ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ.Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

Τρίτη 25 Οκτωβρίου 2016

Ζʹ.Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος  63


Ζʹ.Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

αʹ. Βραχὺς μὲν τῶν παρόντων  ὁ σύλλογος, μέγας δὲ ὁ πόθος· διόπερ οὐδὲ ὁ σύλλογος βραχύς. Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν  ἐπτερωμένην,  ἀκροατὴν  ὑψηλότερον  γινόμενον  τῶν βιωτικῶν  ἁπάντων· κἂν εἷς ὁ τοιοῦτος ᾖ, ἱκανὸς ἐπαρκέσαι τῷ λέγοντι· ἐπεὶ καὶ ἡ Σαμαρεῖτις γυνὴ  καὶ  πτωχὴ  ἦν  καὶ  ἐναγὴς  καὶ  ἀλλόφυλος,  καὶ  ὅμως  ἀξία  τῶν μακρῶν ἐκείνων ἐνομίσθη λόγων εἶναι τῷ τῆς οἰκουμένης ∆εσπότῃ· καὶ δήμους μὲν παρέδραμεν Ἰουδαϊκοὺς πολλάκις, ἢ μὴ διαλεγόμενος,  ἢ συσκιάζων τὴν διάλεξιν· γυναικὶ  δὲ βαρβάρῳ, καὶ πέντε ἄνδρας ἐχούσῃ, καὶ ἕκτῳ παρανόμως συνοικούσῃ, μόνῃ διελέγετο, τοὺς μαθητὰς ἐπίτηδες εἰς τὴν ἀγορὰν πέμψας, ἵνα μὴ πτοήσῃ τὴν ἄγραν. Τοσαύτη καὶ μιᾶς ψυχῆς  τῷ ∆εσπότῃ τῆς οἰκουμένης  πρόνοια, μόνον  ἐὰν γνώμην καὶ προθυμίαν ἐπιδεικνύντας τῇ ἀκροάσει τῶν λεγομένων ἐπιτηδείαν εὕρῃ· ὅπερ καὶ ἐκείνη τότε παρέσχετο.



Ἀπὸ γοῦν πόρνης εὐαγγελίστρια γέγονε, μετὰ τοὺς ἐλέγχους ἐκείνους βοῶσα καὶ λέγουσα· ∆εῦτε, ἴδετε ἄνθρωπον,  ὃς εἶπέ μοι πάντα  ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξεπόμπευσεν αὐτῆς τὸν  βίον, καὶ εἰς μέσον ἤγαγε  τὰ πεπλημμελημένα,  λέγων· Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἀλλ' οὐκ ἔπληξεν αὐτὴν ὁ ἔλεγχος, ἀλλὰ μᾶλλον πρὸς οἰκείωσιν ἐπεσπάσατο. Τοιοῦτον γὰρ αἱ γενναῖαι ψυχαί· ὑφ' ὧν ἕτεροι σκανδαλίζονται, ὑπὸ τούτων ἐκεῖναι διορθοῦνται.  Εἰ μὲν γάρ τις ἦν ἑτέρα [ἑταίρα] τῶν  ἀγνωμόνων,  κἂν ἐπλήγη  τοῖς ἐλέγχοις, κἂν ἀπεπήδησε, κἂν εἰς ὀργὴν διηγέρθη καὶ ἀγανάκτησιν· αὕτη δὲ μετὰ τὴν κατηγορίαν μᾶλλον οἰκειοῦται τῷ διδασκάλῳ, καὶ περὶ μειζόνων αὐτὸν ἐρωτᾷ θεωρημάτων· εἶπε γὰρ, ὅτι Θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ ἀπὸ τῆς γνώσεως τῶν οἰκείων κακῶν αὐτὸν μαθοῦσα θαυμάζει μειζόνως καὶ πυνθάνεται. Ταῦτα ψυχῆς ἦν βουλομένης  φιλοσοφεῖν.  Οὐδὲ γὰρ ἐρωτᾷ τι περὶ βιωτικοῦ  πράγματος, οὐδὲ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ ὑγείας σώματος, οὐδὲ ὑπὲρ πενίας ἀπαλλαγῆς, καίτοι ἐσχάτῃ συζῶσα πτωχείᾳ, ἀλλὰ περὶ τῶν νόμων τῶν ἱερῶν, καὶ περὶ πολιτείας προγόνων, καὶ λατρείας πατέρων, λέγουσα· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν; Καὶ ἐν προοιμίοις δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγουσα· Πῶς σὺ αἰτεῖς παρ' ἐμοῦ πιεῖν  οὔσης γυναικὸς  Σαμαρείτι  δος; οὕτω μεμεριμνημένην  εἶχε ψυχὴν,  καὶ ἐπιτηδείαν σωθῆναι. ∆ιὰ δὴ τοῦτο καὶ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας  ἐπιστάμενος, γῆν  εὑρὼν λιπαρὰν, δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα κατέβαλε, κατὰ μικρὸν αὐτὴν ἀναβιβάζων. Ταῦτα δή μοι ἅπαντα εἴρηται, ἵνα μάθητε ὅτι οὐκ ἔστιν ἡμῖν βραχὺς ὁ σύλλογος. Εἰ γὰρ ἐκεῖ μία γυνὴ  ἀρκοῦν ἐγένετο θέατρον, πολλῷ  μᾶλλον  ἡμεῖς τοσούτους μὲν ἄνδρας, τοσαύτας δὲ γυναῖκας ὁρῶντες μετὰ τοσαύτης προθυμίας, οὐκ ἀποκνήσομεν, ἀλλὰ τῇ συνήθει χρησόμεθα διδασκαλίᾳ.
Εἰ γὰρ ὁ τῶν ἀγγέλων  ∆εσπότης, ὃν τὰ Χερουβεὶμ φρίττει, οὐ παρῃτήσατο πόρνῃ   γυναικὶ   διαλεχθῆναι   μόνῃ,   τίνα   ἂν   σχοίημεν   ἀπολογίαν,   ποίαν   δὲ συγγνώμην,   τοσοῦτον  παρατρέχοντες   σύλλογον;  Φέρε  οὖν  τὴν  συνήθη  πάλιν τράπεζαν ὑμῖν κατασκευάσωμεν, καὶ τὸν κρατῆρα στήσωμεν, καὶ τὸν ἄκρατον ἐκχέωμεν,   συμπόσιον  ἐργαζόμενοι   πνευματικόν.   Τὰ  γὰρ  δὴ   κρέα  ταῦτα   οὐ διαῤῥήγνυσι γαστέρα, ἀλλὰ τειχίζει διάνοιαν· ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν ἀκροατὴν, ἀλλὰ καὶ τὸν μεθύοντα σώφρονα καθίστησι. Τοιαύτη μὲν τῆς τραπέζης ταύτης ἡ φύσις, ἣ καὶ ἀντὶ παντευχίας  ἡμῖν ἀρκέσαι δύναται. Καὶ γὰρ καὶ ὅπλων ἡμῖν  δεῖ, ἐπειδὴ  πόλεμός  ἐστιν  ἡμῖν  καθ' ἑκάστην  ἡμέραν, οὐ πρὸς ἀνθρώπους ὁμογενεῖς,  ἀλλὰ  πρὸς  ἀοράτους  δυνάμεις,  πρὸς  τὰς  φάλαγγας  τῶν  δαιμόνων, μυρίων  πολεμίων  βαρβαρικωτέρας, πρὸς τύραννον  ἀκατάλλακτον,  καὶ ἀκήρυκτα ἡμῖν μαχόμενον, καὶ οὔτε προαγγέλλοντα τὸν τοῦ πολέμου καιρὸν, οὔτε ὁρώμενον, ἀλλ' ἐξ ἀφανοῦς βάλλοντα. Τοῦτον δὴ τὸν πόλεμον ὑπογράφων ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης  στρατηγὸς, ἐβόα λέγων·  Τὸ λοιπὸν,  ἀδελφοὶ,  ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ, Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη  πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ  πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.βʹ. Εἶδες πῶς  ἀλείφει  τὰ  φρονήματα  τῶν  στρατιωτῶν;  πῶς  ἐγείρει  τὴν διάνοιαν;  πῶς ὁπλίζει τὸ στρατόπεδον, τήν τε ῥᾳθυμίαν ἐκκόπτων,  τόν τε ὄκνον ἐκβάλλων; Ἐπειδὴ γὰρ δύο ταῦτα μάλιστα ἐν τοῖς πολέμοις τοὺς στρατιώτας προδίδωσι, τό τε δειλίᾳ προδοῦναι τὴν ἀνδρείαν, τό τε ἀναπεπτωκότας αὐξῆσαι τὴν ῥᾳθυμίαν, καὶ δοῦναι τοῖς πολεμίοις ἀφυλάκτοις αὐτοῖς ἐπιθέσθαι· οὔτε γὰρ ὁ δεδοικὼς ἄμετρα χρήσιμος ἂν γένοιτο πολέμῳ, εὐχείρωτος τῷ πάθει γινόμενος, οὔτε ὁ καθόλου πάλιν ἀπηλλαγμένος τοῦ δέους δύναιτ' ἂν περιγενέσθαι τῶν πολεμίων, τῷ  σφόδρα θαῤῥεῖν  ἐκ   τῆς  ἀδείας  τῆς  ψυχῆς  ἐκλύων  τὴν  παρασκευήν· ἀμφότερα γὰρ ταῦτα διορθούμενος ὁ Παῦλος, καὶ ἐναγωνίους  ποιεῖ, ἵνα μὴ ῥᾳθυμήσωσι, τὴν φάλαγγα τῶν πολεμίων ὑπογράφων καὶ θαῤῥεῖν πάλιν παρασκευάζει, ἵνα μὴ καταπέσωσι, τὴν δύναμιν τοῦ στρατηγοῦντος ἐν τοῖς τοιούτοις πολέμοις Χριστοῦ φέρων  εἰς μέσον. ∆ιὸ δὴ καθάπερ ἄριστος στρατηγὸς συγκροτεῖ τὴν  φάλαγγα,  τὰ  πάθη  τὰ  λυμαινόμενα  τῇ  ἀνδρείᾳ  τῆς  διανοίας  ἐξορίζων  τῶν πιστῶν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενος  τὴν αὑτοῦ, καὶ τοὺς σφόδρα ἀφεστηκότας αὐτοῦ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν τῷ τῆς συγγενείας συνάπτων ὀνόματι. Τὸ λοιπὸν γὰρ, φησὶν, ἀδελφοί μου. Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστοργίαν  οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες  ὠδῖνας  ἡμῖν, καὶ ἐν τῇ ψυχῇ  τὴν οἰκουμένην περιέφερε· τοσοῦτον ἦν τῆς ἀγάπης αὐτοῦ τὸ πλάτος· καὶ οὐκ ἐν ἀδείᾳ μόνον, ἀλλὰ καὶ ἐν κινδύνοις.

Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θάνατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων,  τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικειμένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ· καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων  εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους, τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων  τὰ μηχανήματα, τὰς μάστιγας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ· οὕτως ἦν αὐτοῦ ἡ ψυχὴ τῶν συνδέσμων ἀπαλλαγεῖσα τοῦ σώματος, οὕτω, καὶ ἐν σαρκὶ πολιτευομένη, τῆς ἁψῖδος ἀντείχετο τῆς οὐρανίας, καὶ ὡς πρὸς τὴν ἐκεῖ μεθορμισαμένη λῆξιν, οὕτως ἅπαντα, καὶ ἐν τῇ γῇ διατρίβουσα, ἔπραττε. Καὶ ἵνα μάθητε ὅτι οὐχ ὑπερβολῆς τὰ ῥήματα, οὐδὲ κολακείας τὰ εἰρημένα, ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· Καθὼς δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς. Ἀλλ' οὔπω τὸ εἰρημένον μέγα πρὸς τὸ ῥηθησόμενον· μέγα μὲν γὰρ καὶ τοῦτο, τὸ δὲ μετὰ ταῦτα πολλῷ μεῖζον· εἰπὼν γὰρ, ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐπήγαγεν,  Ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἀπολογίᾳ  καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὁρᾷς πῶς οὐδέποτε τῆς διανοίας αὐτοὺς ἐξέβαλεν; Εἰ γὰρ δεσμὰ καὶ δικαστήρια καὶ ἅλυσις οὐκ ἐλυμαίνετο τὴν μνήμην, πολλῷ μᾶλλον οἱ τῆς ἀνέσεως καιροί. ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ, φησὶν, ὑμᾶς. Ὁρᾷς κατὰ μικρὸν τὸν λόγον αὐξόμενον; Μέγα μὲν τὸ καὶ ἐν τῇ καρδίᾳ ἔχειν, πολλῷ δὲ μεῖζον τὸ καὶ ἐν ταῖς ἁλύσεσιν· ἔστι δὲ μεῖζον τὸ καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου. Ἐνταῦθα γάρ μοι δοκεῖ τὸν καιρὸν αἰνίττεσθαι, καθ' ὃν πρὸς τοὺς δικάζοντας εἰσήγετο τὸν περὶ τῶν ἐσχάτων ὑπομένων κίνδυνον. Καὶ ἐκεῖ, φησὶν, ἑστὼς, οὐ τοῦτο ἐσκόπουν, ὅπως ἀπαλλαγείην  τῶν ἐπικειμένων  κινδύνων, οὐδὲ πῶς διακρούσομαι τὰς ἐπιβουλάς· ἀλλ' ἐντρυφῶν  [ἦν] ὑμῶν  τῇ ἀγάπῃ, καὶ ἀποῦσι διαλεγόμενος· καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων ὄχλος, οὔτε κινδύνων μέγεθος, οὔτε ἀρχόντων  φόβος, οὐ δήμων ἐπανάστασις, οὐ θάνατος ὁρώμενος, οὐ ξίφη γυμνούμενα, οὐ δημίων πλήθη, οὐκ ἄλλο τῶν τοιούτων  οὐδὲν ἀπῆγέ με τῆς ὑμετέρας μνήμης. Οὐδὲν γὰρ ἀγάπης τυραννικώτερον, οὐδὲν αὐτῆς ὑψηλότερον· πάντων  ἀνωτέρω  τῶν  βελῶν  τούτων  ἵπταται,  καὶ ὑψηλοτέρα  τῶν  τοῦ διαβόλου καλάμων ἐστὶν, ἀπὸ τῆς κορυφῆς τῶν οὐρανῶν ἅπαντα κατοπτεύουσα· καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν  κόνιν  ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων  τὴν προσβολὴν ἀποσοβεῖν εἴωθεν. Ὃ δὴ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγαπωμένων τὴν σωτηρίαν, τὴν μνήμην. Τί δέ ἐστι, Βεβαιώσει τοῦ εὐαγγελίου; Εἰ γὰρ καὶ μία ἡ λέξις, ἀλλὰ πέλαγος ἀχανὲς ἔχει νοημάτων· καὶ ταύτην ἀναπτύξαι πειράσομαι, καὶ πανταχόθεν  αὐτὴν  περιεργάσασθαι. Μαργαρίτης γάρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος, διὰ πάντων  ἀπολάμπων,  οὐκ ἐν τῷ πλήθει  τῶν  ῥημάτων, ἀλλ' ἐν βραχύτητι πολλὴν ῥημάτων  [νοημάτων?]  δύναμιν   ἐπιδεικνύμενος.   Ἀλλὰ  διανάστητε,  καὶ  ὄψεσθε πόσον ἡμῖν θησαυρὸν αὕτη τῆς λέξεως ἡ δύναμις ἀνακαλύπτει.


γʹ. Τί τοίνυν  ἐστὶ βεβαίωσις εὐαγγελίου,  καὶ ποίαν  βεβαίωσιν εὐαγγελίου καλεῖ, καὶ τίνος ἕνεκεν ταύτης μέμνηται τῆς λέξεως, δικαστηρίων καὶ δεσμωτηρίων καὶ ἁλύσεως μνημονεύσας; Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον  ἀγαγεῖν,  ὥστε  σαφεστέραν  ποιῆσαι  τὴν  διδασκαλίαν),  πολλῶν  θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά. Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες  συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν  πόλεων  ἔθη διασαλεύοντες  καὶ καθαιροῦντες,  καὶ ἀπ' ἐναντίας  πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις,  γηπόνοις,  ναύταις,  πόλεμος  ἀνεῤῥιπίζετο  χαλεπὸς,  καὶ,  ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά· πανταχοῦ κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω   θάλαττα   μαινομένη,   καὶ  ὑπὸ  τῶν   ἐναντίων   πνευμάτων   διακοπτομένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων,  καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν  δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν.Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος· καὶ γὰρ οἰκίας διῄρουν,καὶ συγγενείας διέσπων· ἡ γὰρ τοῦ κηρύγματος φύσις ὁδῷ βαδίζουσα, καὶ πολλοὺς οἰκειουμένη, πολέμους καθίστη τοῖς μὴ δεχομένοις  τὸν τῆς εὐσεβείας λόγον,  καὶ πατὴρ υἱὸν ἀπεκήρυττε, καὶ γυναικὸς ἀνὴρ κατεφρόνει, καὶ δεσπόται οἰκέταις ἐπολέμουν,  καὶ ἀρχομένοις  ἄρχοντες,  καὶ παντὸς  ἐμφυλίου  πολέμου  πικρότερος οὗτος ἦν· εἴ γε πόλεμον αὐτὸν καλεῖν χρὴ, ἀλλ' οὐκ ἄλλο τι τούτου βαρύτερον. Ἐν μὲν γὰρ τοῖς πολέμοις ἐξ ἴσης τὰ τῆς παρατάξεως, καὶ βάλλει καὶ βάλλεται ἑκάτερα τὰ στρατόπεδα· τότε  δὲ οὐχ  οὕτως  ἦν,  ἀλλ' ὁ μὲν  ἐπ' ἐξουσίας ἐπολέμει,  οἱ δὲ ἐπολεμοῦντο  μόνον,  βάλλειν  δὲ αὐτοῖς  οὐκ ἐχρῆν  [ἐξῆν], οὐδὲ  ἀμύνεσθαι  τοὺς ἐπιβουλεύοντας·   οὕτω   γὰρ   ὁ   τῆς   παρατάξεως   στρατηγὸς   ἐκέλευε,   λέγων· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ τοῖς  ἐπιβουλεύουσιν  οὐ μόνον  ἐπεξιέναι  οὐκ ἐκέλευεν, ἀλλὰ καὶ παρέχειν ἐντρυφᾷν τῇ παροινίᾳ, λέγων· τὸ  γὰρ τὴν δεξιὰν στρέφειν σιαγόνα, καὶ τὰ πρόβατα πέμπειν ἐν μέσῳ λύκων, οὐδὲν ἄλλο αἰνίττεται ἢ ὅτι τὸ πάσχειν αὐτοῖς συνεκλήρωσεν, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται. Πῶς; Ὅτι ἕνδεκα ὄντες τῆς οἰκουμένης περιεγένοντο, ὅτι πάσχοντες, οὐ ποιοῦντες, βαλλόμενοι  καὶ οὐ βάλλοντες,  ἐπιβουλευόμενοι  καὶ οὐκ ἐπιβουλεύοντες, μαστιζόμενοι καὶ οὐ μαστίζοντες, ἐλαυνόμενοι καὶ οὐκ ἐλαύνοντες, διωκόμενοι καὶ οὐ διώκοντες,  ἀναιρούμενοι  καὶ οὐκ ἀναιροῦντες,  καὶ ὅτι, καθάπερ πρόβατα εἰς σφαγὴν προκείμενα, τοὺς λύκους ἅπαντας πρὸς προβάτων ἡμερότητα μετέβαλλον, τοὺς μαινομένους, τοὺς φόνων πνέοντας, τοὺς θηρίων ἀγριωτέρους γινομένους.

Τρέχοντος  τοίνυν  τοῦ λόγου  καὶ τῆς  εὐσεβείας σπειρομένης, πανταχόθεν ἀνήπτοντο πυραὶ καὶ ἀπέχθειαι καὶ πόλεμοι, οὐχὶ τοῖς διδασκάλοις μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι,  καὶ  πατρίδος  ἠλαύνετο,  καὶ  πρὸς  τὴν  ὑπερορίαν  μετῳκίζετο,  καὶ  οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν· καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς,  ἀλλ' ὅπερ ἔφθην  εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο,  καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων  οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον. Καὶ ταῦτα αὐτὰ δηλῶν  ὁ Παῦλος ἔλεγεν·  Ἀναμιμνήσκεσθε γὰρ  τὰς  πρότερον  ἡμέρας, ἐν  αἷς  φωτισθέντες  πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ  τῶν οὕτως ἀναστρεφομένων  γενηθέντες.  Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες  ἔχειν  ὑμᾶς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ πάλιν Θεσσαλονικεῦσιν ἐπιστέλλων  ἔλεγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ καὶ ἐκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων,   καὶ  ἡμᾶς  ἐκδιωξάντων,   καὶ  πᾶσιν  ἀνθρώποις   ἐναντίων.   Καὶ Γαλάταις δὲ πάλιν γράφων ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ τὰ αὐτοῦ δὲ πάθη διηγούμενος, ἔλεγε· Ἐν ὑπομονῇ πολλῇ, ἐν στενοχωρίᾳ, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει καὶ γυμνότητι· καὶ πάλιν, Τεσσαράκοντα παρὰ μίαν  ἔλαβον,  τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην,  νυχθήμερον  ἐν  τῷ  βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίαις·  καὶ  πάλιν,  Ἡ ἐπισύστασίς μου  ἡ  καθ' ἡμέραν,  ἡ  μέριμνα  πασῶν  τῶν Ἐκκλησιῶν· καὶ πάλιν, Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ ἑτέρωθι πάλιν, ∆ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε. δʹ. Τί ἄν τις εἴποι τὰ τῶν ψευδαποστόλων, τὰ τῶν ψευδαδέλφων, τοὺς μυρίους καὶ πολυειδεῖς πολέμους; οὐ γὰρ δὴ μόνον αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἐκινοῦντο, ἀλλὰ καὶ δεινότητες ῥητόρων, καὶ φιλοσόφων κατασκευαί· καὶ οὐ παρ' ἐκείνων δὲ μόνον, ἀλλὰ  καὶ παρὰ ἀνθρώπων  ἀγοραίων  πολλὰ  ᾔρετο μηχανήματα  κατὰ τῆς Ἐκκλη  σίας· ἅπερ  αἰνιττόμενος  ἔλεγεν·  Ἀλέξανδρος  ὁ χαλκεὺς  πολλά  μοι  κακὰ ἐνεδείξατο· ὃν καὶ σὺ φυλάττου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ὥσπερ οὖν  ἡ θάλαττα  κυμάτων  οὐκ ἔστι χωρίς·  οὕτω  καὶ ἡ Παύλου ψυχὴ  πεπλήρωτο μυρίων πειρασμῶν, καθημερινῶν κινδύνων, ἔξωθεν, ἔσωθεν, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ χρημάτων, διὰ δόλων· καὶ οὐδεὶς παραστῆσαι δυνήσεται λόγος τὰ νέφη τῶν βελῶν ἐκείνων, τὰ πλήθη τῶν κυμάτων.
Ἐπεὶ οὖν ἐν τούτοις τὰ πράγματα ἦν, οὐ [μόνον] τοῖς εἰρημένοις, ἀλλὰ καὶ πολλῷ  πλείοσι, καὶ οὐ διδάσκαλοι μόνον, ἀλλὰ καὶ μαθηταὶ ἐκινδύνευον,  καὶ οὐ μαθηταὶ μόνον, ἀλλὰ καὶ διδάσκαλοι (εἰ μὲν γὰρ θάτερον μέρος ἦν ἐν πειρασμῷ, τὸ δὲ λοιπὸν ἐν ἀδείᾳ ἔμελλε τοῦτο ἐκείνῳ παράκλησις γίνεσθαι· νυνὶ δὲ ἀμφότερα ἦν ἐν τῷ πολεμεῖσθαι καὶ βάλλεσθαι)· καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν  ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κηρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ   ὑπομονῆ,   τήγανα,   καμίνους,   δεσμωτήρια,   πολέμους,   ἔχθρας,   ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς διδασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς  [λ. συναγωγαῖς], ὑβριζομένους, ἀπαγομένους; καὶ πανταχόθεν  ἦσαν νέφη κακῶν, καὶ βαθεῖάν τινα νύκτα πειρασμῶν εἶχον, ἣ πάντας κατεῖχε καὶ θορυβεῖσθαι αὐτοὺς ἐποίει σφόδρα καὶ ταράττεσθαι· ὅρα πῶς διὰ μιᾶς λέξεως ἀνίστησιν αὐτῶν τὸ φρόνημα. Ποιεῖ μὲν γὰρ αὐτὸ καὶ ἄλλοθεν, ἐν ἑτέρᾳ ἐπιστολῇ λέγων· ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· οὐ περὶ γονάτων καὶ χειρῶν λέγων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων  τῷ πλήθει τῶν πειρασμῶν ἐκλυομένων. Εἶτα παραινέσας, καὶ παραμυθίαν εἰσάγει μεγίστην λέγων· Ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλὰ ἐπειδὴ τοῦτο τέως ἐν ἐλπίσιν ἦν, καὶ ἑτέρως πάλιν  αὐτοὺς προτρέπεται, οὐκ ἐξ ἀλλοτρίων,  ἀλλ' ἐξ οἰκείων παραδειγμάτων εὐθυμοτέρους ποιῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον  ἡμέρας, ἐν  αἷς  φωτισθέντες  πολλὴν  ἄθλησιν  ὑπεμείνατε  παθημάτων. Ὑμᾶς  αὐτοὺς   αἰσχύνθητε,   τὰ   ὑμέτερα  κατορθώματα   ἐντράπητε   μὴ   ἀνάξιον ἐπιδείξητε τῶν προοιμίων τὸ τέλος, οἴκοθεν δέχεσθε τὴν παράκλησιν. Παρακαλέσας τοίνυν  καὶ οὕτω  κἀκείνως,  παρακαλεῖ καὶ διὰ τῆς λέξεως  ταύτης.  Πῶς καὶ τίνι τρόπῳ; Τὰ δεσμὰ καὶ τὴν ἅλυσιν βεβαίωσιν Εὐαγγελίου λέγων.  Οὐ γὰρ δὴ μόνον ἀνιστάμενοι νεκροὶ, φησὶν, οὐδὲ λεπροὶ καθαιρόμενοι, οὐδὲ δαίμονες ἐλαυνόμενοι, ἀλλὰ  καὶ ἡμεῖς  δεσμούμενοι βεβαιοῦμεν  τὸ Εὐαγγέλιον. Πῶς, εἰπέ  μοι, καὶ τίνι τρόπῳ; καινὰ γὰρ τὰ εἰρημένα, καὶ αἰνίγματι τὰ πολλὰ ἔοικεν. Λοιπὸν ἄκουε πῶς· εἰ ἀδεῶς ἐκηρύττομεν, μηδὲν πάσχοντες ἀηδὲς μηδὲ δεινὸν, καὶ πολλοῖς τῶν βουλομένων ἡμᾶς διαβάλλειν ἔδοξεν ἂν ὕποπτον εἶναι τὸ κήρυγμα· νῦν δὲ ἐλαυνόμενοι, διωκόμενοι, τεμνόμενοι, καιόμενοι, κατακρημνιζόμενοι, μυρία πάσχοντες καὶ μὴ ἐνδιδόντες, ἀλλὰ προθυμότεροι ταύτῃ γινόμενοι, καὶ τοῖς σφόδρα ἀναισχυντεῖν   βουλομένοις   ἱκανὴν   παρέχομεν   ἀπόδειξιν   τοῦ   ἀληθείας   εἶναι κήρυκας, καὶ θείαν τινὰ δύναμιν  ἐν ἡμῖν εἶναι, καὶ πάντα ταῦτα ἐξευμαρίζουσαν,
 καὶ οὐκ ἐῶσαν τῶν πειρασμῶν τὸ πλῆθος περιγενέσθαι τῶν κηρυττόντων, καὶ ταῦτα ὀλίγων ὄντων, διὰ τοσούτων κρατῆσαι κωλυμάτων. Εἴ τις οὖν βούλοιτο σαφῆ λαμβάνειν ἀπόδειξιν τοῦ θείαν εἶναι δύναμιν τὴν ἡμῖν ἐνηχοῦσαν, τοὺς πειρασμοὺς λαμβανέτω, τοὺς κινδύνους, τὰς ἁλύσεις, τὰ δεσμωτήρια. Οὐ γὰρ ἐστὶν ἀνθρωπίνης δυνάμεως  διὰ τοσούτων κρατῆσαι κρημνῶν,  διὰ τοσούτων πλεῦσαι κυμάτων,  διὰ τοσούτων χωρῆσαι βελῶν, ἀλλὰ θείας καὶ ἀμάχου ταῦτα ἰσχύος. Ὥστε βεβαίωσις τοῦ εὐαγγελίου ἡ ἅλυσις, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ ἡμῖν τοῖς πάσχουσι· δοκιμωτέρους  γὰρ ἡμᾶς ἐργάζεται, ἰσχυροτέρους, μᾶλλον  καταφρονεῖν  ποιεῖ τῶν ἐπιβούλων.  ∆ιὸ  καὶ  ἔλεγεν,  Ἡ  θλῖψις  ὑπομονὴν  κατεργάζεται,  ἡ  δὲ  ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.


εʹ. Ὁρᾷς πῶς ἡ θλῖψις  βεβαιοῖ τὸ Εὐαγγέλιον; ∆ιὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ αἰτοῦντι αὐτῷ τῶν πειρασμῶν ἀπαλλαγὴν, καὶ πολλάκις ὑπὲρ τούτων προσελθόντι, ἤκουεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀσθένειαν ἐνταῦθα τοὺς διωγμοὺς καλεῖ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους, τὰς ἐπιβουλὰς, τὰς ἐπηρείας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἠδυνάμην ταῦτα κωλῦσαι, φησὶ, καὶ σβέσαι τὸν πόλεμον, καὶ ἀναστεῖλαι τὰ κύματα, ἀλλ' οὐκ ἐποίησα, ἵνα μειζόνως ἡ δύναμίς μου δειχθῇ. Οὐ γὰρ οὕτως ἐδείκνυτο  αὐτοῦ ἡ δύναμις, τούτων  μὴ γινομένων,  ὡς γινομένων  μὲν,  οὐκ ἰσχυόντων  δέ. Ἐπεὶ καὶ  κυβερνήτην  ἐκεῖνον  ἄριστον εἶναί φαμεν,  οὐ τὸν  ἐν  γαληνῷ  πόντῳ  δυνάμενον  κατευθύνειν  τὸ σκάφος, ἀλλὰ  τὸν μεταξὺ σκοπέλων καὶ κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας· καὶ ἰατρὸν, τὸν μυρίων νοσημάτων ἐπικειμένων ἐξαρπάζοντα τὸν κάμνοντα· καὶ στρατηγὸν, τὸν πανταχόθεν  πολεμίων  ἐπιτεθέντων  καὶ βαλλόντων δυνάμενον  στῆσαι τὸ τρόπαιον· καὶ ποιμένα, τὸν μυρίων λύκων  ἐπικειμένων  καὶ ἑτέρων ἐπιβούλων  διατηροῦντα τὴν ἀγέλην ἐν ἀσφαλείᾳ. Οὕτω δὴ καὶ τότε τοῦτο μάλιστα ἐποίει τὸ θαῦμα, ὅτι δὴ μυρία πάσχοντες ἐκράτουν καὶ περιεγένοντο  τῶν ποιούντων  αὐτῶν. Ὅτε γοῦν τὸν Πέτρον καὶ τὸν Ἰωάννην,  τὸν υἱὸν τῆς βροντῆς, καὶ τὴν κρηπῖδα τῆς πίστεως, εἰς δεσμωτήριον ἐνέβαλον, ἐννόησον πῶς ἀφεθέντων αὐτῶν  διαποροῦσιν.  Ἀγαγόντες  γοῦν  αὐτοὺς,  ἐν  μέσῳ τοῦ  θεάτρου  λέγουσι·  Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ἰουδαῖοι οἱ αἵμασιν ἐντραφέντες  προφητικοῖς, δῆμος μεμηνὼς καὶ λυσσῶν, ὁ τὰ θυσιαστήρια κατασκάψας, ὁ τοὺς προφήτας ἀποκτείνας,  ὁ φόνοις  συνανατραφεὶς,  ὁ θηρίων  ἀγριώτερος,  ὁ στάζων  ἀπὸ  τοῦ αἵματος ἔτι τοῦ δεσποτικοῦ, ὁ σταυρώσας· οὗτος δύο λαβὼν  ἁλιέας ἀγραμμάτους, ἰδιώτας, ἀσήμους, ἰχθύων  ἀφωνοτέρους, ὧν θάτερος οὐδὲ θυρωροῦ ψιλὴν ἀπειλὴν ἤνεγκε· τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους  περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων  δεινότητα,  οὐ  ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἡλίκον ἀρετή; πῶς οἱ πειρασμοὶ βεβαίωσις τοῦ εὐαγγελίου; Καὶ λέγουσι πρὸς αὐτούς· Οὐ παραγγελίᾳ  παρηγγείλαμεν  ὑμῖν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ;
Καὶ  βούλεσθε  ἐπαγαγεῖν   ἐφ'  ἡμᾶς  τὸ  αἷμα  τοῦ  ἀνθρώπου   τούτου.  Εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας; εἰ δὲ Θεός ἐστι, τίνος ἕνεκεν οὐ προσκυνεῖς; Οὐκ ἐβόας πρώην λέγων, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πόθεν δέδοικας τὸ αἷμα; τί σου τὴν διάνοιαν διέσεισεν; οὐκ ἔδησας; οὐκ ἐμάστιξας; οὐκ ἐσταύρωσας; οὐ νεκρὸν εἶδες καθαιρούμενον ἀπὸ τοῦ σταυροῦ; οὐ θαπτόμενον ἐθεάσω, καὶ τῇ γῇ κρυπτόμενον;  οὐ σήμαντρα ἐπέθηκας  τῷ  τάφῳ;  οὐκ ἐπρίω  τοὺς  στρατιώτας; οὐ φήμην διέσπειρας, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταί; Τί δέδοικας νῦν; τί τρέμεις αὐτοῦ τὸ αἷμα; Ὁρᾷς τὴν ἀλήθειαν  διὰ πάντων  λάμπουσαν; Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν  ἐκείνην  τὸ  πρᾶγμα  αἰρόμενον,  καὶ  τὰ  προοίμια  λαμπρὰ  καὶ  ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ'  ἄκρας ἐλάσει τὴν πλάνην,  καὶ οὐδὲ ἐνεγκεῖν  δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν· δεδοίκασι, τρέμουσι τοὺς δεσμώτας, τοὺς καταδίκους, τοὺς μαστιχθέντας, τοὺς ἐπιβουλευθέντας, τοὺς δύο, τοὺς ἰδιώτας. ∆ιὰ ταῦτα Παῦλος βεβαίωσιν εὐαγγελίου καλεῖ τοὺς πειρασμούς· διὰ ταῦτα καὶ ἀλλαχοῦ φησι· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς  δεσμοῖς μου, περισσοτέρως τολμᾷν  ἀφόβως  τὸν  λόγον  λαλεῖν.  Τίς εἶδε, τίς ἤκουσεν, ὅτι δεσμὰ θάρσος ποιεῖ, καὶ ἅλυσις παῤῥησίαν ἐργάζεται, οὐ τῷ δεδεμένῳ μόνον,  ἀλλὰ  καὶ  τοῖς  μαθητευομένοις;  Ἀλλ'  ὅμως,  ὅτε  ταῦτα  ἐγίνετο,  διὰ  τῶν ἐναντίων  τὸ κήρυγμα ᾔρετο, καὶ οἱ μαθηταὶ, τοῦ διδασκάλου πολεμουμένου  καὶ ἐπιβουλευομένου  καὶ δεσμουμένου, μᾶλλον  ἐθάῤῥουν, μᾶλλον  ἐσκίρτων, μᾶλλον ἐπήδων.
Ἐπῃνέσατε τὰ εἰρημένα; Λοιπὸν μιμησώμεθα τὴν ἀνδρείαν, ζηλώσωμεν τὴν ἀρετὴν,  καὶ  μηδὲν  ἡμᾶς  πτοείτω,  μηδὲν  θορυβείτω  τῶν  πειρασμῶν·  ταῦτα  γὰρ ἅμματα τῆς εὐσεβείας, ταῦτα πτερὰ τῆς φιλοσοφίας, ταῦτα ἰσχυροὺς καὶ ἀχειρώτους κατασκευάζει,  ταῦτα  πλείονα   πρὸς  τὸν  Θεὸν  δίδωσι  τὴν  παῤῥησίαν,  μείζονα ἐπισπᾶται τὴν  εὔνοιαν,  πολλὴν  ἐπισκηνῶσαι ποιεῖ τὴν  χάριν. Ἵνα οὖν ἁπάντων τούτων ἀπολαύωμεν, φέρωμεν ἅπαντα, παρακαλῶ, τὰ συμπίπτοντα, διὰ πάντων τὸν Θεὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |