ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 06/15/16

Τετάρτη 15 Ιουνίου 2016

Λόγος Παραινετικὸς εἰς Θεόδωρον ἐκπεσόντα

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Λόγος Παραινετικὸς εἰς Θεόδωρον ἐκπεσόντα

α’. Τὶς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Εὔκαιρον καὶ ἐμοὶ νῦν εἰπεῖν, καὶ πολλῷ μᾶλλον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλάς, μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ κρείττων εἶς ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ἢ μύριοι παράνομοι, κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν. Ὥστε οὐδεὶς ἂν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι καὶ σφοδροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατασκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς, καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν. Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἲ τὶς ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξε τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου καὶ ἀκούων, ὅτι χεῖρες βαρβαρικαὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν, καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ χερουβίμ, τὴν κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν. Αὕτη γάρ, ἡ συμφορᾷ πικροτέρα ἐκείνης, ὅσῳ καὶ πολλῷ τιμιωτέρα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐναπέκειτο ψυχήν.

Read More ->>

Πρὸς τὸν αὐτὸν Θεόδωρον λόγος δεύτερος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς τὸν αὐτὸν Θεόδωρον  Λόγος Δεύτερος

α’. Εἰ δάκρυα καὶ στεναγμοὺς ἦν διὰ γραμμάτων δηλοῦσθαι, τούτων ἂν σοι τὴν ἐπιστολὴν ἐμπλήσας ἀπέστειλα. Δακρύω δὲ οὐχ ὅτι φροντίζεις πραγμάτων πατρῴων, ἀλλ’ ὅτι τοῦ καταλόγου τῶν ἀδελφῶν σεαυτὸν ἐξήλειψας, ὅτι τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἐπάτησας. Ταῦτα φρίττω, ἐπὶ τούτοις ἀλγῶ, διὰ ταῦτα φοβοῦμαι καὶ τρέμω, [εἰδὼς ὡς ἡ τούτων ἀθέτησις μεγάλην ἐπάξει τὴν καταδίκην τοῖς εἰς τὴν καλὴν ἀπογεγραμμένοις στρατείαν, καὶ διὰ ῥαθυμίαν τὴν οἰκείαν τάξιν ἀπολιποῦσιν. Ὅτι δὲ τοῖς τοιούτοις ἡ κόλασις βαρυτέρα, δῆλον ἐντεῦθεν]. Ἰδιώτην μὲν γὰρ ἀστρατείας οὐδεὶς ἂν ποτε γράψαιτο· ὁ δὲ στρατιώτης ἅπαξ γενόμενος, ἂν ἁλῷ λειποταξίου, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Οὐ δεινόν, ᾧ φίλε Θεόδωρε, τὸ παλαίοντα πεσεῖν, ἀλλὰ τὸ μεῖναι ἐν τῷ πτώματι· οὐδὲ χαλεπὸν τὸ πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνῶναι, καὶ ἀμελήσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσών, καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ κύματα καὶ τὰ μακρὰ διαβαίνει πελάγη, καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Καὶ ἀθλητὰς δὲ ὁρῶμεν μετὰ πολλὰ πτώματα στεφανίτας γενομένους· ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγών, ἔσχατον ἀριστεὺς ἀπεδείχθη, καὶ τῶν πολεμίων ἐπεκράτησε. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὴν τῶν βασάνων ἀνάγκην, ἀνεμαχέσαντο πάλιν, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέρων ἀπήλαυσεν ἀγαθῶν.

Read More ->>

Πρὸς τοὺς πολεμούντας τοίς ἐπί τό μονάζειν ενάγουσιν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς τοὺς Πολεμοῦντας τοῖς ἐπὶ τὸ Μονάζειν Ἐνάγουσιν

α’. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες και ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἔγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφοράν, ἀφ’ ἧς ὀψὲ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι’ ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν ἐπιτρέψαι κωλῦσαι σφισὶ τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ’ ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ’ ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε ἦν ἆρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τὸ τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι’ ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἄνθρωπος ἐπολέμουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδείς, ὃς ἂν ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθὸν τι προαιρουμένοις ποιεῖν, ἀλλ’ αὐτῷ πρὸ ἐκείνων τῷ δι’ ἐκείνων τιμωμένῳ Θεῷ.


Read More ->>

Πρὸς άπιστον πατέρα, λόγος δεύτερος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς ἄπιστον πατέρα, Λόγος Δεύτερος

α’. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα ἔκστασιν ἐργάσασθαι καὶ φρίκην· κἂν τὸ προφητικὸν τις ἐκεῖνο ἐπὶ τούτοις φθέγγηται νῦν, ὅτι «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἡ γῇ ἐπὶ πλεῖον σφόδρα»· καὶ ὅτι «Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς», χαλεπώτερον, ὅτι οὐ μόνον ἀλλότριοί τινες, καὶ οὐδὲν τοῖς συμβουλευομένοις προσήκοντες τοιαῦτα ἀγανακτοῦσι καὶ δυσχεραίνουσιν, ἀλλὰ συγγενεῖς καὶ πατέρες ἔμαθον ὑπὲρ τούτων ὀργίζεσθαι. Καίτοι γε οὐκ ἀγνοῶ ὅτι πολλοὶ πρὸς μὲν τοὺς πατέρας τοῦτο ποιοῦντας οὐ σφόδρα ἐκπλήττονται· ἀποπνίγεσθαι δὲ φασι τῷ θυμῷ, ὅταν ἴδωσι τοὺς μήτε πατέρας, μήτε φίλους, μήτε συγγενεῖς, μήτε ἄλλοθέν ποθεν ἐπιτηδείους, πολλάκις δὲ καὶ ἀγνῶτας ὄντας τοῖς φιλοσοφεῖν αἱρουμένοις τὸ αὐτὸ τοῦτο πάσχοντας, καὶ μᾶλλον τῶν πατέρων δακνομένους, καὶ πολεμοῦντας, καὶ κατηγοροῦντας τῶν ἀναπεισάντων αὐτούς. Ἐμοὶ δὲ τοὐναντίον εἶναι δοκεῖ θαυμαστόν. Τοὺς μὲν γὰρ μήτε κηδεμονίας, μήτε φιλίας ἔχοντάς τι δικαίωμα, οὐδὲν ἀπεικὸς ἐστιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀλγεῖν ἀγαθοῖς, πὴ δὲ τῆς οἰκείας κακίας τὴν τῶν ἄλλων ἀπώλειαν εὐτυχίαν εἶναι νομίζοντας, ἀθλίως μὲν καὶ ταλαιπώρως, νομίζοντας δ’ οὖν ὅμως· τὸ δὲ τοὺς γεννησαμένους, τοὺς ἀναθρεψαμένους,


Read More ->>

Πρὸς πιστὸν πατέρα λόγος τρίτος

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς πιστὸν πατέρα  Λόγος Τρίτος


α’. Φέρε δὴ λοιπὸν καὶ τὸν πιστὸν πατέρα διδάξωμεν ὅτι τοῖς ἐνάγουσιν αὐτοῦ τὸν υἱὸν πρὸς τὸ τῷ Θεῷ δοκοῦν πολεμεῖν οὐ χρή. Καίτοι γε κινδυνεύει λοιπὸν καὶ οὗτος ἡμῖν ἐκ περιουσίας ὁ λόγος γίνεσθαι, καὶ τοὐναντίον ἐκβαίνειν, ὅπερ ἔμπροσθεν ἔλεγον. Τότε μὲν γὰρ ἔφην ὅτι με τοῦ ἀγῶνος τούτου ὁ νόμος οὐκ ἀναγκάζει πρὸς τὸν Ἕλληνα ἀποδύσασθαι, ἀλλὰ τοὺς ἔσω κρίνειν μόνον κελεύσας ὁ ἀπόστολος Παῦλος, τῆς πρὸς τοὺς ἔξωθεν μάχης ἀφῆκεν ἐλευθέρους ἡμᾶς. Νινὶ δέ, ὡς ἔοικεν, οὐδὲ τούτων ἐσμὲν ὑπεύθυνοι τῶν παλαισμάτων· εἰ γὰρ καὶ πρὸ τούτου πρὸς τὸν Χριστιανὸν ὑπὲρ τούτων διαλέγεσθαι αἰσχρὸν εἶναι ἐδόκει, πολλῷ μᾶλλον νῦν. Πῶς γὰρ οὐ καταδύσεται ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος ὁ πιστὸς ὑπὲρ τούτων δεόμενος παραινέσεως, ὑπὲρ ὧν οὐδὲν ἂν ἡμῖν ἀνειπεῖν ὁ ἄπιστος ἔχοι; Τὶ οὖν;

Read More ->>

Σύγκρισις Βασιλικής δυναστείας καὶ πλούτου καὶ ὑπεροχής,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Σύγκρισις βασιλικῆς Δυναστείας καὶ πλούτου καὶ ὑπεροχῆς, πρὸς μοναχὸν συζῶντα τῇ ἀληθεστάτῃ καὶ κατὰ Χριστὸν φιλοσοφία

α’. Ὀρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα εἶναι καλά, μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τἂ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθά, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους καὶ παραθεῖναι νῦν ἀλλήλοις τὰ τε κατεῤῥᾳθυμημένα πάρα πολλοῖς, τὰ τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα μαθόντες τὸ διάφορον ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ καταφρονεῖν παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων. Οὐκοῦν ἀγαπᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας, φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται δὲ τῶν φιλοσοφούντων ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαιταν ᾑρημένων· κἀκεῖνοι μὲν φανέντες, πρὸς ἑαυτοὺς ἐπιστρέφουσι τὸν δῆμον, οὗτοι δὲ φανέντες οὐδενὸς ὀφθαλμούς, ἢ κομιδῇ γε ὀλίγων, πρὸς ἑαυτοὺς ἕλκουσι.

Read More ->>

Πρὸς Δημήτριον μονάζοντα περὶ κατανύξεως λόγος πρώτος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς Δημήτριον μονάζοντα  περὶ κατανύξεως Λόγος πρῶτος


α’. Ἐγὼ σε ὁρῶν, ὦ μακάριε Δημήτριε, συνεχῶς ἐγκείμενον ἡμῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς περὶ κατανύξεως ἀπαιτοῦντα λόγους, ἐμακάρισά τε ἀεὶ καὶ ἐθαύμασα τὴν ἐν τῇ σῇ ψυχῇ καθαρότητα. Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολήν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι· καθάπερ γὰρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχήν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ. Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε σὲ δέ, ὦ θεῖα κεφαλή, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως. Καὶ μαρτυρήσειαν ἂν μοι αἱ τε ἀϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαί, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ. Τὶ οὖν ἂν σοι γένοιτο πλέον παρὰ τῶν ἡμετέρων λόγων; Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφήν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἂν τις θείη εἶναι τεκμήρια;

Read More ->>

Πρὸς Στελέχιον, καὶ περὶ κατανύξεως λόγος δεύτερος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Πρὸς Στελέχιον, καὶ περὶ κατανύξεως

Λόγος δεύτερος

α’. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο ὅπερ ἐπέταξας, ἅγιε τοῦ Θεοῦ ἄνθρωπε, Στελέχιε, καὶ παρὰ ψυχῆς οὕτως ἀσθενοῦς καὶ ψυχρᾶς τοὺς περὶ κατανύξεως ἀποτεχθῆναι λόγους; Δεῖ γάρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτόν, πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς. Ἡμῖν δὲ τοῦτο οὐ πάρεστι, τὸ πῦρ, ἀλλὰ πάντα τὰ ἔνδον τέφρα καὶ κόνις. Πόθεν οὖν, εἰπὲ μοι, πόθεν τὴν φλόγα ταύτην ἀνακαύσομεν, μήτε σπινθῆρος ὄντος ἡμῖν, μήτε ὕλης ὑποκειμένης, μήτε πνεύματος τοῦ ταύτην ἀναῤῥιπίζοντος παραγινομένου, διὰ τὴν πολλὴν ἀχλὺν ἣν τὸ τῶν ἁμαρτημάτων πλῆθος κατεσκέδασεν ἡμῶν τῆς ψυχῆς; Ἐγὼ μὲν οὐκ οἶδα· σὸν δ’ ἂν εἴη λοιπὸν τοῦ προστάττοντος εἰπεῖν ὅπως εἰς ἔργον ἔλθοι τὸ ἐπίταγμα, ἀκὶ τῇ προσῆκον ἀπολάβοι τέλος· ἡμεῖς μὲν γὰρ τὴν ἀπὸ τῆς γλώττης παρεξόμεθα διακονίαν. Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγείροντα ἀπὸ τῆς γῆς πτωχόν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ’ ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴωθε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐρανόν, δείκνυσι δὲ ἀπὸ τῆς ἀψῖδος ἐκείνης, καθάπερ ἐκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν φαντασίαν καὶ τὴν ὑπόκρισιν. Τὸν γὰρ μὴ δυνηθέντα ἀναπτῆναι ἐκεῖ, μηδὲ ἐν ταύτῃ καθίσαι τῇ περιωπῇ, οὐκ ἔνι τὴν γῆν ἰδεῖν, οὐδὲ τὰ ἐν τῇ γῇ πράγματα, οὕτως ὡς ἰδεῖν ἄξιον.

Read More ->>

Λόγος Παραινετικὸς πρὸς Σταγείριον ασκητὴν δαιμονώντα.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Λόγος Παραινετικὸς πρὸς Σταγείριον Ἀσκητὴν Δαιμονῶντα.
Λόγος Πρώτος

α’. Ἔδει μὲν ἡμᾶς, ὦ φίλτατε πάντων ἐμοὶ Στεγείριε, καὶ παρεῖναί σοι νῦν καὶ συνδιαταλαιπωρεῖσθαι, καὶ λόγῳ παρακαλοῦντα, καὶ ἔργῳ διακονούμενον, καὶ τὰ ἀλλὰ πάντα συλλαμβάνοντα, μέρος τι τῆς ἀθυμίας ἐπικουφίζειν, ὅσον ἡμῖν δυνατὸν ἦν· ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλὴ κακὸν οἶκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ πρὸς παραμυθίαν τὴν σήν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν. Ἴσως μὲν γὰρ ἔσται τι πλέον, πρὸς τὸ τὰ παρόντα σε φέρειν γενναίως· ἂν δὲ ἄρα μηδὲν τι τοιοῦτον ἀνύσωμεν, τὸ γοῦν τῶν εἰς ἡμᾶς ἡκόντων ἐλλειφθῆναι μηδέν, ῥᾷον ἡμᾶς διακεῖσθαι ποιήσει τοῦ λοιποῦ. Ὁ γὰρ ἅπαντα ἀναπληρώσας, ὅσαπερ ἂν οἴηται πρὸς λύσιν φέρειν τῶν κατεχόντων ἀνιαρῶν, κἂν μηδὲν περάνῃ, τῆς γοῦν ἀπὸ τῶν λογισμῶν αἰτίας ἀφεῖται, καὶ τὸ τῶν ἐγκλημάτων ἄχθος ἀποθέμενος, τὸ τῆς ἀθυμίας φέρειν ἀναγκάζεται μόνον.

Read More ->>

Πρὸς Σταγείριον Β΄ Οτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς Σταγείριον Λόγος Δεύτερος  Ὅτι ἡ ἀθυμία χαλεπωτέρα καὶ δαίμονος

α’. Ταῦτα μὲν ἡμῖν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας εἰρήσθω, καὶ ὅτι οὐκ ἀποστρεφόμενος οὐδὲ μισῶν, ἀλλὰ καὶ λίαν ἀγαπῶν, τούτῳ γυμνάζει τῷ τρόπῳ. Ἐπειδὴ δὲ καὶ ἑτέρως σφόδρα ἔφης ἀλγεῖν, ὡς καὶ πολλάκις σε ἀναπείθειν τὸν δαίμονα εἰς πέλαγος ἢ κατὰ κρημνῶν ἀφανίσαι σαυτόν, ἢ ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ τὴν παροῦσαν καταλῦσαι ζωήν, καὶ ὑπὲρ τούτων μικρὰ διαλεχθῆναι βούλομαι τῶν λογισμῶν. Οὐ γὰρ ἐκείνου μόνον ἐστὶν αὕτη ἡ συμβουλῇ, ἀλλὰ καὶ τῆς ἀθυμίας τῆς σῆς, καὶ ταύτης μᾶλλον ἢ ἐκείνου, τάχα δὲ καὶ μόνης ταύτης. Καὶ δῆλον ἐξ ὧν πολλοὶ καὶ τῶν μὴ δαιμονώντων ἀπὸ τοῦ λυπεῖσθαι μόνον τοιαῦτα βουλεύονται. Ταύτην οὖν ἔκβαλε καὶ ἀπέλασον τῆς ψυχῆς, καὶ οὐδεμίαν ἕξει λοιπὸν ἐκεῖνος ἰσχύν, οὐ μόνον πρὸς τὸ πείθειν τὰ τοιαῦτα, ἀλλ’ οὐδὲ πρὸς τὸ παραινεῖν τὴν ἀρχήν.


Read More ->>

Πρὸς Σταγείριον λόγος τρίτος περὶ αθυμίας

1 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς Σταγείριον  Λόγος Τρίτος  περὶ  αθυμίας

α’. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γὰρ μοι, εἴ τὶς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδύσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνός, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχή, καὶ στενοχωρία καὶ θλῖψις πολλή, ἄρα ἐν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ’ ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν; Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μόνης οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις διενήνοχεν· καὶ τοῦτο οἱ ἁγίου δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτούς, διὰ τούτων παιδεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν.
Read More ->>

Πρὸς τοὺς έχοντας παρθένους συνεισάκτους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47

Πρὸς τοὺς ἔχοντας παρθένους συνεισάκτους

α’. Ἐπὶ μὲν τῶν προγόνων τὴν ἡμετέρων δύο τινὲς ἦσαν προφάσεις αἱ τὰς γυναῖκας συγκατοικίζουσαι τοῖς ἀνδράσι· μίαν μὲν ἡ τοῦ γάμου, ἀρχαία τε καὶ δικαία καὶ εὔλογος, ἅτε τὸν Θεὸν ἔχουσαν νομοθέτην· «Ἀντὶ γὰρ τούτου, φησί, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· ἑτέρα δὲ ἡ τῆς πορνείας, καὶ νεωτέρα ταύτης καὶ ἄδικος καὶ παράνομος, ἅτε παρὰ τῶν πονηρῶν εἰσενεχθεῖσα δαιμόνων. Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος ἐπενοήθη τρόπος καινὸς τις καὶ παράδοξος καὶ πολλὴν ἔχων τὴν ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν. Εἰσὶ γὰρ τινες οἳ γάμου καὶ συνουσίας χωρὶς κόρας ἀπειρογάμους ἀγόμενοι, καθίζουσιν οἶκοι διαπαντός, καὶ εἰς ἔσχατον γῆρας ἑαυτοῖς συγκατακλείουσιν, οὔτε ἐπὶ παιδοποιίᾳ, οὐ γὰρ φασιν αὐταῖς συγγίνεσθαι, οὔτε ἐξ ἀκολασίας, λέγουσι γὰρ αὐτὰς ἀκεραίους διατηρεῖν· ἀλλ’ ἐὰν τις εἴρηται τὴν αἰτίαν, ἔχουσι μὲν πολλάς, καὶ μεμελετήκασιν, εὔλογον δέ, ὡς ἔγωγε οἶμαι, οὐδεμίαν, οὐδὲ σεμνήν. Ἀλλὰ μήπω περὶ τούτων, μηδὲ τὰς ἐκείνων τέως λέγωμεν προφάσεις, ἀλλ’ ἦν αὐτοὶ μάλιστα ὑποπτεύομεν εἶναι, ταύτην εἰς μέσον ἀγάγωμεν.

Read More ->>

Περὶ τού τὰς κανονικὰς μὴ συνοικείν ἀνδράσιν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47

Περὶ τοῦ τὰς κανονικὰς μὴ συνοικεῖν ἀνδράσιν

α’. Οἴμοι, ψυχὴ! Μετὰ γὰρ τοῦ προφήτου καὶ ἐμοὶ νῦν εὔκαιρον τοῦτο εἰπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, Οἴμοι ψυχὴ! Πρᾶγμα ἡλίκον, καὶ ὅσης γέμον φιλοσοφίας! Ἡ παρθένια καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων κατασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατά, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον. Ἀεὶ μὲν γὰρ ἡ παρθένια μετὰ τοῦ γάμου ταττομένη τὰ πρωτεῖα εἶχε, καὶ τὴν προεδρίαν ἅπασαν· νυνὶ δὲ οὐδὲ ἐν τῇ δευτέρᾳ τάξει μένειν δενύνηται, ἀλλὰ πόῤῥω που καὶ πρὸς τὴν ἐσχάτην ἀπελήλαται τάξιν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ πολέμιοι τινες οὐδὲ ἐχθροί, ἀλλ’ οἱ δοκοῦσαι μάλιστα θεραπεύειν αὐτὴν οὕτως αὐτὴν διέθηκαν, καὶ αἱ παρέχουσαι μάλιστα πάντων ὑμῖν πρὸς τοὺς ἀπίστους ἐλευθεροστομεῖν, αὗται μάλιστα πάντων ἀπέῤῥιψαν ἡμῶν τὰ στόματα, καὶ πολλὴν κατεσκέδασαν αἰσχύνην. Χρημάτων μὲν ἕνεκεν ὀλίγους μέν, εἶχον δὲ ὅμως δεῖξαί τινας Ἕλληνες παρ’ αὐτοῖς φιλοσοφήσαντας, καὶ ὀργῆς δὲ τινες ἐν ἐκείνοις περιεγένοντο· παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ’ αὐτοῖς, ἀλλ’ ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐκ ἀνθρώπινον.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |