ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΡΙΘʹ Θεοφίλῳ πρεσβυτέρῳ

Τρίτη 25 Οκτωβρίου 2016

ΡΙΘʹ Θεοφίλῳ πρεσβυτέρῳ




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


ΡΙΘʹ. Θεοφίλῳ πρεσβυτέρῳ.

 Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δείξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ  πέμπε  νιφάδας  ἡμῖν  γραμμάτων,  τὴν  σὴν  ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα   εἰς  σιγήν  σε  ἐμβαλεῖν,   ἀλλὰ  πάσης  ἀράχνης   εὐκολώτερον   αὐτὴν διασπάσας, φαίνου  λαμπρὸς  ἐπὶ  τῆς  παρατάξεως,  καὶ  τῇ  πολλῇ  παῤῥησίᾳ  καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς.  Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι  καθήμενος, τὰ φορτία συνάγειν  δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας.


Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν  καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων,  διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα,  συγκροτῶν, ἀλείφων,  ἅπαντας  διεγείρων,  νευρῶν,  σπουδαιοτέρους ποιῶν.  Καὶ ταῦτα  ἡμῖν  δήλου  διὰ  γραμμάτων  τῶν  σῶν,  μηδὲν  ὑφορώμενος,  εἰ κατορθώματα  μέλλοις  αὐτὸς  ἀπαγγέλλειν   τὰ  σὰ, ἀλλ'  ὡς  ὑπόταγμα  ἡμέτερον ἀνύων,  χαρίζου ταύτην  ἡμῖν  τὴν  εὐφροσύνην,  ἵνα  καὶ πόῤῥωθεν  ὄντες,  πολλὴν καρπωσώμεθα τὴν ἡδονὴν, ταῦτα ἀκούοντες παρὰ τῆς σῆς εὐλαβείας, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν.  ΡΚʹ. Θεοδώρᾳ. Ἀνηλώθημεν, ἐδαπανήθημεν,  μυρίους ἀπεθάνομεν  θανάτους· καὶ ταῦτα ἴσασιν ἀκριβέστερον ἀπαγγεῖλαι  οἱ τὰ γράμματα ἐγχειρίζοντες, καὶ ταῦτα βραχεῖαν ῥοπὴν ἡμῖν συγγενόμενοι· πρὸς οὓς οὐδὲ διαλεχθῆναί  τι μικρὸν ἠδυνήθημεν,  ὑπὸ τῶν  συνεχῶν  πυρετῶν  καταβεβλημένοι, οὓς ἔχων καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁδοιπορεῖν ἠναγκαζόμην, καὶ θάλπει πολιορκούμενος, καὶ ὑπὸ ἀγρυπνίας διαφθειρόμενος, καὶ ὑπὸ τῆς τῶν ἐπιτηδείων ἐρημίας  ἀπολλύμενος,  καὶ  τῆς  τῶν  προστησομένων  ἀπορίας.  Καὶ γὰρ  τῶν  τὰ μέταλλα ἐργαζομένων, καὶ τὰ δεσμωτήρια οἰκούντων  χαλεπώτερα καὶ πεπόνθαμεν καὶ πάσχομεν. Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνος εἰς γαλήνην  καὶ εἰς λιμένα ἐλθών. Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου  κακά· οὕτω καθάπαξ ἡμᾶς ὁ ἔμπροσθεν χρόνος κατειργάσατο. Ἀλλ' ὅμως ἐλθὼν εἰς τὴν Καισάρειαν, μικρὸν ἀνέψυξα, ὅτι ὕδατος ἔπιον καθαροῦ, ὅτι  ἄρτου  οὐκ  ὀδωδότος  οὐδὲ  κατεσκληκότος  μετέλαβον,  ὅτι  οὐκ  ἔτι  ἐν  τοῖς κλάσμασι   τῶν   πίθων   ἐλουόμην,   ἀλλ'   εὗρον   βαλανεῖον   οἷον   δήποτε,   ὅτι συγκεχώρημαι τέως τῇ κλίνῃ προσηλῶσθαι. Ἐνῆν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλ' ἵνα μὴ συγχέω σου τὴν μάθησιν, μέχρι τούτου ἵστημι τὸν λόγον, ἐκεῖνο προστιθεὶς, ὅτι  μὴ  παύσῃ  ὀνειδίζουσα  τοῖς  ἀγαπῶσιν  ἡμᾶς,  ὅτι  τοσούτους  ἔχοντες ἐραστὰς, καὶ τοσαύτην δύναμιν περιβεβλημένους, οὐκ ἐτύχομεν οὗ τυγχάνουσιν  οἱ κατάδικοι, ὥστε εἰς ἡμερώτερον καὶ ἐγγύτερόν που κατοικισθῆναι τόπον· ἀλλὰ καὶ τοῦ σώματος ἡμῖν ἀπαγορεύσαντος, καὶ τοῦ φόβου τῶν Ἰσαύρων πάντα πολιορκοῦντος, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς οὐκ ἐπετύχομεν χάριτος. ∆όξα τῷ Θεῷ καὶ διὰ τοῦτο. Οὐ παυόμεθα γὰρ αὐτὸν ἐπὶ πᾶσι δοξάζοντες. Εἴη τὸ ὄνομα αὐτοῦ εὐλογημένον  εἰς τοὺς αἰῶνας. Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν  ἢ καὶ  πέμπτην  ἐπεσταλκὼς  τῇ  διαθέσει σου καὶ  τῇ  κοσμιότητι,  μίαν ἐδεξάμην καὶ μόνην. Καίτοι τοῦτο δυσκολίας οὐκ ἦν, τὸ ἐπιστέλλειν συνεχέστερον. Καὶ ταῦτα  οὐκ ἐγκαλῶν  σοι λέγω· τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης,  ἀλλὰ προαιρέσεως. Ἀλλὰ σφόδρα ἀλγῶ, ὅτι ἀθρόον ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, ἐν οὕτω χρόνῳ  μακρῷ μίαν ἡμῖν πέμψασα ἐπιστολήν.  Εἰ τοίνυν  μηδὲν φορτικὸν μηδὲ ἐπαχθὲς αἰτοῦμεν, τοῦτο ἡμῖν πάρεχε, οὗ σὺ κυρία εἶ, καὶ ἐπὶ σοὶ κεῖται. Τῶν γὰρ ἄλλων ἕνεκεν οὐκ ἐνοχλοῦμεν, ἵνα μὴ πρὸς τῷ μηδὲν ἀνύειν καὶ φορτικοί τινες δόξωμεν καὶ ἐπαχθεῖς εἶναί σοι.

ΡΚΑʹ. Ἀραβίῳ.

Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς  περιφέρεις  ὑπὲρ τῶν  εἰς  ἡμᾶς  γεγενημένων,  σαφέστατα ἔδειξεν  ἡμῖν  τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων  ἠφίεις. Πλὴν ἀλλὰ  καὶ  ἡ  ἐπιστολὴ  τῶν  δακρύων  οὐκ  ἔλαττον  καὶ  τῶν  ὀδυρμῶν  ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου  Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς.  Ἐπεὶ καὶ  ἐπὶ  Ἰουδαϊκῶν  κακῶν  ἦσάν τινες,  οἳ  τὰ  γινόμενα  παρ' αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων,  ἐκείνους διαφυγεῖν  τὴν ὀργήν. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων  καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν  τὴν  ἀσφάλειαν  ἐκτήσαντο. Μὴ οὖν διαλίπητε  καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον  Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης  ναυαγίῳ.  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα  θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν  ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν  ἐκχυθὲν,  πανταχοῦ  τῆς  γῆς  τὰς  Ἐκκλησίας λυμαίνεται.  Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ' ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι  τῷ  σώματι τῇ γὰρ ψυχῇ  ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ  καὶ τῷ  οἴκῳ σου συνδεδέμεθα, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶδας γὰρ ἡλίκην  ἡμῖν  δώσεις τὴν χάριν. Ἐπειδὴ ἐκέλευσας ἡμᾶς ἐν  τοῖς  σοῖς καταχθῆναι,  καθὼς  ἔμαθον  ἐξελθὼν,  οὐκ ἔτι  ἔδοξεν  ἡμᾶς εἰς Σεβάστειαν ἀπενεχθῆναι, ἀλλ' εἰς ἐρημότατον χωρίον τῆς Ἀρμενίας Κουκουσὸν, καὶ σφαλερώτατον τῆς τῶν Ἰσαύρων ἐπιδρομῆς ἕνεκεν. Χάριν μέντοι ἴσμεν τῇ εὐγενείᾳ τῇ σῇ, καὶ δεδέγμεθα τὴν τιμὴν, ὅτι καὶ ἀπόντων οὕτως ἐφρόντισας, ὥστε εὐτρεπίσαι τὸ καταγώγιον  ἡμῖν, καὶ παρακαλέσαι ἐν τοῖς σοῖς ἡμᾶς καταχθῆναι. Ἀλλ' εἴ τινες εἶέν  σοι  φίλοι   κατὰ  τὴν  Κουκουσὸν, ἐκείνοις   ἐπιστεῖλαι  παρακλήθητι.

ΡΚΒʹ. Μαρκιανῷ.

 Μακάριος εἶ, καὶ τρισμακάριος, καὶ πολλάκις  τοῦτο, ἐν οὕτω χειμῶνι χαλεπῷ,  καὶ τοσαύτῃ τῶν  πραγμάτων  ζάλῃ, τοσαύτην  ἐπιδεικνύμενος  περὶ τοὺς δεομένους μεγαλοψυχίαν.  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας  σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας  λιμὴν,  ὀρφανοῖς  παριστάμενος, χήρας παντὶ  τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος,  καὶ δῆμον ὁλόκληρον  διατρέφων  σίτῳ, καὶ οἴνῳ,  καὶ ἐλαίῳ,  καὶ τοῖς ἄλλοις  ἅπασιν. Ὁ Θεός σοι τὸν μισθὸν ἀποδῷ καὶ ἐν τῷ παρόντι  βίῳ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς μεγαλοψυχίας ταύτης, τῆς δαψιλείας, τῆς προθυμίας, τοῦ ζήλου, τῆς φιλοπτωχείας,  τῆς γνησίας ἀγάπης· καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα  σεαυτῷ  ἀποτιθέμενος  βραβεῖα ἐν  τῷ  μέλλοντι  αἰῶνι.  Ταῦτα καὶ  ἡμεῖς μανθάνοντες  ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, καὶ πολλαῖς κυκλούμενοι περιστάσεσι· καὶ γὰρ Ἰσαυρικοῦ φόβου πολιορκία, καὶ χωρίου ἐρημία, καὶ χειμῶνος  σφοδρότης ἡμᾶς θλίβει· ἀλλ' ὅμως ταῦτα ἀκούοντες  περὶ τῆς σῆς τιμιότητος,  οὐδὲ αἴσθησιν τούτων λαμβάνομεν τῶν λυπηρῶν, ἀλλὰ καὶ πολλὴν καρπούμεθα τὴν παράκλησιν, σκιρτῶντες, εὐφραινόμενοι, χαίροντες ἐπὶ τοῖς τοσούτοις κατορθώμασιν, ἐπὶ τῷ πλούτῳ τῷ ἀφάτῳ, ὃν ἐν οὐρανοῖς συνάγεις σεαυτῷ. Ἵν' οὖν καὶ ἐν ἑτέρῳ εὐφραινώμεθα,  γράφειν  ἡμῖν  συνεχῶς  μὴ κατόκνει,  τὰ περὶ τῆς  ὑγείας  τῆς  σῆς εὐαγγελιζόμενος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν ἀκούειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Καὶ τοῦτο  οἶσθα καὶ αὐτὸς, ἐπειδήπερ  κἀκεῖνο  οἶσθα, ὅπως  ἀεὶ τῆς  ἀγάπης  τῆς  σῆς ἀντεχόμεθα.

ΡΚΓʹ. Πρὸς τοὺς ἐν Φοινίκῃ πρεσβυτέρους καὶ μονάζοντας, τοὺς κατηχοῦντας    τοὺς   Ἕλληνας.

  Οἱ  κυβερνῆται   ἐπειδὰν   ἴδωσι   τὴν   θάλασσαν μαινομένην, καὶ ἐγειρομένην, καὶ πολὺν τὸν χειμῶνα, καὶ τὴν ζάλην, οὐ μόνον οὐκ ἀφιᾶσι  τὸ  πλοῖον,  ἀλλὰ  καὶ  τότε  πλείονι  κέχρηνται  τῇ  σπουδῇ, καὶ  μείζονι  τῇ προθυμίᾳ, καὶ αὐτοὶ νήφοντες, καὶ τοὺς ἄλλους διεγείροντες. Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ,  ὥστε λῦσαι τὸ κακόν. Τίνος ἕνεκεν ταῦτα λέγω; Ἵνα μή τις ὑμᾶς ἀπατήσῃ διὰ τὴν ταραχὴν τὴν γεγενημένην καταλιπεῖν τὴν Φοινίκην, καὶ ἀναχωρῆσαι ἐκεῖθεν· ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες,  ἀγρυπνοῦντες,  πλείονα  προθυμίαν ἐπιδεικνύμενοι,  ὥστε μὴ τὴν  οἰκοδομὴν  ὑμῶν  τὴν  καλλίστην  καταλυθῆναι,  μηδὲ τὸν  τοσοῦτον πόνον ἀνωφελῆ  γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν. Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν  ὁ μισθὸς, ὅτε μετ' εὐκολίας  τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν  νῦν,  ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες. Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε. Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλέας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν. Εἰ δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει  ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες  τὴν Κουκουσὸν, τοσαύτην  ποιούμεθα  φροντίδα  τῶν  κατορθωμάτων  τῶν  ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρείαν λέγω τῶν  ἀναγκαίων,  τὰ  παρ'  ἑαυτῶν  συνεισφέρειν.  Παρακαλῶ τοίνυν,  μηδεὶς  ὑμᾶς φοβήσῃ. Καὶ γὰρ καὶ τὰ πράγματα χρηστοτέρας ἔσχεν ἐλπίδας· καὶ δυνήσεσθε τοῦτο μαθεῖν ἀπὸ τῶν ἀντιγράφων  τῶν ἀποσταλέντων παρὰ τοῦ κυρίου μου τοῦ εὐλαβεστάτου  πρεσβυτέρου Κωνσταντίου. Καὶ ἐὰν  παραμείνητε,  κἂν  μυρία ᾖ τὰ κωλύματα, πάντων περιέσεσθε. Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας· πέτρᾳ γὰρ ἔοικεν· αἱ δὲ ταραχαὶ αὗται καὶ αἱ ἐπιβουλαὶ, αἱ κατὰ τῆς Ἐκκλησίας γινόμεναι, κύμασιν ἐοίκασι προσρηγνυμένοις τῇ πέτρᾳ, καὶ διαλυομένοις  εἰς οἰκεῖον  ἀφρόν. Ἐννοήσατε   ὅσα  μακάριοι   ἀπόστολοι   ἔπασχον   καὶ   παρὰ   οἰκείων,   καὶ   παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ   λιμοὺς,   καὶ   γυμνότητας   δαπανώμενοι.   Ἀλλ'   ὅμως   καὶ   ἐν   αὐτοῖς   τοῖς δεσμωτηρίοις οἰκοῦντες, τῆς ἐγχειρισθείσης αὐτοῖς οἰκονομίας οὐκ ἀφίσταντο· ἀλλ' ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαύτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ' ἑαυτοῦ πάντα  ἐποίει. Ταῦτ'  οὖν ἅπαντα καὶ τὰ τοιαῦτα λογιζόμενοι, καθάπερ ὑμῶν παρεκάλεσα τὴν  ἀγάπην,  στήκετε ἑδραῖοι, ἀμετακίνητοι,  ἀνεξαπάτητοι,  τὴν  τοῦ Θεοῦ ἐλπίδα ἀναμένοντες,  καὶ τὴν ἐκεῖθεν συμμαχίαν, ἧς ἴσον οὐδέν· καὶ ἀντιγράψαι  ἡμῖν περὶ πάντων  σπουδάσατε ἐξ  αὐτῆς.  ∆ιὰ  γὰρ  τοῦτο  καὶ  Ἰωάννην   τὸν  εὐλαβέστατον πρεσβύτερον εἰς τοῦτο ἀπεστείλαμεν, ὥστε παρακαλέσαι ὑμῶν τὴν διάνοιαν, καὶ μὴ ἀφεῖναι ὑπὸ μηδενὸς παρασαλευθῆναι. Ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ λόγοις παρακαλῶν, καὶ συμβουλαῖς ἀνορθῶν, καὶ τῶν χρειῶν τὴν ἀφθονίαν παρέχων, ὥστε ἐν μηδενὶ ὑμᾶς ὑστερηθῆναι. Εἰ δὲ μὴ βουληθείητέ μου ἀνέχεσθαι, ἀλλ' αὐτοῖς τοῖς ἀπατῶσιν  ὑμᾶς  καὶ  ἀναπτεροῦσι  πεισθῆναι,  ἐγὼ  ἀνεύθυνός  εἰμι.  Ἴστε δὲ καὶ  ἡ κατάγνωσις  αὕτη καὶ ἡ ζημία ἐπὶ τίνα  ἔρχεται. Ἵν' οὖν μηδὲν τοιοῦτον  γένηται, παρακαλῶ ἀνέχεσθαί μου, τοῦ σφόδρα ὑμᾶς ἀγαπῶντος.  Καὶ περὶ ὧν ἂν δέησθε, ἢ ἐπιστείλατε  ἡμῖν,  ἢ, εἰ βούλεσθε, ἕνα  τινὰ  πέμψατε  πρὸς ἡμᾶς, καὶ οὐδὲν  ὑμῖν ὑστερήσει καθόλου.

ΡΚ∆ʹ. Γεμέλλῳ

Ἄλλοι μὲν τῇ θαυμασιότητί σου συνήδονται τῆς ἀρχῆς, ἐγὼ δὲ τῇ πόλει, καὶ τῇ μεγαλοπρεπείᾳ δὲ τῇ σῇ, οὐ διὰ τὴν ἐντεῦθεν τιμὴν ὑψηλότερος γὰρ τῶν τοιούτων μεμελέτηκας εἶναι, ἀλλὰ διὰ τὸ λαβεῖν ἀφορμὴν τὴν παρέχουσάν σοι μετὰ πολλῆς τῆς ἀδείας καὶ τοῖς πολλοῖς δεῖξαι τὴν σύνεσίν σου, καὶ τὴν ἡμερότητα, καὶ τὸ ἐντεῦθεν κέρδος συναγαγεῖν. Εὖ γὰρ οἶδα ὅτι καὶ τοὺς σφόδρα τῇ γῇ προσηλωμένους, καὶ πρὸς τὰ ὀνείρατα ταῦτα κεχηνότας, λέγω δὴ τὴν παρὰ τῶν πολλῶν δόξαν, παιδεῦσαι δυνήσῃ, ὅτι οὐκ ἐν τῇ χλανίδι, καὶ τῇ ζώνῃ, οὐδὲ ἐν τῇ φωνῇ τοῦ κήρυκος ὁ ἄρχων, ἀλλ' ἐν τῷ τὰ πεπονηκότα ἀνακτᾶσθαι, καὶ τὰ κακῶς ἔχοντα  διορθοῦν, καὶ κολάζειν  μὲν ἀδικίαν,  μὴ συγχωρεῖν  δὲ ὑπὸ δυναστείας τὸ δίκαιον ἀπελαύνεσθαι. Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας  τὸ ὕψος, τὴν  τῶν  βιωτικῶν  ὑπεροψίαν,  τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον,  οὗ μάλιστα ἄρχοντι δεῖ. ∆ιὸ κἀκεῖνο οἶδα σαφῶς, ὅτι λιμὴν ἔσῃ τῶν ναυαγούντων,   βακτηρία  τῶν  ἐπὶ  γόνυ  κλιθέντων,  πύργος  τῶν  ὑπὸ  δυναστείας ἀδίκου πολεμουμένων· καὶ ἔσῃ ταῦτα ῥᾳδίως. Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα· ἀλλ' ὥσπερ ὁ ἥλιος ὁμοῦ τε φαίνεται, καὶ πάντα λύει ζόφον· οὕτω καὶ αὐτὸς ἐπὶ τοῦ θρόνου φανεὶς, εὖ οἶδ' ὅτι ἐκ πρώτης ἡμέρας τούς τε ἀδικεῖν ἐπιχειροῦντας ἀνέστειλας, τούς τε ἀδικουμένους, καὶ πρὶν εἰς τὸ δικαστήριον εἰσελθεῖν, πάσης ἐπηρείας ἀπήλλαξας· καὶ ἤρκεσεν εἰς τὴν τούτου διόρθωσιν  ἡ  τῆς  φιλοσόφου  σου ψυχῆς  ὑπόληψις.  ∆ιὰ ταῦτα  καίτοι  ἐν  ἐρημίᾳ καθήμενος, καὶ πολλαῖς  συνεχόμενος  περιστάσεσι, πολλῆς  γέμω τῆς εὐφροσύνης, ἡμετέραν ἡδονὴν τὴν τῶν ἀδικουμένων συμμαχίαν ἡγούμενος.

ΡΚΕ ʹ. Προς Κυριακον Επισκοπον εν εξορια οντα και αυτον.

Φέρε δὴ  πάλιν  ἀπαντλήσω  τῆς  ἀθυμίας  τὸ  ἕλκος,  καὶ  διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπῇ καὶ ἀδημονεῖς;∆ιότι χαλεπὸς  ὁ χειμὼν  καὶ πικρὸν  τὸ ναυάγιον  τὸ τὴν  Ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ'  εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω  τῶν γινομένων.  Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην  τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν  τοῦ χειμῶνος  ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν  στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους,  καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν ∆εσπότην ἡμῶν  Χριστὸν, ὃς οὐ τέχνῃ  περιγίνεται  χειμῶνος,  ἀλλὰ νεύματι  λύει τὴν ζάλην. Ἀλλ' εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος  Θεός. Μὴ  γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας  ἐξέπεσον, καὶ παρὰ πάντων  ἀπεγνώσθησαν,  καὶ οὐδὲν  λοιπὸν  οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ, ἐξεπήδησεν ἔξω, καὶ ἐνεπύρισεν  οὓς εὗρε περὶ τὴν  κάμινον  τῶν  Χαλδαίων. Καὶ λοιπὸν  ἐκκλησία αὐτοῖς  ἦν  ἡ κάμινος,  καὶ πᾶσαν τὴν  κτίσιν  προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν δικαίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε, καὶ τὸν  τύραννον  ἐδυσώπησε, καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα; Μέγας ὁ Θεὸς, φησὶ, Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ. Καὶ ἰδοὺ πόσην ἀποτομίαν ἐνέθηκεν, εἴ τις λόγον εἴπῃ κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγὼ  ὅτε ἐξηλαυνόμην  ἀπὸ τῆς πόλεως,  οὐδὲν  τούτων  οὐκ ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· Εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσῃ με· Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Καὶ εἰ βούλεται πρῖσαι, πρίσῃ με· τὸν Ἡσαΐαν ἔχω ὑπογραμμόν. Εἰ θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι με, τὸν Ἰωνᾶν ὑπομιμνήσκομαι. Εἴ με θέλει  εἰς κάμινον  ἐμβαλεῖν,  τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας.  Εἴ με θέλει  τοῖς  θηρίοις  βαλεῖν,  τὸν  ∆ανιὴλ  ἐν  λάκκῳ  τοῖς  λέουσι βεβλημένον ὑπομιμνήσκομαι. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· τὸν Στέφανον ἔχω τὸν πρωτομάρτυρα.  Εἰ  θέλει  τὴν  κεφαλήν   μου  λαβεῖν,  λάβῃ·  ἔχω  Ἰωάννην   τὸν Βαπτιστήν. Εἰ θέλει  τὰ  ὑπάρχοντά  μου  λαβεῖν,  λάβῃ  αὐτά·  Γυμνὸς ἐξῆλθον  ἐκ κοιλίας μητέρος μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· Πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει· καὶ, Εἰ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ ∆αυῒδ καθοπλίζει με λέγων, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον  βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Καὶ εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη  τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν  ἐπισκόπων, καὶ μὴ γραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι ἰδοὺ ἐὰν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβαλεῖ με Χριστὸς ἐκ τῆς βασιλείας αὐτοῦ. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον  ἐβάπτισε·  καθελέτωσαν  καὶ αὐτὸν  τὸν  Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι  τοῖς ἀποστόλοις   τὴν   κοινωνίαν   ἔδωκε.   Λέγουσιν,  ὅτι   μετὰ   γυναικὸς   ἐκοιμήθην. Ἀποδύσατέ μου τὸ σῶμα, καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ τὸν φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς; Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον, ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη, ποῖος δὲ ἀπήλαυσε. Τί ἔβλαψεν αὐτὸν ἡ πενία; Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; ποῦ οἱ δορυφόροι; ποῦ οἱ χρυσοχάλινοι  ἵπποι; ποῦ οἱ παράσιτοι, καὶ ἡ βασιλικὴ  τράπεζα; Οὐχὶ ὡς  λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι, γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων, καὶ κράζει κενῇ τῇ φωνῇ,  Πάτερ Ἀβραὰμ, πέμψον  Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τὴν γλῶττάν  μου, διότι δεινῶς ἀποτηγανίζομαι; Τί πατέρα καλεῖς τὸν Ἀβραὰμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν  οἶκον  αὐτοῦ  ἐξένιζεν,  σὺ δὲ ἑνὸς  πτωχοῦ  φροντίδα  οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι, ὅτι ὁ τοσοῦτον πλοῦτον  ἔχων, σταγόνος ὕδατος ἄξιος οὐκ ὅσα καὶ ποιεῖν καὶ πάσχειν χρὴ τοὺς τὰ πρόβατα λογικὰ ἐμπεπιστευμένους, ὑπὲρ τοῦ μηδὲν αὐτῶν  παραπολέσθαι. Παρακαλῶ τοίνυν  σου τὴν εὐλάβειαν, ὅσῳ μείζων ὁ χειμὼν,   καὶ   πλείονα   τὰ   κακὰ,   καὶ   σφοδρὰ   τὰ   κωλύματα,   καὶ   πολλοὶ   οἱ ἐπιβουλεύοντες, τοσούτῳ μᾶλλον καὶ αὐτὸν διαναστῆσαι, καὶ ἑτέρους  παρακαλέσαι συνεφάψασθαί σου τῆς καλῆς ταύτης προνοίας, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπειχθῆναι παραγενέσθαι ἐκεῖσε. Καὶ γὰρ καὶ τῆς ἀποδημίας αὐτῆς οὐ μικρὸν ἕξεις μισθόν· εἰ δὲ τῆς ἀποδημίας, πολλῷ μᾶλλον εἰ τῶν ἔργων ἅψαιο, καὶ σπουδὴν πολλὴν  ἐπιδείξαιο. Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ  βέλτιον  καὶ χρησιμώτερον τὸ τοιαύτας  ἀποδημίας  ἀποδημεῖν.  Ἐκεῖ μὲν γὰρ ὄντα, καὶ ταῦτά ἐστιν ἔχειν  ἃ νῦν ἔχεις, τὴν νηστείαν, τὰς ἀγρυπνίας, τὴν ἄλλην φιλοσοφίαν. Οἴκοι δὲ καθήμενον, οὐκ ἔστι κερδᾶναι ἅπερ ἐκεῖ καθήμενόν ἐστι καρπώσασθαι, ψυχῶν σωτηρίαν τοσούτων, τὸν ἀπὸ τῶν κινδύνων  μισθὸν, τὴν ἀπὸ τῆς τοσαύτης προθυμίας ἀμοιβήν· ἔστι γὰρ προθυμίας ἀμοιβή. Ἐννοῶν  τοίνυν  ἡλίκους σαυτῷ προαποθήσῃ στεφάνους, μηδὲν μελλήσῃς, μηδὲ ὑπερθῇ· ἀλλὰ ῥᾳΐσας, ἐντεῦθεν ἤδη τῆς ἀποδημίας ἅψασθαι παρακλήθητι, μηδὲν φροντίζων τῶν χρειῶν ἕνεκεν. Πάντα γὰρ εἶπον τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ  καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ Κωνσταντίῳ, εἴτε εἰς οἰκοδομὰς ἀναλῶσαι  δέοι,  εἴτε  εἰς  χρείας  ἀδελφῶν,   μετὰ  πλείονος   παρασχεῖν  ὑμῖν  τῆς δαψιλείας,  καὶ  μετὰ  πλείονος  νῦν  ἢ  ἔμπροσθεν. Ἔχων  τοίνυν  καὶ  τὴν  ἐκεῖθεν εὐκολίαν καὶ πρὸ πάντων  τὸ πρᾶγμα ποιεῖν ἀρέσκον Θεῷ, πάντα ὄκνον ἐκβαλὼν, ἐπειχθῆναι  ταχέως  παρακλήθητι,  καὶ ἐξ αὐτῆς  ἡμῖν  τοῦτο  δήλωσον,  ἵνα  καὶ ἐν ἐρημίᾳ  ὄντες  χαλεπῇ  πολλὴν  ἐντεῦθεν  καρπωσώμεθα  τὴν  παράκλησιν.  Εἰ γὰρ μάθοιμεν  ὅτι ἀποδεδήμηκας ἐκεῖσε μετὰ τῆς γνώμης  ἐκείνης, πάντα  ποιῆσαι καὶ παθεῖν   ὑπὲρ   σωτηρίας   τῶν   αὐτόθι   ψυχῶν   παρεσκευασμένος,  οὐδὲ   ἐρημίαν ἡγησόμεθα οἰκεῖν ἀπὸ τῆς τοσαύτης ἡδονῆς. Ἐπιθυμοῦμεν γὰρ καὶ ἡμεῖς παραγενόμενόν  σε ἰδεῖν·  ἀλλ' ἐπειδὴ  τοῦτο ὅπερ εἶπον  ἀναγκαιότερον,  καὶ δέος μήποτε  ὁ  χειμὼν  ἀποκλείσῃ  σοι  τὴν  ὁδὸν  τὴν  ἐντεῦθεν  ἐκεῖσε, διὰ  τοῦτό  σε ἐπείγομεν,  καὶ παρακαλοῦμεν  ταχέως  ἐπειχθῆναι.

ΝΕʹ.  Συμεὼν καὶ Μάρι πρεσβυτέροις, καὶ μονάζουσιν ἐν τῇ χώρᾳ Ἀπαμείας.

 Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ διαστήματι, καὶ ἐν χαλεπωτάτῃ  καθήμεθα ἐρημίᾳ, ἀλλ'  ὅμως μαθόντες ὑμῶν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ τὴν πολλὴν φιλοσοφίαν, δι' ἧς τοὺς αὐτόθι πάντας καταλάμπετε, σφοδροὶ γεγόναμεν  ὑμῶν  ἐρασταί. Καὶ ἐπειδὴ τῆς κατ' ὄψιν  ἡμῶν συντυχίας τέως ἀπολαῦσαι οὐκ ἔνι, διά τε τὴν τοῦ χειμῶνος ὥραν, διά τε τῆς ὁδοῦ τὸ μῆκος, διὰ γραμμάτων συγγενέσθαι ἐσπουδάσαμεν ὑμῖν, παρακαλοῦντες ὑμῶν τὴν εὐλάβειαν,   εὔχεσθαί   τε   ἐκτενῶς    ὑπὲρ   τῆς   λύσεως   τῶν    τὴν   οἰκουμένην κατειληφότων  κακῶν, καὶ πάντας εἰς τοῦτο διεγείρειν μετὰ πολλῆς τῆς προθυμίας, ἡμῖν τε, ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἐπιστέλλειν περὶ τῆς ὑγείας τῆς ὑμετέρας· ἵνα καὶ   πόῤῥωθεν   ὑμῶν   ὄντες,   καὶ   πρὸς   αὐτὰς   τῆς   οἰκουμένης   τὰς   ἐσχατιὰς ἀπῳκισμένοι, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν, συνεχέστερον τὰ περὶ   τῆς   ῥώσεως  ὑμῶν   μαν  θάνοντες.   Σφόδρα  δὲ  ἡμᾶς   εὔφρανεν   ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας. Παρακαλῶ τοίνυν  ἐννοήσαντας  τοῦ  κατορθώματος  ἡλίκον  τὸ  μέγεθος,  εἴ  τινας εὕροιτε γενναίους  ἄνδρας, δυναμένους  αὐτῷ συμπρᾶξαι πρὸς τῶν κατορθωμάτων τούτων   τὸ  μέγεθος,   πολλῇ   τῇ   προθυμίᾳ   συναποστεῖλαι   αὐτῷ   παρακλήθητε, ἐννοοῦντες   ἡλίκον  ἐντεῦθεν  καρπώσεσθε  τὸν  μισθόν.


Ν ʹ. Ῥωμύλῳ  καὶ  Βύζῳ μονάζουσι.

 Ἐγὼ μὲν ἐβουλόμην ὑμᾶς καὶ ἐνταῦθα παραγενομένους  ἰδεῖν· ἀκούων γὰρ  ὑμῶν   τὴν   εὐλάβειαν,   σφοδρὸς  ὑμῶν   γέγονα   ἐραστὴς,  τοῖς  τῆς  ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, διὰ τῶν γραμμάτων  ἐσπούδακα ὑμῶν  συγγενέσθαι  τῇ  τιμιότητι,  δήλην  ὑμῖν  ποιῶν  τὴν διάθεσιν, ἣν ἔχομεν πρὸς τὴν εὐλάβειαν τὴν ὑμετέραν· ἔνι γὰρ καὶ τοὺς πόῤῥωθεν ὄντας καὶ μὴ ὁραθέντας φιλεῖν.  Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ δύναμις· οὐ διείργεται ὁδοῦ μήκει, οὐδὲ μαραίνεται  χρόνου πλήθει, οὐδὲ νικᾶται  πειρασμῶν ἐπαγωγαῖς· ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, ἐπειδὴ σφόδρα περὶ ὑμᾶς διακείμεθα, οὐδενὶ τούτων γεγόναμεν  ῥᾳθυμότεροι, ἀλλὰ καὶ γράφομεν, καὶ παρακαλοῦμεν ὑμᾶς τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν  ἡμῖν. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ὅταν ἀκούωμεν τοὺς οὕτω βιοῦντας, καὶ τὴν στενὴν ταύτην καὶ τεθλιμμένην ὁδεύοντας ὁδὸν, ὑγιαίνοντας καὶ ἐῤῥωμένους

ΝΖʹ. Ἀδολίᾳ.

 Ἡμεῖς, κἂν αὐτὴ σπανιάκις ἐπιστέλλῃς, οὐ παυσόμεθα, ὁσάκις ἂν ἐπιτύχωμεν  τῶν ἐντεῦθεν    ἐκεῖσε   ἀφικνουμένων,    γράφοντες    πρὸς   τὴν   εὐγένειαν    τὴν   σήν.Ἐβουλόμεθα  μὲν  γὰρ  καὶ  ἐνταῦθά  σε παραγενομένην  ἰδεῖν,  καὶ  σφόδρα  τοῦτο ἐπιθυμοῦμεν. Ἀλλ'  ἐπειδὴ τοῦτο ἐργῶδες ἴσως κατεφάνη  σου τῇ εὐγενείᾳ τὰ γὰρ τῶν Ἰσαύρων πέπαυται παντελῶς, τὴν γοῦν ἀπὸ τοῦ γράφειν συνεχῶς τῇ τιμιότητί σου παράκλησιν οὐ παυσόμεθα παρέχοντες ἑαυτοῖς. Καὶ γὰρ ὁσάκις ἂν ἐπιτύχωμεν γραμματηφόρου ἐκεῖσε παραγινομένου, οὐ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην ἐπιστέλλοντές  σου  τῇ  τιμιότητι.  Τοῦτ'  οὖν  εἰδυῖα,  κυρία  μου  κοσμιωτάτη  καὶ εὐλαβεστάτη,   καὶ   αὐτὴ   σπουδὴν   ποιεῖσθαι   παρακλήθητι   τοῦ   συνεχῶς   ἡμῖν ἐπιστέλλειν  τὰ περὶ τῆς ὑγείας  τῆς σῆς καὶ εὐθυμίας. Ὥσπερ γὰρ τῆς ἀποδημίας ἕνεκεν οὐδὲν ἐγκαλοῦμεν. διὰ τὸ δόξαι δυσκολίαν ἔχειν τὸ πρᾶγμα· οὕτω τῆς σιγῆς  ἕνεκεν  τῆς  μακρᾶς  οὐ  παυσόμεθα  αἰτιώμενοι,  διὰ  τὸ  σφόδρα  ἐπιθυμεῖν συνεχῶς  μανθάνειν   τὰ  περὶ  τῆς  ῥώσεως  τῆς  σῆς  καὶ  οἴκου  σου παντός.

ΝΗʹ. Θεοδοσίῳ ἀπὸ δουκῶν.

 Πολλοῦ τοῦ μέλιτος τὴν ἐπιστολὴν ἀνέχρωσας, μᾶλλον δὲ καὶ μέλιτος  αὐτὴν  ἡδίω πεποίηκας. Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος,  οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται,  τοῦ κόρου τὴν τυραννίδα  τῆς  ἡδονῆς  καταλύοντος·  τὰ  δὲ  γράμματα  τὰ  σὰ τὴν  ὑγίειαν  ἡμῖνεὐαγγελιζόμενα  τὴν  σὴν, τοσοῦτον  ἀπέχει  τοῦτο  παθεῖν,  ὅτι  καὶ  ἐπιτείνει  τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται. Σὺ μὲν οὖν τὴν ἐπιστολὴν  περιεπτύξω  τὴν ἐμήν· ἐγὼ δὲ αὐτόν  σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην  ἐμοὶ φιλήσας  κεφαλὴν,  πολλὴν  ἐκαρπωσάμην τὴν  παραμυθίαν.  Οὐδὲ γὰρ ἐπιστολὴν   ἐνόμιζον   σὴν  ἐπιέναι   μόνον,   ἀλλὰ   καὶ  αὐτὸν   παρεῖναι   ἡμῖν   καὶ συγγίνεσθαι. Τοσοῦτον ἴσχυσε τῆς ἐπιστολῆς ἡ δύναμις. Τοιοῦτον γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· κἂν διὰ γραμμάτων αὐτῆς προχέῃ τὰ νάματα, αὐτὴν τὴν πηγὴν τῶν γραμμάτων φαντάζεσθαι παρασκευάζει· ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων περίστασις, οὔτε ἄλλο οὐδὲν πρὸς τοῦτο κώλυμα  γέγονεν  ἡμῖν. Ταῦτ'  οὖν εἰδὼς, δέσποτά μου θαυμασιώτατε, ἐπιστέλλεινἠμῖν συνεχῶς μὴ κατόκνει, περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῆς εὐθυμίας δηλῶν.  Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον μανθάνειν.

ΝΘʹ.  Θεοδότῳ διακόνῳ. 

 Ταχέως   ἡμῶν   ἐπελάθου,   τῷ   χωρισμῷ   σου  σφόδρα  λυπηρῷ   ἡμῖν γεγενημένῳ  καὶ τὴν  ἀπὸ τῆς  σιγῆς τῆς  μακρᾶς προσθεὶς ἀθυμίαν.  Καὶ οὐδὲ εἰς χρόνου στενοχωρίαν ἔχεις καταφυγεῖν· ἱκανὸν γὰρ τῶν ἡμερῶν τὸ πλῆθος πολλὴν ὁδοιπόρῳ    παρασχεῖν    εὐκολίαν    πρὸς   ἐπάνοδον.    Ἀλλ'    οὐδὲ   τὰ    Ἰσαυρικὰ προβαλλομένου  ἀνασχοίμεθα ἂν, ἐπειδὴ σφόδρα σε φιλοῦμεν.  Καὶ γὰρ πολλοὶ  οἱ ἐκεῖθεν μετὰ τὴν σὴν ἀποδημίαν ἐνταῦθα παραγενόμενοι. Τί οὖν ἐστι τῆς σιγῆς τὸ αἴτιον; Ὄκνος καὶ ῥᾳθυμία. Ἀλλ' ὅμως ἀφίεμέν  σε τῶν  ἐπὶ τῇ προτέρᾳ ὀλιγωρίᾳ ἐγκλημάτων, ἂν βουληθῇς εἰς τὸ ἐπιὸν τῇ πυκνότητι τῶν γραμμάτων διορθῶσαι τὸ παροφθέν. Οἶσθα γὰρ ὅπως ἡμῖν χαριῇ, συνεχῶς ἡμῖν ἐπιστέλλων τὰ περὶ τῆς ὑγείας τῆς σῆς.

Ξʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.

Οἶδα ὅτι σφόδρα ὑμᾶς διετάραξε τῶν ἐπαλλήλων  πειρασμῶν ἡ συνέχεια, τῶν ἐπενεχθέντων  τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ. Ἀλλὰ μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Ὁ γὰρ διὰ τὸν Θεὸν  ταῦτα   πάσχων,   ὅσῳπερ  ἄν   τι   χαλεπώτερον   πάθῃ,  μειζόνων   ἀπολαύει στεφάνων.  Ἱκανὴν  τοίνυν  ἔχουσαι ταύτην  τὴν παράκλησιν, φέρετε γενναίως  καὶ εὐχαρίστως  τὰ συμπίπτοντα,  δοξάζουσαι τὸν  Θεὸν ἐφ' ἅπασι τοῖς  συμβαίνουσιν. Οὕτω  γὰρ  καὶ  ὑμεῖς  κοινωνοὶ   γενήσεσθε  τῶν  ἀποκειμένων   αὐτῷ  μισθῶν  καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα. Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων   δεῖ  ἡμᾶς  εἰσελθεῖν  εἰς  τὴν  βασιλείαν  τοῦ  Θεοῦ· καὶ  ὅτι  στενὴ  καὶ τεθλιμμένη  ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Παρακληθεῖσαι οὖν καὶ διὰ τούτων, καὶ  διὰ  τῆς  παρουσίας  αὐτοῦ,  ἅπαν  ἀθυμίας  διασκεδάσατε  νέφος,  χαίρουσαι,εὐφραινόμεναι ἐπὶ τοῖς τούτου παθήμασι. Καὶ γὰρ ἄφατος αὐτῷ ἐντεῦθεν κείσεται ὁ καρπὸς καὶ ἀκήρατος.

 ΞΑʹ. Θεοδότῳ ἀπὸ κονσουλαρίων.

 Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ  δυσχεραίνειν  τοῦ  παιδὸς  τὴν  ἀληθῆ  φιλοσοφίαν  φιλοσοφοῦντος,  ἀλλὰ  καὶ συνήδεσθαι,  καὶ  πάντα  ποιεῖν,  ὅπως  εἰς  ἄκρον  αὐτῆς  ἀφίκοιτο·  καὶ  μηδὲ  τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι. ∆ιὰ ταῦτά σοι καὶ ἡμεῖς πολλὰς  χάριτας ἴσμεν, καὶ τεθαυμάκαμεν  πῶς τοιοῦτον  ἡμῖν δῶρον δεδωκὼς, τὸν υἱὸν, ἐνόμισας δεῖν σοι καὶ ξενίων εἰς τιμὴν ἡμετέραν. Τὴν μὲν οὖν τιμὴν  τὴν  ἐκ τῶν  πεμφθέντων  ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν,  οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας  πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;, ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν. Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην  ἐβουλόμεθα μὲν παρ'ἑαυτοῖς  κατέχειν  καὶ  πλάττειν,  ἐπειδὴ  δὲ  πάντα  τὰ  ἐνταῦθα  φόνων,  ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων,    καὶ    τόπους    ἐκ    τόπων    ἀμείβομεν,      καθ'    ἑκάστην μετανιστάμενοι  τὴν ἡμέραν, ἀναγκαῖον  εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες  τῷ  κυρίῳ  μου τῷ  εὐλαβεστάτῳ  διακόνῳ  Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ  διηνεκῶς,  καὶ  πολλὴν   αὐτοῦ  ποιεῖσθαι  πρόνοιαν.  Τοῦτο  δὲ  καὶ  αὐτὸς κατορθωθῆναι σπούδασον τῷ παιδὶ, καὶ πάντως ἡμῶν ἐπαινέσῃ τὴν συμβουλὴν, καὶ πολλὴν  εἴσῃ  τῆς  παραινέσεως  ταύτης  τὴν  χάριν  ἡμῖν.

ΞΒʹ.  Κάστῳ, Οὐαλερίῳ,


∆ιοφάντῃ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Ὅτι μὲν ἡμᾶς ἀπέλιπεν ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος Κωνστάντιος, ἀλγῶ· ὅτι δὲ ὑμᾶς ἀπείληφε, χαίρω, καὶ μειζόνως χαίρω, ἢ ἐκεῖνο ἀλγῶ. Εὖ γὰρ οἶδ' ὅτι εἰς ἀκύμαντον ὁρμιεῖ λιμένα,  τὴν  ὑμετέραν  ἀγάπην.  Κἂν γὰρ μυρίαι πανταχόθεν  περιεστήκωσι ταραχαὶ,  καὶ  πολλὰ  ἐγείρηται  τὰ  κύματα, ἀλλὰ  τοιαῦτα  τὰ  ὑμέτερα, ὡς  καὶ  ἐν χειμῶνι  γαλήνης  ἀπολαύειν  λευκῆς,  διὰ τὴν  προσοῦσαν ὑμῖν  ἀνδρείαν,  καὶ τὴν ἀπερίτρεπτον  ἀγάπην  καὶ διάθεσιν.  Ἰδόντες  τοίνυν  αὐτὸν  ὡς  ὑμῖν  πρέπον  ἐστὶ, πάντα αὐτῷ γενέσθαι παρακλήθητε. Ἴστε γὰρ ὅσος ὑμῖν κείσεται μισθὸς, εἰκῆ καὶ μάτην ἐπηρεαζόμενον ἀνέχειν σπουδάζουσιν. Οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι ζητοῦμεν, ἀλλ' ὥστε  μηδὲν   αὐτὸν   παρὰ  τὸ  δίκαιον   ἐπηρεασθῆναι,  καὶ  μάτην   ἄγεσθαι  καὶ περιάγεσθαι, ἐν δικαστηρίοις σπαραττόμενον ὑπὲρ ὧν στεφανοῦσθαι αὐτὸν καὶ ἀνακηρύττεσθαι ἔδει. Καὶ ὑπὲρ μὲν τούτου ταῦτα αἰτοῦμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν, ὥστε   συνεχῶς   ἡμῖν   ἐπιστέλλειν,   καὶ   τὰ   περὶ   τῆς   ὑγιείας   τῆς   ὑμετέρας εὐαγγελίζεσθαι.  Εἰ γὰρ καὶ πολλῷ  διειργόμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλ' ὅμως οὐ παυόμεθα διηνεκῶς ὑμᾶς ἐπὶ διανοίας φέροντες, καὶ πλησίον ὑμῶν ὄντες, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμενοι τὴν ἡμέραν. Τοιοῦτοι γὰρ οἱ τῆς ἀγάπης ὀφθαλμοὶ τῶν γνησίως εἰδότων  φιλεῖν.  Καὶ τοῦτο ἴστε καὶ αὐτοὶ σαφῶς, ἐπειδὴ καὶ φιλεῖν  ἴστε γνησίως.

ΞΓʹ. Τραγκυλίνῳ.

Τὰ μὲν ἄλλα πάντα εἴκει χρόνῳ καὶ παραχωρεῖ παλαιούμενα καὶ γηράσκοντα, καὶ σωμάτων ἄνθη, καὶ οἰκοδομημάτων μεγέθη, καὶ λειμῶνες, καὶ παράδεισοι, καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα· μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ  μὲν νῦν, γνώμῃ  δὲ ἀεί. ∆ιὸ καὶ συνεχῶς  ἐπεστάλκαμέν  σου τῇ εὐλαβείᾳ. Ἐπειδὴ δὲ ἡμῖν περισπούδαστον μανθάνειν  οἷ τὰ τῆς ὑγιείας ὁρμᾷ τῆς σῆς οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, εἰ δυνατὸν γένοιτο, καὶ ῥᾳδίως ἐπιτύχοις τινὸς τοῦ διακομίζοντος ἡμῖν τὰ γράμματα, τὰ σαυτῷ πρέποντα ποιῶν, δῆλον τοῦτο ποιῆσαι ἡμῖν παρακλήθητι. Τὰ γὰρ καθ' ἡμᾶς, τά τε ἐν Ἀρμενίᾳ,  τά τε ἐν Θρᾴκῃ, διηγήσεταί σου τῇ γνησίᾳ καὶ θερμῇ ἀγάπῃ ὁ τὰ γράμματα ἐγχειρίζων.

Ξ∆ʹ. Κυριακῷ ἐπισκόπῳ.

Ὁ δεσπότης μου  Σώπατρος,  ὁ  τῆς   Ἀρμενίας  ἄρχων,   Ἀρμενίας  ταύτης   ἐν   ᾗ  νῦν   ἐσμεν καθειργμένοι,  ἦρξε μὲν  Ἀρμενίας ὡς  πατὴρ, ἐπεδείξατο  δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ. Ταύτης αὐτῷ τῆς εὐνοίας ἀποδοῦναι τὴν ἀμοιβὴν σπουδάζων τε καὶ  ζητῶν,  εὑρηκέναι  μοι  δοκῶ  καλλίστην  ὁδὸν,  τὴν  μεμεριμνημένην  σου καὶ ἄγρυπνον  ψυχὴν,  δι' ἧς δυνήσομαι αὐτὸν  ἀμείψασθαι. Πῶς καὶ τίνι  τρόπῳ; Υἱός ἐστιν αὐτῷ  διατρίβων  αὐτόθι  χρόνον  ἤδη πολὺν  ἐπὶ λόγων  κτῆσιν. Τοῦτον ἐὰν σπουδάσῃς μετὰ  προθυμίας  ἰδεῖν,  καὶ  τῆς  σοὶ  πρεπούσης  ἀγάπης,  καὶ  ποιήσῃς ἀπολαῦσαί τινος  τῶν  χρηστῶν, τὸ πᾶν  ἐσόμεθα ἐκτετικότες.  Ποίει δὲ τοῦτο, καὶ καθίστη γνώριμον  αὐτὸν καὶ τοῖς ἐν τέλει, τοῖς καὶ σοὶ γνωρίμοις, καὶ δυναμένοις αὐτῷ τὴν ἀλλοτρίαν  ἡδίω τῆς ἐνεγκούσης ποιῆσαι. Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον  καὶ κοινὸν  τῶν πενήτων   λιμένα   διὰ  τοῦ  παιδὸς  ὠφελῶν.   ΞΕʹ.   Μαρκιανῷ  καὶ  Μαρκελλίνῳ. Ἀρκοῦσαν ἔχετε παραμυθίαν  τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον  ὑμῶν  γνώμην  καὶ  ὑψηλὴν,  τὴν  ἀπερίτρεπτον  καὶ  ἀκλινῆ  διάθεσιν. Ὥσπερ γὰρ τὸν χαῦνον καὶ διαλελυμένον  οὐδὲ γαλήνη, καὶ τὸ κατὰ ῥοῦν φέρεσθαι, ὠφελῆσαί τι μέγα δυνήσεται· οὕτω τὸν στεῤῥὸν, καὶ συγκεκροτημένον, καὶ νήφοντα οὐδὲ χειμὼν  χαλεπὸς διασαλεύει ποτὲ, ἀλλὰ καὶ λαμπρότερον ἐργάζεται. Τοιαύτη γὰρ  τῶν  πειρασμῶν  ἡ  φύσις·  τοῖς  γενναίως  αὐτοὺς  φέρουσι  πολλὰ  κομίζει  τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων,  μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες. Ἐβουλόμεθα μὲν γὰρ καὶ παρόντας ὑμᾶς ἰδεῖν καὶ περιπτύξασθαι. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ἀλλὰ πολλὰ τὰ κωλύματα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατοκνεῖτε, τὰ περὶ τῆς ὑγιείας δηλοῦντες τῆς ὑμετέρας. Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες,  καὶ  ὅσης  ἡμᾶς  ἐμπιπλᾶτε   τῆς  εὐφροσύνης.

ΞΕ ʹ.   Κάστῳ, Οὐαλερίῳ,


∆ιοφάντῳ,  Κυριακῷ, πρεσβυτέροις  Ἀντιοχείας.  Τῇ  γλώττῃ   μὲν  ὀλιγάκις  ὑμῶν ἐπέστειλα τῇ εὐλαβείᾳ, τῇ γνώμῃ δὲ συνεχέστερον καὶ πυκνότερον. Μὴ δὴ τοσαύτας εἶναι νομίζετε ἡμῶν τὰς ἐπιστολὰς, ὅσας ὑπεδέξασθε διὰ χάρτου καὶ μέλανος, ἀλλ' ὅσας ἐπεθυμοῦμεν ὑμῖν διαπέμψασθαι. Εἰ γὰρ οὕτω βουληθείητε δικάσαι, νιφάδες γραμμάτων  παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπέμφθησαν. Εἰ δὲ οὐδεὶς ὁ διακομίζων, οὐ τῆς ἡμετέρας ὀλιγωρίας,  ἀλλὰ  τῆς τῶν  πραγμάτων  δυσκολίας ἡ σιγὴ γίνεται. Ταῦτα δὲ  εἶπον,  ἵνα  καὶ  γραφόντων  ἡμῶν,  καὶ  σιγώντων,  τὴν  αὐτὴν  περὶ  τῆς ἡμετέρας  ἀγάπης  τῆς  περὶ  ὑμᾶς  φέρητε  ψῆφον.  Ἡμεῖς  γὰρ  ὅπουπερ  ἂν  ὦμεν, ἐγκολάψαντες  ἡμῶν τῇ διανοίᾳ τὴν μνήμην τὴν ὑμετέραν πανταχοῦ περιφέρομεν. Καὶ νῦν δὲ χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι τὸν καλὸν μοναχὸν καὶ μετὰ τῆς πρεπούσης ὑμῖν εὐνοίας ὑπεδέξασθε, καὶ τοὺς βουλομένους ἀκαίρως πρὸς αὐτὸν φιλονεικεῖν ἡμερωτέρους πεποιήκατε. Οὐκ ἄρα μάτην ἔλεγον, οὐδὲ κολακεύων  ὑμᾶς, ὅτι κἂν μυρία πανταχόθεν  ἐγείρηται κύματα, ἐν γαλήνῃ  τὰ ὑμέτερα. Οἱ γὰρ οὕτω ῥᾳδίως ἑτέροις ναυάγια διαλύοντες, εὔδηλον ὅτι πόῤῥω τῶν κλυδωνίων  ἑστήκατε. Γράφετε δὴ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας. Ἴστε γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν. Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις,  θορύβοις, ταραχαῖς,  θανάτοις  καθημερινοῖς,  ἡνίκα  ἂν  τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα  ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα  τὴν   παραμυθίαν.   Τοιοῦτον  γὰρ  τὸ  φιλεῖν   γνησίως,  ὡς  καὶ  διὰ γραμμάτων δύνασθαι τῶν τὰ τοιαῦτα εὐαγγέλια ἐχόντων τοὺς τῷ σώματι κεχωρισμένους ἀνακτᾶσθαι ῥᾳδίως.

ΞΖʹ.  Θεοδότῳ διακόνῳ.

  Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων  τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ  καὶ  τὸ  τῆς  σῆς κεχωρίσθαι  γλυκύτητος,  καὶ  τῆς  γνησίας  καὶ  εἰλικρινοῦς διαθέσεως. Γέγονε δὲ καὶ ἑτέρα λύπης ταύτης προσθήκη, ἡ μακρά σου τῆς ἐμμελείας σιγή. Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν· καὶ ταῦτα οὐκ ἐγκαλῶν  λέγω, ἀλλ' ἀλγῶν. Ὅτι μὲν γὰρ ἄβατος ὁδοιπόροις ἡ ἐνταῦθα φέρουσα ὁδὸς, οὐδεὶς ἀγνοεῖ· ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς· ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν,  ὅτι  καὶ τὴν  λειπομένην  ἡμῖν  παραψυχὴν  τῆς  ἀποδημίας  τῆς  σῆς καὶ ταύτην  ἀφῃρήμεθα.  Ἐπεὶ  οὖν  τοῦτο  λυθῆναι   τέως  οὐκ  ἔνι  τὸ  ἄπορον,  ἀλλ' ἐπιτείνεται  καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν  ἐγγινομένην  ἡμῖν  παραμυθήσασθαι παρακλήθητι,  μεμνημένος  τε  ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας  τε  καὶ  εὐθυμίας  καὶ  ἀσφαλείας  ἐνδιατρίβων  διηγήμασιν.  Οὕτω γὰρ δυνήσῃ τὸ λεῖπον ἡμῖν ἐκ τοῦ χρόνου, ἐκ τοῦ μήκους παραμυθήσασθαι τῶν ἐπιστολῶν.

ΞΗʹ.  Τῷ  αὐτῷ.

 Καὶ τοῦτο  σὸν  τοῦ  θερμοτάτου  καὶ  σφοδροῦ  ἡμῶν ἐραστοῦ. Μετὰ μὲν τὸ τὴν προτέραν ἀναγνῶναι  ἐπιστολὴν, ἐδεξάμην καὶ δευτέραν, ἐν μιᾷ ἀμφοτέρας ἡμέρᾳ, καὶ σφόδρα ἥσθην. Εἶχε γάρ τι πλέον ἡ δευτέρα, οὐχὶ ῥήματα σὰ μόνον, ἀλλὰ καὶ γράμματα σὰ ἡμῖν ἐπιδεικνῦσα· ὃ καὶ προσθήκην ἡμῖν πεποίηκεν ἡδονῆς, ὅτι μὴ τῆς ψυχῆς σου μόνον τῆς θερμῆς καὶ γνησίας, ἀλλὰ καὶ τῆς δεξιᾶς μετὰ δαψιλείας τὴν εἰκόνα ἐθεασάμεθα. Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν,  ἣν  αὐτὸς  ἡμῖν  καὶ  τοῦτον  ἐπενόησας  τὸν  τρόπον,  μετὰ  δαψιλείας πάρεχε. Ἐνταῦθα γάρ σε ἑλκύσαι λοιπὸν  οὐ τολμῶμεν· τοσαῦτα τῆς Ἀρμενίας τὰ κακὰ, καὶ χειμὼν ἕτερος ἅπαντα διεδέξατο. Ὅπου γὰρ ἄν τις ἀφίκηται, χειμάῤῥους αἱμάτων,  πλῆθος  σωμάτων  νεκρῶν,  οἰκίας  κατεσκαμμένας,  πόλεις  ἀνηρημένας ὄψεται. Ἡμεῖς δὲ δοκοῦμεν ἐν ἀσφαλείᾳ εἶναι ὥσπερ ἐν δεσμωτηρίῳ χαλεπῷ,  τῷ φρουρίῳ τούτῳ  κατακεκλεισμένοι·  οὐ μὴν ἀδείας ἀπολαύειν  δυνάμεθα, διὰ τοὺς καθημερινοὺς  φόβους, διὰ τὰς  φήμας  τῶν  θανάτων  γεμούσας, διὰ τὴν  συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα.

ΞΘʹ. Νικολάῳ πρεσβυτέρῳ.


Καὶ τοῦτο τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, τὸ ἐκ τοσούτου καθήμενον διαστήματος περιτρέμειν ἡμῶν  τῆς  σωτηρίας. Πρώην μὲν  οὖν  τόπους  ἐκ τόπων  ἀμείβοντες  ἐν  αὐτῇ  τοῦ χειμῶνος τῇ ἀκμῇ, νῦν μὲν ἐν πόλεσιν, νῦν δὲ ἐν φάραγξι καὶ νάπαις διετρίβομεν, ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πανταχόθεν ἐλαυνόμενοι. Ὀψὲ δέ ποτε λωφησάντων μικρὸν τῶν ἐνταῦθα κακῶν, τὰς ἐρημίας ἀφέντες, ἐπὶ τὴν Ἀραβισσὸν κατεδράμομεν, ἀσφαλέστερον μὲν τῶν ἄλλων χωρίων τὸ ἐν αὐτῇ φρούριον εὑρόντες οὐδὲ γὰρ ἐν τῇ πόλει  διάγομεν,  ἐπειδήπερ οὐδὲ τοῦτο ἀσφαλὲς, δεσμωτηρίου δὲ παντὸς  χείρονα ὑπομένοντες οἴκησιν. Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον,  τῶν  Ἰσαύρων πάντα ἐπιόντων,  καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων,  καὶ λιμὸν  δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ. Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες  κακοῖς καὶ τηλικαύταις  περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν  ἐκ τῆς  ὑμετέρας  ἀγάπης,  τῆς  θερμῆς, καὶ  γνησίας,  καὶ ἀπεριτρέπτου. Ταῦτ' οὖν εἰδότες, συνεχῶς ἡμῖν εὐαγγελίζεσθαι περὶ τῆς ὑγιείας τῆς ὑμετέρας μὴ κατοκνεῖτε. Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας. Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν  ποιῇ σπουδήν. Ἂν οὖν τι πλέον  ἐκεῖθεν ἐπαγγελθείη,  δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως  ἐπιχωριάζειν  ἀνέχεται, τῶν  ὁδῶν  πανταχόθεν,  τῶν  ἐνταῦθα  φερουσῶν,  ἀποτετειχισμένων.  Ἀλλ' ὅμως εἰ καὶ ἐργῶδες τὸ πέμπειν πρὸς ἡμᾶς συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τοῦτο ποίει, τά τε ἐκεῖθεν πάντα δηλῶν, καὶ περὶ τῆς ὑγιείας ὑμῶν γνωρίζων, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |