Τόμος 50
1.Περί της των νεκρών
άναστάσεως ομιλία.
αʹ. Περὶ δογμάτων ὑμῖν ἔμπροσθεν διελέχθημεν καὶ τῆς τοῦ μονογενοῦς Υἱοῦ τοῦ
Θεοῦ δόξης, ἐπιστομίζοντες τοὺς
καθαιροῦντας αὐτοῦ τὴν ἀξίαν, καὶ
τοῦ γεγεννηκότος αὐτὸν ἀλλοτριοῦντας· σήμερον
τὸν ἠθικώτερον βούλομαι
γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· μᾶλλον δὲ οὐκ
ἠθικὸς ἔσται μόνον,
ἀλλὰ καὶ δογματικὸς
οὗτος ὁ λόγος·
εἰς γὰρ τὴν
περὶ τῆς ἀναστάσεως ὑπόθεσιν καθεῖναι
παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς
διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἁπάσης
ἀπαλλάττουσα κατηγορίας. Καὶ ὥσπερ ἀπιστουμένη,
τὴν ζωὴν ἀνατρέπει τὴν ἡμετέραν, καὶ μυρίων κακῶν ἐμπίπλησι,
καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει
λόγους, καὶ πολλὴν τῆς ἀρετῆς παρασκευάζει
ποιεῖσθαι τὴν ἐπιμέλειαν,
καὶ μετὰ πολλῆς
τῆς σπουδῆς τὴν κακίαν
φεύγειν, καὶ γαλήνης ἅπαντα
καὶ εἰρήνης πληροῖ. Ὁ μὲν γὰρ μὴ
προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα
στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται· πῶς
γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται, μηδεμίαν
προσδοκῶν ὑποστήσεσθαι κόλασιν τῶν
κακῶς αὐτῷ πεπραγμένων· ἀλλ' ἐπιδοὺς ἑαυτὸν
ταῖς ἀτόποις ἐπιθυμίαις,
πᾶν εἶδος ἐπελεύσεται πονηρίας
Read More ->>