ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως

Τρίτη 25 Οκτωβρίου 2016

Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49


Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιαʹ.

αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων·  Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν  πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης  ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; ∆ιὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν  εὐχαριστοῦντας αὐτῷ·  ἂν  γὰρ  περὶ  τὰ  πρῶτα  γενώμεθα  εὐγνώμονες,  εὔδηλον  ὅτι  καὶ  ἑτέρων μειζόνων  ἀπολαύσομεν. Λέγωμεν τοίνυν  διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν  ἡμετέρων  ἀκροᾶσθαι λόγων·  εὐλογητὸς  ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας  καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς  ἅπαν  ἀποτιναξάμενοι  τὸ δέος· ὡς  τάς  γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων  ἐν μέσῳ πελάγει, καὶ ναυάγιον  καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες,  τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου; τί δὲ ἐλθὼν  ἀπήγγειλε, καὶ πότερον ἀληθὲς ἢ ψευδὲς τὸ λεγόμενον; καὶ νύκτας ἀΰπνους διατελοῦντες, καὶ τὴν πόλιν ὁρῶντες καὶ δακρύοντες ὡς αὐτίκα ἀπολουμένην. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς ἔμπροσθεν ταύτας ἐσιγήσαμεν ἡμέρας, διὰ τὸ κεκενῶσθαι τὴν πόλιν ἡμῶν ἅπασαν, καὶ πρὸς τὰς ἐρημίας μετωκίσθαι πάντας, καὶ διὰ τὸ τοὺς ὑπολειφθέντας ἐσκοτῶσθαι τῷ νέφει  τῆς ἀθυμίας. Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν  ἀνεπιτήδειος.  ∆ιὰ  τοῦτο  καὶ  οἱ  τοῦ  Ἰὼβ  φίλοι  παραγενόμενοι.  καὶ  τὴν τραγῳδίαν  τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον καὶ   ἡλκωμένον,   διέῤῥηξάν   τε   τὰ   ἱμάτια   αὐτῶν,   καὶ   ἀνῴμωξαν,   καὶ   σιγῇ παρεκάθηντο,   δηλοῦντες   ὅτι  οὐδὲν   οὕτως   ἐπιτήδειον   παρὰ  τὴν   ἀρχὴν   τοῖς ὀδυνωμένοις ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον παραμυθίας τὸ πάθος. ∆ιὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι   τῷ  πηλῷ  καὶ τῇ πλινθείᾳ  προσδεδεμένοι, Μωσέα παραγενόμενον   ἰδόντες,   οὐκ   ἐδύναντο   τοῖς   λεγομένοις   προσέχειν   ἀπὸ   τῆς ὀλιγοψυχίας   καὶ  τῆς  θλίψεως   αὐτῶν.  Καὶ τί  θαυμαστὸν  εἰ  μικρόψυχοί  τινες ἄνθρωποι τοῦτο ἔπαθον, ὅπου καὶ τοὺς μαθητὰς εὑρίσκομεν τούτῳ περιπεσόντας τῷ πάθει; Μετὰ γὰρ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ἐπειδὴ λαβὼν αὐτοὺς ὁ Χριστὸς κατ' ἰδίαν  διελέγετο,  παρὰ μὲν  τὴν  ἀρχὴν  συνεχῶς  αὐτὸν  ἠρώτων  οἱ  μαθηταί·  Ποῦ ὑπάγεις; ἐπειδὴ δὲ εἶπεν αὐτοῖς τὰ μικρὸν ὕστερον αὐτοὺς διαδεξόμενα κακὰ, τοὺς πολέμους,  τὰς  ἐπαναστάσεις, τὰς  ἀπεχθείας  τὰς  παρὰ πάντων,  τὰς  μάστιγας, τὰ δεσμωτήρια, τὰ δικαστήρια, τὰς ἀπαγωγὰς, ὥσπερ τινὶ φορτίῳ βαρυτάτῳ τῷ φόβῳ τῶν  εἰρημένων  καὶ  τῇ  τῶν  μελλόντων   ἀθυμίᾳ  πιεζομένη  τότε  αὐτῶν  ἡ  ψυχὴ, ἀχανὴς  λοιπὸν   ἔμεινε.  ∆ιὸ  συγχυθέντας   αὐτοὺς  ἰδὼν  ὁ  Χριστὸς, αὐτὸ  τοῦτο ὀνειδίζων ἔλεγε· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ∆ιὰ τοῦτο   καὶ   ἡμεῖς   ἐσιγήσαμεν   τὸν   παρελθόντα   χρόνον,   τὸν   παρόντα   καιρὸν ἀναμένοντες.  Εἰ γὰρ ὁ μέλλων  δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν  αἴτησιν  προσέλθοι, καὶ τὴν  ἀπὸ τοῦ καιροῦ λαβὼν  συμμαχίαν  ἐπιτύχοι  τῆς χάριτος,  πολλῷ  μᾶλλον  τὸν  λέγοντα   καιρὸν  ἐπιτήδειον   ζητεῖν  χρὴ,  ὅπως  εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ  φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους· ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμεν.

βʹ. Νῦν γοῦν  ἐπειδὴ  τὴν  ἀθυμίαν  ἀπετινάξασθε, καὶ τῶν  προτέρων  ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέστερον ὑμῖν γενέσθαι τὸν λόγον· ὃ γὰρ περὶ τῆς κτίσεως  εἰρήκαμεν,  ὅτι  οὐχὶ  καλὴν  μόνον  καὶ  θαυμαστὴν  καὶ  μεγάλην  αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν,  καὶ τούτων  αὐτῶν  πάλιν  πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν  κτίσιν  ἡμᾶς  ἀπάγων·  τοῦτο  καὶ  ἐπὶ  τοῦ  σώματος τοῦ  ἡμετέρου ἔστιν  ἰδεῖν γεγενημένον. Καὶ γὰρ καὶ περὶ τούτου πολλοὶ ζητοῦσι τῶν τε τῆς ἀληθείας ἐχθρῶν τῶν τε σὺν ἡμῖν τεταγμένων,  τίνος ἕνεκεν φθαρτὸν καὶ ἐπίκηρον γέγονεν. Ἑλλήνων  δὲ πολλοὶ  καὶ αἱρετικῶν  οὐδὲ γεγενῆσθαι  αὐτὸ παρὰ τοῦ Θεοῦ φασιν· ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα. Ἐγὼ δὲ, ἐπειδὰν περὶ τούτων γένηται λόγος, πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι· Μή μοι τὸν ἄνθρωπον λέγε τοῦτον τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταδικασθέντα· ἀλλ' εἰ βούλει  μαθεῖν  ὁποῖον  ἐξ ἀρχῆς  ἡμῖν  τὸ σῶμα ἔπλασεν  ὁ Θεὸς, ἐπὶ  τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν  καὶ ἐπίκηρον  ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου  προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων  ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν  ἀπατεῶνα  δαίμονα τοῦ κηδεμόνος  Θεοῦ καὶ τιμήσαντος  αὐτὸν  ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων,  καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι'  αὐτῆς  τῶν  πραγμάτων  τῆς  πείρας  διδάσκων  αὐτὸν,  ὅτι  θνητός  τέ  ἐστι  καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων  μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ  εἶπεν   ὁ  διάβολος·  Ἔσεσθε  ὡς   θεοί.  Πρόῤῥιζον  οὖν   ταύτην   ἀνασπάσαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαίπωρον  τὸ σῶμα πεποίηκε, δι' αὐτῆς  τῆς  φύσεως  παιδεύων  αὐτὸν,  μηδέποτε τοιαύτην  λαβεῖν  ἔννοιαν.  Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ' ἐκείνου γεγενημένων  δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην  ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν·  οὐκ  ἀφῆκεν   αὐτὸν  πρῶτον   ἀποθανεῖν,   ἀλλὰ  τὸν  υἱὸν  τὸν  ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν  ὀφθαλμῶν  ἰδὼν  τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, μεγάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς καλῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενημένων  τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ  ταῦτα  ῥηθησομένων  ἔσται φανερόν.  Εἰ γὰρ  ἀνάγκῃ  τοιαύτῃ  τοῦ  σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων  ὄψεσι καὶ διαλελυμένων  εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλοσόφων  ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν  θνητὸν  εἶπον· εἰ τοίνυν  πάντων  ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως  ἐπίκηρον   καὶ  φθαρτὸν,   ποῦ  οὐκ  ἂν  ἐξέβησαν  ἀσεβείας  πολλοὶ   τῶν ἀνθρώπων;  Ἄκουσον τοίνυν  τί φησιν ὁ προφήτης  περί τινος  βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν·  Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον  μου,  καὶ  ἔσομαι  ὅμοιος  τῷ  Ὑψίστῳ.  Εἶτα  καταγελῶν   αὐτοῦ,  καὶ  τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος τοιαύτην ἀναμένων  τελευτὴν, τοιαῦτα φαντάζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν  τοῦ βασιλέως, λέγω  τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλομένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ' ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ' ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλολατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ' ἀφῆκεν ἀθάνατον  εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν  ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ ἡλιακοῦ. Ὁ γὰρ ἐκεῖνα τοιαῦτα ποιήσας, καὶ τοῦτο τοιοῦτον ποιῆσαι, εἴπερ ἐθέλησεν, ἴσχυσεν ἄν· ἀλλ' ἡ αἰτία τῆς ἀσθενείας ἐστὶν ἡ προειρημένη πρόφασις. Οὐ μὴν τοῦτο ὑποτέμνεται  τοῦ ∆ημιουργοῦ τὸ θαῦμα, ἀλλὰ καὶ ἐπιτείνει  πλέον. Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης  τὸ εὔπορον καὶ εὐμήχανον,  ὅτι ἐν πηλῷ  καὶ  τέφρᾳ  τοσαύτην  ἐνέθηκεν   ἁρμονίαν,  καὶ  τοιαύτας  αἰσθήσεις  οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν. 
γʹ. Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης.  Ἐπεὶ  καὶ  ἀνδριαντοποιὸν   οὐχ  οὕτω  θαυμάζω  τὸν  ἀπὸ  χρυσοῦ  καλὸν ἀνδριάντα  ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος  τῇ τῆς τέχνης  εὐπορίᾳ δυνάμενον  κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον. Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐνταῦθα δὲ, γυμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις. Σὺ δὲ εἰ βούλει μαθεῖν πόση τοῦ δημιουργήσαντος ἡμᾶς ἐστιν ἡ σοφία, ἐννόησον  τί γίνεται ἀπὸ πηλοῦ· τί δὲ ἕτερον ἀλλ' ἢ πλίνθος καὶ κέραμος; Ἀλλ' ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης  Θεὸς  ἀπὸ  τῆς  ὕλης  ἐξ  ἧς  γίνεται   κέραμος  καὶ  πλίνθος   μόνον, ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶντας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει  τοσαῦτα περιλαμβάνειν  σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι' ἐκείνης τῆς μικρᾶς. Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας· τοῦτο γὰρ διὰ τὴν σὴν ἁμαρτίαν γέγονεν· ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ  ὁδεύων  τοσοῦτο  μὲν  ὕψος,   τοσοῦτο  δὲ  εὖρος,  οὐδεμιᾶς  αἰσθάνεται ἀῤῥωστίας. Ἐπειδὴ γὰρ τῶν  ἁπάντων  μελῶν  ἡμῖν ἀναγκαιότερόν  ἐστι τοῦτο, οὐκ ἀφῆκεν αὐτὸ πιέζεσθαι καμάτῳ, ὥστε ἀνεμπόδιστον ἡμῖν αὐτοῦ τὴν διακονίαν εἶναι καὶ ἀκώλυτον.  Μᾶλλον δὲ ποῖος λόγος παραστῆσαι δυνήσεται τοῦ μέλους τούτου τὴν ἀρετὴν ἅπασαν; καὶ τί λέγω περὶ κόρης καὶ τῆς ὀπτικῆς δυνάμεως; Ἐὰν γὰρ, ὃ πάντων   εὐτελέστερον  εἶναι  δοκεῖ  τῶν  μελῶν,  τοῦ  ὀφθαλμοῦ  τὰς  βλεφαρίδας ἐξετάσῃς μόνον,  καὶ ἐν ταύταις  πολλὴν  ὄψει τοῦ δημιουργοῦ Θεοῦ τὴν  σοφίαν. Καθάπερ γὰρ ἐπὶ τῶν  ἀσταχύων  οἱ ἀνθέρικες ὥσπερ τινὰ  δόρατα προβεβλημένοι τοὺς ὄρνιθας ἀποσοβοῦσιν, οὐκ ἐπιτρέποντες  ἐγκαθέζεσθαι τῷ καρπῷ καὶ διακλᾷν τὴν καλάμην  ἀσθενεστέραν οὖσαν· οὕτω δὴ καὶ ἐπὶ τῶν  ὀφθαλμῶν,  ὥσπερ τινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλεφάρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διενοχλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα. Ἴδοις ἂν καὶ ἐπὶ τῶν ὀφρύων ἑτέραν σοφίαν οὐκ ἐλάττονα ταύτης.  Τίς γὰρ οὐκ ἂν  ἐκπλαγείη  τὴν  θέσιν  αὐτῶν;  ὅτι  οὔτε  πέρα τοῦ  μέτρου προβέβληνται, ὥστε ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, οὔτε ἐνδοτέρω τοῦ δέοντος ὑφιζάνουσιν·  ἀλλ'  ὥσπερ  οἰκίας  γεῖσος,  οὕτως  ἐξέχουσιν  ἄνωθεν,  τὸν  ἐκ  τῆς κεφαλῆς κατιόντα ἱδρῶτα δεχόμεναι, καὶ τοὺς ὀφθαλμοὺς λυπεῖν οὐκ ἐῶσαι. ∆ιὰ δὴ τοῦτο καὶ τρίχες αὐταῖς εἰσιν ἐμπεφυκυῖαι, τῇ δασύτητι τὰ καταῤῥέοντα ἐπέχουσαι, καὶ μετὰ πολλῆς  στέγουσαι τῆς ἀκριβείας, καὶ πολλὴν  ταῖς ὄψεσι τὴν εὐμορφίαν παρέχουσαι. Οὐ τοῦτο δὲ μόνον ἄν τις θαυμάσειεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, αἱ μὲν τῆς κεφαλῆς αὔξονται τρίχες καὶ ἀποκείρονται, αἱ δὲ τῶν ὀφρύων  οὐκ ἔτι; οὐδὲ γὰρ τοῦτο ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἡμῖν γέγονεν,  ἀλλ'  ὥστε μὴ χαλωμένας  ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, ὅπερ οἱ πρὸς βαθὺ γῆρας ἐλθόντες πάσχουσι. Τίς δ' ἂν δυνηθείη τὴν διὰ τοῦ ἐγκεφάλου δεικνυμένην  σοφίαν  ἅπασαν διελθεῖν;  Πρῶτον μὲν  γὰρ αὐτὸν  ἁπαλὸν  ἐποίησεν, ἐπειδὴ ταῖς  αἰσθήσεσιν ἁπάσαις αὐτὸς χορηγεῖ  τὰς πηγάς· εἶτα ἵνα  μὴ παρὰ τὴν οἰκείαν παραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετείχισε· πάλιν ἵνα μὴ τῇ σκληρότητι τῶν ὀστῶν παρατριβόμενος ἐνοχλῆται, ὑμένα μέσον ἐπέτεινεν, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ ἐποίησε διά τε τὴν εἰρημένην  αἰτίαν, καὶ ἵνα τὰς φερομένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος δέχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς βολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον αὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ καλύπτον  αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν   ῥαφὰς,  πολλῆς   ἀσφαλείας   αὐτῷ   πάλιν   ὑπόθεσις  γίνεται.   Τῶν  τε  γὰρ συνεχόντων  αὐτὸν  ἀτμῶν  εἰς τὸ ἔξω ῥᾳδία γένοιτ' ἂν ἀναπνοὴ  διὰ τῶν  ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν μὴ συμπνίγεσθαι· πληγή τε εἵ τις ἐπενεχθείη ποθὲν, οὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ τὸ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, οὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, τὸ κατ' ἐκεῖνο τὸ μέρος ὀστοῦν  κείμενον   παραβλάπτεται  μόνον,  τὰ  δὲ  λοιπὰ  ἀσινῆ  μένει  πάντα,  τοῦ συνεχοῦς  τῆς  πληγῆς  διακοπτομένου  τῇ  τῶν  ὀστῶν  διαι   ρέσει, καὶ  οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. ∆ιὰ τοῦτο ἐκ πολλῶν  αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κεραμῖδας ἄνωθεν  ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπέθηκεν ἄνωθεν  ἐπὶ τῆς κεφαλῆς  ὁ Θεὸς, καὶ τρίχας βλαστάνειν  παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων  τινῶν  εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν  ἐν  ἡμῖν  μελῶν  ἡ  καρδία, καὶ  τῆς  ζωῆς  ἡμῶν  ἁπάσης αὕτη  τὸ  κῦρος ἐγκεχείρισται,  καὶ  τὸ  τυχὸν  πληγείσης  αὐτῆς  θάνατος  γίνεται,   στεγανοῖς  καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν  περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων  ἐποίησε, τοῦτο  καὶ  ἐπὶ  ταύτης  εἰργάσατο. Ὥστε γὰρ  μὴ  συνεχῶς  ἁλλομένην  αὐτὴν  καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις  ὁρμαῖς καὶ τῇ σκληρότητι τῶν  ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων  αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτεινεν  ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα  ὑπέθηκεν  ὥσπερ ἁπαλὸν  στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύπως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω  περὶ ἐγκεφάλου  καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν  ὀνύχων  αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην,  καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος  ἕνεκεν  οὐκ ἰσόμετροι πάντες  ἡμῖν  εἰσιν οἱ δάκτυλοι,  καὶ πολλὰ  ἕτερα τούτων πλείονα· ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ' ἑτέραν ἀντίθεσιν τρέψομαι.

δʹ. Καὶ γὰρ πολλοὶ  μετὰ  τῶν  εἰρημένων  κἀκεῖνο  ἀντιλέγουσι·  Τί  δήποτε,  εἰ  βασιλεὺς  τῶν ἀλόγων ἐστὶν ὁ ἄνθρωπος, καὶ ῥώμῃ καὶ ὀξύτητι καὶ τάχει πολλὰ τῶν ζώων αὐτοῦ πλεονεκτεῖ; καὶ γὰρ ταχύτερον ἵππος ἀνθρώπου, καὶ τλητικώτερον βοῦς, καὶ κουφότερον ἀετὸς, καὶ ἰοχυρότερον λέων. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι καὶ ἐντεῦθεν  μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν σοφίαν, καὶ τὴν τιμὴν ἣν ἡμᾶς ἐτίμησε. Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ' εἰς ἀποδημίας τάχος ἐπιτηδειότερον ἄνθρωπος  ἵππου· ἵππος μὲν γὰρ, κἂν πάντων  ὀξύτατος καὶ ἀλκιμώτατος  ᾖ, μόλις διακοσίους δραμεῖται τῆς ἡμέρας σταδίους· ἄνθρωπος δὲ ὑποζεύξας ἵππους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται σταδίους διανύσαι. Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερβολῆς· οὐκ ἔχει μὲν γὰρ πόδας ἰσχυροὺς ὁ ἄνθρωπος, ὥσπερ ἐκεῖνος, ἔχει δὲ τοὺς ἐκείνου τῶν ἑαυτοῦ οὐκ ἔλαττον  αὐτῷ  διακονουμένους.  Τῶν μὲν γὰρ ἀλόγων  οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ  τῆς  ποικίλης  τέχνης  τῆς  παρὰ τοῦ  Θεοῦ δοθείσης αὐτῷ,  πρὸς τὴν  μάλιστα προσήκουσαν αὐτῷ οἰκονομίαν ἕκαστον ὑπάγει τῶν ζώων. Εἰ δὲ ἦσαν οὕτως ἰσχυροὶ οἱ πόδες τῶν ἀνθρώπων  ὡς οἱ τῶν ἵππων, πρὸς ἕτερα ἂν ἐγένοντο ἄχρηστοι, πρὸς δυσχωρίας, πρὸς ἀκρωρείας, πρὸς ἀναβάσεις δένδρων·  ἡ γὰρ ὁπλὴ  ταῖς  πρὸς τὰ τοιαῦτα βαδίσεσιν ἐμποδίζειν εἴωθεν. Ὥστε εἰ καὶ ἁπαλώτεροι αἱ πόδες αὐτῶν, ἀλλὰ πρὸς πλείους ἐπιτηδειότεροι χρείας, καὶ οὔτε διὰ τὴν ἀσθένειάν τι βλάπτονται, τῆς τοῦ ἵπ  που δυνάμεως διακονουμένης, καὶ παρὰ τὴν ποικιλίαν  τῆς βαδίσεως πλεονεκτοῦσι. Πάλιν ἐστὶ πτερὸν τῷ ἀετῷ κοῦφον, ἀλλ'  ἔστιν ἐμοὶ λογισμὸς καὶ τέχνη  δι' ἧς δύναμαι πάντα τὰ ἱπτάμενα ζῶα κατενεγκεῖν  καὶ χειρώσασθαι. Εἰ δὲ βούλει καὶ τὸ ἐμὸν πτερὸν ἰδεῖν, ἔχω πολλῷ  κουφότερον  ἐκείνου, οὐ μέχρι δέκα σταδίων καὶ εἴκοσι, οὐδὲ μέχρι τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὑπὲρ αὐτὸν ἀνιπτάμενον τὸν οὐρανὸν, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἄνω, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄλογα πάλιν ἐν τῷ σώματι τὰ ὅπλα ἔχει, οἷον ὁ βοῦς τὰ κέρατα, τοὺς ὀδόντας  ὁ ὗς ὁ ἄγριος, τοὺς ὄνυχας  ὁ λέων·  ἐμοὶ δὲ οὐκ ἐν τῇ φύσει τοῦ σώματος τὰ ὅπλα κατέθετο ὁ Θεὸς, ἀλλ' ἔξω τοῦ σώματος, δεικνὺς ὅτι ἥμερον ζῶον ὁ ἄνθρωπος, καὶ ὅτι οὐκ ἀεί μοι τούτων τῶν ὅπλων καιρός· καὶ γὰρ πολλάκις μὲν αὐτὰ   ἀποτίθημι,   πολλάκις    δὲ   μεταχειρίζομαι.   Ἵν'   οὖν   ἐλεύθερος   ὦ   καὶ ἀπολελυμένος,  καὶ μὴ διηνεκῶς  ἀναγκάζωμαι  βαστάζειν τὰ ὅπλα, ἐποίησεν αὐτὰ κεχωρισμένα τῆς φύσεως εἶναι τῆς ἐμῆς. Οὐ γὰρ μόνον τῷ ψυχὴν  ἔχειν  λογικὴν κρατοῦμεν τῶν  ἀλόγων,  ἀλλὰ καὶ τῷ σώματι πλεονεκτοῦμεν  αὐτῶν· καὶ γὰρ καὶ τοῦτο τῇ τῆς ψυχῆς εὐγενείᾳ συμβαῖνον κατεσκεύασεν ὁ Θεὸς, καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ἐπιτήδειον· καὶ γὰρ τὸ σῶμα τοιοῦτον οὐχ ἁπλῶς ἐποίησον, ἀλλ' οἷον εἰκὸς εἶναι λογικῇ ψυχῇ διακονούμενον· ὡς εἰ μὴ τοιοῦτον ἦν, σφόδρα ἂν ἐνεποδίσθησαν αἱ τῆς  ψυχῆς  ἐνέργειαι·  καὶ  τοῦτο  δῆλον  ἐκ τῶν  νοσημάτων.  Εἰ γὰρ μικρόν  τι παρατραπείη τῆς οἰκείας καταστάσεως αὐτὴ τῆς σαρκὸς ἡ διακόσμησις, πολλαὶ τῶν ἐνεργειῶν  τῆς ψυχῆς  ἐμποδίζονται·  οἷόν τι λέγω,  εἰ θερμότερος ἢ ψυχρότερος ὁ ἐγκέφαλος γένοιτο. Ὥστε πολλὴν καὶ ἀπὸ τοῦ σώματος ἔστιν ἰδεῖν τὴν κηδεμονίαν τοῦ Θεοῦ, οὐχ ὅτι μόνον ἐξ ἀρχῆς αὐτὸ βέλτιον ἐποίησε τοῦ νῦν ὄντος, οὐδ' ὅτι καὶ νῦν  πρὸς  τὸ  χρήσιμον  αὐτὸ  μετεσκεύασεν, ἀλλ'  ὅτι  καὶ  πρὸς  πολλῷ  μείζονα ἀναστήσει δόξαν πάλιν. Εἰ δὲ καὶ ἑτέρωθεν θέλεις μαθεῖν ὅσην περὶ τὸ σῶμα ὁ Θεὸς ἐπεδείξατο σοφίαν, ἐρῶ τοῦτο ὃ μάλιστα πάντων ὁ Παῦλος ἐκπληττόμενος φαίνεται συνεχῶς. Τί δὲ τοῦτό ἐστιν; Τὰ μέλη πλεονεκτεῖν  ἀλλήλων  πεποίηκεν, οὐκ ἐν τοῖς αὐτοῖς, ἀλλὰ τὰ μὲν ἐν κάλλει, τὰ δὲ ἰσχύϊ κρατεῖν  παρεσκεύασεν· οἷον καλὸς ὁ ὀφθαλμὸς, ἀλλ' ἰσχυρότεροι οἱ πόδες· τιμία ἡ κεφαλὴ, ἀλλ' οὐ δύναται εἰπεῖν τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, τοῦτο καὶ ἐπὶ  τοῦ  βίου  παντός.  Ὁ  γοῦν  βασιλεὺς  τῶν  ὑπηκόων  δεῖται,  οἱ  ὑπήκοοι  τοῦ βασιλέως, ὥσπερ ἡ κεφαλὴ  τῶν  ποδῶν. Καὶ πάλιν  ἐπὶ τῶν  ἀλόγων  τὰ μὲν ἔστιν ἰσχυρότερα,  τὰ  δὲ  εὐπρεπέστερα, καὶ  τὰ  μὲν  ἡμᾶς  τέρπει,  τὰ  δὲ  τρέφει,  τὰ  δὲ περιβάλλει· οἷον τέρπει μὲν ὁ ταὼς, τρέφουσι δὲ ὄρνιθες καὶ ὕες, περιβάλλουσι δὲ πρόβατα καὶ αἶγες, συμπονεῖ δὲ βοῦς καὶ ὄνος. Ἔστι δὲ καὶ ἄλλα ἃ τούτων μὲν οὐδὲν παρέχει, γυμνάζει δὲ ἡμῶν τὴν δύναμιν, ὡς τὰ ἄγρια θηρία τῶν κυνηγετῶν  αὔξει τὴν ἰσχὺν, καὶ τῷ φόβῳ παιδεύει τὸ γένος ἡμῶν, καὶ προσεκτικώτερον ποιεῖ, καὶ πρὸς θεραπείαν δὲ ἡμῖν οὐκ ὀλίγην φορὰν ἀπὸ τῶν οἰκείων εἰσάγει σωμάτων. Ὥστε ὅταν εἴπῃ σοί τις· Πῶς ἄρχουν εἶ τῶν ἀλόγων φοβούμενος λέοντα; εἰπὲ πρὸς αὐτὸν, ὅτι Παρὰ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ὅτε εὐδοκίμουν παρὰ τῷ Θεῷ, ὅτε  ἐν  παραδείσῳ  διέτριβον·  ἀλλ'  ἐπειδὴ  προσέκρουσα τῷ  ∆εσπότῃ, ὑπεύθυνος ἐγενόμην τοῖς δούλοις· καὶ οὐδὲ νῦν ὀλοσχερῶς, ἀλλ' ἔχω τινὰ τέχνην δι' ἧς κρατῶ τῶν  θηρίων.  Οὕτω καὶ  ἐπὶ  τῶν  οἰκιῶν  γίνεται  τῶν  μεγάλων,  ὅτε  οἱ  υἱοὶ,  κἂν εὐγενεῖς ὦσιν, ὦσι δὲ ἀτελεῖς, πολλοὺς τῶν δούλων  δεδοίκασιν· ὅταν δὲ καὶ προσκεκρουκότες ὦσιν, ἐπιτείνεται  μᾶλλον  ἡ ἀγωνία.  Ταῦτα καὶ περὶ ὄφεων  καὶ σκορπίων καὶ ἐχιδνῶν  ἔστιν εἰπεῖν, ὅτι διὰ τὴν ἁμαρτίαν ἡμῖν ἐστι φοβερά.

εʹ. Οὐκ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου μόνον, οὐδὲ ἐπὶ τῶν βίων τῶν διαφόρων, οὐδὲ ἐπὶ τῶν ἀλόγων, ἀλλὰ καὶ ἐπὶ δένδρων ἔστιν ἰδεῖν τὴν ποικιλίαν ταύτην· καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ ∆εσπότου τὴν ποικίλην  σοφίαν ἴδωμεν. Μὴ τοίνυν  κατηγόρει  τοῦ  Θεοῦ διὰ  τὴν  φθορὰν  τοῦ  σώματος, ἀλλὰ  διὰ  τοῦτο μᾶλλον αὐτὸν προσκύνει, καὶ τῆς σοφίας καὶ τῆς κηδεμονίας αὐτὸν θαύμαζε· τῆς σοφίας μὲν, ὅτι ἴσχυσεν ἐν οὕτω φθαρτῷ σώματι τοσαύτην ἐπιδείξασθαι ἁρμονίαν· τῆς κηδεμονίας δὲ, ὅτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν  φθαρτὸν  αὐτὸ ἐποίησεν, ἵνα αὐτῆς καταστείλῃ τὸ φύσημα, καὶ τὴν ἀπόνοιαν καθέλῃ. Τί οὖν οὐκ ἐξ ἀρχῆς αὐτὸ τοιοῦτον ἐποίησεν ὁ Θεὸς, φησίν; Ἀπολογούμενός σοι διὰ τῶν πραγμάτων αὐτῶν, καὶ μονονουχὶ λέγων διὰ τῆς ἐκβάσεως αὐτῆς, ὅτι Ἐγὼ μέν σε ἐπὶ μείζονα ἐκάλουν τιμὴν, σὺ δὲ σαυτὸν ἀνάξιον κατέστησας τῆς δωρεᾶς, ἐκπεσὼν τοῦ παραδείσου· πλὴν ἀλλ' οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν σε ἀνάξω. Καὶ γὰρ διὰ τοῦτό σε ἐπὶ τοσοῦτον χρόνον ἀφῆκα σήπεσθαι καὶ διαφθείρεσθαι, ἵνα ἐν τῷ πλήθει τοῦ χρόνου μόνιμός σοι γένηται  τῆς ταπεινοφροσύνης  ἡ διδασκαλία, καὶ  μηδέποτε  τὴν  προτέραν  ἔννοιαν  ἀναλάβῃς. Ὑπὲρ  δὴ  τούτων   ἁπάντων   εὐχαριστήσωμεν   τῷ   φιλανθρώπῳ   Θεῷ,  καὶ   τῆς κηδεμονίας αὐτὸν ἀμειψώμεθα ἀμοιβὴν ἡμᾶς ὠφελοῦσαν πάλιν, καὶ τῆς ἑντολῆς, ὑπὲρ  ἧς  συχνῶς  ὑμῖν  διαλέγομαι,  πολλὴν  ποιησώμεθα  τὴν  σπουδήν.  Οὐδὲ γὰρ ἀποστήσομαι ἕως ἂν κατορθώσητε, ἐπειδὴ τὸ ζητούμενον  ἡμῖν οὐ τοῦτό ἐστιν, ἢ ὀλιγάκις εἰπεῖν, ἢ πολλάκις, ἀλλὰ μέχρι τότε λέγειν, ἕως ἂν ὑμᾶς πείσωμεν. Πρὸς μὲν  οὖν  Ἰουδαίους  ὁ  Θεὸς ἔλεγε  διὰ  τοῦ  προφήτου·  Εἰ εἰς  κρίσεις  καὶ  μάχας νηστεύετε, ἵνα  τί  μοι νηστεύετε; πρὸς ὑμᾶς δὲ ἐρεῖ δι' ἡμῶν·  Εἰ εἰς ὅρκους καὶ ἐπιορκίας νηστεύετε, ἵνα τί νηστεύετε; Πῶς γὰρ τὸ Πάσχα ὀψόμεθα τὸ ἱερόν; πῶς τὴν θυσίαν δεξόμεθα τὴν ἁγίαν; πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης,  δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης,  δι' ἧς τὴν ψυχὴν  ἐμολύναμεν;  Εἰ γὰρ  πορφυρίδα  τις  βασιλικὴν  οὐκ  ἂν  ἀνάσχοιτο  χερσὶ δέξασθαι  μεμιασμέναις,  πῶς  σῶμα  ∆εσποτικὸν  δεξόμεθα  ἀκαθάρτῳ   γενομένῃ γλώττῃ; Ὁ μὲν γὰρ ὅρκος τοῦ Πονηροῦ, ἡ δὲ θυσία τοῦ ∆εσπότου. Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι  τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ   τῶν   συμποσίων  οἱ  πένητες   ποιοῦσιν,   ἐπειδὰν   αὐτῶν   ἕκαστος  ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν· ἐπειδὴ καθ' ἑαυτούς ἐσμεν ῥᾴθυμοι, συμμορίας ποιήσαντες  ἀλλήλοις  παρεγγυῶμεν  εἰσφέρειν  συμβουλὴν,  καὶ παραγγελίαν, καὶ παράκλησιν, καὶ ἐπιτίμησιν, καὶ ὑπόμνησιν, καὶ ἀπειλὴν, ἵνα ἐκ τῆς ἑκάστου σπουδῆς ἅπαντες κατορθώ  σωμεν. Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν  ἢ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν,  καὶ τὴν  ἡμετέραν φυλακὴν  ἐπιτρέψωμεν  ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν  ταύτην  ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶ  τὴν ἁγίαν  ταύτην  ἔλθωμεν  ἑορτὴν,  καὶ τῆς  ἁγίας  μετάσχωμεν  θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.

αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ' ἡ μνήμη τῶν δεινῶν  μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ' ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν    οὐδέποτ'   ἐπιστήσεται.   Τί   γὰρ   δεῖ   τῆς   πείρας,   τῆς   μνήμης   ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι  παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν  ἁμαρτημάτων  δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ' ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· εἰπὼν  γὰρ ὅτι, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,  ἐπήγαγε, Τὸν πρότερον ὄντα βλάσφημον παὶ διώκτην καὶ ὑβριστήν. Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ ∆εσπότου. Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν  ἁμαρτημάτων,  ἀλλὰ  τὴν  μνήμην  οὐκ  ἐκβάλλω  τῶν  ἁμαρτημάτων.  Οὐ τοῦ ∆εσπότου δὲ τὴν φιλανθρωπίαν  ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃς τίς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν ἴδῃς ἐκ τίνος τίς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ᾖς ἡμαρτηκὼς, χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος· πρὸς γὰρ τοῖς εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τήν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων  διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρενέγκαντος νέφος, τούς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπὴν, κἂν μυρία περιστῇ πανταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; ἐκ βάθρων αὐτῶν καθ' ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι τὴν πόλιν ἡμῖν μετὰ τῶν  ἐνοικούντων·   ἀλλ'  ὅτε  ἤλπιζε  καταποντίζειν   τὸ  σκάφος  ὁ  διάβολος,  τότε καθαρὰν γαλήνην  ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα  τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν  τοῦ μεγέθους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων·  καὶ γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐκ εἴσεται  τοῦ ἰατροῦ τὴν τέχνην.  Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν  τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι  τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυῖαν  αὐτὴν  καὶ κειμένην  ἐπ' ὄψεσι στῆσαι πάλιν,  καὶ μηδὲ τὴν  τυχοῦσαν  συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον  ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν  δεινά· ἀλλ' ἰδοὺ πάντα ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρατρέχουσα, καὶ τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν  καὶ βελτίους  γεγόναμεν,  τοῦ Θεοῦ τὴν  καρδίαν  τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν  διαπαντὸς  καὶ καθ' ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν  τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν,  ἀλλὰ  μείνωμεν  μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν  σχολὴν  ἣν ἀνηλίσκομεν  περιεργαζόμενοι, πολυπραγμονοῦντες,  τοὺς ἀπὸ τοῦ  στρατοπέδου  περιτρέχοντες,   σπουδάζοντες  ὑπὲρ  τῶν   ἐπικειμένων   κακῶν, ταύτην  ἀναλώσωμεν  ἅπασαν εἰς  τὴν  τῶν  θείων  νόμων  ἀκρόασιν, ἀλλὰ  μὴ  εἰς ἀκαίρους καὶ ἀνονήτους  διατριβὰς, ἵνα  μὴ πάλιν  εἰς τὴν  ἀνάγκην  τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.

βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον,  καὶ  πρὸς  τὸ  τέλος  αὐτὸν   ἠγάγομεν,   ἑρμηνεύοντες   πῶς  Οἱ  οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα  αὐτοῦ  ἀπὸ  κτίσεως  κόσμου  τοῖς  ποιήμασι  νοούμενα   καθορᾶται,  καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ ∆ημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ' ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην   ἐργάζεσθαι  παρεσκεύασεν, οὔτε  πᾶσαν  ἀκίνητον  ἀφεὶς,  οὔτε  πᾶσαν κινεῖσθαι κελεύσας· ἀλλ' οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν  καθ' ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ γῆ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν  ὄμβρων  φύσις. διάφορα  δὲ τὰ ἐξ αὐτῶν  γινόμενα·  καὶ γὰρ ἐν ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆν ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει,τὰ  μὲν  βραδύτερον,  τὰ  δὲ  ταχύτερον  πρὸς  ἀκμὴν  ἄγουσα.  Τίς  οὐκ  ἂν  ταῦτα ἐκπλαγείη  καὶ  θαυμάσειε;  μᾶλλον  δὲ  οὐ  τοῦτο  μόνον  ἐστὶ  τὸ  θαυμαστὸν,  ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις  καὶ πένησι, καὶ ἁμαρτωλοῖς  καὶ δικαίοις.  Ὅπερ οὖν  καὶ ὁ Χριστὸς ἔλεγεν,  ὅτι  Τὸν ἥλιον  αὐτοῦ  ἀνατέλλει  ἐπὶ  πονηροὺς  καὶ ἀγαθοὺς,  καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐτὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις  ἐνθεὶς  ἤθη,  τὰ  μὲν  μιμεῖσθαι,  τὰ  δὲ  φεύγειν   ἐκέλευσεν.  Οἷόν  τι  λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας  καὶ πόνους.  ∆ιὰ τοῦτο  καὶ ἡ Γραφὴ τὸν  ὀκνηρὸν  πρὸς ἐκεῖνον  ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου  σοφώτερος.  Οὐ βούλει,  φησὶ,  παρὰ  τῶν  Γραφῶν  μαθεῖν  ὅτι  καλὸν  τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει;  οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος. Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας  παραίνεσιν, καὶ θαύμασόν σου τὸν ∆εσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ' ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ  βραχὺ  τὸ  ζῶον,  ἀλλὰ  τοῦ  μεγέθους  τῆς  σοφίας  τοῦ  Θεοῦ πολλὴν  ἔχει  τὴν ἀπόδειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι  ἐργασίας ἐπιθυμίαν  ἀδιάπτωτον.  Καὶ ἀπὸ  τούτου  μὲν  τὸ  φιλόπονον,  ἀπὸ  δὲ  τῆς  μελίττης  καὶ  τὸ  φιλόκαλον  καὶ  τὸ φιλόπονον  μάνθανε καὶ τὸ φιλάλληλον.  Καὶ γὰρ ἐκείνη οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ ταλαιπωρεῖται καθ' ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χριστιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν  ἑτέρων. Ὥσπερ οὖν ἐκείνη πάντας  περιίπταται  τοὺς λειμῶνας,   ἵνα  ἑτοίμην  ἑτέρῳ  παρασκευάσῃ  τράπεζαν·  οὕτω  καὶ  σὺ  ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν  ἄλλων  ἐστὶν ἐντιμοτέρα ζώων  ἡ μέλιττα,  οὐκ ἐπειδὴ πονεῖ, ἀλλ' ἐπειδὴ ἑτέροις πονεῖ; ἐπεὶ καὶ ὁ ἀράχνης πονεῖ καὶ ταλαιπωρεῖται  καὶ λεπτὰ  διατείνει  κατὰ  τοὺς  τοίχους  ὑφάσματα  πᾶσαν  γυναικὸς  σοφίαν ὑπερβάλλοντα, ἀλλ' ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κάμνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ τοῦ βοὸς, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστι  γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν.  Ἀπὸ τούτων  καὶ  ὁ Χριστὸς ἡμῖν  διαλέγεται  τῶν  ζώων·  Γίνεσθε γὰρ φρόνιμοι, φησὶν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν· Ἐμβλέψατε εἰς  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ,  ὅτι  οὐ  σπείρει οὐδὲ  θερίζει, καὶ  ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος τρέφει αὐτά. Καὶ ὁ προφήτης  δὲ ἐντρέπων  τοὺς ἀγνώμονας  Ἰουδαίους, οὕτω πώς φησιν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν  φάτνην  τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Καὶ πάλιν, Τρυγὼν καὶ χελιδὼν  ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων  παιδεύου φεύγειν  κακίαν. Ὥσπερ γὰρ φιλόκαλον  ἡ μέλιττα, οὕτως  ὀλέθριον  ἡ ἀσπίς· ἀποστράφηθι  τοίνυν  τὴν  κακίαν,  ἵνα  μὴ ἀκούσῃς· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ἀναίσχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονηρίαν. ∆ολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, εἴ τι χρήσιμον, παρ' ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ  αὐτῶν  πλεονεκτήματα  ἐκ  προαιρέσεώς σοι παρέσχε κατορθοῦν,  ἵνα  καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ' ἀπὸ φύσεως μόνης. Οἷόν τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ' ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας.  Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ  τοῦ παντὸς γένους  ἐστί· τὰ  δὲ  ἐκ  προαιρέσεως  οὐκ  ἔστι  κοινά·  πόνου  γὰρ  δεῖται  πρὸς  τὸ κατορθωθῆναι.

 γʹ. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ βασιλεὺς εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ' ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν ∆εσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δέ τί σε ὑπερβαίνει τῶν  ὁρωμένων,  καὶ  τὸν  λόγον  οὐ  δύνασαι  εὑρεῖν,  καὶ  διὰ  τοῦτο  δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον  ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν  καὶ τῶν ἄλλων  πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν  θρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. ∆ιὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν   ἔργων   αὐτοῦ  ἐν  ἀποκρύφοις·  καὶ  πάλιν,   Πλείονα  συνέσεως  ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἵκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ' ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι' ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ' ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ' ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν  δυνατὴν,   οὐ  τὴν  ὄντως  ἀκρίβειαν·  εἰ  γὰρ  καὶ  πολλοὺς  εἰρήκαμεν  τῶν γενομένων λόγους, ἀλλ' εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν' οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν,   τῶν  ἀρτηριῶν  τὴν  διανομὴν,  τὴν  θέσιν,  τὴν  διάπλασιν  τῶν  ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην. ∆ιόπερ  τοῦτον   ἐνταῦθα   καταλύσαντες   τὸν   λόγον,   καὶ   τοῖς   φιλοπόνοις   καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ'  ἑτέραν ὑπόθεσιν τὸν λόγον  τρέψωμεν, ἐνδεικτικὴν  καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων  ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ' ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ' ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἁπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται.  Ὅταν γοῦν  περὶ ἑτέρας ἐντολῆς  λέγῃ τῆς οὐ γνωρίμης  ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν  αἰτίαν  ἐπήγαγε  τῆς  ἀργίας·  ποίαν  δὴ  ταύτην;  Ὅτι ἐν  τῇ  ἡμέρᾳ τῇ  ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων  τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερική τις καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι καὶ συνέχουσαι  τὴν  ζωὴν  τὴν  ἡμετέραν,  ἐκεῖναί  εἰσιν· Οὐ φονεύσεις,  Οὐ μοιχεύσεις, Οὐ κλέψεις. ∆ιόπερ οὐδαμοῦ αἰτίαν ἐνταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εἰσάγει, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακόν τι  ἐργασάμενος, τίνος  ἕνεκεν  ἐκρύπτετο;  Οὐδὲ γὰρ  γράμματα  ἦν,  οὐ  νόμος,  οὐ Μωσῆς· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ καὶ ἐγκαλούμενος, ἐφ' ἕτερον πειρᾶται μετατιθέναι  τὴν αἰτίαν, λέγων· Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφαγον· κἀκείνη πάλιν  ἐφ' ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος  γὰρ τοῦ Ἀδὰμ, ὅτι Ἤκουσα τῆς φωνῆς  σου καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι καὶ ἐκρύβην, οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονὸς, οὐδὲ εἶπε· ∆ιὰ τί γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου; ἀλλὰ πῶς; Τίς σοι ἀνήγγειλε, φησὶν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μὲν, ἵνα αὐτὸν ἐκκαλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίας· οὐκ ἤλεγξε δὲ φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρημος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώμης ἡμῖν. ∆ιὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ'  ἧς  γνῶσις  γέγονεν,  ἀλλ'  ἐν  ἐρωτήσεως  τάξει  προάγει  τὸν  λόγον,  ἐκείνῳ καταλιμπάνων  εἰς ἐξομολόγησιν ἐλθεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρτίαν κακὸν ὃν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὂν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου  τότε ἀκούσας, ἀλλ' οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. ∆ιὰ τοῦτο  οὐ καταφέρω  κάτω  τὸν  λόγον,  ἀλλ' ἐπὶ  τῶν  προτέρων  αὐτὸν  ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταὶ, ἀλλὰ μόνος ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν, ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει προαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις. Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν  τὸ  τιμᾷν  τὸν  Θεὸν καὶ  εὐχαριστεῖν  ἐν  ἅπασι; Τί οὖν; ὁ Κάϊν, φησὶν,  οὐπροσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ' οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην.  Καὶ τί φησι; ∆εῦρο, ἐξέλθωμεν  εἰς τὸ πεδίον. Ἕτερον τὸ σχῆμα, φιλοφροσύνης  γὰρ ἡ ὑπόκρισις· καὶ τὸ φρόνημα ἕτερον,ἀδελφοκτονίας  γὰρ ἡ γνώμη.  Καίτοι εἰ μὴ κακὸν ᾔδει τὸ βούλημα, τίνος  ἕνεκεν  αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πάλιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; φησίν· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Τίνος γὰρ ἕνεκεν  ἀρνεῖται; οὐκ εὔδηλον ὅτι καταγινώσκων  σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν  φησί· Μείζων ἡ αἰτία  μου τοῦ ἀφεθῆναί  με. Ἀλλ' ὁ Ἕλλην οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν,  καὶ ὅπερ ἐπὶ τῆς κτίσεως ἐποιήσαμεν,  οὐκ  ἀπὸ  τῶν  Γραφῶν  μόνον,  ἀλλὰ  καὶ  ἀπὸ  λογισμῶν  τοὺς  πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον  ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους  ἀγωνιζόμενος.  Τί ποτ' οὖν ἐστιν  ὃ  λέγουσιν;  Οὐκ ἔστιν  ἡμῖν  αὐτοδίδακτος  νόμος  ἐν  τῷ  συνειδότι,  φησὶ, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακαταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυρίων ἑτέρων νόμους ἔγραψαν οἱ παρ' αὐτοῖς νομοθέται; Οὗτοι μὲν γὰρ οἱ νῦν  ἴσως παρὰ τῶν  πρώτων  ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν  προτέρων, καὶ παρὰ τῶν ἄνω πάλιν οὗτοι· οἱ δὲ ἐξ ἀρχῆς καὶ πρῶτοι παρ' αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; οὐ γὰρ ἂν ἕχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συνεγένοντο,  ὅτι προφητῶν  ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὅντες; Ἀλλ' εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ' αὐτὰς ἐλθόντων· οὕτω καὶ δικαστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν  ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρινεῖ ὁ Θεὸς τοὺς  ἀνθρώπους  τοὺς  πρὸ  Μωϋσέως; οὐ  νομοθέτην   ἔπεμψεν,  οὐ  νόμον εἰσήνεγκεν, οὐ προφήτην  ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτοδίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἅκουσον πῶς φησιν· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει  τὰ  τοῦ  νόμου  ποιῇ,  οὗτοι  νόμον  μὴ  ἔχοντες  ἑαυτοῖς  εἰσι νόμος,  οἵτινες ἐνδείκνυνται   τὸ  ἔργον  τοῦ  νόμου  γραπτὸν  ἐν  ταῖς  καρδίαις  αὐτῶν.  Πῶς χωρὶς γραμμάτων;  Συμμαρτυρούσης αὐτῶν  τῆς  συνειδήσεως  καὶ μεταξὺ ἀλλήλων  τῶν λογισμῶν  κατηγορούντων,  ἢ καὶ ἀπολογουμένων  ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί ἐστιν, Ἀνόμως ἀπολοῦνται; Οὐχὶ τοῦ νόμου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συνειδότος. Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γὰρ, εἰ ἀνόμως ἥμαρτον; Ἀλλ' ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει, ὅτι οὐκ εἶχον νόμον, ἀλλ' ὅτι οὐκ εἶχον νόμον γραπτὸν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· ∆όξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω  χρόνων  διαλεγόμενος  τῶν  πρὸ  τῆς  παρουσίας  τοῦ  Χριστοῦ. Καὶ Ἕλληνα ἐνταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυνοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν Ἱουδαϊκῶν παρατηρήσεων ἀνάγκῃ, σαββατισμοῖς λέγω  καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ  φιλοσοφίαν  καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον.  Καὶ πάλιν  περὶ τοῦ αὐτοῦ διαλεγόμενός  φησι· Θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλαγμένον τῆς  παρατηρήσεως  τῆς  Ἰουδαϊκῆς.  Εἰ  τοίνυν   μήτε  νόμου  ἤκουσε,  μήτε  μετὰ Ἰουδαίων  ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις  ἐργαζομένῳ τὸ κακόν; Ἐπειδὴ συνειδὸς  εἶχεν  ἔνδον  ἐνηχοῦν  αὐτῷ,  καὶ διδάσκον  καὶ παιδεῦον ἅπαντα.  Πόθεν δῆλον  τοῦτο;  Ἀφ'  ὧν  ἑτέρους  ἁμαρτάνοντας  ἐκόλασεν,  ἀφ'  ὧν νόμους ἔθηκεν, ἀφ' ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν  ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι. Καὶ πόθεν ᾔδεισαν, φησὶν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; πόθεν; Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νομίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφόνον,  ὑπὸ τῇ σῇ ψήφῳ μὴ κολάσῃς· εἰ μὴ νομίζεις κακὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχὸς, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων  ἀγνοεῖν  τὰ πρακτέα; Ἐμοίχευσας, καὶ οὐ κἀκεῖνος.  Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ γὰρ μὴ ᾔδεις κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν  τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς  διδόναι  δίκας; Τοῦτο γοῦν  αὐτὸ ἐγκαλῶν  ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων  τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας  καθ' ἑτέρου, ἀπὸ ταύτης  σοι κρινεῖ  ὁ Θεὸς τότε· οὐ γὰρ δήπου  σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ  οὐ  παρὰ πόδας  ἐπάγει  σοι τὴν  τιμωρίαν,  μὴ  θάῤῥει διὰ  τοῦτο,  ἀλλὰ  φοβοῦ μειζόνως.  Οὕτω καὶ  Παῦλος ἐκέλευσε λέγων·  Ἢ τοῦ  πλούτου  τῆς  χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν  σε ἄγει; ∆ιὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων  γένῃ, ἀλλ' ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται  ἀμετανοήτῳ  μένοντι.  Καὶ τοῦτο  γοῦν  αὐτὸ  δηλῶν  ἔλεγε·  Κατὰ δὲ  τὴν σκληρότητά σου καὶ ἀμετανόητον  καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν  ἐν  ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν   ἐνέθηκε,   καὶ   γραπτὸν   ὕστερον   ἔδωκεν,   ἵνα   εὐθύνας   ἀπαιτήσῃ   τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν,  εἰδό   τες  ὡς  μηδεμιᾶς  ἀπολαύσομεν  συγγνώμης,  εἰ  μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
ςʹ. Βούλομαι οὖν πάλιν  περὶ τῶν  ὅρκων ὑμῖν διαλεχθῆναι,  αἰσχύνομαι δέ.Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα  δὲ μὴ τὰς  πολλὰς  ταύτας  ἡμέρας ὑμῖν  παρακολουθήσας, πολλὴν  ὑμῶν καταγνῶ  ῥᾳθυμίαν  περὶ πράγματος  οὕτως  εὐκόλου  διηνεκοῦς  δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία  τοῖς  μὲν  προσέχουσι  σωτήριον  καὶ  χρήσιμον,  τοῖς  δὲ  ῥᾳθυμοῦσι βλαβερὸν  καὶ  ἐπικίνδυνον.  Καὶ γὰρ  ὅσῳπερ ἄν  τις  πλεονάκις  ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἕλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ  οὐδὲ  οὕτως  εἰσηκούσατε.  Ἡμεῖς  μὲν  οὖν  ἀπὸ  πολλῆς   κηδεμονίας  τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην  τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων  τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω  τὸν πλησίον ἀργύριον ὀφείλειν   αὐτῷ,  τὴν  ἐκπλήρωσιν  τῆς  ἐντολῆς  ταύτης,  καὶ  ἀπαντῶν   ὑπὲρ  τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν  οὐκ  ἐπιμελουμένοις.  ∆ιὰ  τοῦτο  καὶ  ἐγὼ  τὰ  αὐτὰ  λέγων  οὐ  παύομαι· δέδοικα γὰρ μήποτε κατ'  ἐκείνην  ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ  ∆εσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν  τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην.  Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς  κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδὴν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θερμῆς οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκαστος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγελίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον  λεγέτω·  Σκόπει καὶ  μέμνησο  ὅπως  φυλάξῃς  τὴν  ἐντολὴν,  καὶ  πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι  παραπέμπωσι  μετὰ τοιαύτης  συμβουλῆς, καὶ οἴκοι γενόμενον  ἡ  γυνὴ  πάλιν  τὰ  αὐτὰ  ἀναμιμνήσκῃ,  καὶ  μόνους  ὄντας  ὁ  λόγος  ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθὲν,  καὶ τότε ἐρῶ. Τέως μὲν γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦτο, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατορθωθὲν,  καὶ  ἑτέραν  ὑμῖν  αἰτίαν  ἐρῶ οὐκ ἐλάττονα  ταύτης,  ἵνα  μάθητε  ὅτι δικαίως  τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι  σπουδήν· ὥρα δὲ λοιπὸν  εἰς εὐχὴν καταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον  τοῦ ἁμαρτωλοῦ,  ὡς τὸ ἐπιστρέψαι αὐτὸν  καὶ ζῇν, καὶ τοῦτον  καὶ τοὺς λοιποὺς  νόμους  ἅπαντας  καταξίωσον  ἡμᾶς  ἐξανύσαντας,  οὕτω  παραστῆναι  τῷ βήματι  τοῦ  Χριστοῦ σου,  ἵνα  παῤῥησίας  πολλῆς  ἀπολαύσαντες,  τῆς  βασιλείας ἐπιτύχωμεν  εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |