῷ συνεχῶς τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλοῦν τῆς σῆς  καὶ τοῦ οἴκου σου παντός. Ἐπεὶ οὖν σε καὶ τὸν τρόπον τῆς ἀπολογίας ἐδιδάξαμεν, προστίθει τὰ παρὰ σαυτοῦ λοιπόν. Εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, γραψόμεθά σε ῥᾳθυμίας πολλῆς, καὶ ἀλγήσομεν. Οἶδα δὲ σαφῶς ὅτι πικροτάτην ταύτην ἡγήσῃ διδόναι δίκην, τὸ ἀλγεῖν  ἐπὶ τούτοις ἡμᾶς, ἐπειδὴ οἶδα πῶς καὶ φιλεῖν  ἡμᾶς γνησίως καὶ θερμῶς ἐσπούδακας.

ΡΙΖʹ. Θεοδώρᾳ.

 Γράφω μὲν  ὀλιγάκις  τῇ  κοσμιότητί  σου, διὰ  τὸ  μὴ ῥᾳδίως ἐπιτυγχάνειν  τῶν κομιζόντων τὰ γράμματα· μέμνημαι δέ σου οὐκ ὀλιγάκις, ἀλλὰ καὶ διηνεκῶς. Τὸ μὲν γὰρ ἐφ' ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐφ' ἡμῖν· ἀλλὰ τοῦ μὲν μεμνῆσθαι διηνεκῶς, αὐτοὶ κύριοι, τοῦ δὲ κομίζειν τὰς ἐπιστολὰς, οὐκ ἔτι. ∆ιὰ τοῦτο τὸ μὲν ἀεὶ γίνεται,  τὸ δὲ, ἡνίκα ἂν ἐξῇ. Τὰς μὲν οὖν ἄλλας ἐπιστολὰς πρόσρησιν ἐχούσας ἐπέμπομεν, ταύτην δὲ καὶ χάριτος αἴτησιν. Τίς δὲ ἡ χάρις; Σοὶ τῇ παρεχούσῃ μᾶλλον, ἢ τῷ δεχομένῳ τὸ κέρδος φέρουσα, καὶ πρὸ τοῦ λαμβάνοντος τὸν διδόντα ὠφελοῦσα. Καὶ γὰρ ἦλθεν εἰς ἡμᾶς, ὅτι δὴ Εὐστάθιος τῶν προσκεκρουκότων ἐστὶ τῇ τιμιότητί σου, καὶ τῆς οἰκίας τῆς σῆς ἐξέπεσε, καὶ ἀπὸ ὄψεως γέγονεν. Ὅπως μὲν οὖν ἔχει τοῦ πράγματος ἡ φύσις, καὶ τίνος ἕνεκεν τοσαύτην ὑπέμεινεν ὀργὴν, εἰπεῖν οὐκ ἔχω· ἐκεῖνο γὰρ ἔγνων μόνον· ἃ δὲ χρή σε παρ' ἡμῶν ἀκοῦσαι τῶν σφόδρα σου τῆς σωτηρίας ἀντεχομένων,  ἐστὶ ταῦτα. Οἶσθα ὡς οὐδὲν  ὁ παρὼν  βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται  ἠρινὰ,  καὶ  σκιὰς  ἀδρανεῖς,  καὶ  ὀνειράτων   ἐστὶν  ἀπάτη·  τὰ  δὲ  ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν  ἀποδημίαν ἡμᾶς διαδεξόμενά   ἐστι.   Ταῦτα   καὶ   παρ'   ἡμῶν   πολλάκις   ἤκουσας,   καὶ   οἴκοθεν φιλοσοφοῦσα διατελεῖς. ∆ιόπερ οὐδὲ μακρὰν ποιοῦμαι τὴν ἐπιστολὴν, ἀλλ' ἐκεῖνό φαμεν·  εἰ μὲν  ἀδίκως  τινὲς  ἐπηρεάσαντες ἐξέβαλον,  αἰδουμένη  τοῦ δικαίου  τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον·  εἰ δὲ δικαίως, τοὺς τῆς φιλανθρωπίας  τιμῶσα νόμους, τὸ αὐτὸ δὴ τοῦτο πάλιν ποίησον, ἔνθα καὶ αὐτὴ τὸ πλέον καρπώσῃ μᾶλλον ἢ ἐκεῖνος.  Ὥσπερ γὰρ ὁ τὸν  ὁμόδουλον  ἀπαιτῶν  τὰ ἑκατὸν  δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας· οὕτως ὁ παρατρέχων  τὰ  τοῦ  πλησίον  ἁμαρτήματα  ἡμερωτέρας  ἑαυτῷ  ποιεῖ  τὰς  ἐν  τῷ μέλλοντι  εὐθύνας,  καὶ ὅσῳ ἂν μείζονα  τὰ ἁμαρτήματα ἀφῇ, τοσούτῳ καὶ αὐτὸς πλείονος τεύξεται τῆς συγχωρήσεως. Οὐ ταύτῃ δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλὰ καὶ τῷ δουλικὴν διδόντα χάριν, δεσποτικὴν λαμβάνειν δωρεάν. Μὴ τοίνυν μοι λέγε, ὅτι τὸ καὶ τὸ αὐτῷ πεπλημμέληται.  Ὅσῳ γὰρ ἂν δείξῃς χαλεπώτερα  τὰ γεγενημένα, τοσούτῳ τῆς συγχωρήσεως ἀναγκαιοτέραν  ἀποφαίνεις  τὴν   πρόφασιν, ἐπειδήπερ πολλῷ  πλείονα  φιλανθρωπίας  ἐν τῷ μέλλοντι  προαποθήσῃ σαυτῇ τὴν ὑπόθεσιν. Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ· χάρισαι καὶ ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ δεῖξον πῶς καὶ ἀπὸ βραχείας ἐπιστολῆς τοσαύτην ἔχομεν δύναμιν. Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς  παῤῥησίας καὶ ἐντεῦθεν  αἰτεῖν  παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον. Καὶ γὰρ μέγα καθάρσιον ἁμαρτημάτων ἡ εἰς τὸν πλησίον  φιλοφροσύνη·  Ἐὰν γὰρ  ἀφῆτε  τοῖς  ἀνθρώποις,  φησὶ, τὰ  παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτ' οὖν ἅπαντα λογισαμένη πέμψον  ἡμῖν  ἐπιστολὴν,  δηλοῦσαν  ὅ τι ἤνυσαν  τὰ γράμματα ἡμῶν.  Τὸ μὲν  γὰρ ἡμέτερον ἀπήρτισται, καὶ πεποιήκαμεν οὗπέρ ἐσμεν κύριοι παρεκαλέσαμεν, ἐδεήθημεν, χάριν ᾐτήσαμεν, συνεβουλεύσαμεν ἅπερ ἐχρῆν. Πᾶσα δέ ἐστιν ὑπὲρ σοῦ λοιπὸν ἡ σπουδή. Ἡμῖν μὲν γὰρ ὁ μισθὸς, ἄν τε γένηταί τι πλέον, ἄν τε μὴ γένηται, τῆς παρακλήσεως ταύτης ἀποκείσεται· ἔστι γὰρ καὶ ῥημάτων λαβεῖν ἀμοιβήν. Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων  κατορθωμάτων  τὰ μέλλοντα  καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας.

ΡΙΗʹ. Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ.

Δεσμωτήριον  οἰκεῖτε,  καὶ  ἄλυσιν  περίκεισθε,  καὶ  μετὰ  τῶν   αὐχμώντων   καὶ ῥυπώντων  ἐστὲ κατακεκλεισμένοι· καὶ τί ἂν γένοιτο μακαριώτερον ὑμῶν τούτων ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη  διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον  οἰκίαι περιφανεῖς  καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως  διὰ τὴν αὐτὴν  ὑπόθεσιν; ∆ιὰ ταῦτα σκιρτᾶτε, ἀγάλλεσθε, στεφανοῦσθε, χορεύετε, ὅτι πολλῆς ἐμπορίας ὑμῖν ὑπόθεσις τὰ συμβάντα λυπηρά. Τοῦτο σπόρος ἄμητον προαναφωνῶν  ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν   πολλὴν   προξενῶν.   Ταῦτ'  οὖν   ἅπαντα   ἀναλογισάμενοι,   κύριοί  μου τιμιώτατοι  καὶ εὐλαβέστατοι, χαίρετε καὶ εὐφραίνεσθε, μὴ διαλίπητε  τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζοντες, καὶ καιρίας τῷ διαβόλῳ διδόντες πληγὰς, καὶ πολλὴν ἑαυτοῖς ἐν τοῖς  οὐρανοῖς προαποτιθέμενοι  τὴν  ἀμοιβήν. Οὐ γὰρ ἄξια τὰ παθήματα  τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ὑμᾶς. Γράφετε δὲ καὶ ἡμῖν συνεχῶς. Σφόδρα γὰρ ἐπιθυμοῦμεν γράμματα δέχεσθαι παρ' ἀνθρώπων διὰ τὸν Θεὸν δεδεμένων,   τὰ  παθήματα  ὑμῶν  ἀπαγγέλλοντα,   καὶ  πολλὴν   ἐντεῦθεν,   καὶ  ἐν ἀλλοτρίᾳ διατρίβοντες, καρπωσόμεθα τὴν παράκλησιν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |