1.Εις τούς άνδριάντας όμιλίαι ΚΑ' έν Αντιόχεια λεχθεΐσαι .Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς
φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς
λύρας τῆς πνευματικῆς;
Καὶ 49.16 γὰρ ὡς σάλπιγξ
φοβερὸν ἠχοῦσα καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς,
καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω 49.17 κότα
φρονήματα, καὶ πολλοῦ
θάρσους ἐμπλήσασα ἀκαταγωνίστους ποιεῖ
τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας
τέρπουσα, κοιμίζει τῶν ἀτόπων λογισμῶν τὰ πάθη, καὶ πολλὴν ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε
τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων διαλεγομένου
τῷ Τιμοθέῳ; Καὶ γὰρ
περὶ χειροτονιῶν πρὸς
αὐτὸν ἐπέστελλεν εἰπών· Χεῖρας
ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις
ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας
ὅτι τῶν ἑτέροις πεπλημμελημένων ἕτεροι τὴν
τιμωρίαν ὑποστήσονται μετ' αὐτῶν ἐκείνων,
ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ
ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰκετῶν
ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη
τήμερον.
Read More ->>