Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49
Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου· καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν. Ὁμιλία γʹ
Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κενὸν τοῦ διδασκάλου, χαίρω τε ὁμοῦ καὶ δακρύω· δακρύω μὲν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα· στέφανος ἐκείνῳ, ὅτι περὶ τὰ ἔκγονα οὕτως ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χριστοῦ λεχθὲν δι' αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκούσας γὰρ, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ἀπῆλθε τὴν ψυχὴν αὐτοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων, καίτοι πολλὰ ἦν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς.
Ἀλλ' ὅμως καὶ συγγένειαν παρεῖδε, καὶ γῆρας, καὶ ἀσθένειαν, καὶ καιροῦ δυσκολίαν, καὶ ὁδοιπορίας ταλαιπωρίαν, καὶ πάντων ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν προθεὶς, ταῦτα πάντα διέῤῥηξε τὰ δεσμά· καὶ καθάπερ νέος ὁ γέρων ἐλαύνει νῦν, ὑπόπτερος τῇ προθυμίᾳ γενόμενος. Εἰ γὰρ ὁ Χριστὸς, φησὶν, ὑπὲρ ἡμῶν ἑαυτὸν ἐπέδωκε, τίνος ἂν εἴημεν ἡμεῖς ἀπολογίας καὶ συγγνώμης ἄξιοι, τοσούτου λαοῦ προστασίαν ἐγκεχειρισμένοι, καὶ μὴ πάντα αἱρούμενοι καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τῆς τῶν ἐγχειρισθέντων ἡμῖν ἀσφαλείας; Εἰ γὰρ ὁ πατριάρχης, φησὶν, Ἰακὼβ θρεμμάτων προεστὼς καὶ πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀΰπνους διῆγε, καὶ καῦμα καὶ κρύος καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων· πολλῷ μᾶλλον ἡμᾶς, τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ τῆς ἐπιστασίας ταύτης διδόναι μέλλοντας τὰς εὐθύνας, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὸ ποίμνιον. Ἀλλ' ὅσῳ βελτίων ἡ ποίμνη αὕτη τῆς ποίμνης ἐκείνης, καὶ ἀλόγων μὲν ἄνθρωποι, ἀνθρώπων δὲ ὁ Θεός· τοσούτῳ καὶ ἡμᾶς πλείω καὶ σφοδρὰν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή. Ἔγνω καλῶς ἐκεῖνος, ὅτι οὐχ ὑπὲρ μιᾶς πόλεως αὐτῷ νῦν ὁ λόγος, ἀλλ' ὑπὲρ τῆς Ἀνατολῆς ἁπάσης· τῶν γὰρ πόλεων τῶν ὑπὸ τὴν ἕω κειμένων κεφαλὴ καὶ μήτηρ ἐστὶν ἡ πόλις ἡ ἡμετέρα. ∆ιὰ τοῦτο πάντα ὑπέμεινε κίνδυνον, καὶ οὐδὲν αὐτὸν ἐνταῦθα κατασχεῖν ἴσχυσε. ∆ιὰ τοῦτο ἐλπίζω χρηστὰς ἔσεσθαι τὰς ἐλπίδας· οὐ γὰρ παρόψεται τοσαύτην προθυμίαν καὶ σπουδὴν ὁ Θεὸς, οὐδὲ ἐάσει τὸν ἑαυτοῦ θεράποντα ἄπρακτον ἐπανελθεῖν. Οἶδα ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος, καὶ τὸν εὐσεβῆ βασιλέα θεασάμενος, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως καταστεῖλαι δυνήσεται τὸν θυμόν. Τῶν γὰρ ἁγίων οὐχὶ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ πρόσωπα πνευματικῆς γέμει χάριτος. Οὗτος δὲ καὶ πολλῆς σοφίας ἐμπέπλησται, καὶ τῶν θείων νόμων ἔμπειρος ὢν, ἐρεῖ πρὸς αὐτὸν ὅπερ καὶ πρὸς τὸν Θεὸν ὁ Μωϋσῆς· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἀπόκτεινον μετ' αὐτῶν. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον εἶναι νομίζουσι. Προσθήσει δὲ καὶ τὴν ἀπὸ τοῦ καιροῦ συνηγορίαν, καὶ τὸ Πάσχα τὸ ἱερὸν προβαλεῖται, καὶ ἀναμνήσει τὸν καιρὸν, καθ' ὃν τῇ οἰκουμένῃ πάσῃ τὰ ἁμαρτήματα ἀφῆκεν ὁ Χριστός· παρακαλέσει μιμήσασθαι τὸν ∆εσπότην, ἀναμνήσει καὶ τῆς παραβολῆς αὐτὸν ἐκείνης τῆς τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων. Οἶδα τοῦ πατρὸς ἡμῶν τὴν παῤῥησίαν, οὐ παραιτήσεται αὐτὸν ἀπὸ τῆς παραβολῆς ταύτης φοβῆσαι, καὶ εἰπεῖν, Ὅρα μήποτε καὶ σὺ κατ' ἐκείνην ἀκούσῃς τὴν ἡμέραν· Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· ἔδει καὶ σὲ ἀφεῖναι τοῖς συνδούλοις σου. Σαυτὸν ὠφελεῖς μειζόνως ἢ ἐκείνους, ἐν τῇ τῶν ὀλίγων ἁμαρτημάτων συγχωρήσει τῶν μειζόνων τὴν ἀμνηστίαν λαμβάνων. Προσθήσει τοῖς εἰρημένοις καὶ τὴν εὐχὴν ἐκείνην, ἣν οἱ μυσταγωγήσαντες αὐτὸν τὴν ἱερὰν μυσταγωγίαν, ἐπαίδευσαν εὔχεσθαι καὶ λέγειν· Ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. ∆ιδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρτημα, ἀλλ' ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομίᾳ πάσῃ· καὶ οὐκ ἂν εἴη δίκαιον, ὑπὲρ τῆς ὀλίγων ἀπαιδευσίας πόλιν τοσαύτην ἀναρπάζεσθαι, καὶ τοὺς οὐδὲν ἠδικηκότας διδόναι δίκην. Καίτοι εἰ καὶ πάντες ἡμαρτηκότες ἦσαν, ἱκανὴν ἔδωκαν δίκην ἐπὶ τοσαύταις ἡμέραις φόβῳ δαπανώμενοι, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες τὴν ἡμέραν, ἐλαυνόμενοι, φυγαδευόμενοι, τῶν καταδίκων ἐλεεινότερον ζῶντες, τὸ αἷμα ἐν ταῖς χερσὶ βαστάζοντες, καὶ οὐ θαῤῥοῦντες αὐτῶν τῇ ζωῇ. Ἀρκέσθητι τῇ τιμωρίᾳ ταύτῃ, μὴ προέλθῃς περαιτέρω τῆς ὀργῆς, ἥμερον σεαυτῷ ποίησον τὸν ἄνω δικαστὴν διὰ τῆς εἰς τοὺς συνδούλους φιλανθρωπίας· ἐννόησον τὸ τῆς πόλεως μέγεθος, καὶ ὅτι οὐ περὶ μιᾶς καὶ δύο καὶ τριῶν καὶ δέκα ψυχῶν ἐστιν ἡμῖν ἡ σκέψις νῦν, ἀλλὰ περὶ μυριάδων ἀπείρων, περὶ τοῦ κεφαλαίου τῆς οἰκουμένης ἁπάσης. Αὕτη ἡ πόλις ἐστὶν, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοί· τίμησον τὸν Χριστὸν, αἰδέσθητι τὴν πρώτην ἀνακηρύξασαν τὸ ποθεινὸν τοῦτο καὶ γλυκὺ πᾶσιν ὄνομα· ἀποστόλων ἐκείνη γέγονε καταγώγιον, δικαίων ἐνδιαίτημα. Νῦν τοῦτο πρῶτον καὶ μόνον τὸ τόλμημα γέγονε εἰς τοὺς κρατοῦντας, καὶ μαρτυρεῖ τῷ τῆς πόλεως ἤθει πᾶς ὁ παρελθὼν χρόνος. Εἰ μὲν γὰρ συνεχῶς ἐστασίαζον, ἔδει καταγινώσκειν τῆς πονηρίας· εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πόλεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσφθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο. Ταῦτα ὁ ἱερεὺς ἐρεῖ, καὶ πλείονα τούτων μετὰ πλείονος τῆς παῤῥησίας· ταῦτα ὁ βασιλεὺς ἀκούσεται· κἀκεῖνος φιλάνθρωπος, καὶ οὗτος πιστὸς, ὥστε ἀμφοτέρωθεν χρηστὰς ἔχομεν τὰς ἐλπίδας. Μᾶλλον δὲ καὶ πρὸ τῆς πίστεως τοῦ διδασκάλου, καὶ πρὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως, τῷ ἐλέει θαῤῥοῦμεν τοῦ Θεοῦ· καὶ γὰρ ἱκετευομένου τοῦ βασιλέως, καὶ ἱκετεύοντος τοῦ ἱερέως, αὐτὸς παραστήσεται μέσος, τοῦ βασιλέως μαλάσσων τὴν καρδίαν, τοῦ ἱερέως διεγείρων τὴν γλῶσσαν, εὐοδῶν τούτου τὰ ῥήματα, παρασκευάζων ἐκείνου τὴν διάνοιαν ὑποδέξασθαι τὰ λεγόμενα, καὶ μετὰ πολλῆς τῆς συγγνώμης ἐπινεῦσαι ταῖς δεήσεσι. Καὶ γὰρ τῷ Χριστῷ ποθεινοτέρα πασῶν ἡ πόλις ἡ ἡμετέρα, καὶ διὰ τὴν τῶν προγόνων καὶ διὰ τὴν ὑμῶν αὐτῶν ἀρετήν. Καὶ καθάπερ ὁ Πέτρος ἐν τοῖς ἀποστόλοις πρῶτος ἐκήρυξε τὸν Χριστόν· οὕτως ἐν ταῖς πόλεσι, καθάπερ ἔφθην εἰπὼν, αὕτη πρώτη, ὥσπερ στέφανόν τινα θαυμαστὸν, τὴν τῶν Χριστιανῶν ἀνεδήσατο προσηγορίαν. Εἰ δὲ ἔνθα δίκαιοι δέκα μόνον ἦσαν, ὑπέσχετο ὁ Θεὸς σώζειν τοὺς ἐνοικοῦντας ἅπαντας· ἔνθα οὐ δέκα καὶ εἴκοσιν, οὐδὲ δὶς τοσοῦτοι μόνον, ἀλλὰ πολλῷ πλείους οἱ τὸν Θεόν εἰσι θεραπεύοντες μετὰ ἀκριβείας ἁπάσης, πῶς οὐ χρὴ τὰ χρηστὰ προσδοκᾷν, καὶ θαῤῥεῖν ὑπὲρ τῆς κοινῆς ἡμῶν ἁπάντων ζωῆς; Ἤκουσα λεγόντων πολλῶν, ὅτι Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος, καὶ καταπιπτόντων καὶ ὀδυνωμένων. Τί οὖν ἂν εἴποιμεν πρὸς ἐκείνους; Ὅτι ὁ εἰπὼν, Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, δυνήσεται καὶ τὸν λέοντα τοῦτον ποιῆσαι πρόβατον ἥμερον. Παρακαλῶμεν τοίνυν αὐτὸν, καὶ διαπρεσβευώμεθα πρὸς αὐτὸν, καὶ καταστελεῖ πάντως τὸν θυμὸν τοῦ βασιλέως, καὶ τῆς ἐπικειμένης ἡμᾶς ἀγωνίας ἀπαλλάξει πάσης. Ὁ πατὴρ ἐκεῖ πρεσβεύεται, ἡμεῖς ἐντεῦθεν πρεσβευσώμεθα πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, βοηθήσωμεν αὐτῷ ταῖς εὐχαῖς. Μέγα τὸ κοινὸν τῆς Ἐκκλησίας δύναται, ἂν μετ' ὀδυνωμένης ψυχῆς, ἂν μετὰ συντετριμμένης καρδίας τὰς εὐχὰς ἀνενέγκωμεν. Οὐκ ἔστι διαβῆναι πέλαγος, οὐκ ἔστι μακρὰν ἀποδημίαν στείλασθαι· ἕκαστος καὶ ἑκάστη, καὶ εἰς Ἐκκλησίαν ἀπαντῶντες, καὶ οἴκοι μένοντες, καλῶμεν μετὰ πολλῆς σπουδῆς τὸν Θεὸν, καὶ πάντως ἐπινεύσει ταῖς δεήσεσι. Πόθεν τοῦτο δῆλον; Ὅτι σφόδρα βούλεται ἡμᾶς ἀεὶ πρὸς αὐτὸν καταφεύγειν, καὶ ἐν ἅπασιν αὐτοῦ δεῖσθαι, καὶ μηδὲν χωρὶς αὐτοῦ ποιεῖν ἢ λέγειν. Ἄνθρωποι μὲν γὰρ, ὅταν συνεχῶς αὐτοὺς ἐνοχλῶμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ναρκῶσι καὶ ἀναδύονται, καὶ ἀηδῶς πρὸς ἡμᾶς ἔχουσιν· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν, οὐχ ὅταν αὐτῷ συνεχῶς ἐντυγχάνωμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ἀλλ' ὅταν μὴ τοῦτο ποιῶμεν, τότε μάλιστα ἀγανακτεῖ. Ἄκουσον γοῦν τί τοῖς Ἰουδαίοις ἐγκαλεῖ, λέγων· Ἐποιήσατε βουλὴν, καὶ οὐ δι' ἐμοῦ, καὶ συνθήκας, καὶ οὐ διὰ τοῦ Πνεύματός μου. Τοιοῦτο γὰρ τῶν φιλούντων τὸ ἔθος· πάντα τὰ τῶν φιλουμένων πράγματα δι' αὐτῶν ἀνύεσθαι βούλονται, καὶ μηδὲν χωρὶς αὐτῶν ἐκείνους ἢ ποιεῖν, ἢ λέγειν. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ αὐτὸ τοῦτο πάλιν ἐγκαλῶν ἔλεγεν· Ἐβασίλευσαν, καὶ οὐ δι' ἐμοῦ· ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι. Μὴ τοίνυν ὀκνῶμεν συνεχῶς πρὸς αὐτὸν καταφεύγειν, καὶ ὅπερ ἂν ᾖ δεινὸν, πάντως λήψεται τὴν προσήκουσαν λύσιν. Ἐφόβησεν ἄνθρωπος; δράμε πρὸς τὸν ἄνω ∆εσπότην, καὶ οὐδὲν πείσῃ δεινόν. Οὕτως οἱ παλαιοὶ τὰς συμφορὰς ἔλυον, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Ἐγένετό τις Ἑβραία γυνὴ, Ἐσθὴρ ἦν τὸ ὄνομα αὐτῆς· αὕτη ἡ Ἐσθὴρ ὅλον τῶν Ἰουδαίων τὸν δῆμον πανωλεθρίᾳ παραδίδοσθαι μέλλοντα, τούτῳ τῷ τρόπῳ ἐξήρπασεν. Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε· Χαρίτωσον, Κύριε, τὰ ῥήματά μου, δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου. Ταῦτα καὶ περὶ τοῦ διδασκάλου παρακαλῶμεν νῦν ἡμεῖς τὸν Θεόν. Εἰ γὰρ γυνὴ ὑπὲρ Ἰουδαίων παρακαλοῦσα, βαρβαρικὸν ἴσχυσε καταστεῖλαι θυμὸν, πολλῷ μᾶλλον ὁ διδάσκαλος ὁ ἡμέτερος ὑπὲρ τοιαύτης πόλεως καὶ μετὰ τοσαύτης Ἐκκλησίας δεόμενος, τὸν πραότατον καὶ ἡμερώτατον βασιλέα τοῦτον πεῖσαι δυνήσεται. Εἰ γὰρ τὰς εἰς Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον γενομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων ἐκείνου σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς τούτου φέροντες χερσὶν ὑπέταξαν· καὶ ὅταν τι δέοι γενέσθαι χρηστὸν ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθεν. Ἔχει καὶ οὗτος θώρακα τὸν τῆς δικαιοσύνης, ἔχει καὶ ζώνην τὴν ἀπὸ τῆς ἀληθείας, ἔχει καὶ ὑποδήματα πολλῷ σεμνότερα τὰ ἀπὸ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἔχει καὶ μάχαιραν, οὐ τὴν ἀπὸ σιδήρου, ἀλλὰ τὴν ἀπὸ τοῦ πνεύματος· ἔχει καὶ στέφανον ἐπὶ τῆς κεφαλῆς κείμενον. Λαμπροτέρα αὕτη ἡ παντευχία, σεμνότερα τὰ ὅπλα, μείζων ἡ παῤῥησία, πλείων ἡ ἰσχύς. Ὥστε καὶ ἀπὸ τοῦ τῆς ἀρχῆς ὄγκου, καὶ ἀπὸ τῆς οἰκείας μεγαλοψυχίας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἀπὸ τῆς εἰς Θεὸν ἐλπίδος, μετὰ πολλῆς τῆς παῤῥησίας, μετὰ πολλῆς τῆς συνέσεως διαλέξεται τῷ βασιλεῖ. Μὴ τοίνυν ἀπογινώσκωμεν ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας, ἀλλὰ δεώμεθα, παρακαλῶμεν, ἱκετεύωμεν, πρεσβευώμεθα πρὸς τὸν ἄνω βασιλέα μετὰ πολλῶν δακρύων· ἔχομεν καὶ τὴν νηστείαν ταύτην σύμμαχον καὶ τῆς καλῆς ταύτης συνεφαπτομένην ἡμῖν πρεσβείας. Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέντος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται· οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ. Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρατιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένον σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι δυνατὸν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνὸν, καὶ ἐνδεδυμένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; ἐγὼ λέγω. Ἀπόδυσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικὰ, καὶ γέγονας στρατιώτης· γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γάρ ἐστιν ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν. Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος· Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν. Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδηφαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα. Ἐνήστευσαν οἱ Νινευῖται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐδὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. Καὶ γὰρ καὶ καιρὸν εἰδέναι χρὴ καθ' ὃν δεῖ τοῦτο ἐπιτιθέναι, καὶ ποσότητα αὐτοῦ τοῦ φαρμάκου, καὶ σώματος κρᾶσιν τὴν δεχομένην, καὶ χώρας φύσιν, καὶ ὥραν ἔτους, καὶ δίαιταν κατάλληλον, καὶ πολλὰ ἕτερα· ὧν ὅπερ ἂν παροφθείη, τοῖς ἄλλοις λυμανεῖται πᾶσι τοῖς εἰρημένοις. Εἰ δὲ ἔνθα σῶμα θεραπεύειν δεῖ, τοσαύτης ἡμῖν ἀκριβείας χρεία, πολλῷ μᾶλλον ὅταν ψυχῆς ἐπιμελώμεθα καὶ λογισμοὺς θεραπεύωμεν, πάντα διερευνᾶσθαι καὶ σκοπεῖν ἀναγκαῖον μετὰ ἀκριβείας ἁπάσης. Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῗται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν ἐκείνης. Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ τὰ πρόβατα, καὶ οἱ βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει; καὶ ἵπποι, καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί. Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι· οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον. Οὐκ ἔστι τὰ ἄλογα, φησὶ, λόγῳ μαθεῖν τοῦ Θεοῦ τὴν ὀργὴν, μανθανέτωσαν λιμῷ, ὅτι θεήλατος ἡ πληγή· καὶ γὰρ εἰ κατενεχθείη, φησὶν, ἡ πόλις, οὐχ ἡμῶν μόνον τῶν ἐνοικούντων, ἀλλὰ καὶ τούτων εἷς ἔσται τάφος κοινός. Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας. Καὶ ἕτερον δέ τι κατεσκεύαζον ἐντεῦθεν, ὃ καὶ οἱ προφῆται ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι. Λιμοῦ τοίνυν ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, καὶ πολλοῦ τὴν χώραν αὐχμοῦ κατέχοντος, καὶ πάντων δαπανωμένων, ὁ μὲν τῶν προφητῶν ἔλεγεν· Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομή· πάντα τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων· ὁ δὲ τὰ ἐκ τῆς ἀβροχίας θρηνῶν κακὰ, πάλιν οὑτωσί πως ἔλεγεν· Ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη· ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δράκων· ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος. ∆ιὰ τοῦτο καὶ σήμερον ἠκούσατε τοῦ Ἰωὴλ λέγοντος· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, συναγάγετε νήπια θηλάζοντα μαστού
ς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν ἄωρον ἡλικίαν καλεῖ πρὸς ἱκετηρίαν; οὐκ εὔδηλον, ὅτι διὰ τὴν αὐτὴν ταύτην αἰτίαν; Ἐπειδὴ γὰρ οἱ εἰς ἄνδρας τελοῦντες ἅπαντες παρώξυναν καὶ παρώργισαν τὸν Θεὸν, Ἡ τῶν ἁμαρτημάτων ἄπειρος ἡλικία, φησὶ, παρακαλείτω τὸν ὀργιζόμενον. Ἀλλ' ὅπερ ἔλεγον, ἴδωμεν τί ποτέ ἐστι τὸ λῦσαν τὴν ἀπαραίτητον ἐκείνην ὀργήν. Ἆρα ἡ νηστεία μόνον, καὶ ὁ σάκκος; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἡ παντὸς τοῦ βίου μεταβολή. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν προφητικῶν ῥημάτων. Ὁ γὰρ περὶ τῆς ὀργῆς τοῦ Θεοῦ διαλεχθεὶς καὶ τῆς ἐκείνων νηστείας, αὐτὸς οὗτος τήν τε καταλλαγὴν λέγων, καὶ τῆς καταλλαγῆς τὴν αἰτίαν διδάσκων, οὑτωσί πώς φησι· Καὶ εἶδε τὰ ἔργα αὐτῶν ὁ Θεός. Ἔργα ποῖα; ὅτι ἐνήστευσαν; ὅτι σάκκον περιεβάλοντο; Οὐδὲν τούτων, ἀλλὰ πάντα ταῦτα σιγήσας ἐπήγαγεν· Ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς ὁ Κύριος. Ὁρᾷς ὅτι οὐχ ἡ νηστεία ἐξήρπασε τοῦ κινδύνου, ἀλλ' ἡ μεταβολὴ τοῦ βίου τὸν Θεὸν κατέστησεν ἵλεω τοῖς βαρβάροις καὶ εὐμενῆ; Ταῦτα εἶπον. οὐχ ἵνα νηστείαν ἀτιμάζωμεν, ἀλλ' ἵνα νηστείαν τιμῶμεν· τιμὴ γὰρ νηστείας, οὐχὶ σιτίων ἀποχὴ, ἀλλ' ἁμαρτημάτων ἀναχώρησις, ὡς ὅ γε τῇ τῶν βρωμάτων ἀποχῇ μόνον ὁρίζων τὴν νηστείαν, οὗτός ἐστιν ὁ μάλιστα ἀτιμάζων αὐτήν. Νηστεύεις; δεῖξόν μοι διὰ τῶν ἔργων αὐτῶν. Ποίων ἔργων, φησίν; Ἐὰν ἴδῃς πένητα, ἐλέησον· ἐὰν ἴδῃς ἐχθρὸν, καταλλάγηθι· ἐὰν ἴδῃς φίλον. εὐδοκιμοῦντα, μὴ βασκήνῃς· ἐὰν ἴδῃς γυναῖκα εὔμορφον, ὑπέρβηθι· Μὴ γὰρ δὴ στόμα νηστευέτω μόνον, ἀλλὰ καὶ ὀφθαλμὸς, καὶ ἀκοὴ, καὶ πόδες, καὶ χεῖρες, καὶ πάντα τὰ τοῦ σώματος ἡμῶν μέλη· νηστευέτωσαν χεῖρες, ἁρπαγῆς καὶ πλεονεξίας καθαρεύουσαι· νηστευέτωσαν πόδες, δρόμων τῶν ἐπὶ τὰ παράνομα θέατρα ἀφιστάμενοι· νηστευέτωσαν ὀφθαλμοὶ, παιδευόμενοι μηδέποτε ὄψεσιν εὐμόρφοις ἐπιπηδᾷν, μηδὲ ἀλλότρια περιεργάζεσθαι κάλλη. Τροφὴ γὰρ ὀφθαλμῶν, θεωρία; ἀλλὰ ἂν μὲν παράνομος ᾖ καὶ κεκωλυμένη, λυμαίνεται τῇ νηστείᾳ, καὶ πᾶσαν ἀνατρέπει τῆς ψυχῆς τὴν σωτηρίαν· ἂν δὲ ἔννομος καὶ ἀσφαλὴς, κοσμεῖ τὴν νηστείαν. Καὶ γὰρ τῶν ἀτοπωτάτων ἂν εἴη, ἐπὶ μὲν βρωμάτων καὶ τῆς συγκεχωρημένης ἀφίστασθαι τροφῆς διὰ τὴν νηστείαν, ἐπὶ δὲ τῶν ὀφθαλμῶν καὶ τῆς κεκωλυμένης ἅπτεσθαι. Οὐκ ἐσθίεις κρέα; μὴ φάγῃς ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν. Νηστευέτω καὶ ἀκοή· νηστεία δὲ ἀκοῆς μὴ δέχεσθαι κακηγορίας καὶ διαβολάς· Ἀκοὴν γὰρ ματαίαν μὴ παραδέξῃ, φησί. Νηστευέτω καὶ στόμα ἀπὸ ῥημάτων αἰσχρῶν καὶ λοιδορίας. Τί γὰρ ὄφελος ὅταν μὲν ὀρνίθων καὶ ἰχθύων ἀπεχώμεθα, τοὺς δὲ ἀδελφοὺς δάκνωμεν καὶ κατεσθίωμεν; Ὁ κακηγορῶν ἀδελφικὰ κρέα ἔφαγεν, τὴν σάρκα τοῦ πλησίον ἔδακε. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐφόβησεν εἰπών· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε,βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἐνέπηξας τῇ σαρκὶ τοὺς ὀδόντας, ἀλλ' ἐνέπηξας τῇ ψυχῇ τὴν κακηγορίαν, τὴν πονηρὰν ὑπόληψιν ἔτρωσας, μυρία εἰργάσω κακὰ καὶ σαυτὸν καὶ ἐκεῖνον καὶ ἑτέρους πλείονας· καὶ γὰρ τὸν ἀκούσαντα χείρονα εἰργάσω, διαβάλλων τὸν πλησίον. Ἄν τε γὰρ ἁμαρτωλὸς ᾖ, ῥᾴθυμος γίνεται, κοινωνὸν εὑρὼν τῆς ἁμαρτίας· ἄν τε δίκαιος ᾖ, εἰς ἀπόνοιαν αἴρεται, καὶ φυσᾶται ἐκ τῆς ἑτέρων ἁμαρτίας, μεγάλα περὶ ἑαυτοῦ φαντάζεσθαι προαγόμενος. Μετὰ τούτων τὸ κοινὸν τῆς Ἐκκλησίας ἔβλαψας· οὐ γὰρ δὴ τὸν ἡμαρτηκότα διαβάλλουσιν ἅπαντες οἱ ἀκούοντες, ἀλλὰ τὰ ὀνείδη τῷ Χριστιανῶν ἔθνει προστρίβεται· οὐδὲ ἔστιν ἀκοῦσαι ἀπίστων λεγόντων, ὅτι ὁ δεῖνα πόρνος ἐστὶ καὶ ἀκόλαστος, ἀλλ' ἀντὶ τοῦ πεπλημμεληκότος, τοὺς Χριστιανοὺς ἅπαντας διαβάλλουσι. Πρὸς τούτοις τοῦ Θεοῦ τὴν δόξαν βλασφημεῖσθαι παρεσκεύασας· ὥσπερ γὰρ εὐδοκιμούντων ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεται, οὕτως ἁμαρτανόντων βλασφημεῖται καὶ ὑβρίζεται. Τέταρτον, τὸν κακῶς ἀκούσαντα κατῄσχυνας, καὶ ἀναισχυντότερον ταύτῃ πεποίηκας, ἐχθρὸν καὶ πολέμιον καταστήσας. Πέμ πτον, ἑαυτὸν ὑπεύθυνον κολάσει καὶ τιμωρίᾳ πεποίηκας, πράγματα τὰ μηδὲν σαυτῷ προσήκοντα πλέξας. Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι τότε κακηγορῶ, ἐπειδὰν ψευδῆ εἴπω· ἐὰν δὲ ἀληθεύω, οὐκέτι. Κἂν ἀληθεύων εἴπῃς κακῶς, καὶ τοῦτο ἔγκλημα· καὶ γὰρ ὁ Φαρισαῖος ἐκεῖνος τὸν τελώνην εἶπε κακῶς ἀληθεύων, ἀλλ' ὅμως οὐδὲν αὐτοῦ τοῦτο προέστη. Εἰπὲ γάρ μοι, τελώνης ἦν ὁ τελώνης καὶ ἁμαρτωλός; Παντί που δῆλον ὅτι τελώνης· ἀλλ' ὅμως ἐπειδὴ αὐτὸν ἐκάκισεν ὁ Φαρισαῖος, ἀπῆλθεν ἅπαντα ἀπολέσας. Βούλει διορθῶσαι τὸν ἀδελφόν; δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ' ἰδίαν λαβὼν παραίνεσον, συμβούλευσον, παρακάλεσον. Οὕτω καὶ ὁ Παῦλος ἐποίει· Μήπως ἐλθόντα με, φησὶ, ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. ∆εῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα· πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας αὐτὸν ὑπομιμνήσκεις· κάτασχε πόδας, καταφίλησον, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει. Ταῦτα καὶ ἰατροὶ ποιοῦσι πολλάκις· δυσαρέστως γὰρ ἔχοντας τοὺς κάμνοντας καταφιλοῦντες, παρακαλοῦντες ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον· οὕτω καὶ σὺ ποίησον· τῷ ἱερεῖ δεῖξον τὸ ἕλκος, τοῦτό ἐστι κηδομένου, τοῦτο προνοοῦντος, τοῦτο φροντίζοντος. Οὐ τοῖς κακῶς δὲ μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λεγομένους ἑτέρους παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν προφήτην μιμεῖσθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Ἔχεις ἐπαινέσαι τινὰ καὶ ἐγκωμιάσαι; ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· ἂν δὲ κακῶς ἐθέλῃς εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Τί μοι τὸ κέρδος ἐκ τοῦ μαθεῖν ὅτι πονηρὸς ὁ δεῖνα; μέγιστον μὲν οὖν ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία. Εἰπὲ πρὸς αὐτόν· Μεριμνήσωμεν τὰ ἡμέτερα, πῶς τῶν πεπλημμελημένων ἡμῖν εὐθύνας δῶμεν, καὶ τὴν περιεργίαν ταύτην καὶ τὴν πολυπραγμοσύνην εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδειξώμεθα. Ποίαν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν τὰ ἡμέτερα μὲν μηδὲ εἰς νοῦν λαμβάνωμεν, τὰ δὲ ἀλλότρια οὕτω πολυπραγμονῶμεν; Καὶ ὥσπερ εἰς οἰκίαν παρακύψαι, καὶ τὰ ἔνδον κατασκοπῆσαι παριόντα, αἰσχρὸν καὶ πολλῆς αἰσχύνης γέμον· οὕτω καὶ βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης. Τὸ δὲ τούτου καταγελαστότερον, ὅτι τοιοῦτον ἔχοντες βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλοῦσι τὸν ἀκούσαντα, καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλεῖς, πολλῷ μᾶλλον σὲ πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν. Κατεῖχες ἐν ἀσφαλείᾳ τὸν λόγον· ὅτε αὐτὸν προέδωκας, τότε τῆς σωτηρίας αὐτοῦ φροντίζεις; εἰ βούλῃ μὴ ἐξενεχθῆναι εἰς ἕτερον, μηδὲ αὐτὸς εἴπῃς· ὅτε δὲ ἑτέρῳ προέδωκας τοῦ λόγου τὴν φυλακὴν, περιττὰ ποιεῖς καὶ ἀνόνητα παραγγέλλων, καὶ ὁρκῶν ὑπὲρ τῆς τῶν εἰρημένων φυλακῆς. Ἀλλ' ἡδὺ τὸ κακηγορεῖν; ἡδὺ μὲν οὖν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ εἰπὼν κακῶς, ἐναγώνιος λοιπόν ἐστιν, ὑποπτεύει τε καὶ δέδοικε, καὶ μετανοεῖ, καὶ κατεσθίει τὴν ἑαυτοῦ γλῶτταν. δεδοικὼς καὶ τρέμων, μή ποτε εἰς ἑτέρους ἐξενεχθὲν τὸ ῥῆμα μέγαν ἐπαγάγῃ τὸν κίνδυνον, καὶ περιττὴν ἔχθραν καὶ ἀνόνητον ἐργάσηται τοῖς εἰρηκόσιν· ὁ δὲ παρ' ἑαυτῷ κατ έχων, ἐν ἀσφαλείᾳ πολλῇ μετὰ πολλῆς βιώσεται τῆς ἡδονῆς. Ἤκουσας λόγον, φησίν; ἐναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξει. Τί ἐστιν, Ἐναποθανέτω σοι; Σβέσον αὐτὸν, κατάχωσον, μὴ συγχωρήσῃς ἐξελθεῖν, μηδὲ κινηθῆναι τὸ παράπαν· ἀλλὰ μάλιστα μὲν οὖν σπούδαζε μηδὲ ἀνέχεσθαι τῶν λεγόντων ἑτέρους κακῶς. Ἂν δ' ἄρα ποτε καὶ δέξῃ, κατάχωσον, ἀπόκτεινον τὸ λεχθὲν, λήθῃ παράδος, ἵνα τοῖς μὴ ἀκηκοόσιν ὅμοιος γένῃ, καὶ μετὰ πολλῆς τῆς εἰρήνης καὶ τῆς ἀσφαλείας τὸν παρόντα διάγῃς βίον. Ἂν μάθωσιν οἱ κακήγοροι, ὅτι τῶν διαβαλλομένων μᾶλλον ἡμεῖς αὐτοὺς ἀποστρεφόμεθα, παύσονται καὶ αὐτοί ποτε τῆς πονηρᾶς συνηθείας ταύτης, καὶ διορθώσονται τὸ ἁμάρτημα, καὶ ἐπαινέσονται μετὰ ταῦτα, καὶ ἡμᾶς αὐτοὺς ὡς σωτῆρας αὐτῶν γενομένους καὶ εὐεργέτας ἀνακηρύξουσιν. Ὥσπερ γὰρ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω τὸ κακῶς λέγειν καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ τῶν μυρίων πολέμων ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Οὐδαμόθεν γὰρ ἑτέρωθεν ἠμέληται τὰ ἡμέτερα, ἀλλ' ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ περιεργάζεσθαι· οὐ γὰρ ἔστιν ἄνθρωπον κακηγοροῦντα, καὶ τοὺς ἀλλοτρίους πολυπραγμονοῦντα βίους, τῆς ἰδίας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς ἁπάσης αὐτῷ εἰς τὴν ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ πάντα ἁπλῶς κεῖσθαι καὶ ἠμελημένως. Καὶ γὰρ ἀγαπητὸν τὴν πᾶσαν σχολὴν εἰς τὴν ἐπιμέλειαν τῶν οἰκείων ἁμαρτημάτων καὶ τὴν κρίσιν ἀναλίσκοντα, δυνηθῆναί τι ποιῆσαι πλέον· ὅταν δὲ διαπαντὸς τὰ ἀλλότρια φροντίζῃς, πότε τῶν σῶν ἐπιμελήσῃ κακῶν; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, φύγωμεν τὰς κακηγορίας, μαθόντες ὡς διαβολικόν ἐστιν ὅλον τὸ βάραθρον, καὶ τῆς ἐπιβουλῆς τῆς ἐκείνου αὕτη ἡ ἐνέδρα. Ἵνα γὰρ καὶ τῶν ἡμετέρων ἀμελήσωμεν, καὶ χαλεπωτέρας ἑαυτοῖς καταστήσωμεν τὰς εὐθύνας, εἰς ταύτην ἡμᾶς τὴν συνήθειαν ὁ διάβολος ἤγαγε· μᾶλλον δὲ, οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ὅτι λόγον δώσομεν, ὧν εἰρήκαμεν τότε, ἀλλ' ὅτι καὶ τὰ ἡμέτερα ἁμαρτήματα χαλεπώτερα ταύτῃ ποιήσομεν, πάσης ἑαυτοὺς ἀποστεροῦντες ἀπολογίας. Ὁ γὰρ πικρῶς τὰ ἀλλότρια ἐξετάζων, ἐν τοῖς καθ' ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ. Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς σῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός. ∆ιὰ τοῦτο παρῄνεσε λέγων· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦτον ἐκεῖ φανεῖται λοιπὸν, ἀλλὰ πολλήν τινα καὶ ἀπαραίτητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως. Ὥσπερ γὰρ ὁ φιλάνθρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν πλείονα τῶν ἁμαρτημάτων ὄγκον· οὕτως ὁ πικρὸς, καὶ ὠμὸς, καὶ ἀπαραίτητος πολὺ τοῖς οἰκείοις ἁμαρτήμασι προστίθησι μέγεθος. Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόματος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης, ἂν κακηγορίας μὴ ἀποσχώμεθα. Οὐ γὰρ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἀπὸ τοῦ στόματος. Εἴ τις ἀνακινήσειε βόρβορον σοῦ παριόντος, εἰπέ μοι, οὐ λοιδορεῖς, καὶ ὑβρίζεις τὸν τοῦτο ποιοῦντα; Τοῦτο καὶ ἐπὶ τῶν κακηγόρων ποίησον. Οὐ γὰρ οὕτως ἀνακινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τὴν δυσωδίαν δεχομένων ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνα κινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν. Ἀπεχώμεθα τοίνυν κακηγορίας, αἰσχρολογίας, βλασφημίας. καὶ μήτε τὸν πλησίον, μήτε τὸν Θεὸν λέγωμεν κακῶς. Πολλοὶ γὰρ εἰς τοῦτο μανίας ἐξώκειλαν τῶν κακηγόρων, ὡς ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν ∆εσπότην ἀναστῆσαι τὴν γλῶτταν τὴν ἑαυτῶν. Ὅσον δὲ τοῦτό ἐστι κακὸν, ἀπὸ τῶν κατεχόντων νῦν ἡμᾶς μάνθανε πραγμάτων. Ἰδοὺ γοῦν ἄνθρωπος ὑβρίσθη, καὶ πάντες δεδοίκαμεν καὶ τρέμομεν, οἵ τε ὑβρικότες οἵ τε μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· ὁ δὲ Θεὸς καθ' ἑκάστην ἡμέραν ὑβρίζεται· τί λέγω καθ' ἑκάστην ἡμέραν; καθ' ἑκάστην μὲν οὖν ὥραν, παρὰ πλουτούντων, παρὰ πενήτων, παρὰ τῶν ἐν ἀνέσει, παρὰ τῶν ἐν θλίψει, παρὰ τῶν ἐπηρεαζόντων, παρὰ τῶν ἐπηρεαζομένων, καὶ οὐδεὶς οὐδαμοῦ λόγος. ∆ιὰ τοῦτο συνεχώρησεν ὑβρισθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν μάθῃς. Καίτοι τοῦτο νῦν πρῶτον καὶ μόνον γέγονεν. ἀλλ' ὅμως οὐδὲ διὰ τοῦτο προσδοκῶμεν ἀπολαύσεσθαι συγγνώμης τινὸς οὐδὲ ἀπολογίας· τὸν δὲ Θεὸν καθ' ἑκάστην παροργίζομεν τὴν ἡμέραν, καὶ οὐδεμίαν ποιούμεθα τὴν ἐπιστροφὴν, καὶ ἔτι φέρει μετὰ μακροθυμίας ἁπάσης. Εἶδες πόση ἡ φιλανθρωπία τοῦ ∆εσπότου; Καίτοι γε ἐπὶ τῆς παρανομίας ταύτης οἱ πεπλημμεληκότες ἑάλωσαν, καὶ εἰς δεσμωτήριον ἐνέπεσον, καὶ δίκην ἔδοσαν, ἀλλ' ὅμως ἔτι δεδοίκαμεν· καὶ γὰρ οὔπω ἤκουσε τὰ γεγενημένα ὁ ὑβρισθεὶς, οὐδὲ ψῆφον ἐξήνεγκε, καὶ πάντες τρέμομεν· ὁ δὲ Θεὸς καθ' ἑκάστην ἀκούει τὴν ἡμέραν τὰς εἰς αὐτὸν γινομένας ὕβρεις, καὶ οὐδεὶς ἐπιστρέφεται, καὶ ταῦτα οὕτως ὄντος ἡμέρου καὶ φιλανθρώπου τοῦ Θεοῦ. Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰπεῖν, καὶ λῦσαι τὸ ἔγκλημα· ἐπὶ δὲ τῶν ἀνθρώπων τοὐναντίον ἅπαν· ὅταν ὁμολογήσωσιν οἱ ἡμαρτηκότες, τότε μειζόνως κολάζονται· ὃ δὴ καὶ νῦν γέγονε. Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρὶ, οἱ δὲ θηρίοις παραδοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖδες. Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ τοῦ δήμου ῥύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μηδέποτε τοιαῦτα τολμήσειν λοιπὸν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο· ἀλλὰ συγγνώμης χωρὶς ἁπάσης ἐπὶ τὸ βάραθρον ἀπήγοντο, στρατιωτῶν ἐνόπλων ἑκατέρωθεν αὐτοὺς περιαγόντων καὶ παρατηρούντων, μή τις ἐξαρπάσῃ τοὺς καταδίκους· καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι· ἐνίκα γὰρ τὸ πάθος ὁ φόβος, καὶ τῆς φύσεως ἐκράτει τὸ δέος. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ γῆς ὁρῶντες ἄνθρωποι, ὀδυνῶνται μὲν, προσελθεῖν δὲ καὶ ἐξελέσθαι τοὺς καταποντιζομένους οὐκ ἔχουσιν· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρατιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν, ἀλλὰ καὶ δακρῦσαι ἔδεισαν. Ἆρα στοχάζεσθε ἐντεῦθεν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, πῶς ἄφατος, πῶς ἄπειρος, πῶς ἅπαντα ὑπερβαίνει λόγον; Ἐνταῦθα μὲν γὰρ καὶ τῆς αὐτῆς οὐσίας ὁ ὑβρισθεὶς, καὶ ἅπαξ τοῦ παντὸς χρόνου τοῦτο πέπονθε, καὶ οὐ κατ' ὄψιν οὐδὲ παρὼν καὶ ὁρῶν καὶ ἀκούων, καὶ ὅμως οὐδεὶς ἔτυχε συγγνώμης τῶν τετολμηκότων· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ἔστιν εἰπεῖν. Καὶ γὰρ τοσοῦτόν ἐστι τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ, ὅσον οὐδὲ λόγος παραστῆσαι δυνήσεται, καὶ καθ' ἑκάστην ὑβρίζεται τὴν ἡμέραν παρὼν, καὶ ὁρῶν, καὶ ἀκούων, καὶ οὔτε σκηπτὸν ἀφῆκεν, οὔτε τὴν θάλατταν τῇ γῇ ἐπιδραμεῖν ἐκέλευσε καὶ καταποντίσαι πάντας, οὔτε τῇ γῇ διαστῆναι, καὶ δέξασθαι πάντας τοὺς ὑβρικότας προσέταξεν, ἀλλ' ἀνέχεται, καὶ μακροθυμεῖ, καὶ συγγνώσεσθαι ἐπαγγέλλεται τοῖς ὑβρικόσιν, ἂν μετανοήσωσι μόνον καὶ ὑπόσχωνται μηκέτι ταῦτα ποιεῖν. Ἀληθῶς εὔκαιρον νῦν ἀνακηρύττειν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Πόσοι τοῦ Θεοῦ τὰς εἰκόνας οὐχὶ κατήνεγκαν μόνον, ἀλλὰ καὶ κατεπάτησαν; ὅταν γὰρ ἄγχῃς τὸν ὑπεύθυνον, ὅταν ἀποδύῃς, ὅταν ἕλκῃς, τοῦ Θεοῦ τὴν εἰκόνα καταπατεῖς. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος, ὅτι ἄνθρωπος οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· καὶ πάλιν αὐτοῦ τοῦ Θεοῦ λέγοντος· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἂν δὲ λέγῃς, ὅτι οὐχὶ τῆς αὐτῆς οὐσίας ὁ ἄνθρωπός ἐστι τῷ Θεῷ, καὶ τί τοῦτο; Οὐδὲ γὰρ ὁ χαλκὸς τοῦ ἀνδριάντος τῆς αὐτῆς οὐσίας ἦν τῷ βασιλεῖ, ἀλλ' ὅμως δίκην ἔδοσαν οἱ τολμήσαντες· ὥστε καὶ ἐπὶ τῶν ἀνθρώπων, εἰ καὶ μὴ τῆς αὐτῆς οὐσίας εἰσὶ τῷ Θεῷ οἱ ἄνθρωποι, ὥσπερ οὖν οὐδέ εἰσιν, ἀλλ' ὅμως εἰκὼν ἐκλήθησαν, καὶ διὰ τὴν προσηγορίαν ἔδει τιμῆς ἀπολαύειν αὐτούς· σὺ δὲ ὑπὲρ ὀλίγου χρυσίου καταπατεῖς, ἄγχεις, σύρεις, καὶ οὐδεμίαν οὐδέπω δίκην ἔδωκας τήμερον. Γένοιτο μὲν οὖν τινα χρηστὴν καὶ δεξιὰν γενέσθαι μεταβολήν. Ἐκεῖνο μέντοι προλέγω καὶ διαμαρτύρομαι, ὅτι κἂν τοῦτο παρέλθῃ τὸ νέφος, ἡμεῖς δὲ ἐπὶ τῆς αὐτῆς μένωμεν ῥᾳθυμίας, πάλιν πολλῷ χαλεπώτερα πεισόμεθα τῶν νῦν προσδοκωμένων· ἐπεὶ καὶ νῦν οὐχ οὕτω δέδοικα τοῦ βασιλέως τὴν ὀργὴν, ὡς τὴν ὑμετέραν δέδοικα ῥᾳθυμίαν. Οὐ γὰρ δὴ τὸ λιτανεῦσαι δύο καὶ τρεῖς ἡμέρας ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν, ἀλλ' ὁλοκλήρου δεῖ τοῦ βίου ποιήσασθαι τὴν μεταβολὴν, καὶ τῆς πονηρίας ἀποστάντας μένειν ἐπὶ τῆς ἀρετῆς διηνεκῶς. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἂν μὴ διαπαντὸς εὐτακτῶσιν, οὐδὲν αὐτοῖς ὄφελος τῆς μέχρι τριῶν ἢ τεσσάρων ἡμερῶν φιλοσοφίας· οὕτω καὶ οἱ ἁμαρτάνοντες, ἂν μὴ διαπαντὸς σωφρονῶσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον ἀπὸ τῆς διορθώσεως τῶν δύο καὶ τριῶν ἡμερῶν. Ὥσπερ γὰρ, φησὶν, ὁ βαπτιζόμενος, εἶτα ἐν τῷ βορβόρῳ μολυνόμενος πάλιν, οὐδὲν ὠφέλησεν· οὕτως ὁ τρεῖς ἡμέρας μετανοήσας, καὶ πάλιν ἐπὶ τὰ πρότερα ἐπανελθὼν, οὐδὲν εἰργάσατο πλέον. Μὴ τοίνυν ὅπερ ἀεὶ ποιοῦμεν, τοῦτο καὶ νῦν ποιήσωμεν· καὶ γὰρ σεισμῶν πολλάκις καταλαβόντων καὶ λιμοῦ καὶ αὐχμοῦ, τρεῖς καὶ τέσσαρας ἡμέρας σωφρονισθέντες καὶ ἐπιεικέστεροι γενόμενοι, πάλιν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν· διὰ τοῦτο καὶ ταῦτα γεγένηται. Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ἐπὶ τῆς αὐτῆς μείνωμεν εὐλαβείας, καὶ τὴν αὐτὴν ἐπιείκειαν διατηρήσωμεν, ἵνα μὴ πάλιν ἑτέρας δεηθῶμεν πληγῆς. Μὴ γὰρ οὐκ ἠδύνατο κωλῦσαι τὰ γεγενημένα ὁ Θεός; Ἀλλ' ἀφῆκεν, ἵνα τοὺς καταφρονοῦντας αὐτοῦ ἐν τῷ τοῦ συνδούλου φόβῳ σωφρονεστέρους ἐργάσηται. Καὶ μή μοι λεγέτω τις, ὅτι πολλοὶ τῶν αἰτίων διέφυγον, πολλοὶ δὲ τῶν ἀναιτίων ἐνέπεσον· καὶ γὰρ τοῦτο πολλῶν πολλάκις ἀκούω λεγόντων, οὐκ ἐπὶ τῆς παρούσης στάσεως μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις πολλαῖς τοιαύταις περιστάσεσι. Τί οὖν ἂν εἴποιμι πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας; Ὅτι εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλοὺς, ἀλλ' ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσῃ δίκην ἔδωκε. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοῦτο ποιεῖν· ὅταν ἁμάρτωμεν, οὐκ εὐθέως ἐπεξέρχεται τοῖς πλημμελήμασιν, ἀλλ' ἀνίησι, διδοὺς ἡμῖν προθεσμίαν μετανοίας, ὥστε διορθώσασθαι καὶ μεταβαλέσθαι· ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νομίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσωμεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα πάντως. Τοῦτο δὲ γίνεται, ἵνα ὅταν ἁμάρτωμεν, καὶ μὴ κολασθῶμεν, μὴ θαρσήσωμεν, ἂν μὴ μεταβαλώμεθα, εἰδότες ὅτι ἔνθα οὐ προσδοκῶμεν, ἐμπεσούμεθα πάντως. Ὥστε, ἂν ἁμαρτήσῃς, καὶ μὴ κολασθῇς, μὴ καταφρονήσῃς, ἀγαπητέ· ἀλλὰ δι' αὐτὸ τοῦτο μειζόνως φοβήθητι, εἰδὼς ὅτι κοῦφον τῷ Θεῷ, ὅταν θέλῃ, ἀνταποδοῦναι πάλιν. ∆ιὰ τοῦτο γὰρ τότε σε οὐκ ἐκόλασεν, ἵνα λάβῃς προθεσμίαν μετανοίας. Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγεν· ὅ τε γὰρ ἀναίτιος ἐμπεσὼν, ὥσπερ ἔφην, ἑτέρων ἁμαρτημάτων ἔδωκε δίκην, ὅ τε νῦν διαφυγὼν, ἐὰν μὴ μεταβάληται, εἰς ἑτέραν ἁλώσεται παγίδα. Ἂν οὕτω διακεισώμεθα, οὐδέποτε τῶν οἰκείων ἁμαρτημάτων ἐπιλησόμεθα, ἀλλ' ἀεὶ δεδοικότες, τρέμοντες, μή ποτε ὑπόσχωμεν δίκην, ἀναμνησθησώμεθα ταχέως αὐτῶν. Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις· καὶ τοῦτο δῆλον ἀπὸ τῶν τοῦ Ἰωσὴφ ἀδελφῶν. Ἐπειδὴ γὰρ ἀπέδοντο ἐκεῖνοι τὸν δίκαιον, καὶ ἔτη τρία καὶ δέκα παρῆλθεν, ὑποπτεύοντες κολάζεσθαι, καὶ περὶ τῶν ἐσχάτων δεδοικότες, ἀνεμνήσθησαν τῆς ἁμαρτίας, καὶ πρὸς ἀλλήλους ἔλεγον· Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἰωσήφ. Ὁρᾷς πῶς ὁ φόβος ἀνέμνησεν αὐτοὺς τῆς πλημμελείας ἐκείνης; Καὶ ὅτε μὲν ἡμάρτανον, οὐκ ᾐσθάνοντο· ὅτε δὲ κολάζεσθαι προσεδόκησαν, τότε ἀνεμνήσθησαν. Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν. Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώσητε· τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Καὶ καθάπερ ἐπειδὰν χρυσίον ἐπιβληθὲν ἀκούσωμεν, ἀπιὼν οἴκαδε ἕκαστος, καὶ τὴν γυναῖκα καλέσας καὶ τὰ τέκνα καὶ τοὺς οἰκέτας, σκοπεῖ μετ' ἐκείνων καὶ βουλεύεται, πόθεν τὴν εἰσφορὰν καταβάλῃ ταύτην· οὕτω καὶ ἐπὶ τῶν ἐντολῶν ποιήσωμεν τούτων τῶν πνευματικῶν. Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι' ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου. Σκοπήσωμεν, φροντίσωμεν, βουλευσώμεθα, ὅπως ἐκπληρώσωμεν τὰς ἐντολὰς ταύτας· πᾶσαν εἰσενεγκώμεθα σπουδὴν, ἀλλήλους ὑπομνήσωμεν, ἀλλήλους διορθωσώμεθα, ἵνα μὴ ὀφείλοντες ἀπέλθωμεν ἐκεῖ, εἶτα δεόμενοι δανείσασθαι παρ' ἑτέρων, μὴ τὸ τῶν παρθένων πάθωμεν τῶν μωρῶν, καὶ τῆς ἀθανάτου σωτηρίας ἐκπέσωμεν. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις, καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή· καὶ τὸ δὴ πάντων μεῖζον, τῶν μελλόντων ἀγαθῶν ἡ ἀπόλαυσις. Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετὴν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι. Καθάπερ γὰρ ἀρούρας προκειμένης, ὁ γηπόνος κατὰ μέρος διασκάπτων ἅπασαν, οὕτως ἐπὶ τὸ τέλος ἔρχεται· οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ ναι τὴν φυλακὴν, μετὰ πλείονος τῆς εὐκολίας καὶ ἐπὶ τὰς λοιπὰς ἥξομεν, καὶ πρὸς αὐτὴν ἐλθόντες τῆς φιλοσοφίας τὴν κορυφὴν, καὶ τὸν παρόντα βίον μετὰ χρηστῆς τῆς ἐλπίδος καρπωσόμεθα, καὶ ἐν τῷ μέλλοντι μετὰ πολλῆς παραστησόμεθα παῤῥησίας τῷ Χριστῷ, καὶ τῶν ἀποῤῥήτων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου