ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν

Τρίτη 25 Οκτωβρίου 2016

Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν. Ὁμιλία εʹ.

αʹ. Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν  Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον  ἰδεῖν  βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις  τὸ κέρδος, ἀλλὰ  πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν  κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. ∆ιὰ τοῦτο πολλοὶ  νῦν  μακράν τινα καὶ διαπόντιον  ἀποδημίαν στέλλονται ἀπὸ τῶν  περάτων  τῆς γῆς εἰς τὴν  Ἀραβίαν τρέχοντες,  ἵνα  τὴν  κοπρίαν  ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι  τὴν  γῆν  τὴν  τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον  αἵματι.


Καὶ τὰ τραύματα δὲ ἐκεῖνα  ἁπάντων  λίθων  ἦν  τιμιώτερα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπεύσεις τὴν  ὀδύνην· ἀναμνήσας δὲ αὐτὸν  τῶν  τραυμάτων  τοῦ Ἰὼβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω λέγων· Τί πενθεῖς, ἄνθρωπε; σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν  παίδων  ὁλόκληρον  ἀφαιρεθῆναι  τὸν χορὸν καὶ αὐτῇ  τῇ σαρκὶ τὴν  πληγὴν  ἐδέξατο, καὶ γυμνὸς  ἐπὶ  τῆς  κοπρίας ἐκάθητο  ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινὸς,  ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς  ἀρετῆς  ἔχων.  Ἂν  γὰρ ταῦτα  εἴπῃς  τὰ  ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος   τὴν  ἀθυμίαν,  καὶ  πᾶσαν  ἀνεῖλες   τὴν  ὀδύνην,  καὶ  γίνεται   οὕτω χρησιμώτερα μαργαριτῶν  τὰ τραύματα τοῦ δικαίου. Ὑπογράψατε τοίνυν  ἑαυτοῖς τὸν ἀθλητὴν  καὶ ὑμεῖς, καὶ νομίζετε βλέπειν  τὴν κοπρίαν ἐκείνην,  καὶ αὐτὸν  ἐν μέσῳ καθήμενον τῆς κοπρίας, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα· οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο  σῶμα παραβαλεῖν·  οὕτω  καὶ  πάσης ὕλης  τιμαλφεστάτης  ἐκ  πολλοῦ  τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων  φαιδρότερα· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ   τῆς   διανοίας   ἡμῶν   φωτίζει   τὰ   ὄμματα,   ἐκεῖνα   καθάπαξ   τὸν   διάβολον ἀπετύφλωσε. ∆ιὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δέ μοι κἀντεῦθεν, ἀγαπητὲ, μάνθανε τὸ τῆς θλίψεως κέρδος πόσον ἐστίν. Ἡνίκα μὲν γὰρ ἐπλούτει καὶ ἀνέσεως ἀπήλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτὸν, ψευδῶς μὲν, ἔσχε δ' οὖν ὅμως εἰπεῖν· Μὴ δωρεὰν σέβεταί σε ὁ Ἰώβ; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε καὶ ἐποίησε πένητα, οὐδὲ γρῦξαι λοιπὸν ἐτόλμησε· καὶ ὅτε μὲν πλούσιος ἦν,  ὑπισχνεῖτο   παλαίειν   αὐτῷ,   καὶ  ὑποσκελίζειν   ἠπείλει·   ἐπειδὴ   δὲ  πένητα εἰργάσατο,  καὶ   πάντων   ἀπεστέρησε,  καὶ   εἰς   ἐσχάτην   ὀδύνην   ἐνέβαλε,   τότε ἀπεπήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε  τὴν  σάρκα, τότε  ἔφυγεν  ἡττηθείς.  Εἶδες  πόσον  πενία  πλούτου,  καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ; Τίς εἶδε, τίς  ἤκουσεν οὕτω  θαυμαστὰ παλαίσματα; Οἱ τῶν  ἔξωθεν  ἀγώνων  πύκται,   ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων,  τότε νικῶσι καὶ στεφανοῦνται· οὗτος δὲ, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, παντοδαποῖς ἕλκεσιν αὐτὸ διατρήσας, καὶ ἀσθενέστερον ἐποίησε, τότε ἐνικήθη καὶ ἀνεχώρησε· καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν  τὰς  πλευρὰς,  αὐτῷ  μὲν  πλέον  οὐδὲν  ἐγένετο,  τὸν  γὰρ ἐναποκείμενον θησαυρὸν  οὐκ  ἀπεσύλησεν,  ἡμῖν  δὲ  φανερώτερον  αὐτὸν  ἐποίησε,  καὶ  διὰ  τῆς διωρυγῆς ἐκείνης ἔδωκεν ἅπασιν εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν  αὐτοῦ τὸν  πλοῦτον  ἅπαντα·  καὶ  ὅτε  κρατεῖν  προσεδόκησε, τότε  μετ' αἰσχύνης  πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε. Τί γέγονεν, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς;  οὐκ ἐγένετο  πάντα  ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες  αὐτοῦ τὰ ποίμνια,  τὰ βουκόλια, τὰς ἀγέλας τῶν  ἵππων,  τῶν  ἡμιόνων;  οὐχὶ καὶ τὸν χορὸν τῶν  παίδων ἀπώλεσας,  καὶ  τὴν  σάρκα  κατέκοψας  ἅπασαν;  τίνος  ἕνεκεν  ἀνεχώρησας;  Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι' ὃ πάντα ἐκεῖνα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε· διὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ. Τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ  σώματος  πληγῆς,  ἀλλὰ  τοὐναντίον   ἤπερ  ἐβουλόμην  ἐξέβη,  λαμπρότερον ἐποίησα τὸν  ἐχθρὸν,  καὶ φαιδρότερον  εἰργασάμην. Ἔγνως  ὅσον τῆς  θλίψεως  τὸ κέρδος, ἀγαπητέ; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον  ἦν, πολλῷ  δὲ σεμνότερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων· ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν  εὐπρέπειαν. Εἰ δὲ μὴ ἀπέδυσεν αὐτὸν,  οὐκ ἂν ἔγνωμεν  τοῦ στεφανίτου  τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ  ἀκτῖνες·  εἰ  μὴ  ἐκάθισεν  αὐτὸν  ἐπὶ  τῆς  κοπρίας,  οὐκ  ἂν  ἔγνωμεν  αὐτοῦ  τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασιλεὺς, ὡς ἐκεῖνος ἐπὶ τῆς κοπρίας τότε καθήμενος ἐπίσημος ἦν καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην οὐρανῶν βασιλεία.

βʹ. Ταῦτα  οὖν  ἅπαντα  ἀναλογιζόμενοι  ἀνενέγκωμεν   ἐκ  τῆς  κατεχούσης ἀθυμίας ἡμᾶς. Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε  τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων  ἐκείνων ἀνδρῶν,  ἵνα  διὰ  τῶν  ἔργων  αὐτῶν  μάθητε,  ὅτι  οὐδὲν  δεινὸν  τῶν  ἀνθρωπίνων δεινῶν,  ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων  δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος. Ὀνόματα γὰρ ταῦτά ἐστι μόνον  τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόματα, πραγμάτων  ἔρημα· ἡ δ' ἀληθὴς συμφορὰ τὸ προσκροῦσαι Θεῷ, καὶ ποιῆσαί τι τῶν μὴ δοκούντων  αὐτῷ. Τί γὰρ  ἔχει  δεινὸν  ὁ  θάνατος,  εἰπέ  μοι; ὅτι  σε ταχύτερον  ἐπὶ  τὸν  εὔδιον  λιμένα παραπέμπει  καὶ  τὴν  ἀτάραχον  ἐκείνην  ζωήν; κἂν  γὰρ ἄνθρωπος  μὴ ἀποκτείνῃ, αὐτὸς τῆς φύσεως ὁ νόμος ἐπελθὼν, οὐ διαλύσει τὸ σῶμα ἀπὸ τῆς ψυχῆς; κἂν γὰρ μὴ νῦν  γένηται  τοῦτο, ἔσται μικρὸν ὕστερον, ὃ νῦν  δεδοίκαμεν. Καὶ ταῦτα λέγω  οὐ προσδοκῶν τι δεινὸν, οὐδὲ λυπηρόν· μὴ γένοιτο· ἀλλὰ ὑπὲρ τῶν  δεδοικότων  τὸν θάνατον  αἰσχυνόμενος.  Τοσαῦτα προσδοκῶν, εἰπέ  μοι, ἀγαθὰ, ἃ μήτε  ὀφθαλμὸς εἶδεν, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν  ἀνθρώπου ἀνέβη, ἀναδύῃ πρὸς τὴν ἀπόλαυσιν, καὶ ἀμελεῖς καὶ ὀκνεῖς; καὶ οὐκ ὀκνεῖς μόνον, ἀλλὰ καὶ δέδοικας καὶ φρίττεις;  Καὶ πῶς οὐκ αἰσχρὸν, ὅτι σὺ διὰ θάνατον  ὀδυνᾶσαι, Παῦλος δὲ διὰ τὴν παροῦσαν ἔστενε ζωήν; καὶ Ῥωμαίοις γράφων ἔλεγεν, ὅτι Καὶ ἡ κτίσις συστενάζει, καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες στενάζομεν. Καὶ ταῦτα ἔλεγεν οὐχὶ τῶν  παρόντων  καταγινώσκων,  ἀλλὰ τὰ μέλλοντα  ποθῶν. Ἐγευσάμην, φησὶ, τῆς χάριτος, καὶ οὐ στέγω τὴν ἀναβολήν· τὴν ἀπαρχὴν ἔχω τοῦ πνεύματος, καὶ πρὸς τὸ πᾶν ἐπείγομαι· ἀνέβην εἰς τρίτον οὐρανὸν, εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, εἶδον τὰ βασίλεια τὰ λαμπρὰ, ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα, καὶ διὰ ταῦτα στενάζω. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλικὰς εἰσήγαγεν αὐλὰς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βασίλεια ἐπανάξειν  ἐκεῖνα, καὶ διηνεκῆ  δώσειν ἐκεῖ μονήν· ἆρα οὐκ ἔμελλες ἀλύειν, καὶ δυσανασχετεῖν, καὶ πρὸς αὐτὰς τὰς ὀλίγας ἡμέρας; Τοῦτο δὴ καὶ ἐπὶ τῶν οὐρανῶν λογίζου, καὶ ἐπὶ τῆς γῆς, καὶ στένε μετὰ Παύλου. μὴ διὰ τὸν θάνατον, ἀλλὰ διὰ τὴν παροῦσαν ζωήν. Καὶ δός μοι κατὰ Παῦλον γενέσθαι, φησὶ, καὶ οὐδέποτε φοβηθήσομαι θάνατον. Καὶ τί τὸ κωλύον κατὰ Παῦλον γενέσθαι σε, ἄνθρωπε; οὐχὶ πένης  ἦν  ἐκεῖνος;  οὐχὶ  σκηνοποιός;  οὐκ  ἰδιώτης;  Εἰ μὲν  γὰρ  πλούσιος  ἦν  καὶ εὐγενὴς,  εἶχον  ἴσως οἱ πένητες  πρὸς τὸν  αὐτὸν  καλούμενοι  ζῆλον,  τὴν  ἑαυτῶν προβάλλεσθαι πενίαν·  νυνὶ  δὲ οὐδὲν τούτων  ἔχεις εἰπεῖν· καὶ γὰρ χειροτέχνης  ὁ ἄνθρωπος ἦν, καὶ ἐκ τῶν καθημερινῶν ἀπετρέφετο πόνων· καὶ σὺ μὲν ἐξ ἀρχῆς τὴν εὐσέβειαν διεδέξω  παρὰ πατέρων,  καὶ ἐκ πρώτης  ἡλικίας  τοῖς  ἱεροῖς γράμμασιν ἐνετράφης· ἐκεῖνος δὲ καὶ βλάσφημος γέγονε, καὶ διώκτης, καὶ ὑβριστὴς, καὶ τὴν Ἐκκλησίαν ἐπόρθησεν, ἀλλ' ὅμως οὕτως ἀθρόον μετεβάλετο, ὡς ἅπαντας ὑπερβαλέσθαι τῇ τῆς προθυμίας σφοδρότητι, καὶ βοᾷ λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τὸν ∆εσπότην ἐμιμήσατο, σὺ δὲ τὸν σύνδουλον οὐ μιμῇ, ὁ ἐξ ἀρχῆς ἐν εὐσεβείᾳ τραφεὶς τὸν ὕστερον ἐκ μεταβολῆς προσελθόντα τῇ πίστει;  Οὐκ οἶσθα,  ὅτι  οἱ  ἐν  ἁμαρτίαις  ὄντες,  κἂν  ζῶσιν,  ἀπέθανον·  οἱ  δὲ  ἐν δικαιοσύνῃ ζῶντες, κἂν ἀποθάνωσι, ζῶσι; Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος· ἀπόφασίς ἐστι τοῦ Χριστοῦ πρὸς τὴν  Μάρθαν λέγοντος· Πᾶς ὁ πιστεύων  εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. Μὴ γὰρ μῦθός ἐστι τὰ ἡμέτερα; Εἰ Χριστιανὸς εἶ, πίστευε τῷ Χριστῷ· εἰ πιστεύεις τῷ Χριστῷ, διὰ τῶν ἔργων ἐπίδειξόν μοι τὴν πίστιν. Πῶς δὲ ἐπιδείξῃ διὰ τῶν ἔργων τὴν πίστιν; Ἐὰν καταφρονῇς θανάτου. Καὶ γὰρ καὶ ταύτῃ διεστήκαμεν τῶν  ἀπίστων.  Ἐκεῖνοι μὲν  γὰρ καλῶς  φοβοῦνται  τὸν  θάνατον,  ἀναστάσεως γὰρ ἐλπίδα οὐκ ἔχουσι· σὺ δὲ ὁ πρὸς βελτίονα ὁδεύων ὁδὸν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖν ἔχων, ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως μὲν θαῤῥῶν, ὁμοίως δὲ  τοῖς  ἀπιστοῦσι  τῇ  ἀναστάσει  τὸν  θάνατον  δεδοικώς;  Ἀλλ'  οὐ  τὸν  θάνατον δέδοικα, φησὶν, οὐδὲ τὸ ἀποθανεῖν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν, τὸ ἀποτμηθῆναι τὴν κεφαλήν. Οὐκοῦν ὁ Ἰωάννης  κακῶς ἀπέθανεν; ἀπετμήθη γάρ· οὐκοῦν ὁ Στέφανος κακῶς ἀπ  έθανε; κατελεύσθη γάρ· καὶ μάρτυρες οἱ δὲ πάντες ἀθλίως τὸ καθ' ὑμᾶς ἐτελεύτησαν· ἐπειδὴ οἱ μὲν ἐν πυρὶ, οἱ δὲ σιδήρῳ τὸν βίον κατέλυσαν· καὶ οἱ μὲν εἰς πέλαγος, οἱ δὲ εἰς κρημνὸν, οἱ δὲ εἰς ὀδόντας ἐμπεσόντες θηρίων, οὕτως ἀπέθανον.  Οὐ τοῦτό  ἐστι  τὸ  κακῶς  ἀποθανεῖν,  ἄνθρωπε,  τὸ  βιαίῳ  τελευτῆσαι θανάτῳ, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ἀποθανεῖν. Ἄκουσον γοῦν τοῦ προφήτου περὶ αὐτῶν τούτων φιλοσοφοῦντος καὶ λέγοντος· Θάνατος ἁμαρτωλῶν πονηρός· οὐκ εἶπε· Θάνατος βίαιος πονηρός· ἀλλὰ τί; Θάνατος ἁμαρτωλῶν πονηρός. ∆ικαίως· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν  ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη.

γʹ. Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ' ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν; ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ πυρὶ τὴν παροῦσαν ἀποθέσθαι  ζωὴν,  ὅταν  πρὸς  τὰ  ἀθάνατα  μέλλωσιν  ἀποδημεῖν  ἀγαθά.  Ἀληθῶς Θάνατος ἁμαρτωλῶν πονηρός. Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης  καὶ τῶν  ἐπιτηδείων  παρόντων οἰκείᾳ τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ. Ἀλλ' οὐχ ὁ Λάζαρος οὕτως· ἀλλ' ἐπ' αὐτοῦ τοῦ ἐδάφους τῶν κυνῶν παρόντων καὶ λειχομένων τὰ  τραύματα,  βίαιον  θάνατον  ὑποστὰς,  τί  γὰρ  λιμοῦ  γένοιτ'  ἂν  ὀδυνηρότερον; ἀπελθὼν   ἐκεῖ  τῶν  αἰωνίων   ἀπήλαυσεν  ἀγαθῶν,  ἐντρυφῶν   τοῖς  κόλποις  τοῦ Ἀβραάμ. Τί τοίνυν  παρέβλαψεν  αὐτὸν  τὸ βιαίως  ἀποθανεῖν;  τί δὲ τὸν  πλούσιον ὤνησε τὸ μὴ βιαίως ἀποθανεῖν; Ἀλλ' οὐ τὸ βιαίως, φησὶν, ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δεδοίκαμεν,   καὶ   τὸ   μηδὲν   τετολμηκότες,   ὧν   ὑποπτευόμεθα,   τοῖς   ἑαλωκόσι κολασθῆναι παραπλησίως. Τί λέγεις, εἰπέ μοι; τὸ ἀδίκως ἀποθανεῖν δέδοικας; ἀλλὰ δικαίως   ἐβούλου;  Καὶ  τίς   οὕτως   ἄθλιος   καὶ  ταλαίπωρος,   ὡς  παρὸν  ἀδίκως ἀποθανεῖν,  δικαίως ἑλέσθαι μᾶλλον; Εἰ γὰρ θάνατον  δεδοικέναι  χρὴ, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρὴ, ὡς ὅ γε ἀδίκως ἀποθανὼν κατ' αὐτὸ τοῦτο κοινωνεῖ τοῖς  ἁγίοις   ἅπασιν.  Οἱ  γὰρ  πλείους   τῶν   εὐδοκιμηκότων   παρὰ  τῷ  Θεῷ  καὶ λαμψάντων,   ἄδικον   ὑπέστησαν  τελευτὴν,   καὶ   πρῶτος   ὁ  Ἄβελ·  οὐ  γὰρ   δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν,  οὐδὲ λυπήσας τι τὸν Κάϊν, ἀλλ' ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη· ὁ δὲ Θεὸς συνεχώρησεν, ἆρα φιλῶν  αὐτὸν  ἢ μισῶν; εὔδηλον ὅτι φιλῶν,  καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ τῆς  ἀδικωτάτης   σφαγῆς.  Ὁρᾷς  ὅτι  οὐ  τὸ  βιαίως  ἀποθανεῖν,   οὔτε  τὸ  ἀδίκως ἀποθανεῖν  δεδοικέναι  χρὴ, ἀλλὰ  τὸ ἐν  ἁμαρτίαις  ἀποθανεῖν;  Ὁ Ἄβελ  ἀπέθανεν ἀδίκως, ὁ Κάϊν ἔζη στένων καὶ τρέμων· τίς οὖν, εἰπέ μοι, μακαριώτερος ἦν, ὁ μετὰ δικαιοσύνης ἀναπαυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀποθανὼν, ἢ ὁ δικαίως κολαζόμενος;   Βούλεσθε  εἴπω   πρὸς  τὴν   ὑμετέραν   ἀγάπην,   πόθεν   δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος, ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων, καθάπερ ὁ μακάριος Παῦλος. Καὶ πρὸς τούτοις  πάλιν  οὐ φοβούμεθα γέενναν,  διὰ τοῦτο φοβούμεθα  θάνατον·  οὐκ ἴσμεν  τῆς   ἐκεῖ  κολάσεως   τὸ  ἀφόρητον,   διὰ  τοῦτο   τελευτὴν   ἀντὶ   ἁμαρτίας δεδοίκαμεν· ὡς εἰ ἐκεῖνος κατεῖχε τὴν ψυχὴν ἡμῶν ὁ φόβος, οὐδὲ ἐπεισελθεῖν οὗτος  ἠδύνατο.  Καὶ τοῦτο  οὐ πόῤῥωθέν  ποθεν,  ἀλλ' οἴκοθεν  καὶ ἐξ αὐτῶν  τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν. Ἐπειδὴ γὰρ ἦλθε παρὰ βασιλέως τὰ γράμματα τὴν εἰσφορὰν ταύτην  τὴν ἀφόρητον  εἶναι δοκοῦσαν κελεύοντα καταθεῖναι, πάντες ἐστασίαζον, πάντες ἐφιλονείκουν, ἐδυσχέραινον,  ἠγανάκτουν,  πρὸς ἀλλήλους  ἀπαντῶντες  ἔλεγον·  Ἀβίωτος ἡμῖν  ὁ βίος,  ἀνετράπη  ἡ  πόλις,  οὐδεὶς  ὑποστῆναι  δυνήσεται  τῆς  εἰσφορᾶς  ταύτης  τὸ μέγεθος· καὶ ἤσχαλλον πάντες ὡς περὶ τῶν  ἐσχάτων αὐτῶν  κινδυνεύοντες.  Μετὰ ταῦτα, ἐπειδὴ συνέβη τὰ τολμηθέντα,  καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες, τοὺς ἀνδριάντας καθεῖλον, καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον, καὶ νῦν περὶ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες τὸν βασιλέα· οὐκ  ἔτι  λοιπὸν  ἡμᾶς  ἡ  τῶν  χρημάτων  δάκνει  ζημία,  ἀλλ'  ἕτερα  ἀντ' ἐκείνων  πάντων  ἀκούω λεγόντων·  Λαβέτω τὴν οὐσίαν ὁ βασιλεὺς, ἀποστησόμεθα καὶ τῶν  ἀγρῶν  καὶ τῶν  οὐσιῶν  ἀγαπητῶς,  μόνον  ἂν τὸ σῶμα γυμνόν  τις  ἡμῖν ὑπόσχηται διασώζειν. Ὥσπερ οὖν πρὶν ἢ τὸν τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακνεν  ἡμᾶς  ἡ ζημία  τῶν  χρημάτων,  ἐπειδὴ  δὲ ἐτολμήθη  τὰ  παράνομα  ταῦτα τολμήματα, ὁ τοῦ θανάτου  φόβος ἐπεισελθὼν  τὴν ὀδύνην  τῆς ζημίας ἀπώθησεν· οὕτως εἰ ὁ τῆς γεέννης  φόβος κατεῖχεν  ἡμῶν  τὰς ψυχὰς, οὐκ ἂν ὁ τοῦ θανάτου φόβος κατέσχεν· ἀλλ' ὥσπερ ἐπὶ τῶν σωμάτων, ὅταν δύο ἡμᾶς κατάσχωσιν ὀδύναι, ἡ δυνατωτέρα τὴν καταδεεστέραν ἀποκρύπτειν εἴωθεν· οὕτω καὶ νῦν ἐγένετο ἄν· εἰ τὸ τῆς μελλούσης κολάσεως δέος ἔμενεν ἐπὶ τῆς ψυχῆς, πάντα ἀνθρώπινον  ἀπέκρυψε φόβον. Ὥστε εἴ τις σπουδάζει διὰ παντὸς μεμνῆσθαι γεέννης, πάσης καταγελάσεται τελευτῆς·  καὶ  τοῦτο  οὐ  τῆς  παρούσης  αὐτὸν  ἀπαλλάξει  μόνον  ἀγωνίας,  ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός. Ὁ γὰρ διὰ παντὸς γέενναν δεδοικὼς, οὐδέποτ' εἰς τὸ τῆς γεέννης ἐμπεσεῖται πῦρ, τῷ διηνεκεῖ τούτῳ σωφρονιζόμενος φόβῳ. ∆ότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ παιδικὸν φοβούμεθα φόβον θάνατον δεδοικότες, ἁμαρτίαν δὲ μὴ δεδοικότες. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δ' οὐ δέδοικεν· ἀλλ' ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ  καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον  φρίττει προσωπεῖον, τὸ δ' ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ· οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκαταφρόνητον  προσωπεῖον, ἁμαρτίαν δ' οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερὸν, καὶ πυρὸς δίκην κατεσθίει τὸ συνειδός. Καὶ ταῦτα οὐκ ἀπὸ τῆς τῶν πραγμάτων  φύσεως, ἀλλ' ἐξ ἀνοίας ἡμῖν συμβαίνειν εἴωθεν· ὡς ἐὰν λογιζώμεθα,  τί  ποτ'  ἔστι  θάνατος,  οὐδέποτ'  αὐτὸν  δείσομεν.  Τί  ποτ'  οὖν  ἐστι θάνατος; Ὅπερ ἐστὶν ἱμάτιον ἀποδύσασθαι· καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τελευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν. Τί ποτέ ἐστι θάνατος; Ἀποδημία πρόσκαιρος, ὕπνος μακρότερος τοῦ συνήθους· ὥστε εἰ δέδοικας θάνατον, φοβοῦ καὶ ὕπνον· εἰ διὰ τοὺς τελευτῶντας ἀλγεῖς, ἄλγησον καὶ διὰ τοὺς ἐσθίοντας καὶ διὰ τοὺς πίνοντας·  ὥσπερ γὰρ τοῦτο φυσικὸν, οὕτω κἀκεῖνο. Μὴ λυπείτω  σε τὰ τῆς φύσεως, λυπείτω σε μᾶλλον τὰ τῆς πονηρᾶς προαιρέσεως, μηδὲ τὸν τελευτῶντα  πενθήσῃς, ἀλλὰ πένθησον τὸν ἐν ἁμαρτίαις ζῶντα.

δʹ. Βούλει εἴπω καὶ ἑτέραν αἰτίαν, δι' ἢν τὸν θάνατον δεδοίκαμεν; Οὐ ζῶμεν μετ'  ἀκριβείας,  οὐκ  ἔχομεν  συνειδὸς  ἀγαθόν·  ὡς  εἰ  τοῦτο  ἦν,  οὐδὲν  ἡμᾶς  ἂν ἐφόβησεν, οὐ θάνατος, οὐ λιμὸς, οὐ ζημία χρημάτων,  οὐκ ἄλλο τι τῶν  τοιούτων οὐδέν.  Τὸν  γὰρ  ἐν  ἀρετῇ  ζῶντα  οὐδὲν  τούτων   παραβλάψαι  δυνήσεται,  οὐδ' ἀφελέσθαι τὴν ἔνδον ἡδονήν· τὸν γὰρ χρησταῖς συντρεφόμενον  ἐλπίσιν οὐδὲν εἰς ἀθυμίαν  ἐμβαλεῖν  δυνήσεται. Τί γὰρ ἐργάσαιτό τις  τοιοῦτο, δι' οὗ τὸν  γενναῖον ἄνδρα παρασκευάσει λυπεῖσθαι; Χρήματ' ἀφαιρήσεται; ἀλλ' ἔχει πλοῦτον τὸν ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τῆς πατρίδος ἐκβαλεῖ; ἀλλ' εἰς τὴν ἄνω πόλιν στελεῖ. Ἀλλὰ δεσμὰ περιθήσει;  ἀλλ'  ἔχει   τὸ  συνειδὸς  λελυμένον,   καὶ  τῆς  ἔξωθεν   ἁλύσεως  οὐκ αἰσθάνεται. Ἀλλ' ἀναιρήσει τὸ σῶμα; ἀλλ' ἀναστήσεται πάλιν· καὶ καθάπερ ὁ σκιᾷ πυκτεύων  καὶ  τὸν  ἀέρα  δέρων  οὐδένα  πλῆξαι  δυνήσεται,  οὕτως  ὁ  τῷ  δικαίῳ πολεμῶν σκιαμαχεῖ μόνον, καὶ τὴν αὑτοῦ καταλύει δύναμιν, εἰς ἐκεῖνον δὲ οὐδεμίαν πληγὴν  ἐναπερεῖσαι δυνήσεται. ∆ός μοι τοίνυν  θαῤῥῆσαι περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ εἰ βούλει, σήμερόν με κατάσφαξον, καὶ χάριν εἴσομαί σοι τῆς σφαγῆς, ὅτι με ταχέως εἰς ἐκεῖνα πέμπεις τὰ ἀγαθά. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα καὶ ἡμεῖς θρηνοῦμεν, φησὶν, ὅτι τῷ πλήθει τῶν ἁμαρτιῶν κωλυόμενοι, τῆς ἐκεῖ βασιλείας οὐκ ἐπιτευξόμεθα. Οὐκοῦν ἀφεὶς τὸ θρηνεῖν τὸν θάνατον, θρήνει τὰς ἁμαρτίας σου, ἵνα αὐτὰς καταλύσῃς. Καὶ γὰρ διὰ τοῦτο ἡ λύπη γεγένηται, οὐχ ἵνα ἐπὶ ζημίᾳ χρημάτων, οὐχ ἵνα ἐπὶ θανάτῳ, οὐδ' ἵνα ἐπ' ἄλλῳ τινὶ τῶν τοιούτων ἀλγῶμεν, ἀλλ' ἵνα εἰς τὴν τῶν  ἁμαρτημάτων  ἀναίρεσιν αὐτῇ καταχρώμεθα.  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐκ παραδείγματος  ὑμῖν  αὐτὸ  ποιήσω  φανερόν.  Τὰ φάρμακα  τὰ  ἰατρικὰ  δι'  ἐκεῖνα γεγένηται τὰ πάθη μόνον ἅπερ ἀνελεῖν δύναται, οὐ δι' ἐκεῖνα τὰ μηδὲν ὠφελούμενα παρ' αὐτῶν.  Οἷόν τι λέγω·  ἔτι γὰρ σαφέστερον ποιῆσαι βούλομαι  τὸν  λόγον·  τὸ φάρμακον τὸ δυνάμενον  ὀφθαλμοὺς  νοσοῦντας ὠφελεῖν  μόνον, ἕτερον δὲ πάθος μηδὲν, διὰ τὴν τῶν ὀφθαλμῶν νόσον δικαίως ἄν τις εἴποι γεγενῆσθαι μόνον, οὐ διὰ στόμαχον, οὐ διὰ χεῖρας, οὐδὲ δι' ἕτερόν τι μέλος. Μεταγάγωμεν τοίνυν τὸν λόγον ἐπὶ τὴν λύπην, καὶ εὑρήσομεν, ὅτι τῶν ἄλλων  μὲν οὐδὲν τῶν συμβαινόντων  ἡμῖν ὠφελεῖ, ἁμαρτίαν δὲ διορθοῦται μόνην, εὔδηλον ὅτι διὰ τὴν ταύτης ἀναίρεσιν γεγένηται μόνον. Ἐπέλθωμεν τοίνυν ἕκαστον τῶν συμπιπτόντων  ἡμῖν δεινῶν, καὶ ἐπαγάγωμεν τὴν ἀθυμίαν, καὶ ἴδωμεν τί κέρδος ἀπὸ ταύτης γίνεται. Ἐζημιώθη τις χρήματα; ἐλυπήθη, οὐ διώρθωσε τὴν ζημίαν. Ἀπέβαλέ τις υἱόν; ἤλγησεν, οὐκ ἀνέστησε τὸν νεκρὸν, οὐδὲ τὸν ἀπελθόντα ὠφέλησεν. Ἐμαστιγώθη τις, ἐῤῥαπίσθη, ὑβρίσθη; ἐλυπήθη, τὴν ὕβριν οὐκ ἀνεκαλέσατο. Ἀῤῥωστίᾳ τις περιέπεσε, καὶ νόσῳ χαλεπωτάτῃ; ἠθύμησε, τὴν νόσον οὐκ ἀνεῖλεν,  ἀλλὰ καὶ χαλεπωτέραν  ἐποίησεν. Ὁρᾷς ἐπ'  οὐδενὶ  τούτων  ὠφελοῦσάν  τι  τὴν  λύπην;  Ἥμαρτέ τις,  ἐλυπήθη;  τὴν ἁμαρτίαν   ἐξηφάνισεν,   ἔλυσε  τὸ  πλημμέλημα.   Πόθεν  τοῦτο  δῆλον;   Ἀπὸ  τῆς ἀποφάσεως  τοῦ  Κυρίου· περὶ  γάρ  τινος  ἡμαρτηκότος  διαλεγόμενος   ἔλεγε·  ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς  ὀδοὺς αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔφη· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἂν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον. Πολὺ γὰρ τὸ κέρδος ἐνταῦθα ἀπὸ τῆς λύπης. Ἐζημιώθης; μὴ ἀθυμήσῃς· οὐδὲ γὰρ ὠφελήσεις. Ἥμαρτες; λυπήθητι, ὄφελος γάρ· καὶ σκόπει σύνεσιν Θεοῦ καὶ σοφίαν. ∆ύο ταῦτα  ἔτεκεν  ἡμῖν  ἡ ἁμαρτία, λύπην  καὶ θάνατον· Ἧ γὰρ ἂν ἡμέρᾳ φάγῃ, φησὶ, θανάτῳ ἀποθανῇ· καὶ πρὸς τὴν γυναῖκα, Ἐν λύπαις τέξῃ τέκνα. Καὶ δι' ἀμφοτέρων  τούτων  τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπολέσθαι παρεσκεύασεν. Ὅτι γὰρ μετὰ τῆς λύπης καὶ θάνατος ἁμαρτίαν ἀναιρεῖ, δῆλον μὲν καὶ ἀπὸ τῶν μαρτύρων, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Παῦλος εἶπε πρὸς ἁμαρτάνοντας, οὕτω λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ καὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ  κοιμῶνται  ἱκανοί·  ἐπειδὴ  ἁμαρτάνετε,  φησὶ,  τελευτᾶτε,  ὥστε  τῇ τελευτῇ τὰ ἁμαρτήματα διαλύσασθαι. Ἐπήγαγε γοῦν λέγων· Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σὴς κατεσθίει τὸ ἔριον, παρ' αὐτοῦ τὴν ἀρχὴν ἔχων· οὕτω λύπη καὶ θάνατος ἐτέχθησαν ἀπὸ τῆς ἁμαρτίας. καὶ κατέφαγον  τὴν ἁμαρτίαν. Μὴ τοίνυν  φοβώμεθα  θάνατον,  ἀλλὰ  φοβώμεθα  ἁμαρτίαν  μόνον,  καὶ  δι'  ἐκείνην ἀλγῶμεν. Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς  οὕτως  ἀεὶ  διακεῖσθαι  θέλων,  καὶ  τὸν  τοῦ  Χριστοῦ νόμον  ἐπὶ  τῶν  ἔργων πληροῦν· Ἐὰν γάρ τις μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, φησὶν, οὐκ ἔστιν ἐμοῦ ἄξιος. Τοῦτο δ' ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ' ἵνα τὸν θάνατον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν  ἔχωμεν, καθάπερ οὖν καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τελευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου. Καὶ γὰρ στρατιώτης εἶ, καὶ διηνεκῶς  ἐπὶ τῆς παρατάξεως ἕστηκας· στρατιώτης δὲ θάνατον δεδοικὼς, οὐδὲν οὐδέποτ' ἐργάσεται γενναῖον· ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος  κινδύνους  φοβούμενος  ἐργάσεταί τι  μέγα  καὶ  θαυμαστὸν,  ἀλλὰ  πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται· ἀλλ' οὐχ ὁ τολμητὴς καὶ μεγαλόφρων, ἀλλ' ἀνάλωτος μένει καὶ ἀκαταγώνιστος. Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβηθέντες  τὸ πῦρ, ἔφυγον τὸ πῦρ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ φοβηθῶμεν θάνατον, διαφευξόμεθα θάνατον. Οὐκ ἐφοβήθησαν  δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα  τὸ καῆναι· ἀλλὰ  ἐφοβήθησαν  τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ' ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξόμεθα κινδύνους.

εʹ. Οὐκ εἰμὶ μὲν γὰρ προφήτης, οὔθ' υἱὸς προφήτου, τὸ μέντοι μέλλον μετ' ἀκριβείας ἐπίσταμαι, καὶ μεγάλῃ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἰ μεταβαλλοίμεθα, καί τινα ἐπιμέλειαν τῆς ἡμετέρας ψυχῆς ποιησώμεθα, καὶ τῆς πονηρίας ἀποστῶμεν, οὐδὲν ἀηδὲς ἔσται καὶ λυπηρόν. Καὶ τοῦτο οἶδα σαφῶς ἀπὸ τῆς τοῦ Θεοῦ φιλ  ανθρωπίας καὶ ἀφ' ὧν καὶ εἰς ἄνδρας καὶ πόλεις καὶ ἔθνη καὶ δήμους ὁλοκλήρους ἐποίησε. Καὶ γὰρ καὶ τῇ Νινευϊτῶν ἠπείλησε πόλει, καὶ εἶπεν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν, εἰπέ μοι; κατεστράφη ἡ Νινευῒ, καὶ ἀνετράπη ἡ πόλις; Τοὐναντίον  μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν  τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν,  οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν  ἐμπεσεῖν, ἀλλὰ  καλοῦσα ἅπαντας  εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ  τὴν  ἀγαθὴν  ἐλπίδα  προβαλλομένους  θαῤῥεῖν  περὶ  τοῦ  τέλους  ὡς  ἐσομένου πάντως  χρηστοῦ. Τίς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ' ἐκείνους παράδειγμα ἀκούων, κἂν πάντων  νωθρότατος εἴη; Εἵλετο γοῦν τὴν ἑαυτοῦ πρόῤῥησιν διαπεσεῖν ὁ Θεὸς, καὶ μὴ διαπεσεῖν τὴν πόλιν· μᾶλλον δὲ οὐδὲ προφητεία διέπεσεν. Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώπων  μενόντων  οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν  ἴσως ἄν τις ἐγκαλεῖν  τοῖς εἰρημένοις· εἰ δὲ μεταβαλομένων  αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεὸς, τίς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι τῆς προφητείας, καὶ καταγνῶναι  ψεῦδος τῶν εἰρημένων; Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε  διετήρησε. Τίς οὖν  ἐστιν  ὁ νόμος; Πέρας λαλήσω.  φησὶ, ἐπὶ  ἔθνος  καὶ ἐπὶ βασιλείαν  τοῦ ἐκριζοῦν αὐτοὺς, καὶ κατασκάπτειν  καὶ ἀπολλύειν·  καὶ ἔσται, ἐὰν μετανοήσωσιν ἀπὸ τῆς κακίας, μετανοήσω κἀγὼ ἀπὸ τῆς ὀργῆς, ἧς ἐλάλησα ποιῆσαι αὐτοῖς.   Τοῦτον   τοίνυν   φυλάττων    τὸν   νόμον,   μεταβαλομένους   ἔσωσε,  καὶ ἀποστάντας τῆς κακίας ἀπήλλαξε τῆς ὀργῆς. Ἤδει τῶν βαρβάρων τὴν ἀρετὴν, διὰ τοῦτο τὸν προφήτην  κατήπειγεν· οὕτω καὶ τότε ἐδονεῖτο ἡ πόλις, τῆς προφητικῆς ἀκούουσα φωνῆς,  ἀλλ' οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ ὠφελήθη  παρὰ τοῦ φόβου. Ὁ γὰρ φόβος  ἐκεῖνος  τὴν  σωτηρίαν  ἔτεκεν· ἡ ἀπειλὴ  τὸν  κίνδυνον  ἔλυσεν· ἡ τῆς καταστροφῆς ἀπόφασις τὴν καταστροφὴν ἔστησεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος· ἀπόφασις θάνατον ἀπειλοῦσα, ζωὴν ἔτεκεν. Ἀπόφασις μετὰ τὸ ἐξενεχθῆναι, τότε ἄκυρος γέγονεν ἀπεναντίας τοῖς ἔξωθεν δικάζουσιν· ἐπὶ μὲν γὰρ τούτων τὸ προενεχθῆναι τὴν ψῆφον εἰς μέσον κυρίαν ποιεῖ τὴν ψῆφον γενέσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον  τὸ προενεχθῆναι τὴν ψῆφον, τοῦτό ἐστι τὸ ποιῆσαν αὐτὴν ἄκυρον. Εἰ γὰρ μὴ προηνέχθη, οὐκ ἂν ἤκουσαν οἱ ἡμαρτηκότες· εἰ δὲ μὴ ἤκουσαν, οὐκ ἂν ἀπεκρούσαντο τὴν τιμωρίαν,  οὐκ ἂν ἀπήλαυσαν τῆς παραδόξου σωτηρίας ἐκείνης. Πῶς γὰρ οὐ παράδοξος, ὅταν ὁ μὲν δικαστὴς ἀποφαίνηται, οἱ δὲ κατάδικοι τὴν ἀπόφασιν λύωσι διὰ τῆς μετανοίας; οὐ γὰρ ἔφυγον τὴν πόλιν καθάπερ καὶ ἡμεῖς νῦν, ἀλλὰ μένοντες ἔστησαν. Παγὶς ἦν, καὶ τεῖχος αὐτὴν ἐποίησαν· βάραθρον ἦν καὶ κρημνὸς, καὶ πύργον  αὐτὴν  ἀσφαλείας  κατεσκεύασαν. Ἤκουσαν ὅτι  πεσεῖται τὰ οἰκοδομήματα, καὶ οὐκ ἔφυγον τὰ οἰκοδομήματα, ἀλλ' ἔφυγον τὰ ἁμαρτήματα· οὐκ ἀπέστησαν  ἕκαστος  ἀπὸ  τῆς  οἰκίας  αὐτοῦ  καθάπερ  ἡμεῖς  νῦν,  ἀλλ'  ἀπέστησαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Μὴ γὰρ οἱ τοῖχοι, φησὶ, τὴν ὀργὴν ἔτεκον; ἡμεῖς  αἴτιοι  τοῦ τραύματος, ἡμεῖς  τὸ φάρμακον  κατασκευάσωμεν. ∆ιὰ τοῦτο  οὐ τόπων  ἐναλλαγαῖς, ἀλλὰ τρόπων μεταβολῇ τὴν σωτηρίαν ἐπίστευσαν.

ςʹ. Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων,  ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων  ἀνθρώπων  ἔργα ποιοῦντες,  καὶ  τὰς  οὐσίας ὑπεκτιθέντες;  Ὁ ∆εσπότης ἡμῖν  ὀργίζεται,  καὶ  ἡμεῖς· ἀφέντες καταλῦσαι τὴν ὀργὴν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες  ποῦ  καταθώμεθα  τὴν  οὐσίαν,  δέον  ζητεῖν  ποῦ  τὴν  ψυχὴν παρακαταθώμεθα· μᾶλλον  δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ' ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν.  Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων  καὶ ἀγανακτούντων ἡμῶν,  τὸ πρὸς τὴν  ὀργὴν  ἀπολογήσασθαι ἀφεὶς  ἐκεῖνος  εἰς τὸν οἰκίσκον  τὸν  ἑαυτοῦ κατελθὼν,  τὰ ἱμάτια  καὶ τὰ ἔπιπλα  πάντα  συναγαγὼν  καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην. Παυσώμεθα τοίνυν  τῆς ἀκαίρου ταύτης  σπουδῆς, καὶ εἴπωμεν  ἕκαστος πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ' ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν  ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετανοήσητε, στήσω τὴν πόλιν, ἀλλ' ἁπλῶς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν ἐκεῖνοι; Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν; Τίς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας  τὸν τρόπον, καὶ ἐπ' ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους Νινευΐτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀνέγνωσαν προφήτας,  οὐδὲ  ἤκουσαν  πατριαρχῶν,  οὐκ  ἀπήλαυσαν  συμβουλῆς, οὐ  μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλή, ἀλλ' ἀμφέβαλλον  καὶ ἠμφισβήτουν  περὶ τούτου, καὶ ὅμως μετενόησαν μετ' ἀκριβείας ἁπάσης. Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι  φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας  τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις  ἐνέχυρα  λαβὼν  αὐτοῦ  τῆς  κηδεμονίας.  καὶ προφητῶν  καὶ ἀποστόλων ἀκούσας, καὶ δι' αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις  μέτρον  φθάσαι  φιλονεικήσῃς;  Μεγάλη  μὲν  οὖν  καὶ  ἡ  τῶν  ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ' αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν. ∆ιὰ γὰρ τοῦτο οὐ προσέθηκε τῇ ἀποφάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε. φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ  τὸν  φόβον  αὐξήσας, ταχύτερον  πρὸς  τὴν  μετάνοιαν  συνωθήσῃ. Καὶ ὁ  μὲν προφήτης αἰσχύνεται, τὸ μέλλον προειδὼς, καὶ στοχαζόμενος ὡς ἀτέλεστα μενεῖ τὰ εἰρημένα· ὁ δὲ  Θεὸς οὐκ  αἰσχύνεται,  ἀλλ' ἓν  μόνον  ζητεῖ,  τὴν  τῶν  ἀνθρώπων σωτηρίαν,  καὶ  τὸν  οἰκέτην  τὸν  ἑαυτοῦ  διορθοῦται.  Ἐπειδὴ  γὰρ  εἰς  τὸ  πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χειμὼν,   ὅπου  παρακοὴ,  ἐκεῖ  κλυδώνιον·   καὶ  ἐσαλεύετο  μὲν  ἡ  πόλις  διὰ  τὰ ἁμαρτήματα  τῶν  Νινευϊτῶν,   ἐσαλεύετο  δὲ  τὸ  πλοῖον   διὰ  τὴν  παρακοὴν  τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν,  καὶ  στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τοὐναντίον  μὲν οὖν καὶ κατέβλαψεν.  Ἔφυγε γοῦν  τὴν  γῆν, καὶ οὐκ ἔφυγε  τὴν  ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χειμῶνα  εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε  κίνδυνον·  καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου  καθήμενος  ἔπλει, καὶ ναῦται  καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς, ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θάλαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος, καὶ οὐκ ἀνεῖλεν·  ἀλλὰ  καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον  σώαν τῷ  Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος  καὶ ἥμερος εἶναι ὁ  προφήτης,  καὶ  μήτε  ναυτῶν  ἀνοήτων,  μήτε  κυμάτων  ἀγρίων,  μήτε  θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώτης εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην  προὔδωκαν,  καὶ ἡ θάλαττα  δὲ καὶ τὸ θηρίον  μετὰ πολλῆς  τῆς εὐνοίας ἐφύλαξαν,  τοῦ  Θεοῦ πάντα  ταῦτα  οἰκονομοῦντος.  Ἐπανῆλθε  τοίνυν,  ἐκήρυξεν, ἠπείλησεν,  ἔπεισεν,  ἔσωσεν, ἐφόβησε, διώρθωσεν,  ἔστησεν ἐξ  ἑνὸς  καὶ  πρώτου κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν  ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε. ∆ιὰ τοῦτο αὐτὸν οὐκ εὐθέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ,  ἡ θάλαττα  τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν  ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων  μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν  ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν  ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβολῇ. Μὴ γὰρ, ἐπειδὴ μένεις ἐν τῇ πόλει,  διὰ  τοῦτο  παροξύνεται  ὁ  Θεὸς, ἵνα  φύγῃς;  Ἐπειδὴ  ἥμαρτες,  διὰ  τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰτία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον  τοῦ κακοῦ τὴν πηγήν· τὰ γὰρ ἐναντία  τοῖς ἐναντίοις  θεραπεύειν  καὶ ἰατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός; ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις; εὐθυμίαν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν  τῆς ψυχῆς  νοσημάτων  ποιεῖν  χρή. Ῥᾳθυμία τὴν ὀργὴν ἤγειρε; σπουδῇ ταύτην ἀποκρουσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς καιρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται  φιλοσοφεῖν,  καὶ μετὰ πολλῆς  τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.

ζʹ. Πείσωμεν τοίνυν  αὐτὴν  ἀπὸ τῆς τῶν  ὅρκων φυγῆς  πρώτην  τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην     τῆς  ὑποθέσεως,  ἀλλ'  οὐδὲ  σήμερον  ἀποστήσομαι,  οὐδὲ  τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην τὰ αὐτὰ συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον, καὶ τὴν  μετ'  ἐκείνην;  Ἕως  ἂν  ὑμᾶς  ἴδω  κατορθοῦντας,  οὐκ  ἀφέξομαι.  Εἰ γὰρ  οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ  παραβαίνειν,  οὐκ  ἄξιον  αἰσχύνεσθαι  τῇ  συνεχείᾳ  τῆς  παραινέσεως.  Τὸ γὰρ συνεχῶς περὶ τῶν  αὐτῶν  ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος,  ἀλλὰ τῶν  ἀκουόντων ἐστὶν ἔγκλημα  διηνεκοῦς  δεομένων  διδασκαλίας ὑπὲρ ψιλῶν  καὶ εὐκατορθώτων πραγμάτων.  Τί γὰρ εὐκολώτερον  τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη  χρημάτων.  Βούλει μαθεῖν  πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας; Ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς  ὑπομνησθέντας  καὶ οὐ διορθωθέντας,  κέλευσον μὴ δειπνήσαντας  καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες,καταδίκην  οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασανιζομένη διηνεκῶς, καὶ  μηδενὸς  ὑπομιμνήσκοντος   ἱκανὴν   λαμβάνει  παράκλησιν,  ὑπὸ  τοῦ  δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων  ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ  μεγέθει  τῆς βασάνου ταύτης  ὑπομιμνησκόμενοι,  οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπῃνέσατε τὸ εἰρημένον, ἀλλ' ὅμως καὶ ἐπὶ τῶν ἔργων  δείξατε  τὸν  ἔπαινον.  Ἐπεὶ τί  τὸ  κέρδος  τῆς  ἐνταῦθα  συλλογῆς;  Εἰ καθ' ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν  ἡμῖν τὸ καθ'  ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν  λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς   λέγωμεν·   Χρόνον   τοσοῦτον   εἰς   ἐκκλησίαν   ἀπαντῶντες,    συνάξεως ἀπολαύοντες   φρικωδεστάτης  καὶ  πολὺ  τὸ  κέρδος  ἐχούσης,  ἂν  τοιοῦτοι  πάλιν ἀπέλθωμεν,  οἷοι  παρεγενόμεθα,  μηδὲν  τῶν  ἡμετέρων  κατορθώσαντες ἐλαττωμάτων,  τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως; Καὶ γὰρ τὰ πολλὰ τῶν πραγμάτων οὐ δι' αὐτὰ γίνεται, ἀλλὰ διὰ τὰ συμβαίνοντα ἐξ αὐτῶν. Οἷόν τι λέγω· Ὁ σπείρων οὐ διὰ τοῦτο σπείρει, ἵνα σπείρῃ μόνον, ἀλλ' ἵνα καὶ θερίζῃ, ὡς εἰ μὴ τοῦτο γένοιτο, καὶ ζημίαν ὁ σπόρος οἴσει, τῶν σπερμάτων κατασαπέντων εἰκῆ καὶ μάτην. Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ'  ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα· καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι' αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ' ἵνα τι κερδάναντες μέγα καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν. Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται. Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ' ἀλλήλων  οἱ φίλοι, μετὰ  τῶν   τέκνων   οἱ  πατέρες,  μετὰ  τῶν   οἰκετῶν   οἱ  δεσπόται,  μελετᾶτε   καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵνα  ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν  αὐτῶν  ἀκούσητε συμβουλευόντων  ἡμῶν,  μὴ καταισχύνησθε  τοῦ συνειδότος ὑμῶν ἐπιλαμβανομένου,  ἀλλὰ χαίρητε καὶ εὐφραίνησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως  ὑμῖν  κατορθωθέν.  Ταῦτα μὴ μόνον  ἐνταῦθα  φιλοσοφῶμεν·  οὐ γὰρ ἀρκεῖ τὸ πᾶν ἡ πρόσκαιρος αὕτη παραίνεσις ἐξελεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας ἀνὴρ παρὰ γυναικὸς ταῦτα ἀκουέτω, καὶ γυνὴ παρ' ἀνδρὸς, καὶ ἅμιλλά τις γινέσθω σπουδαζόντων ἁπάντων  προλαβεῖν εἰς τὴν τοῦ νόμου τούτου συμπλήρωσιν, καὶ ὁ προλαβὼν  καὶ κατορθώσας ὀνειδιζέτω  τῷ  λειπομένῳ,  ἵνα  αὐτὸν  τοῖς  σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω  φθάσαι πρὸς ἐκεῖνον  ταχέως.  Ἐὰν ταῦτα  βουλευώμεθα,  ἐὰν  ταῦτα μεριμνῶμεν,   ταχέως   ἂν   ἡμῖν   καὶ   τὰ   ἄλλα   κατευοδωθήσεται   πράγματα.   Σὺ μερίμνησον τὰ τοῦ Θεοῦ, καὶ αὐτὸς προνοήσεται τῶν σῶν. Καὶ μή μοι λέγε· Τί δὲ, ἐὰν ἀνάγκην  ὅρκων  τις  ἡμῖν  ἐπιθῇ;  τί  δὲ, ἐὰν  μὴ πιστεύῃ; Μάλιστα μὲν  γὰρ, ὅπου παραβαίνεται   νόμος,   ἀνάγκης   μεμνῆσθαι   οὐ   χρή.   Μία   γάρ   ἐστιν   ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ. Πλὴν ἀλλὰ ἐκεῖνο λέγω, τέως τοὺς περιττοὺς περίκοψον ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων,  τοὺς ἐπὶ τῶν  οἰκετῶν·  ἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις  οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ' ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Ἀλλ' ὥσπερ νῦν  μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως  φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι  συνήθειαν·  οὕτω  δὴ  καὶ  τότε,  κἂν  μυρίαν  ἀνάγκην  ἐπιθῇ  τις,  οὐ δυνήσεται πεῖσαι τοῦτον  παρασαλεῦσαι τὸν νόμον· ἀλλ'  ὥσπερ δηλητηρίου  τινὸς οὐκ ἂν ἕλοιτό ποτε οὐδὲ ἀνάγκης ἐπικειμένης ἀπογεύσασθαί τις, οὕτως οὐδὲ ὅρκον προέσθαι. Τοῦτο δὲ ὑμῖν κατορθωθὲν παράκλησις ἔσται καὶ προτροπὴ, πρὸς τὸ καὶ τῶν  λοιπῶν  τῆς ἀρετῆς ἐφάψασθαι μερῶν. Ὁ μὲν γὰρ μηδὲν κατωρθωκὼς  ὅλως, ῥᾳθυμεῖ καὶ ἀναπίπτει  ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ ὅτι μίαν γοῦν τινα ἐντολὴν ἐπλήρωσεν, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν, εἶτα ἑτέραν προσλαβὼν, ἐφ' ἑτέραν ἥξει ταχέως, καὶ οὐ πρότερον ἀποστήσεται, ἕως ἂν ἐπ' αὐτὴν ἔλθῃ τὴν κεφαλήν. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων, ὅσῳπερ ἄν τις πλείονα  περιβάληται,  τοσούτῳ πλειόνων  ἐφίεται,  πολλῷ  μᾶλλον  ἐπὶ τῶν κατορθωμάτων  τῶν πνευματικῶν  τοῦτο συμβαῖνον ἴδοι τις ἄν. ∆ιὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μακρηγορίας·  νῦν  δ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ'  ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν  ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀντίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες  γίνησθε, καὶ πλείονα  ταῖς  λοιπαῖς ἐντολαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμετέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραι  νέσεως τὴν ὠφέλειαν.  Ἐπεὶ καὶ ἱμάτιον  χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλλίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸ  μέγα, ὅτι ἀλλήλους  ἐπαινεσόμεθα, ἀλλ' ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δωρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς. Ὁμιλία ςʹ.

αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν  ἡμέρας παρακαλοῦντες  ὑμῶν τὴν ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν  προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ  σπόγγου  τὴν  γλῶτταν  μεταχειρισόμεθα· οὐ χρεία  πυρὸς  ἐνταῦθα,  ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; ∆ικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι  τοῖς κόλποις  τοῖς  ἑαυτῶν  κατέχουσι  καὶ περισφίγγουσι,  καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι,  καὶ  τὴν  ὀδυνωμένην  αὐτῶν  ἀνακτῶνται  ψυχὴν,  πείθουσαι  δι' ὧν λέγουσιν,  ὅτι  χρήσιμος  ὁ  τῶν  διδασκάλων  αὐτοῖς  φόβος.  Ἐπεὶ  οὖν  καὶ  ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους  ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων  ἡμῶν μήτηρ,  τοὺς  κόλπους  ἁπλώσασα, καὶ  ὑπτίαις  ὑποδεξαμένη  χερσὶ, καθ'  ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς  ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης  δὲ ἡ παράκλησις οὐκ ἀφίησιν  ὑπὸ τῆς  ἀθυμίας καταπίπτειν· καὶ δι' ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας  αὐτὸς ὥπλισεν,  ἵνα  φοβῶσι  τοὺς ἀσελγαίνοντας·  καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων  ὄντων, καὶ στρατιωτῶν  ζώντων  ἐν ὅπλοις, μανία ἀνθρώπων  εὐαριθμήτων,  μιγάδων  καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας· εἰ καθόλου τῶν ἀρχόντων  ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂν  ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο  τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικαστήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐταξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ  σκάφος, καὶ  τὸν  στρατηγὸν  ἂν  ἀπαγάγῃς  τοῦ  στρατοπέδου, δεδεμένους  τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων  ἀλόγων  ἀλογώτερον  βιωσόμεθα  βίον,  δάκνοντες  ἀλλήλους  καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος,  τὸν ἐπιεικέστερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ  συζῶντες οὐδὲν δέονται  τῆς τούτων  παιδαγωγίας·  ∆ικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις,  τοῦτο  καὶ  οἱ ἄρχοντες  ἐν  ταῖς  πόλεσιν·  καὶ  καθάπερ ἂν  ἐκείνας ἀνέλῃς,   διαλυθέντες   οἱ  τοῖχοι   συμπίπτουσιν   ἀλλήλοις   αὐτόματοι·   οὕτω   τῆς οἰκουμένης  ἂν ἀφέλῃς  τοὺς ἄρχοντας  καὶ τὸν  ἐκ τούτων  φόβον,  καὶ οἰκίαι  καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος   καὶ   ἀνακρουομένου,   καὶ   τῷ   φόβῳ   τῆς   κολάσεως   ἀναπείθοντος ἡσυχάζειν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο. Τί γὰρ, εἰπέ  μοι, γέγονε  βλάβος  ἀπὸ  τῆς  φροντίδος  ταύτης,  καὶ  τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτεροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις ἅπασα ἀπελήλαται,  καὶ γυναῖκα  εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; ∆ιὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων  ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ,   φησὶν,   ἀλλ'   εἰ   μὲν   μέχρι   φόβου   μόνον   ἐκινδυνεύομεν,    ἱκανὴν   ἂν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δεινὸν, καὶ περὶ τῶν  ἐσχάτων  κινδυνεύσωμεν  ἅπαντες.  Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται  λέγων.  ὅτι  Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι  ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν  ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.  Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω.  Εἰ γὰρ δι' ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐτῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ· ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν  ζωὴν,  ἐν  τοσαύταις ἡμέραις δεδοικότες  καὶ τρέμοντες,  καὶ τὰς  σκιὰς αὐτὰς ὑποπτεύοντες,  καὶ τὴν τοῦ Κάϊν τίνοντες  δίκην, καὶ ἐκ μέσου τῶν  ὕπνων ἀναπηδῶντες  ἀπὸ τῆς  διηνεκοῦς  ἀγωνίας·  ὥστε εἰ καὶ παρωργίσαμεν  τὸν  Θεὸν, ἐξιλεωσάμεθα νῦν  τοσαύτην ὑπομείναντες  τὴν  τιμωρίαν.  Καὶ γὰρ εἰ καὶ μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐδώκαμεν δίκην, ἀλλ' ἀρκοῦσαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.

 βʹ. Οὐκ ἐντεῦθεν  δὲ μόνον,  ἀλλὰ  καὶ ἑτέρωθεν  πολλαχόθεν  θαῤῥεῖν χρή· οὐδὲ γὰρ ὀλίγα  ἡμῖν  ἐνέχυρα τῶν  χρηστῶν ἐλπίδων  ἔδωκεν  ὁ Θεὸς ἤδη. Καὶ πρῶτον  μὲν ἁπάντων οἱ τὴν πονηρὰν κομίζοντες ἀγγελίαν, ἐξελθόντες ἐντεῦθεν καθάπερ τινὲς ὑπόπτεροι καὶ πάλαι καταλήψεσθαι  προσδοκήσαντες τὸ στρατόπεδον, κατὰ μέσην ἔτι διατρίβουσι τὴν ὁδόν· τοσαῦτα αὐτοῖς κωλύματα καὶ ἐμπόδια γέγονε, καὶ τοὺς ἵππους  ἀφέντες  ὀχήματα  ἐλαύνουσι  νῦν,  ὅθεν  ἀνάγκη  πᾶσα βραδυτέραν  αὐτοῖς γενέσθαι τὴν ἐκεῖσε ἄφιξιν. Ἐπειδὴ γὰρ τὸν ἱερέα τὸν ἡμέτερον καὶ κοινὸν πατέρα ἀνέστησεν ὁ Θεὸς ἐντεῦθεν, καὶ ἔπεισεν ἀπελθεῖν, καὶ τῆς πρεσβείας συνεφάψασθαι ταύτης, κατέσχε λοιπὸν  ἐκείνους κατὰ μέσην τὴν ὁδὸν, ἵνα μὴ φθάσαντες τὸ πῦρ ἀνάψωσι,  καὶ  τῷ  διδασκάλῳ  λοιπὸν   ἀνόνητον   ποιήσωσι  τὴν  διόρθωσιν,  τὰς βασιλικὰς ἐμπρήσαντες ἀκοάς. Ὅτι γὰρ οὐκ ἄνευ Θεοῦ τὸ κώλυμα γέγονε, δῆλον ἐκεῖθεν· Ἄνθρωποι  τὸν  ἅπαντα  χρόνον  τοιαύταις  συντραφέντες  ἀποδημίαις,  καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ' αὐτῆς τῆς ἱππασίας συντριβέντες  ὑστέρησαν, καὶ  γέγονεν  ἀπ'  ἐναντίας  τοῖς  τοῦ  Ἰωνᾶ  πράγμασι  τὰ συμβάντα νῦν. Ἐκεῖνον μὲν γὰρ μὴ βουλόμενον ἀπελθεῖν ἤπειγε· τούτους δὲ βουλομένους ἀπελθεῖν ἐκώλυσεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος! ἐκεῖνος οὐκ ἐβούλετο κηρῦξαι καταστροφὴν, καὶ ἄκοντα αὐτὸν ἀνέστησεν· οὗτοι μετὰ πολλοῦ τοῦ  τάχους  σπεύδουσιν  ἀπαγγεῖλαι   καταστροφὴν,  καὶ  ἄκοντας   αὐτοὺς  πάλιν ἐκώλυσε. Τί δήποτε; Ὅτι ἐνταῦθα  μὲν τὸ τάχος βλάβος, ἐκεῖ δὲ τὸ τάχος κέρδος ἔφερε· διὰ  τοῦτο  κἀκεῖνον  ἤπειξε  διὰ  τοῦ  κήτους,  καὶ  διὰ  τῶν  ἵππων  τούτους συνεπόδισεν. Ὁρᾷς Θεοῦ σοφίαν; διὰ τῶν πραγμάτων αὐτῶν, ὧν ἕκαστος ἤλπισεν ἀνύειν  τὸ  προκείμενον,  διὰ  τούτων  συνεποδίσθησαν  ἕκαστος. Ἐκεῖνος  διὰ  τοῦ πλοίου προσεδόκησε πτήσεσθαι, καὶ τὸ πλοῖον αὐτῷ δεσμὸς ἐγένετο· διὰ τῶν ἵππων οὗτοι  προσεδόκησαν  ταχύτερον  ὄψεσθαι  τὸν  βασιλέα,  καὶ  οἱ  ἵπποι  γεγόνασιν κώλυμα· μᾶλλον δὲ οὐχ οἱ ἵπποι, ὥσπερ οὖν οὐδ' ἐκείνῳ τὸ πλοῖον, ἀλλ' ἡ πρόνοια τοῦ  Θεοῦ πανταχοῦ  πάντα  μετὰ  τῆς  οἰκείας  οἰκονομοῦσα  σοφίας.  Καὶ σκόπει κηδεμονίαν, πῶς καὶ ἐφόβησε καὶ παρεκάλεσε. Παρὰ μὲν γὰρ αὐτὴν τὴν ἡμέραν, ὅτε τὰ παράνομα ἐτολμήθη πάντα ἐκεῖνα, ἀφεὶς αὐτοὺς ἐξελθεῖν ὡς ἀπαγγελοῦντας  τῷ βασιλεῖ τὰ συμβεβηκότα ἅπαντα, τῷ τάχει τῆς ἐξόδου πάντας ἐφόβησεν· ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοιπὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸν  φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδὸν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν ἀναπνεύσωμεν· ὅπερ οὖν καὶ ἐγένετο,  καὶ πολὺ  τῆς  ἀγωνίας  ἀπεθέμεθα  μέρος. Ταῦτα ἀκούσαντες, τὸν  ταῦτα ποιήσαντα προσεκυνήσαμεν Θεὸν ὡς πατέρων πάντων φιλοστοργότερον· καὶ νῦν τὰ καθ' ἡμᾶς διέθηκεν ἅπαντα, ἀοράτῳ τινὶ δυνάμει τοὺς πονηροὺς τούτους κατασχὼν ἀγγέλους, καὶ μονονουχὶ λέγων· Τί σπεύδετε; τί δὲ ἐπείγεσθε πόλιν τοιαύτην καταποντίζειν μέλλοντες; μὴ γὰρ εὐαγγέλια κομίζετε τῷ βασιλεῖ; Μένετε αὐτοῦ, ἕως οὗ τὸν θεράποντα τὸν ἐμὸν, καθάπερ ἰατρὸν ἄριστον, παρασκευάσω φθάσαι καὶ τὸν ὑμέτερον προκαταλαβεῖν δρόμον. Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας. Ὁ μὲν γὰρ Ἰωνᾶς εἰκότως συνηλαύνετο, ἵνα εἰς μετάνοιαν ἐμβάλῃ, ὑμεῖς δὲ ἤδη τὴν μετάνοιαν  ἐπεδείξασθε  καὶ  πολλὴν  τὴν  ἐπιστροφήν·  διὸ  καὶ  παρακλήσεως  δεῖ λοιπὸν, οὐκ ἀγγελίας ἀπειλὴν ἐχούσης. ∆ιὰ τοῦτο καὶ τὸν κοινὸν ἐντεῦθεν ἀνέστησε πατέρα, καίτοι πολλῶν ὄντων τῶν κωλυόντων· εἰ δὲ μὴ ἐφείδετο τῆς σωτηρίας τῆς ἡμετέρας, οὐκ ἂν ἐκεῖνον ἔπεισεν, ἀλλὰ καὶ βουλόμενον ἐξελθεῖν ἐκώλυσεν ἄν.

 γʹ. Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον  ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω; ᾐδέσθη καὶ ἐτίμησεν, ὡς ἅπαντας τοὺς πρὸ αὐτοῦ μετ' εὐσεβείας κρατήσαντας ὑπερβαλέσθαι βασιλέας. Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας· καὶ ταύτην ὁ ἱερεὺς ὁ ἡμέτερος εἰσελθὼν ἀναγνώσεται τὴν ἐπιστολὴν πρὸς τὸν βασιλέα, καὶ τῶν οἰκείων αὐτὸν ἀναμνήσει νόμων, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὅτι Σὺ σαυτὸν παρακάλεσον, καὶ τὰ σαυτοῦ μέμνησο· οἴκοθεν ἔχεις τὸ παράδειγμα τῆς φιλανθρωπίας· δίκαιον οὐχ εἵλου  ποιῆσαι φόνον,  καὶ ἄδικον  ὑπομενεῖς  ἐργάσασθαι; τοὺς ἐληλεγμένους  καὶ καταδικασθέντας  τὴν  ἑορτὴν  αἰδεσθεὶς ἀφῆκας,  καὶ τοὺς ἀνευθύνους  καὶ μηδὲν τετολμηκότας  κατακρινεῖς,  εἰπέ  μοι, καὶ ταῦτα  τῆς  ἑορτῆς παρούσης; Μηδαμῶς, βασιλεῦ. Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς πόλεσι πάσαις ἔλεγες· Εἴθε μοι δυνατὸν  ἦν καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Ταύτης δεόμεθα τῆς φιλανθρωπίας, τούτων δεόμεθα τῶν ῥημάτων νῦν. Οὐχ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γίνεται, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον, καὶ οὐδένα ἔχεις τὸν μεριζόμενον μετὰ σοῦ τὴν τῆς φιλοσοφίας δόξαν. Ἐκράτησας πολέμου βαρβαρικοῦ, κράτησον καὶ θυμοῦ βασιλικοῦ· μαθέτωσαν οἱ ἄπιστοι πάντες ὅτι  ὁ  τοῦ  Χριστοῦ φόβος  πᾶσαν  ἐξουσίαν  δύναται  χαλινοῦν·  δόξασόν  σου τὸν ∆εσπότην, τοῖς συνδούλοις ἀφεὶς τὰ ἁμαρτήματα, ἵνα καὶ αὐτός σε δοξάσῃ μειζόνως, ἵνα ἥμερόν σοι κατὰ τὴν τῆς κρίσεως ἡμέραν δείξῃ τὸ ὄμμα καὶ γαληνὸν,  ταύτης μεμνημένος  σου τῆς φιλανθρωπίας.  Ταῦτα καὶ πλείονα  τούτων  ἐρεῖ, καὶ πάντως ἡμᾶς ἐξαιρήσεται  τῆς ὀργῆς. Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα μεγίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως  ἐνεγκεῖν  τὰ συμβαίνοντα· καὶ γὰρ παράκλησιν οὐ τὴν τυχοῦσαν ἀπὸ τοῦ καιροῦ τούτου καρπούμεθα. Αὐτὸ γὰρ τὸ καθ' ἑκάστην ἡμέραν συλλέγεσθαι, καὶ τῆς τῶν  θείων Γραφῶν   ἀκροάσεως  ἀπολαύειν,   καὶ   ἀλλήλους   βλέπειν,   καὶ   πρὸς   ἀλλήλους ὀδύρεσθαι, καὶ  εὐχομένους  καὶ  εὐλογίας  δεχομένους,  οὕτως  οἴκαδε  ἀπιέναι,  τὸ πλέον  ἡμῖν  ὑποτέμνεται  τῆς  ὀδύνης.  Μὴ τοίνυν  καταπέσωμεν,  μηδὲ  προδῶμεν ἑαυτοὺς ὑπὸ τῆς ἀγωνίας, ἀλλὰ μένωμεν τὰ χρηστὰ προσδοκῶντες, καὶ προσέχωμεν τοῖς  ῥηθήσεσθαι μέλλουσι.  Καὶ γὰρ  βούλομαι  σήμερον περὶ  ὑπεροψίας  θανάτου διαλεχθῆναι   πάλιν.  Εἶπον  χθὲς  ὑμῖν  ὅτι  τὸν  θάνατον  δεδοίκαμεν,  οὐκ  ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ' ἐπειδὴ οὔθ' ὁ τῆς βασιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατέσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν. Βούλεσθε καὶ τετάρτην εἴπω αἰτίαν τῆς ἀκαίρου ταύτης ἀγωνίας οὐκ ἐλάττονα, τῶν προτέρων ἀληθεστέραν; Οὐ ζῶμεν μετὰ τῆς προσηκούσης τοῖς Χριστιανοῖς σκληραγωγίας, ἀλλὰ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον  καὶ χαῦνον ἐζηλώσαμεν βίον·  διὸ  καὶ  εἰκότως  τοῖς  παροῦσιν  ἐμφιλοχωροῦμεν   πράγμασιν.  Ὡς  εἴ  γε  ἐν νηστείαις καὶ παννυχίσι καὶ εὐτελείᾳ διαίτης τὴν ζωὴν διηνύομεν ταύτην, τὰς ἐπιθυμίας ἡμῶν ἐκκόπτοντες τὰς ἀτόπους, τὰς ἡδονὰς κωλύοντες, τοὺς ἱδρῶτας τῆς ἀρετῆς ὑπομένοντες, κατὰ τὸν Παύλου λόγον ὑποπιέζοντες τὸ σῶμα καὶ δουλαγωγοῦντες, τῆς σαρκὸς πρόνοιαν μὴ ποιούμενοι εἰς ἐπιθυμίας, τὴν στενὴν καὶ τεθλιμμένην   ὁδὸν  ὁδεύοντες,  ταχέως  ἂν  τῶν  μελλόντων   ἐπεθυμήσαμεν,  τῶν παρόντων πόνων ἀπαλλαγῆναι  σπεύδοντες. Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτερος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατάμαθε τοὺς ἐκεῖ μοναχοὺς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακεκλεισμένους, καὶ ὄψει   πάντας   αὐτοὺς   τῆς  τελευτῆς   ἐπιθυμοῦντας,   καὶ  ἀνάπαυσιν   τὸ  πρᾶγμα  καλοῦντας. Καθάπερ γὰρ ὁ πυκτεύων ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων· καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων·  οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ  βίῳ ζῶν μετ' ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων  θαῤῥεῖν πρὸς τὸν  εὔδιον  καταπλεύσας λιμένα,  καὶ ἐκεῖ μεταστὰς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐπίπονον φύσει καὶ μοχθηρὸν τὸν βίον ἡμῶν  κατεσκεύασεν, ἵνα ὑπὸ τῆς ἐνταῦθα  συνωθούμενοι θλίψεως,  ἐπιθυμίαν  τῶν  μελλόντων  λάβωμεν.  Εἰ γὰρ νῦν  τοσούτων  ὄντων  τῶν λυπηρῶν,  καὶ  κινδύνων,  καὶ  φόβων  καὶ  φροντίδων  πάντοθεν  ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν  τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;

δʹ. Οὕτω καὶ Ἰουδαίοις ἐποίησεν ὁ Θεός· καὶ γὰρ ἐκείνους  βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ   καὶ  τῇ  πλινθείᾳ   ταλαιπωρεῖσθαι,  ἵνα  τῷ  μεγέθει  τῶν   πόνων   καὶ  τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου. Εἰ γὰρ δὴ τούτων  γενομένων  ἐξελθόντες  πάλιν  ἐμέμνηντο  τῆς Αἰγύπτου,  καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραννίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων  ἐπειράθησαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι  τὴν ἀλλοτρίαν  ἠθέλησαν; Ἵνα οὖν καὶ ἡμεῖς μὴ τῇ γῇ προσηλωμένοι καὶ πρὸς τὰ παρόντα κεχηνότες ἀλγῶμεν, καὶ ἐπιλανθανώμεθα  τῶν μελλόντων, μοχθηρὸν ἡμῖν τὸν βίον ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν  περιεχώμεθα  πέρα τοῦ δέοντος  τῆς παρούσης ζωῆς. Τί γὰρ ὄφελος  ἡμῖν; ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ' ὑπερβολῆς τῇ τοῦ παρόντος βίου ἐπιθυμίᾳ; Βούλει μαθεῖν διὰ τί καλὸν ἡ παροῦσα ζωή; Ὅτι τῆς μελλούσης ζωῆς ἡμῖν ὑπόθεσις γίνεται  καὶ ἀφορμὴ, καὶ σκάμμα καὶ στάδιον τῶν  ἐκεῖ στεφάνων  ἐστίν· ὡς εἰ μὴ τοῦτο  παράσχοι ἡμῖν,  μυρίων  θανάτων  ἐστὶν  ἐλεεινοτέρα.  Εἰ γὰρ  μὴ  μέλλομεν ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν. Τί γὰρ τὸ πλέον; τί τὸ περιττόν; Οὐχὶ τὸν αὐτὸν ἥλιον καὶ τὴν αὐτὴν σελήνην καθ' ἑκάστην ἡμέραν ὁρῶμεν; οὐχὶ τὸν αὐτὸν χειμῶνα;  οὐχὶ  τὸ  αὐτὸ  θέρος; οὐχὶ  τὰ  αὐτὰ  πράγματα;  Τί τὸ  γεγονός;  αὐτὸ  τὸ γενησόμενον.  Τί τὸ πεποιημένον;  αὐτὸ τὸ ποιηθησόμενον.  Μὴ τοίνυν  μήτε τοὺς ζῶντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς ἀποθνήσκοντας θρηνῶμεν· ἀλλὰ τοὺς μὲν ἐν ἁμαρτίαις ὄντας, κἂν ζῶσι, κἂν τετελευτηκότες ὦσιν, ὀδυρώμεθα· τοὺς δὲ ἐν δικαιοσύνῃ μακαρίζωμεν πάλιν, ὅπουπερ ἂν τύχωσιν ὄντες. Σὺ μὲν οὖν ἕνα δέδοικας θάνατον, καὶ θρηνεῖς· ὁ Παῦλος δὲ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων οὐ μόνον οὐκ ἐδάκρυε διὰ τοῦτο, ἀλλὰ καὶ ἔχαιρε καὶ ἠγάλλετο. Εἴθε κἀγὼ διὰ τὸν Θεὸν ἐκινδύνευον,  φησὶ, καὶ οὐκ ἂν  ἐφρόντισα. Ἀλλὰ μηδὲ νῦν  καταπέσῃς· οὐδὲ γὰρ μόνον ὁ διὰ τὸν Θεόν τι πάσχων εὐδοκιμεῖ, ἀλλὰ καὶ ὁ ἀδίκως τι πάσχων, καὶ φέρων γενναίως,  καὶ εὐχαριστῶν  τῷ συγχωροῦντι  Θεῷ, οὐκ ἐλάττων  τοῦ διὰ τὸν  Θεὸν ταῦτα πάσχοντός ἐστιν. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβτὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως  ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν  στέφανον  ἀνεδήσατο. Μὴ τοίνυν  λυποῦ  διὰ τὸν  θάνατον·  φύσεως  γάρ ἐστι· λυποῦ δι' ἁμαρτίαν· προαιρέσεως γὰρ τὸ ἔγκλημα. Εἰ δὲ λυπῇ διὰ τοὺς ἀποθανόντας, ἄλγει καὶ διὰ τοὺς γεννωμένους·  ὥσπερ γὰρ τοῦτο φύσεως, οὕτω κἀκεῖνο φύσεως. Ἂν τοίνυν ἀπειλήσῃ τις θάνατον, εἰπὲ πρὸς αὐτόν· Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι  ἀπὸ  τῶν   ἀποκτεινόντων   τὸ  σῶμα,  τὴν  δὲ  ψυχὴν   μὴ  δυναμένων ἀποκτεῖναι.  Ἂν  ἀπειλῇ  δήμευσιν  οὐσίας, εἰπὲ  πρὸς  αὐτόν·  Γυμνὸς  ἐξῆλθον  ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον,  δῆλον  ὅτι  οὐδὲ  ἐξενεγκεῖν  τι  δυνησόμεθα·  κἂν  μὴ  σὺ λάβῃς,  θάνατος ἐπελθὼν  λήψεται·  κἂν  μὴ  σὺ σφάξῃς, ὁ τῆς  φύσεως  ἐπελθὼν  νόμος  οἴσει τὴν τελευτήν.  Μηδὲν τοίνυν  φοβώμεθα τῶν  ἀπὸ τῆς φύσεως ἡμῖν ἐπαγομένων,  ἀλλ' ἐκεῖνα  τὰ ἐκ πονηρᾶς ἡμῖν  ἐγγινόμενα  προαιρέσεως· ἐκεῖνα  γὰρ ἡμῖν  τίκτει  τὴν κόλασιν. Τοῦτο δὲ λογιζώμεθα διηνεκῶς ἐπὶ τῶν συμβαινόντων ἡμῖν ἀδοκήτως, ὅτι οὐ διορθώσομεν αὐτὰ ἀλγοῦντες,  καὶ παυσόμεθα ἀλγοῦντες· κἀκεῖνο μετὰ τούτου πάλιν, ὅτι ἐὰν πάθωμέν τι δεινὸν κατὰ τὸν παρόντα βίον ἀδίκως, διαλύομεν πολλὰ τῶν ἁμαρτημάτων. ∆ιὸ μέγα ἀγαθὸν ἐνταῦθα ἀπολαβεῖν ἁμαρτήματα, καὶ μὴ ἐκεῖ· καὶ   γὰρ   ὁ   πλούσιος   οὐδὲν   ἐνταῦθα   δεινὸν   ἀπέλαβε,   καὶ   διὰ   τοῦτο   ἐκεῖ ἀπετηγανίζετο.   Καὶ ὅτι  τοῦτο  ἦν  αἴτιον  τοῦ  μηδεμιᾶς  αὐτὸν  ἀπολαῦσαι παραμυθίας, ἄκουσον τί φησιν ὁ Ἀβραάμ· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, διὰ τοῦτο ὀδυνᾶσαι· ὅτι δὲ καὶ τῷ Λαζάρῳ τὰ ἀγαθὰ μετὰ τῆς ἀρετῆς καὶ τὸ μυρία ἐνταῦθα παθεῖν δεινὰ προεξένησε, τοῦ πατριάρχου καὶ ταῦτα λέγοντος ἄκουσον. Εἰπὼν γὰρ τῷ πλουσίῳ, Ἀπέλαβες τὰ ἀγαθά σου, ἐπήγαγεν, ὅτι Καὶ ὁ Λάζαρος τὰ κακά· καὶ διὰ τοῦτο  παρακαλεῖται.  Ὥσπερ γὰρ οἱ ἐν  ἀρετῇ ζῶντες  καὶ θλιβόμενοι  διπλοῦν  τὸ κέρδος παρὰ τοῦ Θεοῦ λαμβάνουσιν, οὕτως ὁ ἐν κακίᾳ ζῶν καὶ τρυφῶν διπλῆν ἕξει τὴν κόλασιν. Πάλιν λέγω  οὐχὶ τῶν  φευγόντων  κατηγορῶν  Ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησὶν, οὐδὲ ἐπιτιμῆσαι βουλόμενος ὁ γὰρ νοσῶν παρακλήσεως δεῖται, ἀλλὰ διορθῶσαι σπουδάζων, μὴ τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίζωμεν, ἀλλὰ φύγωμεν ἁμαρτίας, ἀποστῶμεν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς. Ἐὰν ταύτας φύγωμεν, κἂν μεταξὺ μυρίων ὦμεν στρατιωτῶν, οὐδεὶς ἡμᾶς πλῆξαι δυνήσεται·  ἐὰν  ταύτας  μὴ  φύγωμεν,  κἂν  εἰς  αὐτὴν  τῶν  ὀρέων  τὴν  κορυφὴν ἀναβῶμεν,  πολεμίους  ἐκεῖ  εὑρήσομεν  μυρίους.  Ἀναμνήσθητι  γοῦν  τῶν  τριῶν παίδων ἐκείνων πάλιν, οἳ ἔνδον ἦσαν ἐν τῇ καμίνῳ, καὶ οὐδὲν ἔπαθον δεινόν· καὶ τῶν ἐμβαλόντων  αὐτοὺς ἔξωθεν τῆς καμίνου, ὅσοι περιεκάθηντο, πάντες ἐδαπανήθησαν. Τί τούτου παραδοξότερον; Οὓς κατεῖχεν  ἔλυσε τὸ πῦρ, καὶ οὓς οὐ κατεῖχεν  ἥρπασεν· ἵνα  μάθῃς, ὅτι  οὐχὶ  τόπος, ἀλλὰ  τρόπος σωτηρίαν  φέρει  καὶ κόλασιν, οἱ ἔνδον  διέφυγον,  οἱ ἔξω διεφθάρησαν. Τὰ αὐτὰ σώματα κἀκείνοις  καὶ τούτοις, ἀλλ' οὐ τὰ αὐτὰ φρονήματα· διὰ τοῦτο οὐδὲ τὰ αὐτὰ πάθη. Καὶ γὰρ ὁ χόρτος κἂν  ἔξω περικέηται,  ταχέως  ἀνάπτεται·  ὥσπερ οὖν  τὸ χρυσίον κἂν  ἔνδον  μένῃ, μειζόνως φαιδρύνεται.

εʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Πάντα λαβέτω ὁ βασιλεὺς, καὶ τὸ σῶμα ἡμῖν ἐλεύθερον δότω; Τί ποτέ ἐστι, σῶμα ἐλεύθερον εἶναι, μανθανέτωσαν. Οὐ γὰρ τὸ μὴ κολάζεσθαι τοῦτο  ἐλεύθερον  ποιεῖ  σῶμα, ἀλλὰ  τὸ ζῇν  ἐν  δικαιοσύνῃ  διηνεκῶς. Τούτων γοῦν τῶν παίδων τὰ σώματα ἐλεύθερα ἦν καὶ καμίνῳ παραδοθέντα· τὴν γὰρ τῆς ἁμαρτίας δουλείαν ἀπέθεντο πάλαι· καὶ γὰρ τοῦτό ἐστιν ἐλευθερία μόνον, οὐ τὸ μὴ κολάζεσθαι, μηδὲ πάσχειν τι δεινόν. Σὺ δὲ εἰδὼς τὴν κάμινον, ἀναμνήσθητι τῶν τοῦ  πυρὸς ποταμῶν,  τῶν  κατὰ  τὴν  ἡμέραν  τὴν  φοβερὰν  ἐκείνην.  Καθάπερ γὰρ ἐνταῦθα  τοὺς  μὲν  ἥρπασε, τοὺς  δὲ ᾐδέσθη τὸ  πῦρ, οὕτω  καὶ  ἐπὶ  τῶν  ποταμῶν ἐκείνων ἔσται· κἂν μέν τις ἔχῃ χόρτον, ξύλα, καλάμην, ἀνάπτει τὸ πῦρ· ἂν δέ τις ἔχῃ χρυσὸν, ἄργυρον, φαιδρότερος γίνεται. Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ  παρόντα  φέρωμεν  γενναίως,  εἰδότες  ὅτι  καὶ  ἐκείνης  ἡμᾶς  τῆς  κολάσεως  ἡ παροῦσα  ἀπαλλάξει   θλῖψις,   ἐὰν   εἰδῶμεν   φιλοσοφεῖν,   καὶ  ἐνταῦθα   βελτίους ἐργάσεται, οὐχ  ἡμᾶς  δὲ  μόνον,  ἀλλὰ  καὶ  τοὺς  ἐμβαλόντας  ἡμᾶς  πολλάκις,  ἐὰν νήφωμεν·  τοσαύτη τῆς φιλοσοφίας  ἡ περιουσία· ὃ δὴ καὶ ἐπὶ τοῦ τυράννου  τότε γέγονεν.  Ἐπειδὴ γὰρ εἶδε  μηδὲν  παθόντας  δεινὸν,  ἄκουσον πῶς  μετεβάλετο·  Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε, φησίν. Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεὸς, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολή; τοὺς ἔξω διαφθαρέντας  εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα  φιλοσοφεῖν;  Εἶδες πόση μεταβολὴ  τῷ  βασιλεῖ γέγονεν;  ὅτε  οὔπω   αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβαλεν εἰς τὸ πῦρ, ἐφιλοσόφει. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους  οὐδεὶς παραβλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος  ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν  αὐτῶν  κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν  αἰχμαλώτους,  καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ  ὅτε  οὐδὲν  ὑπελέλειπτο   λοιπὸν,  ἀλλὰ  πᾶσαν  ἐκένωσεν  αὐτοῦ  τὴν  ἰσχὺν  ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν  ὁ Θεὸς, καὶ τὴν τῶν παίδων  ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων  φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ  ἀμφότερα  κἀκεῖνος  τότε  μαθὼν  ἐβόα·  Οἱ δοῦλοι  τοῦ  Θεοῦ τοῦ  ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων μεγαλοψυχίαν·  οὔτε γὰρ πρὸ τῆς φωνῆς  ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κληθέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί  τινες εἶναι καὶ φιλόνεικοι  δόξωσιν. Ὅτε ἔμαθες, φασὶ,  τίνος  ἐσμὲν  δοῦλοι,  ὅτε  τὸν  ∆εσπότην  ἡμῶν  ἐπέγνως,  τότε  ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς  παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως.  Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ  καὶ διὰ τῆς γλώττης,  καὶ διὰ τῆς ἐπιστολῆς   πᾶσιν  ἀνεκήρυττε,   καὶ  τὴν   τῶν   ἀθλητῶν   ἔνστασιν,  καὶ  τὴν   τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς νικῶντας  ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις  αὐτῶν  λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν ∆εσπότην αὐτῶν ἀνεκήρυττε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγονεν,  ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατεπάτησάν μου τὸν τῦφον,  ἔδειξαν διὰ τῶν  ἔργων τὸν ἀληθῆ ∆εσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐτοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν  ἡ φλόξ· ἀνθρώπων  γὰρ δούλους  ἡ κτίσις οὐκ οἶδεν  αἰδεῖσθαι  καὶ τιμᾷν. ∆ιὰ τοῦτο πάλιν, φησὶν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς  πρῶτον  ἀνακηρύττει  τὸν  ἀγωνοθέτην·  Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ  Θεοῦ· εἰπὲ  καὶ  τὴν  ἀρετὴν  τῶν  ἀθλητῶν·  Ὅτι  ἐπεποίθεισαν  ἐπ'  αὐτῷ,  καὶ ἠλλοίωσαν  τὸ ῥῆμα τοῦ  βασιλέως, καὶ  παρέδωκαν  τὰ  σώματα αὐτῶν,  ὅπως  μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἆρα τί γένοιτ' ἂν ἀρετῆς ἴσον; Πρὸ τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρήκουσαν. Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνί  σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς  εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς  ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν ∆εσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων  καλεῖ, οὐχὶ περικλείων  αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας  αὐτοῦ τῆς τυραννίδος  ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες,  ἀλλὰ φιλοσοφοῦντες   ταῦτα   ἔπραξαν,  οὐδὲ  δι'  ἀπόνοιαν,   ἀλλὰ   δι'  εὐσέβειαν·  οὐκ ἀλαζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες.  Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς Θεόν· ὅπερ  οὖν  καὶ  ὁ  βάρβαρος ἔγνω,  καὶ  δῆλον  ὅτι  ἐντεῦθεν  διέφυγον  τὸν ἐπικείμενον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ. ςʹ. Ταῦτα δὲ λέγω νῦν, καὶ τὰς ἱστορίας ἐκλέγω πάσας, ἐν αἷς πειρασμοὶ καὶ θλίψεις, καὶ βασιλέων ὀργαὶ, καὶ ἐπιβουλαὶ, ἵνα μηδὲν φοβώμεθα, ἀλλ' ἢ τὸ προσκροῦσαι Θεῷ μόνον. Καὶ γὰρ καὶ τότε  ἡ  κάμινος  ἐκαίετο,  ἐκεῖνοι  δὲ  ταύτης  μὲν  κατεγέλασαν,  τὴν  δὲ  ἁμαρτίαν ἔδεισαν. Ἤδεισαν γὰρ ὅτι καέντες μὲν οὐδὲν πείσονται δεινὸν, ἀσεβήσαντες δὲ τὰ ἔσχατα ὑποστήσονται. Ἡ γὰρ μεγίστη κόλασις τὸ ἁμαρτάνειν, κἂν μὴ κολαζώμεθα· ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῇν, κἂν κολαζώμεθα· αἱ μὲν γὰρ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καθὼς καὶ αὐτός φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; αἱ κολάσεις δὲ συνάγουσιν ἡμᾶς πρὸς τὸν Θεόν· ∆ὸς γὰρ ἡμῖν, φησὶν, εἰρήνην, ὅτι πάντα ἀπέδωκας ἡμῖν. Ἐὰν τραῦμά τις ἔχῃ, τί δεδοικέναι  ἄξιον, τὴν  σηπεδόνα, ἢ τὴν  τομὴν  τοῦ ἰατροῦ; τὸ σιδήριον, ἢ τὴν νομὴν τοῦ ἕλκους; Ἡ ἁμαρτία σηπεδών ἐστιν, ἡ κόλασις σιδήριον ἰατρικόν· ὥσπερ οὖν ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ, καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος, καὶ τότε μάλιστα ἄθλιος, ὅταν μὴ κολάζηται, μηδὲ πάσχῃ μηδὲν δεινόν. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν τραπέζης ἀπολαύσωσι δαψιλοῦς, καὶ  ψυχροποσίας,  καὶ  πολυτελῶν  ἐδεσμάτων,  καὶ  καρυκευμάτων,  τότε  μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα αὔξοντες· ἂν δ' ἄγχωνται  λιμῷ καὶ δίψει  κατὰ  τοὺς  ἰατρικοὺς  νόμους,  ἐλπίδα  τινὰ  σωτηρίας  ἔχουσιν· οὕτω  καὶ  οἱ ζῶντες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλπίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπολαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινότεροι  ἂν εἶεν, καὶ τοσούτῳ πλέον,  ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων.  Ἐὰν τοίνυν  ἴδῃς  τινὰς  ἐν  τοιαύταις  ὄντας  ἁμαρτίαις,  καὶ τοὺς μὲν  λιμῷ  παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον. Καὶ γὰρ τῆς ἡδυπαθείας  ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται  ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον  καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων  δι' ὧν ἔπαθον δεινῶν  ἐνταῦθα διαλύσαντες ἄπεισιν. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἅλις· ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς,  καὶ  τὴν  δοκοῦσαν  εἶναι  παραμυθίαν  τοῖς  ὀμνύουσιν  ἀνελεῖν   τὴν ψυχρὰν   καὶ   ἀνόνητον.   Καὶ  γὰρ   ἐπειδὰν   αὐτοῖς   ἐγκαλῶμεν,   ἑτέρους   ἡμῖν προβάλλονται αὐτὸ τοῦτο ποιοῦντας, καὶ λέγουσιν· Ὁ δεῖνα καὶ ὁ δεῖνα ὀμνύουσιν. Εἴπωμεν  τοίνυν  πρὸς  αὐτούς·  Ἀλλ'  ὁ  δεῖνα  οὐκ  ὄμνυσιν·  ὁ  δὲ  Θεὸς ἀπὸ  τῶν κατωρθωκότων  σοι φέρει τὴν ψῆφον. Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφελοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων· οἱ δὲ κατορθοῦντες τοὺς ἁμαρτάνοντας   καταδικάζουσι.  Καὶ  γὰρ   οἱ   μὴ   θρέψαντες   τὸν   Χριστὸν  μηδὲ ποτίσαντες  ἦσαν  πολλοὶ,  ἀλλ'  οὐδὲν  ἀλλήλους  ὠφέλησαν·  ὥσπερ οὖν  οὐδὲ  αἱ παρθένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ' ἀλλήλων, ἀλλ' ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι καταδικασθέντες ἐκολάζοντο. Ἀπαλλαγέντες τοίνυν  τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας,  μὴ τοὺς πίπτοντας  βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας,  καὶ  σπουδάσωμεν  μνημόσυνον  τῆς  παρούσης νηστείας  λαβόντες ἀπελθεῖν.  Καὶ καθάπερ ἱμάτιον  πολλάκις  κεκτημένοι,  ἢ οἰκέτην  ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν· Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ· οὕτω δὴ καὶ τὸν νόμον τοῦτον ἂν κατορθώσωμεν, ἐροῦμεν ὅτι Τὸν ὅρκον τῇδε κατώρθωσα τῇ Τεσσαρακοστῇ· ἕως γὰρ τότε ὤμνυον, καὶ ψιλῆς ἀκούσας παραινέσεως ἀπεσχόμην τῆς ἁμαρτίας. Ἀλλὰ δυσκατόρθωτον ἡ συνήθεια. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν. Ὅταν γὰρ εἴπῃς,ὅτι  ∆υσκόλως  ἀφίσταμαι  τῆς  συνηθείας,  δι'  αὐτὸ  τοῦτο  σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν. Τί δυσκολώτερον, μὴ ὀμνύναι, ἢ δι' ὅλης τῆς ἡμέρας ἄσιτον εἶναι, καὶ ὑδροποσίᾳ καὶ εὐτελεῖ ταριχεύεσθαι διαίτῃ; Εὔδηλον ὅτι τοῦτο ἐκείνου· ἀλλ'   ὅμως   οὕτως   ἐστὶν   ἡ   συνήθεια   δυνατὸν   πρᾶγμα   καὶ   εὔκολον,   ὥστε παραγενομένης  τῆς  νηστείας,  κἂν  μυρία τις  παρακαλῇ, κἂν  μυρία τις  ἄγχῃ  καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν  τις, ἢ τῆς κεκωλυμένης  ἅψασθαι τροφῆς· καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ' ὅμως διὰ τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γενναίως ταλαιπωρούμενοι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν ὅρκων ἔσται· καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν  συνήθειαν·  οὕτω  καὶ  τότε,  κἂν  μυρία  τις  παρακαλῇ,  οὐκ  ἀποστήσῃ  τῆς συνηθείας.
ζʹ.  Ἀπιὼν  τοίνυν  οἴκοι, διαλέγου  ταῦτα  τοῖς  κατὰ  τὴν  οἰκίαν  ἅπασι· καὶ καθάπερ  πολλοὶ  πολλάκις  ἐκ  λειμῶνος  ἀναχωροῦντες,  ῥόδον  ἢ  ἴον  ἤ  τι  τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦσιν· ἕτεροι δὲ πάλιν ἐκ παραδείσων οἴκαδε ἀπιόντες, κλάδους δένδρων καρποὺς ἔχοντας ἐπικομίζονται·  ἄλλοι  πάλιν  ἀπὸ δείπνων  πολυτελῶν  λείψανα  τῆς  τραπέζης τοῖς ἑαυτῶν ἐπιτηδείοις φέρουσιν· οὕτω δὴ καὶ σὺ ἐντεῦθεν ἀπιὼν, ἀπένεγκε παραίνεσιν τῇ  γυναικὶ,  τοῖς  παιδίοις,  τοῖς  ἐπιτηδείοις  ἅπασιν.  Αὕτη γὰρ  καὶ  λειμῶνος,  καὶ παραδείσου, καὶ τραπέζης χρησιμωτέρα ἐστὶν ἡ συμβουλή· ταῦτα οὐδέποτε τὰ ῥόδα μαραίνονται, οὗτοι οὐδέποτε καταῤῥέουσιν οἱ καρποὶ, ταῦτα οὐδέποτε τὰ ἐδέσματα σήπεται· ἀπ' ἐκείνων πρόσκαιρος ἡ τέρψις, ἀπὸ δὲ τούτων διηνεκὴς ἡ ὠφέλεια· οὐ μετὰ τὸ κατορθωθῆναι μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατορθοῦσθαι. Ἐννόησον γὰρ οἷόν  ἐστι  πάντα  τὰ  ἄλλα  ἀφέντας,  τὰ  δημόσια,  τὰ  ἰδιωτικὰ,  περὶ  τῶν  θείων διαλέγεσθαι νόμων  διαπαντὸς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς ἄλλαις συνουσίαις.  Ἂν  τούτοις  σχολάζωμεν,  οὐδὲν  ἐροῦ   μεν  ἐπικίνδυνον,   οὐδὲ σφαλερὸν, οὐδ' ἄκοντες ἁμαρτησόμεθα, ἀλλὰ καὶ τῆς ἐπικειμένης ἀθυμίας ἐν τῇ περὶ τούτων   διαλέξει  σχολάζοντες,  τὴν  ψυχὴν   ὑπεξαγαγεῖν   δυνησόμεθα,  ἀντὶ  τῆς φροντίδος ἧς φροντίζομεν πρὸς ἀλλήλους ἀεὶ λέγοντες· Ἆρα ἤκουσεν ὁ βασιλεὺς τὰ γεγενημένα;  ἆρα παρωξύνθη; τί δὲ ἐψηφίσατο; ἆρα παρεκάλεσέ τις αὐτόν; τί δὲ, αὐτὸς ἀνέξεται πόλιν οὕτω καὶ μεγάλην καὶ πολυάνθρωπον ἀφανίσαι τέλεον; Ταῦτα μὲν καὶ τὰ τοιαῦτα  πάντα  ἐπὶ τὸν Θεὸν ῥίψαντες,  τὰ παρ' αὐτοῦ προστεταγμένα μεριμνῶμεν μόνον· οὕτω γὰρ κἀκεῖνα διαλυσόμεθα πάντα, κἂν δέκα ἐν ἡμῖν κατορθώσωσι μόνον, ταχέως εἴκοσιν οἱ δέκα γενήσονται, οἱ εἴκοσι πεντήκοντα,  οἱ πεντήκοντα  ἑκατὸν, οἱ ἑκατὸν  χίλιοι,  οἱ χίλιοι  πᾶσα ἡ πόλις. Καὶ καθάπερ δέκα ἁφθέντων  λύχνων,  ῥᾳδίως τὴν οἰκίαν ἅπασαν ἐμπλῆσαι δυνήσεταί τις τοῦ φωτός· οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν. Οὐ γὰρ οὕτω τῆς φλογὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύλων  ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας  ἐμπεσὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνήσεται. ∆ότε τοίνυν ἐμοὶ καυχήσασθαι ἐφ' ὑμῖν, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν, ὅταν οἱ τὰ τάλαντα ἐμπιστευθέντες   εἰσάγωνται·   ἀρκῶν  ἐμοὶ   μισθὸς  τῶν   πόνων   ἡ  ὑμετέρα εὐδοκίμησις, κἂν  ἴδω  ὑμᾶς  μετ'  εὐσεβείας ζῶντας,  τὸ  πᾶν  ἀπείληφα.  Ποιήσατε τοίνυν, ὃ καὶ χθὲς παρῄνεσά τε καὶ σήμερον ἐρῶ, καὶ λέγων οὐ παύσομαι· καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρίσαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρασκευάσασθε λοιπὸν  ὡς δοκιμὴν  ἡμῖν  δώσοντες  τοῦ κατορθώματος.  Καὶ γὰρ πειράσομαι πρὸς  ἕκαστον  ὑμῶν  μακρὸν  ἀποτεῖναι  λόγον  τοῦ  συλλόγου  τούτου διαλυθέντος,  ἵνα ἐν τῷ μήκει τῶν λεγομένων  εὕρω τοὺς κατωρθωκότας· κἂν ἴδω τινὰ ὀμνύοντα, ἅπασιν αὐτὸν τοῖς κατωρθωκόσι ποιήσω φανερὸν, ἵνα ἐπιτιμῶντες, ἐλέγχοντες,  διορθοῦντες, ταχέως αὐτὸν τῆς πονηρᾶς ἀπαλλάξωμεν  συνηθείας. Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορθώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκουμένης  ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν  ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων  ἐκκαλυπτομένων  ὀφθαλμοῖς. Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου  συλλόγου  φανῆναί  τινα  ἐκεῖ  ταῦτα  πάσχοντα,  ἀλλ'  εὐχαῖς  τῶν  ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορθωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξάμενοι,  μετὰ  πολλῆς  ἐντεῦθεν  ἀπέλθοιμεν  παῤῥησίας, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |