ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν·

Τρίτη 25 Οκτωβρίου 2016

Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν·




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ.

αʹ. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ  νυκτὸς   οὐδὲν   ἅμεινον   διακεῖσθαι  ἐποίησε  τὴν   ἡμέραν,  οὐ  τῆς  ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν' οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς  ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων   μεμνῆσθαι   καὶ   τῆς   ζάλης   καὶ   τῶν   ἀνέμων,


  ἐπειδὰν   εἰς   λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν  μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι' οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν γὰρ παρέλθῃ τὰ δεινὰ, ἡδονὴν ἔχει τῶν δεινῶν ἡ διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρπουμένης τὴν εὐφροσύνην. Ἡ γὰρ τῶν παρελθόντων  κακῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον ὁρᾶσθαι ποιεῖ. Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας  καὶ τοὺς λανθάνοντας  μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν  αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν  αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγορὰ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ'  ἀλλήλων  ἐφαίνοντο,  καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νε  κροὶ περιιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος   ὀψόμενοι   τῶν   γινομένων,   καὶ  ἰδόντες   ἐκεῖ   τῆς   πόλεως   τὰ  λείψανα συνειλεγμένα,  μάλιστα πάντων  ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους  ὄντος  περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν  ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ' ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν  σιγῇ τὴν ἄνωθεν  ἐκδεχόμενοι  ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες,  καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις·  οὕτω καὶ ἐνταῦθα πάντες  σιγῇ καὶ κατὰ διάνοιαν  ἐκάλουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις,  χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω   τῆς   αὐλῆς   εἰσέβημεν,   πάλιν   εἴδομεν   ἕτερα   φοβερώτερα   τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν  ἡσυχίαν   παρέχοντας.   Ἐπειδὴ  γὰρ  οἱ  προσήκοντες  ἅπαντες   ἐκείνοις,  καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες  αὐτῶν τῷ δέει τὴν διάνοιαν. Τὸ δὲ πάντων  ἐλεεινότερον,  μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων  τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων  ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι  περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι  μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς  αὐταῖς παρῆν, οὔτε γείτων,  οὔτε φίλη,  οὐκ ἄλλη τις τῶν  ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν  ἱματίων  ἐν μέσῳ τοσούτων ἀπειλημμέναι  στρατιωτῶν, χαμαὶ  συρόμεναι  περὶ  τὰς  θύρας  αὐτὰς,  τῶν  ἔνδον  δικαζομένων   ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν  μαστιζομένων, τῆς φοβερᾶς τῶν  δικαζόντων  ἀπειλῆς, καὶ καθ' ἕκαστον τῶν παιομένων  χαλεπωτέρας  ἐκείνων  ὑπέμενον  ὀδύνας  αὗται.  Ἐπειδὴ  γὰρ  ἐν  ταῖς ἑτέρων  μαρτυρίαις  ἐκινδυνεύετο   ἡ  τῶν  ἐγκλημάτων   ἀπόδειξις,  εἴ  ποτέ  τινος ᾔσθοντο  μαστιζομένου, ὥστε εἰπεῖν  τοὺς  ὑπευθύνους,  καὶ  ὀλολύζοντος,  εἰς  τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι,  τὴν δριμεῖαν  ἀπὸ τῶν  πληγῶν  ὀδύνην  μὴ δυναμένων  ἐνεγκεῖν· καὶ ταυτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ  γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ  μέλλουσαν  βαπτίζειν  τὸ  σκάφος, καὶ  πρὶν  ἢ  πλησίον  γενέσθαι  τοῦ  πλοίου προαποτεθνήκασι  τῷ  δέει·  οὕτω  δὴ  κἀκεῖναι,  εἴ  ποτε  φωνῶν   καὶ  ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν  ὀφθαλμῶν  ἑώρων  θανάτους.  Καὶ ἦν  ἰδεῖν  ἕνδον  βασάνους, ἔξω  βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων  συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν  αὐτοῖς  προσηκόντων.  Μᾶλλον  δὲ οὐχ  οὗτοι  μόνον,  ἀλλὰ  καὶ αὐτοὶ  οἱ  δικάζοντες ἐθρήνουν κατὰ διάνοιαν, καὶ χαλεπώτερα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν.

βʹ. Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα  βλέπων,  ὅτι γυναῖκες  καὶ παρθένοι θαλαμευόμεναι  νῦν κοινὸν  ἐγένοντο  θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι,  τὸ ἔδαφος ἀντὶ  στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων,  εὐνούχων,  τῆς ἄλλης  ἁπάσης φαντασίας,  νῦν  ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ  ἔρανον  γενέσθαι, ἐφθεγξάμην  ἐκεῖνο  τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων,  τὰ πάντα ματαιότης. Εἶδον γὰρ τοῦτό τε αὐτὸ, καὶ ἕτερον λόγιον δι' αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων  προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς   ἁμαρτίας  καὶ  τῆς   παρανομίας   τῆς   γεγενημένης   τὴν   συμμαχίαν   ἅπασαν τρεψαμένης  ταύτην,  Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν  νεοττῶν  ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν  εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται  τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς  οἰκίας  τῶν  παίδων,  καὶ ἔνδον  ἀπειλημμένων,  ὥσπερ ἐν  δικτύῳ  τινὶ  καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὴ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν   ἐκεῖνο   δικαστήριον,   καὶ   πρὸς   ἐμαυτὸν   εἶπον·   Εἰ  νῦν   ἀνθρώπων δικαζόντων,   οὐ  μήτηρ,  οὐκ  ἀδελφὴ,  οὐ  πατὴρ,  οὐκ  ἄλλος  οὐδεὶς,  καίτοι  γε ἀνεύθυνοι τῶν τολμηθέντων  ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; τίς τολμήσει ῥῆξαι φωνήν; τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι  τῆς πόλεως  ἦσαν οἱ τότε δικαζόμενοι,  καὶ αὐτὸ τῆς εὐγενείας  τὸ κεφάλαιον.  Ἀλλ' ὅμως ἠγάπων,  εἴ τις δῴη πάντα  ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν  αὐτὴν  τῆς παρούσης ἀπολαύειν  ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν  πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης  ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην  ἀνενεγκεῖν  τῶν   ἐξητασμένων  τὴν  γνῶσιν·  ἔσεσθαι γάρ  τι  ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ  παρὰ τοῦ δήμου λιταὶ  πρὸς τὸν φιλάνθρωπον  Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην  αὐτήν. Καὶ οὐκ ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα·  ἀλλ' ὅμως  οὐδὲν  τούτων  τοὺς δικάζοντας  ἔνδον  ἀκούοντας  ἐπέκαμπτε τότε, ἀλλ' ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἡ τῶν τολμηθέντων  ἐξέτασις· καὶ τέλος  ἁλύσεις αὐτοῖς  περιθέντες,  καὶ σιδήρῳ δήσαντες, ἐπὶ  τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν  ταῖς  θύραις  ἁπάντων   ἦν  ἰδεῖν.  Καὶ  αἱ  γυναῖκες   αἱ  τούτων   τῆς  πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστη ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν·  οἰκίαν  γὰρ  ἐξ  οἰκίας  καὶ  τόπον  ἐκ  τόπου  περιήρχοντο  καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο  αὐτὸ αὐταῖς  εὔκολον  ἦν, ἑκάστου δεδοικότος  καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι.

γʹ. Ἀλλ'  ὅμως  τοσούτων  γενομένων,  ἔστεργον πᾶσι τούτοις  οἱ παθόντες,ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων,  οὔτε ἀτιμία,οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἕδακνε. Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν  παρεσκεύαζε τὴν  ψυχήν.  Καὶ τότε  ἐμάνθανον  πῶς  εὔκολον  ἡμῖν  ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν  μόνον ἐπίπονος  εἶναι  δοκεῖ.  Οὗτοι γὰρ  οἱ  πρὸ  τούτου  χρημάτων  ὀλίγων  ζημίαν  οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν  οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης  εἶχεν  ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους  ἐκείνας  ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ  νόμων,   οὐκ  ἂν  ἠλγήσαμεν,  εἰδότες  ὅτι  μείζονα  κερδανοῦμεν   τὴν  τῶν μελλόντων   δεινῶν  ἀπαλλαγήν.  Τάχα ἱκανῶς  ὑμῶν  κατεμάλαξε  τὴν  καρδίαν  ἡ τραγῳδία τῶν εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε  τῷ   φόβῳ   τοῦ  διηγήματος   τὴν   διάνοιαν   ὑμῶν   πᾶσαν  ἀποτιναξαμένην ῥᾳθυμίαν,  καὶ τῶν  βιωτικῶν  ἀπαναστᾶσαν ἁπάντων,  μετὰ πολλῆς  τῆς  εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
γʹ. Ἱκανῶς  μὲν οὖν καὶ πρώην  ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται  νόμος  τῶν  καλῶν  καὶ  τῶν  οὐ τοιούτων· ἵνα  δὲ ἐκ περιουσίας ἡμῖν  ἡ ἀπόδειξις γένηται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑποθέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων  ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν  ἐπιεικεστέρων τινὰ οἰκετῶν  ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ' ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί   φαμεν·   κἂν   κακῶς   πάσχωμεν,   εἰς   δικαστήριον   ἕλκομεν   τοὺς    ποιήσαντας. Οὕτως ἵσμεν τί μὲν κακία, τί δὲ ἀρετή. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνὺς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ'  ὃ  πάλαι  προλαβὼν  ἐγκατέθηκεν  ἡμῶν  τῷ  συνειδότι,  μετὰ  τοὺς  πολλοὺς ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης· τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖσθαι; εὐεργέτησον  ἕτερον. Θέλεις ἐλεεῖσθαι; ἐλέησον τὸν  πλησίον. Θέλεις ἐπαινεῖσθαι; ἐπαίνεσον  ἕτερον. Θέλεις ἀγαπᾶσθαι; φίλησον.  Θέλεις τῶν  πρωτείων  ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστὴς, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν· Ὃ μισεῖς, ἄλλῳ  μὴ ποιήσῃς. ∆ιὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν,  διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Μισεῖς ὑβρίζεσθαι; μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; μηδὲ σὺ ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ  ἀρετῆς  τὴν  μὲν  γνῶσιν  ἐνέθηκεν  ἡμῶν  τῇ  φύσει,  τὴν  δὲ  πρᾶξιν  καὶ  τὴν διόρθωσιν  ἐπέτρεψεν  ἡμῶν  τῇ  προαιρέσει. Τάχα ἀσαφὲς  τὸ  λεγόμενον·  οὐκοῦν πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύτης κακίαν· ἀλλὰ πάντες  ἐν  ταῖς  τοιαύταις  ψήφοις  ἐσμὲν αὐτοδίδακτοι,  καὶ  τὴν  ἀρετὴν,  κἂν  μὴ μετίωμεν  αὐτὴν, ἐπαινοῦμεν,  ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν. Καὶ τοῦτο  Θεοῦ κατόρθωμα  γέγονε  μέγιστον,  ὥστε  τὸ  συνειδὸς  ἡμῶν  καὶ  τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων  ἔγκειται τῷ συνειδότι πάντων  ἀνθρώπων,  καὶ οὐ δεόμεθα διδασκάλου τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τί δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τῶν  πλεονεκτημάτων  ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἄν τινος τούτων. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν  μηδὲν καμόντες ἐπιστάμεθα· τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν  κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες  καὶ πολὺν  ὑποστάντες  πόνον.  Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ἡμῖν πρόσεστι, καθάπερ  ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἐτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν  τῶν κατορθωμάτων  ἔνια φυσικὰ ἀφεὶς εἶναι  ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν  τοῖς ὑβριζομένοις  φυσικὸν  ἅπαντες   ἔχομεν  εὐθέως  οὖν  τοῖς  ἐπηρεάζουσιν  ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες, καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ   τῇ   πρὸς   ἀλλήλους.   Κἂν  γὰρ   πραγμάτων   περιστάσεις   δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ' ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ.

 δʹ. Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστησεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς  υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις,  καὶ ἄνδρας ταῖς γυναιξὶ,  καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολλάκις δὲ καὶ παρ' ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν  διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν  πρὸς αὐτὸ  συνελαυνόντων  ἡμᾶς οὐκ ἀφιέντος  ἐκπεσεῖν  τῶν  συμφερόντων ἡμῖν.  Κἂν γὰρ  τῶν  γεγεννηκότων   καταφρονήσωμεν,  τοὺς  ἄρχοντας  δεδοικότες ἐπιεικέστεροι πάντως  ἐσόμεθα· κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ   νομοθέται   καὶ   ἄρχοντες   παραλαβόντες   ῥυθμίζουσιν·   οἵ   τε   οἰκέται,   ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος  καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα.  Οὐ φοβεῖ  σε πατήρ;  οὐδὲ  διδάσκαλος;  οὐκ  ἄρχων;  οὐ  νομοθέτης;  οὐ δικαστής; οὐκ ἐντρέπει σε φίλος; οὐ δάκνει σε ἐχθρός; οὐ σωφρονίζει δεσπότης; οὐ διδάσκει ἀνήρ; οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ' ἀῤῥωστία πολλάκις  ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν  εἴωθε· καὶ αὐτοὶ μὲν μηδέν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων  ἐσωφρονίσθημεν. Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον  ἵδοι  τις  ἄν·  ὥσπερ  γὰρ  κολαζομένων   τῶν  κακῶν  ἕτεροι  βελτίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμήσαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παρ  αινέσεως.  Μὴ γάρ  μοι  λεγέτω  τις,  ὅτι  πολλοὶ  κατώρθωσαν·  οὐ  τοῦτό  ἐστι  τὸ ζητούμενον, ἀλλ' ἵνα πάντες. Ἔως δ' ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν  ἐκεῖνος  ἑκατὸν  πρόβατα  εἶχε,  καὶ  ἑνὸς  πλανηθέντος,   οὐκ  ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν  ἐνενήκοντα  ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς  εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν  τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν  οἱ μὴ κατωρθωκότες, ἀλλ' ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς   ὅλης   τῆς   πόλεως   ἀπολωλυίας.    Καὶ  μάλα   εἰκότως·   ᾔδει   γὰρ   ὅτι   μὴ σωφρονισθέντος   ἐκείνου   ταχέως   τὸ   νόσημα  βαδίζον   ὁδῷ   καὶ   τοὺς   ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν  τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα  οὐδὲν  ὠφελεῖ.  Οὐκοῦν πολλῷ  μᾶλλον  ἔνθα  ἂν  ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.
εʹ. Ταῦτα οὖν  ἐννοοῦντες  διαναστήσωμεν  ἑαυτούς· ἐὰν  γὰρ μὴ τὴν  παρ' ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ' ἡμῶν ἅπαντα. Τί δήποτε; Ὅτι οὐχ ὥσπερ  αἱ  λοιπαὶ  τέχναι,   οὕτω  καὶ  ἡ  διδασκαλική  ἐστι  δύναμις.  Ὁ  μὲν  γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὐρήσει· καὶ ὁ χαλκοτύπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δημιουργῶν ἕκαστος οἷον ἂν ἀφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦτον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. ∆ιὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ' ἐπειδὰν λαβόντες μετὰ πολλοῦ  καμάτου  διαπλάσωμεν,  διορθώσωμεν,  θερμοτέρους  ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα.  Εἴθε μὲν γὰρ δυνατὸν  ἦν ὑπὲρ ὑμῶν  ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τί πάθω; τοῦτο ἀμήχανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις  εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· Εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων· ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ  οὐκ ἂν  ἴδοι  τις  ἕτερον  ὑπὲρ ἑτέρου κολαζόμενον.  ∆ιὰ τοῦτο  ὀδυνῶμαι  καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι τοσαύτη. Εἰ δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμὶ Μωσέως ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦ  τον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ  σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ,  μετὰ   τῶν  ἄλλων  ἁπάντων  καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολὴν,  ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν  τῶν  ἐπηγγελμένων  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι. Ὁμιλία ιδʹ.

αʹ. Οὐχ ὡς ἔτυχε τὴν πόλιν  ἡμῖν ὁ διάβολος χθὲς ἐθορύβησεν, ἀλλὰ καὶ ὁ Θεὸς ἡμᾶς οὐχ ὡς ἔτυχε παρεκάλεσε πάλιν, ὥστε καὶ ἡμῶν ἕκαστον εὐκαίρως εἰπεῖν ἐκεῖνο  τὸ  προφητικόν·  Κατὰ τὸ  πλῆθος  τῶν  ὀδυνῶν  μου  ἐν  τῇ  καρδίᾳ  μου  αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ὅπερ γὰρ λέγων οὐδέποτε ἐπαυσάμην, τοῦτο καὶ τήμερον ἐρῶ, ὅτι οὐχ ἡ ἀπαλλαγὴ τῶν δεινῶν, ἀλλὰ καὶ ἡ συγχώρησις τούτων ἀπὸ τῆς εὐνοίας γίνεται τοῦ Θεοῦ. Ὅταν γὰρ ἴδῃ πρὸς ῥᾳθυμίαν ἡμᾶς ἐκκλίνοντας, καὶ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀποπηδῶντας,  καὶ τῶν  πνευματικῶν  οὐδένα ποιουμένους  λόγον,  ἐγκαταλιμπάνει μικρὸν, ἵνα ταύτῃ σωφρονισθέντες σπουδαιότερον πρὸς αὐτὸν ἐπανέλθωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐφ' ἡμῶν τῶν ῥᾳθύμων τοῦτο ποιεῖ, ὅπου γε καὶ Παῦλος καὶ ἐπ' αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν ταύτην ἔλεγεν αἰτίαν εἶναι τῶν πειρασμῶν; Κορινθίοις γὰρ ἐπιστέλλων  τὴν δευτέραν ἐπιστολὴν  οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,  περὶ τῆς θλίψεως  τῆς γενομένης  ἡμῖν  ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν,  ὥστε ἐξαπορηθῆναι  ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ  ἐν ἑαυτοῖς  τὸ  ἀπόκριμα τοῦ  θανάτου  ἐσχήκαμεν· ὃ δὲ  λέγει  τοιοῦτόν  ἐστιν· οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως· τοῦτο γάρ ἐστι τὸ, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἀπόγνωσιν ἔλυσεν ὁ Θεὸς τὸν χειμῶνα, καὶ τὸ νέφος παρήνεγκε, καὶ  ἐξ αὐτῶν  τοῦ  θανάτου  τῶν  πυλῶν  ἡμᾶς  ἥρπασεν, Εἶτα δεικνὺς  ὅτι  καὶ  τὸ συγχωρῆσαι μέχρι τοσούτου κατενεχθῆναι,  κηδεμονίας  ἦν πολλῆς,  τὸ γινόμενον ἀπὸ τῶν πειρασμῶν διηγεῖται κέρδος· τοῦτο δὲ ἦν τὸ συνεχῶς πρὸς αὐτὸν βλέπειν, ἀλλὰ μὴ μέγα φρονεῖν  μηδὲ ἐπαίρεσθαι. ∆ιὰ τοῦτο εἰπὼν ὅτι, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, καὶ τὴν αἰτίαν ἐπήγαγε. Τίς δέ ἐστιν ἡ αἰτία αὕτη; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ζωοποιοῦντι τοὺς νεκρούς.   Νυστάζοντας  γὰρ   ἡμᾶς   καὶ   καταπίπτοντας   ἀφυπνίζειν   εἴωθε   τῶν πειρασμῶν  ἡ  φύσις,  καὶ  διεγείρειν  καὶ  εὐλαβεστέρους  ποιεῖν.  Ὅταν  οὖν  ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς,   ἀλλὰ   χρηστὰς   ἔχε     τὰς   ἐλπίδας,   ἐκεῖνο   πρὸς   ἑαυτὸν λογιζόμενος,  ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος  Μὴ  τοίνυν   ἀπαγορεύσωμεν  μηδὲ  τὴν  ἐπὶ  τὸ  βέλτιον  ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην,  καὶ τὸ τέλος ἁπάντων τῶν  κατεχόντων   ἡμᾶς  θορύβων  ῥίψαντες  ἐπὶ  τὸν  Θεὸν,  αὐτοὶ  τῶν  συνήθων ἁπτώμεθα  πάλιν,  καὶ τὴν  εἰωθυῖαν  διδασκαλίαν  εἰς μέσον ἀγάγωμεν.  Πάλιν γὰρ ὑμῖν  περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθῆναι  βούλομαι, ὥστε πρόῤῥιζον ἀπὸ τῆς διανοίας ὑμῶν ἀνασπάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. ∆ιόπερ ἀνάγκη πάλιν ἐπὶ τὴν αὐτὴν καταφυγεῖν ἱκετηρίαν. Καὶ γὰρ παρεκάλεσα πρώην ὑμᾶς τὴν κεφαλὴν Ἰωάννου  λαβόντας  ἀποτετμημένην,  καὶ  θερμοῦ  τοῦ  αἵματος  ἔτι  ἀποστάζουσαν, οὕτως  ἀπελθεῖν  οἴκαδε  ἕκαστον, καὶ  νομίζειν  πρὸ τῶν  ὀφθαλμῶν  ὁρᾷν  αὐτὴν φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν· Μισήσατέ μου τὸν σφαγέα τὸν ὅρκον. Ὅπερ ἔλεγχος οὐκ  ἐποίησε, τοῦτο  ὅρκος ἐποίησεν·  ὅπερ  θυμὸς  τυραννικὸς  οὐκ  ἴσχυσε, τοῦτο εὐορκίας ἀνάγκη παρεσκεύασε. Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων  ἀκουόντων, ἤνεγκε  γενναίως  τὴν  ἐπιτίμησιν  ὁ τύραννος,  ὅτε δὲ εἰς ὅρκων  ἀνάγκην  ἑαυτὸν ἐνέβαλε, τότε τὴν μακαρίαν ἐκείνην  ἀπέτεμε κεφαλήν.  Τὸ αὐτὸ δὴ τοῦτο καὶ νῦν παρακαλῶ, καὶ παρακαλῶν οὐ παύομαι, ὥστε ὅπουπερ ἂν ἀπίωμεν, ταύτην βαστάζοντας τὴν κεφαλὴν  ἀπιέναι, καὶ πᾶσιν αὐτὴν ἐπιδεικνύναι  βοῶσαν καὶ τῶν ὅρκων   κατηγοροῦσαν.   Κἂν  γὰρ   σφόδρα  ὦμεν   ῥᾴθυμοι   καὶ   ὀλίγωροι,   τοὺς ὀφθαλμοὺς   τῆς  κεφαλῆς   ἐκείνης   ὁρῶντες   φοβερὸν  εἰς  ἡμᾶς  βλέποντας   καὶ ἀπειλοῦντας  ὀμνύουσι,  χαλινοῦ  παντὸς  εὐτονώτερον  τῷ  φόβῳ  τούτῳ σωφρονισθέντες, ἅγχειν καὶ ἀποστρέφειν δυνησόμεθα ῥᾳδίως τὴν γλῶτταν ἀπὸ τῆς ἐπὶ  τοὺς  ὅρκους ὁρμῆς. Οὐδὲ γὰρ τοῦτο  μόνον  τὸ δεινὸν  ἔχει  ὁ ὅρκος, ὅτι  καὶ παραβαινόμενος καὶ φυλαττόμενος κολάζει τοὺς ἁλισκομένους, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων  ἁμαρτημάτων συμβαῖνον ἴδοι τις ἄν· ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου κακόν. Τί δὲ τοῦτό  ἐστι; Τὸ μηδὲ βουλομένοις  μηδὲ σπουδάζουσι δυνατὸν  εἶναι εὐορκῆσαι πολλάκις. Πρῶτον μὲν γὰρ ὁ διηνεκῶς  ὀμνὺς, καὶ ἑκὼν καὶ ἄκων, καὶ ἀγνοῶν καὶ εἰδὼς, καὶ σπουδάζων καὶ παίζων, καὶ ὑπὸ θυμοῦ πολλάκις ἐκφερόμενος καὶ ὑπὸ ἑτέρων πολλῶν, ἐπιορκήσει πάντως. Καὶ πρὸς ταῦτα οὐδεὶς ἀντερεῖ· οὕτως ἐστὶν ὡμολογημένον  καὶ δῆλον,  ὅτι τὸν  πολύορκον  ἀνάγκη  καὶ ἐπίορκον  εἶναι.∆εύτερον δὲ, ὅτι κἂν μὴ συναρπασθεὶς μηδὲ ἄκων μηδὲ ἀγνοῶν  τοῦτο πάθῃ, ὑπ' αὐτῆς  τοῦ πρά  γματος  τῆς φύσεως, καὶ εἰδὼς  καὶ ἑκὼν,  ἀναγκασθήσεται ἐπιορκῆσαι πάντως. Πολλάκις γοῦν ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτόντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· εἶτα ἀντώμοσεν ὁ ἀνὴρ, τὰ ἐναντία ἐπιφιλονεικῶν καὶ οὐκ ἐκτρέπων. Ἐνταῦθα κἂν ὅ τι ἂν ποιήσωσιν, ἀνάγκη πάντως   ἐπιορκίαν  συστῆναι·  οὐδὲ  γὰρ  βουλομένοις   αὐτοῖς  οὐδὲ  σπουδάζουσι φυλάξαι δυνατὸν τὸν ὅρκον λοιπόν· ἀλλ' ὅπερ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται· μᾶλλον  δὲ ἀμφότεροι  πάντως· καὶ πῶς, ἐγὼ  λέγω·  τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός  τε  ἐπιώρκησε  μὴ  ποιήσας  ὅπερ  ὤμοσε,  καὶ  τῷ  κωλύσαντι   πάλιν   καὶ διακόψαντι  τὴν εὐορκίαν τὸ ἕγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες   μόνον,   ἀλλὰ   καὶ  οἱ  ἑτέροις  τὴν   ἀνάγκην   ταύτην   ἐφιστῶντες ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσίν. Οὐκ ἐν οἰκίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἀγοραῖς  ἴδοι  τις  ἂν  τοῦτο  γινόμενον,  καὶ  ἐν  ταῖς  μάχαις  μάλιστα,  ὅταν  πρὸς ἀλλήλους πυκτεύοντες ἀντομνύωσιν,  ὁ μὲν τυπτήσειν, ὁ δὲ μὴ τυπτήσεσθαι· ὁ μὲν ἀφαιρήσειν τὸ ἱμάτιον, ὁ δὲ οὐκ ἐπιτρέψειν· ὁ μὲν ἀπαιτήσειν τὸ ἀργύριον, ὁ δὲ οὐκ ἀποδώσειν· καὶ πολλὰ δὲ ἕτερα ἐναντία  τοιαῦτα φιλονεικοῦντες ὀμνύουσι. Καὶ ἐν ἐργαστηρίοις δὲ καὶ διδασκαλείοις  ἴδοι  τις  ἂν  τοῦτο  συμβαῖνον.  Πολλάκις  γοῦν τεχνίτης διωμόσατο τῷ μαθητῇ μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως ἂν τὸ δοθὲν ἔργον ἅπαν ἀνύσῃ. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν  ἐποίησε δέσποινα,  καὶ  ἀνάγκη  τῆς,  ἑσπέρας καταλαβούσης, καὶ  τοῦ ἔργου μὴ πληρωθέντος, ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι τοὺς ὀμόσαντας πάντως. Ὁ γὰρ πονηρὸς δαίμων ἐκεῖνος, ὁ τοῖς ἀγαθοῖς ἐφεδρεύων ἀεὶ τοῖς ἡμετέροις, παρεστὼς καὶ ἀκούων τῆς ἀνάγκης τῶν ὅρκων, εἰς ῥᾳθυμίαν τοὺς ὑπευθύνους  ἐμβάλλει,  ἢ ἑτέραν δυσκολίαν  ἐργάζεται, ὥστε μὴ πληρωθέντος  τοῦ ἔργου, καὶ πληγὰς καὶ ὕβρεις καὶ ἐπιορκίας καὶ μυρία ἕτερα γενέσθαι δεινά. Καθάπερ γὰρ παῖδες σχοινίον μακρὸν καὶ διεφθαρμένον ἕλκοντες ἀπεναντίας ἀλλήλων  μετὰ πολλῆς τῆς ῥύμης, ὕπτιοι πάντες πίπτουσι τοῦ σχοινίου μέσου διαῤῥαγέντος, καὶ οἱ μὲν τὰς κεφαλὰς, οἱ δὲ ἕτερόν τι τοῦ σώματος τιτρώσκονται μέρος· οὕτω δὴ καὶ οἱ ἀντομνύοντες   ἀλλήλοις   ἀπεναντίας,   τοῦ   ὅρκου  διαῤῥαγέντος   ὑπὸ   τῆς   τῶν πραγμάτων ἀνάγκης, εἰς τὸ τῆς ἐπιορκίας ἀμφότεροι καταπίπτουσι βάραθρον, οἱ μὲν αὐτῷ τῷ ἐπιορκεῖν, οἱ δὲ τῷ τὴν αἰτίαν τῆς ἐπιορκίας παρασχεῖν ἑτέροις.

βʹ. Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ' ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστορίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμβαίνουσαν. Ἐπελθόντων ποτὲ τῶν πολεμίων  τοῖς Ἰουδαίοις, καὶ τοῦ Ἰωνάθαν  υἱὸς δὲ οὗτος ἦν τοῦ Σαοὺλ τοὺς μὲν  κατακόψαντος,  τοὺς δὲ εἰς φυγὴν  ἐμβαλόντος,  βουλόμενος  ὁ Σαοὺλ ὁ τούτου πατὴρ μειζόνως  κατὰ τῶν  ὑπολειφθέντων τὸ στρατόπεδον διεγεῖραι, καὶ ποιῆσαι μὴ πρότερον ἀποστῆναι, ἕως ἂν πάντας χειρώσηται, τοὐναντίον ἤπερ ἠθέλησεν ἔπραξεν, ὀμόσας ἕως ἑσπέρας μηδένα φαγεῖν ἄρτον, ἕως ἐκδικήσεως τῶν ἐχθρῶν  αὐτοῦ.  Ἆρα τί  τούτου  γένοιτ'  ἂν  ἀνοητότερον;  Πεπονηκότας  γὰρ  καὶ κατακοπέντας στρατιώτας ὀφείλων διανα  παῦσαι καὶ νεαρωτέρους ἐπαφεῖναι τοῖς πολεμίοις, τῶν πολεμίων  αὐτῶν χαλεπώτερον  κατειργάσατο διὰ τῆς ἀνάγκης τοῦ ὅρκου, λιμῷ  παραδοὺς αὐτοὺς  χαλεπωτάτῳ.  Σφαλερὸν μὲν  οὖν  τὸ καὶ περὶ ἑαυτοῦ τινα ὀμνύναι· πολλὰ γὰρ ὑπὸ τῆς τῶν πραγμάτων περιστάσεως βιαζόμεθα· τὸ δὲ καὶ τὴν ἑτέρων γνώμην τῇ τῶν οἰκείων ὅρκων ἀνάγκῃ καταδῆσαι πολλῷ σφαλερώτερον, καὶ μάλιστα ὅταν μὴ περὶ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ περὶ πλήθους ἀπείρου τις ὀμνύῃ· ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα  παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ. Ἀλλὰ ταῦτα πάντα παριδὼν   ἐκεῖνος,  ὡς  περὶ  ἑνὸς  οἰκέτου  μόνον   ὀμνὺς,  ὃν  εὐκόλως   ἠδύνατο κατασχεῖν, οὕτω περὶ παντὸς ἐλογίσατο τοῦ στρατοπέδου. ∆ιά τοι τοῦτο τοσαύτην ἤνοιξε τῷ διαβόλῳ θύραν, ὡς μὴ μόνον δύο καὶ τρεῖς καὶ τέτταρας, ἀλλὰ πολλῷ πλείους ἀπὸ τοῦ ὅρκου τούτου ἐν βραχεῖ καιρῷ πλέξαι ἐπιορκίας. Ὥσπερ γὰρ ὅταν μηδ' ὅλως  ὀμόσωμεν, ἅπασαν αὐτῷ  τὴν  εἴσοδον ἀποφράττομεν·  οὕτως  ἐὰν  ἕνα ὅρκον προώμεθα μόνον, πολλὴν αὐτῷ παρέχομεν ἐξουσίαν συνθεῖναι μυρίας ἐπιορκίας. Καὶ καθάπερ οἱ τὰς σειρὰς πλέκοντες, ἂν μὲν ἔχωσι τὸν κατέχοντα αὐτοῖς τὴν ἀρχὴν, μετὰ ἀκριβείας ἅπασαν ἐργάζονται τὴν πλοκήν· ἂν δὲ μηδεὶς ὁ τοῦτο ποιῶν  ᾖ, οὐδ'  ἐπιχειρῆσαι  δύναιντ'  ἂν  τὴν  ἀρχήν·  τὸν  αὐτὸν  δὲ  τρόπον  καὶ  ὁ διάβολος τὰς σειρὰς τῶν ἁμαρτημάτων ἡμῶν πλέκων, ἂν μὴ λάβῃ τὴν ἀρχὴν ἀπὸ τῆς γλώττης  τῆς ἡμετέρας οὐδὲ ἐπιχειρῆσαι δύναιτ' ἄν· ἂν δὲ ἀρχὴν ποιησώμεθα μόνον, ὥσπερ χειρὶ τῇ γλώττῃ  τὸν ὅρκον ἡμῶν κατεχόντων,  μετὰ πολλῆς λοιπὸν τῆς ἀδείας τὴν πονηρὰν αὐτοῦ τέχνην ἐπιδείκνυται, ἐξ ἑνὸς ὅρκου μυρίας συντιθεὶς καὶ πλέκων ἐπιορκίας· ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ Σαοὺλ ἐποίησεν οὗτος. Ὅρα γοῦν εὐθέως οἵα γίνεται  τῷ  ὅρκῳ τούτῳ  παγίς.  ∆ρυμῶνα  παρῄει  τὸ στρατόπεδον  μελισσῶνα ἔχοντα, καὶ ὁ μελισσὼν κατὰ πρόσωπον τοῦ ἀγροῦ, καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελλισσῶνα, καὶ διεπορεύετο  λαλῶν.  Εἶδες οἷον  τὸ βάραθρον; τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων. Ὅ τε γὰρ λιμὸς, ὅ τε κάματος καὶ ὁ καιρὸς Πᾶσα γὰρ ἡ γῆ, φησὶν, ἠρίστα τότε ὤθουν ἐπὶ τὴν  παρανομίαν. Καὶ ἡ τῶν κηρίων δὲ ὄψις ἔξωθεν αὐτοὺς προεκαλεῖτο ἐκλύουσα τὴν εὐτονίαν· τό τε γὰρ ἡδὺ καὶ εὐπαράσκευον τῆς τραπέζης, καὶ τὸ δυσφώρατον τῆς κλοπῆς, ἱκανὰ πᾶσαν ἦν δελεάσαι τὴν φιλοσοφίαν. Εἰ γὰρ κρέα ἦν, ἅπερ ἕψειν καὶ ὀπτᾷν ἔδει, οὐκ ἂν οὕτως αὐτῶν ἐγοήτευσε τὴν ψυχὴν, ἐν τῷ μαγειρεύειν αὐτὰ καὶ πρὸς τροφὴν  παρασκευάζειν μελλόντων,  καὶ  βραδυνόντων,  καὶ  καραδοκούντων ἁλώσεσθαι· νυνὶ  δὲ οὐδὲν τοιοῦτον  ἦν, ἀλλὰ μέλι μόνον, ἔνθα πραγματείας  μὲν οὐδεμιᾶς  ἔδει  τοιαύτης,  ἤρκει  δὲ  ἄκρῳ  τῷ  δακτύλῳ   βάψαντα  μετασχεῖν  τῆς τραπέζης καὶ λαθεῖν. Ἀλλ' ὅμως ἐκεῖνοι κατεῖχον τῆς ἐπιθυμίας, καὶ οὐκ εἶπον πρὸς ἑαυτούς· Τί δὲ ἡμῖν μέλει; μὴ γὰρ δὴ ἡμῶν τις ὠμόσατο τοῦτο; ἐκεῖνος δώσει δίκην τῶν  ἀπερισκέπτων  ὅρκων.  Τίνος γὰρ ἕνεκεν  ὤμνυ;  Ἀλλ' οὐδὲν  τού  των ἐνενόησαν, ἀλλὰ μετὰ πολλῆς τῆς εὐλαβείας παρῄεσαν, καὶ τοσούτων ὄντων  τῶν δελεαζόντων αὐτοὺς, ἐφιλοσόφουν, Καὶ διεπορεύετο ὁ λαὸς λαλῶν. Τί ἐστι, Λαλῶν; Τὴν ὀδύνην διὰ τῶν ῥημάτων παραμυθούμενοι διελέγοντο πρὸς ἀλλήλους.


γʹ. Τί οὖν, ἐπειδὴ ὁ λαὸς ἐφιλοσόφησεν ἅπας, ἆρα οὐδὲν ἐγένετο πλέον, ἀλλὰ ἐφυλάχθη  ὁ ὅρκος; Οὐδὲ οὕτω μὲν οὖν ἐφυλάχθη,  ἀλλὰ παρεβάθη. Πῶς καὶ τίνι τρόπῳ; Αὐτίκα ἀκούσεσθε, ἵνα καὶ τὴν τοῦ διαβόλου τέχνην  καταμάθητε πᾶσαν. Ὁ γὰρ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα πρὸς τὴν ἐπιορκίαν ὤθησεν, οὐχ ἕνα τῶν  στρατιωτῶν,  ἀλλ'  αὐτὸν τὸν υἱὸν  τοῦ  ὀμωμοκότος· οὐ γὰρ ἐπιορκίαν  ἐργάσασθαι ἐβούλετο  μόνον,  ἀλλὰ  καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν ἀπὸ τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν  ἐνέπεσε· τὸ θυγάτριον γὰρ πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσε. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἀπίστων ὠμότητα ἐγκαλοῦσιν ἡμῖν καὶ ἀπανθρωπίαν  διὰ τὴν θυσίαν   ταύτην·   ἐγὼ   δὲ   πολλῆς   κηδεμονίας   καὶ   φιλανθρωπίας    δεῖγμα   τὴν συγχώρησιν τὴν ἐπὶ τῇ θυσίᾳ ταύτῃ γεγενημένην εἴποιμι ἂν εἶναι, καὶ ὅτι τοῦ γένους ἡμῶν κηδόμενος οὐκ ἐκώλυσεν ἐκείνην τὴν σφαγήν. Εἰ γὰρ μετὰ τὴν εὐχὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολλοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προβαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν· νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώλυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμφορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νόμος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα. πενθεῖν τὴν γεγενημένην  σφαγὴν, ἵνα τῷ θρήνῳ τῆς θυσίας  τὴν  μνήμην  ἀνανεούμενοι,  τοὺς  μετὰ  ταῦτα  σωφρονεστέρους  ποιῶσιν ἅπαντας, καὶ μάθωσιν ὡς οὐ κατὰ γνώμην Θεοῦ ἐγένετο τοῦτο· οὐδὲ γὰρ ἂν θρηνεῖν καὶ ὀδύρεσθαι τὰς παρθένους ἀφῆκε. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, τὸ τέλος ἔδειξε. Μετὰ γὰρ τὴν θυσίαν ἐκείνην  οὐδεὶς τοιαύτην  εὐχὴν  ηὔξατο τῷ Θεῷ· διὰ τοῦτο ταύτην μὲν οὐκ ἐκώλυσεν, ἣν δὲ αὐτὸς ἐπέταξε διεκώλυσε, τὴν ἐπὶ τοῦ Ἰσαὰκ, δι' ἀμφοτέρων δεικνὺς ὡς οὐ χαίρει ταῖς τοιαύταις θυσίαις, Ἀλλ' ὁ πονηρὸς δαίμων ἐφιλονείκει καὶ νῦν τοιαύτην τραγῳδίαν ἐργάσασθα, διὰ τοῦτο τὸν Ἰωνάθαν ἐπὶ τὴν παράβασιν ὤθησεν. Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει εἶναι  κακὸν  τὸ γινόμενον,  νυνὶ  δὲ ἀκόρεστος ὢν  τῶν  ἀνθρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν  ἡμετέρων ἐμπιπλάμενος  συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν· ἀλλ' εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν,  οὐδὲν μέγα πεποιηκέναι  ἐνόμιζε. Καὶ τί λέγω  παιδοκτονίαν; ἐπενόησε γὰρ ὁ  μιαρὸς ἐκεῖνος καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων, εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος· καὶ γὰρ παῖδα, καὶ παῖδα οὐδὲν ἁμαρτόντα, καταθύειν ἔμελλεν. Ἀλλ' ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας πορευτέον λοιπόν. Ἐπειδὴ γὰρ ἔφαγεν, Ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησί. Πολλὴν καὶ ἐνταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἅνοιαν, δεικνὺς  ὅτι σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας  ἅπαντας,  καὶ πολλὴν  τῶν ὀφθαλμῶν  αὐτῶν κατέχεε τὴν ἀχλύν. Εἶτα ἰδών τις, φησὶ, τῶν στρατιωτῶν λέγει· Ὁρκίσας ὥρκισεν  ὁ  πατήρ  σου τὸν  λαὸν  λέγων·  Ἐπικατάρατος  ὁ ἄνθρωπος  ὃς φάγεται  ἄρτον  σήμερον·  καὶ ἐξελύθη  ὁ λαός. Καὶ εἶπεν  Ἰωνάθαν·  Ἀπήλλαχεν  ὁ πατήρ μου τὴν γῆν. Τί ἐστιν, Ἀπήλλαχεν; Ἀπώλεσε, διέφθειρεν ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα· οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες  μόνον, ἀλλὰ καὶ οἱ συνειδότες μὲν, περιστέλλοντες  δὲ, κοινωνοῦσι τῶν ἐγκλημάτων. δʹ. Πλὴν ἀλλ' ἵδωμεν τὰ ἑξῆς. Καὶ εἶπε Σαούλ· Καταβῶμεν ὀπίσω τῶν  ἀλλοφύλων   καὶ  διαρπάσωμεν  αὐτούς.  Καὶ εἶπεν  ὁ  ἱερεύς·  Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσεβείας ὑπόθεσις ἐγίνετο.  Οὔτε γὰρ ἐξ ἀσθενείας σώματος, ἀλλ' ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθησαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ' ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν. Καὶ ἡ νίκη καὶ ἡ ἧττα γυμνάσιον αὐτοῖς καὶ διδασκάλιον ἀρετῆς ἦν, οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ τοῖς πολεμοῦσιν αὐτοῖς· καὶ γὰρ καὶ  ἐκείνοις  τοῦτο  κατάδηλον  ἦν,  ὅτι  οὐ τῇ  φύσει  τῶν  ὅπλων  ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι. Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες  ὡς ἀκαταμάχητόν  ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρτίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπίσαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδάζοντες· ὅπερ δὴ καὶ συνέβη. Ἐπειδὴ γὰρ ἐνέπεσον εἰς τὴν ἁμαρτίαν, εὐχείρωτοι πᾶσιν ἐγένοντο, καὶ οὓς ὅπλα καὶ ἵπποι καὶ στρατιῶται καὶ τοσαῦτα μηχανήματα ἑλεῖν οὐκ ἴσχυσαν, τούτους ἁμαρτίας φύσις δεδεμένους τοῖς πολεμίοις παρέδωκε· καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα   ἠλέγχετο,   ὄψεως   δὲ   εὐμορφία   καὶ   ψυχῆς   ἀκολασία   τοὺς   γενναίους ἐχειρώσατο  τούτους.  ∆ιὰ  τοῦτο  παραινεῖ  τις  λέγων·  Μὴ καταμάνθανε  κάλλος ἀλλότριον, καὶ μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς  πόρνης,  ὃ πρὸς καιρὸν  λιπαίνει  σὸν φάρυγγα,  ὕστερον δὲ πικρότερον χολῆς  εὑρήσεις, καὶ  ἠκονημένον  μᾶλλον  μαχαίρας  διστόμου.  Πόρνη γὰρ φιλεῖν  οὐκ  ἐπίσταται,  ἀλλ'  ἐπιβουλεύει  μόνον·  ἰὸν  ἔχει  αὐτῆς  τὸ  φίλημα,  καὶ φάρμακον  δηλητήριον  τὸ  στόμα. Εἰ δὲ  οὐ  φαίνεται  εὐθέως,  διὰ  τοῦτο  μᾶλλον ἀποφεύγειν αὐτὴν δεῖ, ὅτι περιέστειλε τὸν ὄλεθρον, καὶ τὸν θάνατον ἐγκεκρυμμένον ἔχει,  καὶ  οὐδὲ  ἀφίησιν  ἐκ προοιμίων  γενέσθαι  κατάδηλον.  Ὥστε εἴ  τις  ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας· πολέμων  γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων.  Καὶ καθάπερ οἱ τῶν  ἐχθρῶν  πολεμιώτατοι,  οὕτω  δὴ καὶ αὗται  πάντα ποιοῦσι καὶ πραγματεύονται, ὥστε καὶ αἰσχύνῃ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις αὐτοὺς περιβαλεῖν κακοῖς. Καὶ ὃν τρόπον οἱ θηραταὶ τὰ δίκτυα ἀναπετάσαντες, τὰ ἄγρια τῶν ζώων ἐμβάλλειν ἐπιχειροῦσιν, ὥστε αὐτὰ κατασφάξαι· οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελγείας πάντοθεν  ἀναπετάσωσι δι'  ὀφθαλμῶν  καὶ σχημάτων  καὶ ῥημάτων,  εἶτα  τοὺς  ἑαυτῶν  ἐραστὰς ἐμβάλωσι  καὶ  καταδήσωσιν,  οὐ  πρότερον ἀφίστανται, ἕως ἂν αὐτῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐτῶν καταχέουσαι τὸν γέλωτα. Οὐδὲ γὰρ  ἐλεεῖσθαι  λοιπὸν  ὁ  τοιοῦτος  ἄξιος,  ἀλλὰ  γελᾶσθαι  καὶ  σκώπτεσθαι,  ὅταν γυναικὸς, καὶ γυναικὸς πόρνης ἀλογώτερος φαίνηται.  ∆ιὰ τοῦτο παραινεῖ πάλιν ὁ σοφὸς ἐκεῖνος λέγων· Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· καὶ πάλιν·  Ἔλαφος φιλίας  καὶ πῶλος  σῶν χαρίτων  ὁμιλείτω  σοι· περὶ γυναικὸς  τῆς νόμῳ γάμου συνοικούσης τοιαῦτα λέγων· Τί καταλιμπάνεις  τὴν βοηθὸν, καὶ πρὸς τὴν ἐπίβουλον τρέχεις; τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν  θεραπεύεις; Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος  ἐστὶν ἠκονημένον. ∆ιὸ, ἀγαπητοὶ, φεύγετε τὴν πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν  μέλλουσαν  κόλασιν. Τάχα δοκοῦμεν  τῆς ὑποθέσεως ἐκπεπτωκέναι,  ἀλλ' οὐκ ἔστι τοῦτο ἐκπεσεῖν· οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι  βουλόμεθα, ἀλλ' ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν· διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ  νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον  εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον. Ἐπανίωμεν τοίνυν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· Εἰ καταβῶ ὀπίσω τῶν  ἀλλοφύλων,  καὶ  εἰ  παραδώσεις  αὐτοὺς  εἰς  τὰς  χεῖράς  μου; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ  ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν  τοῦ φιλανθρώπου  Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ'  ὃ φίλοι πρὸς  φίλους  ποιοῦσιν,  ἐπειδὰν  ὑβρισθῶσι, τοῦτο  πρὸς  τὸν  δοῦλον  ὁ  ∆εσπότης ἐποίησε· παρεσιώπησε μόνον, διὰ τῆς σιγῆς φθεγγόμενος  καὶ πᾶσαν ἐνδεικνύμενος αὐτῷ τὴν ὀργήν. Συνεῖδε τοῦτο ὁ Σαοὺλ, Καὶ εἶπε, φησί· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον, ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν  τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Εἶδες προπέτειαν; ἰδὼν τὸν πρότερον ὅρκον παραβαθέντα, οὐδὲ  οὕτω  σωφρονίζεται,  ἀλλὰ  καὶ  δεύτερον  προστίθησι πάλιν.  Καὶ σκόπει διαβόλου κακουργίαν.  Ἐπειδὴ γὰρ  συνεῖδεν  ὅτι  πολλάκις  ὁ παῖς  φωραθεὶς  καὶ  εἰς  μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα πραῧναι δύναται καὶ μαλάξαι τὸν τοῦ  βασιλέως  θυμὸν,  δευτέρων  πάλιν  ὅρκων  ἀνάγκῃ  προκατέλαβεν  αὐτοῦ  τὴν γνώμην,  διπλῷ  τινι  δεσμῷ κατέχων  αὐτὸν,  καὶ οὐκ ἀφιεὶς  τῆς οἰκείας  γενέσθαι γνώμης κύριον, ἀλλὰ πανταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος  τὴν  κρίσιν πεποίηται,  καὶ τὸν ἁλόντα  οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Τί τούτου γένοιτ' ἃν ἀλογώτερον;

εʹ. Ταῦτα τοίνυν  εἰπόντος  τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ δῆμος, καὶ πάντες ἦσαν  ἐν  τρόμῳ  καὶ  φόβῳ  πολλῷ·  ὁ  δὲ  διάβολος  ἔχαιρε  πάντας  ἐν  ἀγωνίᾳ καταστήσας. Οὐ γὰρ ἦν  ὁ ἀποκρινόμενος,  φησὶν,  ἐκ παντὸς  τοῦ  λαοῦ. Καὶ εἶπε Σαούλ· Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου εἰς δουλείαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν ἕτερον σπουδάζετε, φησὶν, ἀλλ' ἢ τοῖς πολεμίοις ὑμᾶς παραδοῦναι     καὶ   δούλους   ἀντ'   ἐλευθέρων    ποιῆσαι,   τὸν   Θεὸν   καθ'    ὑμῶν παροξύναντες,  τῷ μὴ διδόναι  τὸν ὑπεύθυνον.  Ὅρα δὲ καὶ ἄλλην  ἀπὸ τοῦ ὅρκου γινομένην ἐναντίωσιν. ∆έον γὰρ, εἴπερ ἐβούλετο τὸν αἴτιον εὑρεῖν, μηδὲν ἀπειλῆσαι τοιοῦτο, μηδὲ ὅρκῳ καταδῆσαι τὴν  τιμωρίαν,  ἵν' ἀδεέστεροι γενόμενοι προχειρότερον εἰς μέσον ἀγάγωσι τὸν ὑπεύθυνον· ὁ δὲ ὑπὸ θυμοῦ καὶ μανίας πολλῆς καὶ τῆς προτέρας ἀλογίας, πάλιν τοὐναντίον  ἤπερ βούλεται ποιεῖ. Τί δεῖ τὰ πολλὰ λέγειν; Κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε, καὶ κατακληροῦνται  Σαοὺλ καὶ Ἰωνάθαν.  Καὶ εἶπε Σαούλ· Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν· καὶ βάλλουσι κλῆρον, καὶ κατακληροῦται   Ἰωνάθαν.   Καὶ  εἶπε  Σαοὺλ  πρὸς  Ἰωνάθαν·   Ἀπάγγειλόν   μοι  τί ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν λέγων· Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ ἐν τῇ χειρί μου μικρὸν ἐκ τοῦ μέλιτος· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν  ἐπέκαμψε, τίνα  οὐκ ἂν  εἰς οἶκτον  ἤνεγκε  ταῦτα  τὰ ῥήματα; Ἐννόησον ὅσον χειμῶνα  λοιπὸν  ὁ Σαοὺλ ὑπέμεινε,  τῶν  σπλάγχνων  αὐτοῦ  διακοπτομένων,  καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ  ἀποθανῇ σήμερον. Ἰδοὺ τρίτος ὅρκος πάλιν, καὶ οὐδὲ ἁπλῶς τρίτος, ἀλλὰ μετὰ πολλῆς τῆς τοῦ καιροῦ στενοχωρίας· οὐ γὰρ εἶπεν ἁπλῶς, ὅτι Ἀποθανῇ, ἀλλὰ, Σήμερον. Ἤπειγε γὰρ, ἤπειγεν ὁ διάβολος συνωθῶν καὶ συνελαύνων αὐτὸν εἰς τὴν παράνομον ταύτην σφαγήν. ∆ιόπερ οὐκ ἀφίησιν οὐδὲ προθεσμίαν δοῦναι τῇ ψήφῳ, ἵνα μηδεμία ἀπὸ τῆς μελλήσεως  διόρθωσις  γένηται  τοῦ  κακοῦ.  Καὶ εἶπεν  ὁ  λαὸς  πρὸς  Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ  θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ. Ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βασιλεῖ. Νῦν ἀναμνήσθητέ μοι τοῦ καλωδίου τοῦ παρὰ τῶν  παίδων  ἑλκομένου,  καὶ διαῤῥηγνυμένου  καὶ τοὺς ἕλκοντας  ῥίπτοντος ὑπτίους. Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ  δὶς, ἀλλὰ καὶ πολλάκις· ἀντώμοσεν ὁ λαὸς, καὶ ἀντέτεινεν.  Ἀνάγκη λοιπὸν διαῤῥαγῆναι πάντως τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον.  Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ' ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσαλὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν  κατεσκεύαζεν  ὁ διάβολος.  Εἰ γὰρ  ἐθέλησεν  ὁ βασιλεὺς ἀντιτεῖναι  καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἐθέλησεν ὁ παῖς τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πατροκτόνος  ἂν  εὐθέως  ἐγένετο.  Ὁρᾷς καὶ τυραννίδα  καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλεμον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου γενομένους; Εἰ γὰρ συνέβη γενέσθαι πόλεμον, καὶ ὁ Σαοὺλ ἂν ἐσφάγη καὶ Ἰωνάθαν,  ἴσως καὶ πολλοὶ τῶν στρατιωτῶν κατεκόπησαν ἂν, καὶ οὐδ' ἂν οὕτω τὰ τῆς εὐορκίας προεχώρησεν. Ὥστε μὴ τοῦτο ἴδῃς, ὅτι οὐ γέγονεν, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἡ τοῦ πράγματος φύσις ταῦτα ἠνάγκαζε γενέσθαι· ὁ δὲ λαὸς ἐκράτησε. Φέρε τοίνυν ἀριθμήσωμεν τὰς γεγενημένας ἐπιορκίας. Παρεβάθη πρότερον ὁ ὅρκος τοῦ Σαοὺλ ὑπὸ τοῦ παιδὸς, δεύτερος καὶ τρίτος πάλιν ὁ αὐτοῦ τοῦ Σαοὺλ ὁ περὶ τῆς σφαγῆς τοῦ παιδός· καὶ ἔδοξεν ὁ λαὸς εὐορκεῖν· ἀλλ' ἐάν τις  ἀκριβῶς ἐξετάσῃ τὸ πρᾶγμα, καὶ οὗτοι πάλιν  τοῖς  τῆς ἐπιορκίας ἐγκλήμασιν ὑπεύθυνοι πάντες ἐγένοντο. Τὸν γὰρ πατέρα αὐτοῦ τοῦ Ἰωνάθαν ἐπιορκῆσαι ἠνάγκασαν,  οὐκ ἐκδόντες  τῷ  πατρὶ  τὸν  υἱόν.  Ὁρᾷς εἷς ὅρκος ὅσους ἀνθρώπους ὑπέβαλεν  ἐπιορκίᾳ, καὶ ἑκόντας  καὶ ἄκοντας; ὅσα κακὰ εἰργάσατο; ὅσας σφαγὰς ἐποίησεν;

ςʹ. Ἐγὼ μὲν οὖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξειν ἐν ταῖς ἀντωμοσίαις πάντως ἐπιορκίαν γινομένην, ἡ δὲ ἱστορία προϊοῦσα πολλῷ πλέον ἤπερ παρεσκευαζόμην ἀπέδειξεν· οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλὰ δῆμον, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ὅρκους, ἀλλὰ πολλῷ  πλείους παραβαθέντας ἀπέφηνεν. Ἐνῆν καὶ ἑτέραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα  συμφορὰν  ἐργασάμενον  ὅρκον  ἕνα.  Καὶ γὰρ  πόλεων  καὶ  γυναικῶν  καὶ παιδίων αἰχμαλωσίαν, καὶ πυρπόλησιν, καὶ βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμὸν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰουδαίους ἅπαντας εἷς ὅρκος διέθηκεν. Ἀλλ' ὁρῶ πρὸς μῆκος τὸν λόγον  ἐκτεινόμενον·  διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης  τῶν  ὅρκων, πρὸς ἀλλήλους  λέγειν  παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας,  καὶ πρὸς φίλους,  καὶ πρὸς γείτονας,  καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν  ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι. Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι  τὸ  γεγενημένον,  οὐδὲ   συνήθειαν  προβαλέσθαι· ἀλλὰ  καὶ  ἐν ἀῤῥωστίᾳ ὄντες  πολλάκις,  καὶ ἄνδρες καὶ γυναῖκες,  καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων  ἄρτι παυσάμεναι πολλαὶ  γυναῖκες,  καὶ ἀναγκαίως  ἅπαντες  τὸ φάρμακον τοῦτο  ἐπιζητοῦντες,  φέρουσι  καὶ  ἑκόντες  καὶ  ἄκοντες  τὸ  ἐπίταγμα,  καὶ  οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων  αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων  οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν  ἡμέραν  μέχρι  τούτου  στῆναι  τὴν  βασιλικὴν  ὀργήν.  Ὁρᾷς ὅτι  ἔνθα  φόβος, εὐκόλως  λύεται  συνήθεια, κἂν σφόδρα χρονία  τις ᾖ καὶ ἀναγκαία;  Καίτοι τὸ μὴ λούσασθαι  χαλεπόν.   Κἂν  γὰρ  μυριάκις  φιλοσοφῶμεν,   ἡ  τοῦ  σώματος  φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ,   μὴ   μέχρι   τοσούτου   τῆς   ἑαυτῶν   καταφρονῶμεν   σωτηρίας,   ἀλλὰ φοβηθῶμεν   τὸν   Θεὸν,  ὡς   φοβούμεθα   ἄνθρωπον.   Οἶδα  ὅτι   ἐφρίξατε   τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν  τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς  βασιλικοὺς  νόμους  μετὰ  ἀκριβείας  φυλάττοντας,   τοὺς  θείους  καὶ  ἐκ  τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρεργον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν.  Ποία γὰρ  ἡμῖν  ἀπολογία  λοιπὸν  ἔσται; τίς  δὲ  συγγνώμη,  ὅταν  μετὰ τοσαύτην παραίνεσιν  τοῖς  αὐτοῖς  ἐπιμένωμεν;  Καὶ γὰρ ἀρξαμένης τῆς  συμφορᾶς ταύτης  τῆς  τὴν  πόλιν  κατεχούσης  ἠρξάμην  τῆς  παραινέσεως  ταύτης·  καὶ ἡ μὲν μέλλει  λύεσθαι λοιπὸν,  ἡμεῖς δὲ οὐδέπω μίαν ἐντολὴν  κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν; Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος·  ἂν δὲ μείνωμεν ἐπὶ  τῆς  παρανομίας,  αἰσχύνη  καὶ  ὄνειδος  ἡμῖν  ἔσται  πάντοθεν,  ὅτι,  τοῦ  Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυνατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψεσιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ' ἑκάστην λαμβάνουσι τὴν ἡμέραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου  παντὸς  δυνατώτερον   καὶ  τοὺς  σφόδρα  ἐπικειμένους   τῇ  πονηρᾷ  ταύτῃ συνηθείᾳ τῆς πονηρίας  ἀπαγαγεῖν.  Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς  ὄψεσι δυνατὸν,  τῷ λογισμῷ  δυνατὸν  αὐτῶν  ὑποβαλεῖν  τῆς  ψυχῆς  τὸ αἶσχος, καὶ  δεῖξαι  σεσηπυῖαν αὐτὴν  καὶ διεφθαρμένην.  Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐταζόμενος ἐνδελεχῶς  ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν διαπαντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχανον  γὰρ, ἀμήχανον,  στόμα μεμελετηκὸς ὀμνύναι,  μὴ συνεχῶς  ἐπιορκεῖν.  ∆ιὸ δὴ  παρακαλῶ  πάντας  τὴν  ὀλέθριον   ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι. Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀνεδύσατο, οὕτω δότε πᾶσι λέγειν,  ὅτι μόνη τῶν  κατὰ τὴν  οἰκουμένην  ἁπασῶν Ἀντιόχεια  τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε. Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ  καὶ ἑτέρας εἰς τὸν  αὐτὸν  ἐνάξει  ζῆλον· καὶ καθάπερ τὸ ὄνομα  τῶν Χριστιανῶν  ὥσπερ ἔκ  τινος  πηγῆς  ἐντεῦθεν  ἀρξάμενον  πᾶσαν  τὴν  οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν,   πάντας  τοὺς  τὴν  γῆν  οἰκοῦντας  ἀνθρώπους  μαθητὰς  ὑμετέρους ἐργάσεται, ὥστε διπλοῦν  ὑμῖν  καὶ τριπλοῦν  γενέσθαι  τὸν  μισθὸν, καὶ ὑπὲρ τῶν οἰκείων κατορθωμάτων,  καὶ ὑπὲρ τῆς τῶν ἄλλων  διδασκαλίας. Τοῦτο διαδήματος ὑμῖν παντὸς ἔσται λαμπρότερον, τοῦτο μητρόπολιν ὑμῖν ποιήσει τὴν πόλιν, οὐκ ἐν τῇ γῇ, ἀλλὰ καὶ ἐπὶ τῶν οὐρανῶν· τοῦτο καὶ κατ' ἐκείνην  ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν  τῆς  δικαιοσύνης  ἡμῖν  οἴσει στέφανον·  οὗ γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |