ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 33.Εγκώμιον εις τον άγιον μάρτυρα Βαρλαάμ.

Πέμπτη 16 Ιουνίου 2016

33.Εγκώμιον εις τον άγιον μάρτυρα Βαρλαάμ.



Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
33.Εγκώμιον εις τον Αγιον μάρτυρα Βαρλαάμ.

αʹ. Συνεκάλεσεν ἡμᾶς εἰς τὴν ἱερὰν ταύτην ἑορτὴν καὶ πανήγυριν ὁ μακάριος Βαρλαὰμ, οὐχ ἵνα αὐτὸν ἐπαινέσωμεν, ἀλλ' ἵνα αὐτὸν ζηλώσωμεν· οὐχ ἵνα ἀκροαταὶ γενώμεθα  τῶν  ἐγκωμίων,  ἀλλ' ἵνα μιμηταὶ γενώμεθα  τῶν  αὐτοῦ κατορθωμάτων. Ἐπὶ μὲν οὖν τῶν βιωτικῶν  πραγμάτων, οὐκ ἂν ἕλοιντό ποτε οἱ πρὸς τὰς μεγάλας ἀναβαίνοντες ἀρχὰς ἑτέρους κοινω νοὺς τῆς αὐτῆς προεδρίας ἰδεῖν· φθόνος γὰρ ἐκεῖ καὶ βασκανία διακόπτουσι τὴν ἀγάπην· ἐπὶ δὲ τῶν πνευ ματικῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον  ἅπαν· τότε  γὰρ μάλιστα τῆς  οἰκείας  τιμῆς  αἴσθησιν λαμβάνουσιν  οἱ μάρτυρες,  ὅταν  τοὺς  συνδούλους  τοὺς  ἑαυτῶν   πρὸς  τὴν  τῶν   ἰδίων   ἀγαθῶν κοινωνίαν  φθάσαντας ἴδωσιν. Ὥστε εἴ τις βούλεται ἐπαινεῖν  μάρτυρας, μιμείσθω μάρτυρας·  εἴ  τις  βούλεται  ἐγκωμιάζειν  τοὺς  ἀθλητὰς  τῆς  εὐσεβείας, ζηλούτω τὸν ἐκείνων πόνον· τοῦτο τοῖς μάρτυσιν οὐκ ἐλάττω τῶν οἰκείων κατορθωμάτων οἴ σει τὴν ἡδονήν. Καὶ ἵνα μάθῃς ὅτι τότε μάλιστα αἰ σθάνονται τῶν οἰκείων ἀγαθῶν, ὅταν ἡμᾶς ἴδωσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ μεγίστην τιμὴν τὸ πρᾶγμα ἡγοῦνται, ἄκουσον τοῦ Παύλου λέγοντος· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Καὶ ὁ Μωϋσῆς δὲ πρὸ τούτου πρὸς τὸν Θεὸν ἔλεγεν· 


Εἰ μὲν ἀφῇς αὐ τοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλει ψον ἐκ τῆς βίβλου ἧς ἔγραψας· οὐκ αἰσθάνομαι τῆς ἄνω τιμῆς διὰ τὴν τούτων δυσπραγίαν, φησί· σώμα τος γάρ ἐστιν ἀκολουθία τῶν πιστῶν τὸ πλήρωμα· τί τοίνυν ὄφελος  τὴν  κεφαλὴν  στεφανοῦσθαι,  τῶν  ποδῶν  κολαζομένων;   Καὶ πῶςδυνατὸν, φησὶ, μιμήσασθαι μάρτυρας νῦν; οὐδὲ γάρ ἐστι διωγμοῦ καιρός. Οἶδα κἀγώ· διωγμοῦ μὲν καιρὸς οὐκ ἔστιν, ἀλλὰ μαρτυρίου καιρός ἐστι· παλαισμάτων τοιούτων οὐκ ἔστι καιρὸς, ἀλλὰ στεφά νων  καιρός ἐστι· οὐ διώκουσιν ἄνθρωποι, ἀλλὰ διώκουσι δαίμονες· οὐκ ἐλαύνει τύραννος, ἀλλ' ἐλαύνει διάβολος, τυράννων  πάντων χαλεπώτερος· οὐχ ὁρᾷς ἄνθρακας προκειμένους, ἀλλ' ὁρᾷς φλόγα ἐπιθυμίας ἀναπτομένην.  Κατεπάτησαν ἐκεῖνοι  τοὺς ἄνθρακας, καταπάτησον σὺ τῆς φύσεως τὴν πυράν· ἐπύκτευσαν ἐκεῖνοι πρὸς θηρία, χαλίνωσον σὺ τὸν θυμὸν, τὸ ἀνήμερον καὶ ἀτίθασσον θηρίον· ἔστησαν ἐκεῖνοι πρὸς ὀδύνας ἀφορήτους, περιγενοῦ σὺ τῶν ἀτόπων  καὶ πονηρῶν  λογισμῶν  τῶν  βρυόντων  ἐν  τῇ καρδίᾳ σου· οὕτω  μιμήσῃ μάρτυρας. Νῦν γὰρ οὐκ ἔστιν ἡμῖν  ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ  πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.Πῦρ ἐστιν ἡ ἐπιθυμία  τῆς φύσεως, πῦρ ἄσβεστον καὶ διηνεκές· κύων  ἐστὶ λυττῶν  καὶ μεμηνὼς,  κἂν μυριάκις αὐτὸν  διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται· χαλεπὴ μὲν ἡ τῶν ἀνθράκων φλὸξ, ἀλλ' αὕτη δεινοτέρα, ἡ τῆς ἐπιθυμίας·οὐδέποτε ἔχομεν ἐκεχειρίαν τοῦ πολέμου τούτου, οὐδέποτε ἔχομεν ἀνακωχὴν κατὰ τὸν παρόντα βίον, ἀλλὰ διηνεκὴς ὁ ἀγὼν, ἵνα καὶ λαμπρὸς ὁ στέ φανος γένηται. ∆ιὰ τοῦτο ἡμᾶς ἀεὶ Παῦλος καθοπλί ζει, ἐπειδὴ ἀεὶ πολέμου καιρὸς, ἐπειδὴ ἀεὶ γρηγορεῖ ὁ ἐχθρός. Βούλει μαθεῖν,  ὅτι πυρὸς οὐκ ἔλαττον  ἡ ἐπιθυμία  καίει; Ἄκουσον τοῦ Σολομῶντος  λέγοντος,  Περιπατήσει τις  ἐπ'  ἀνθράκων  πυρὸς,  τοὺς  δὲ  πόδας  οὐ κατακαύσει; οὕτως ὁ εἰσερχόμενος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, καὶ πᾶς ὁ ἁπτό μενος αὐτῆς, οὐκ ἀθωωθήσεται. Ὁρᾷς ὅτι φύσις ἐπιθυμίας  ἁμιλλᾶται  φύσει πυρός; Ὥσπερ γὰρ ἀδύ νατον πυρὸς ἁπτόμενον μὴ δέξασθαι ἐμπρησμὸν, οὕ τω πυρὸς ὀξύτερον τῶν εὐμόρφων ὄψεων ἡ θεωρία τῆς ἀκολάστως βλεπούσης ἐπιλαμβάνεταιψυχῆς· καὶ καθάπερ ὕλη τις εὔπρηστος, οὕτω τὰ λαμπρὰ τῶν  σωμάτων τοῖς τῶν ἀσελγῶν ὑπόκειται ὀφθαλμοῖς. ∆ιὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας  πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχω ροῦντας αὐτῷ περιτρέπειν τὸ στεῤῥὸν τῆς διανοίας τῆς ἡμετέρας. Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν  παθῶν  πυρὸς σφοδρότερον καίειν  εἴωθε τὴν διάνοιαν,  εἰ  μή  τις  γενναίως  μεθ'  ὑπομο  νῆς  καὶ  πίστεως  ἀνταγωνίζοιτο   πρὸς ἕκαστον τῶν  παθῶν·  ὃν  τρόπον  ὁ μακάριος καὶ  γενναῖος  ἀθλητὴς  τοῦ  Χριστοῦ Βαρλαὰμ ἐποίησεν ἐπὶ τῆς ἑαυτοῦ χειρὸς, ὁλόκληρον ἐν τῇ δεξιᾷ πυρὰν βαστάζων, καὶ πρὸς τὴν ὀδύνην οὐκ ἐνδιδοὺς, ἀλλὰ τῶν ἀνδριάντων ἀπαθέστερον διακείμενος, μᾶλλον δὲ ἤλγει μὲν, καὶ ἔπασχε· σῶμα γὰρ ἦν τὸ ὑποκείμενον, καὶ οὐ σίδη ρος· ἀλγῶν δὲ καὶ πάσχων τὴν τῶν ἀσωμάτων δυνά μεων ἐν σώματι θνητῷ φιλοσοφίαν ἐπεδείκνυτο.


βʹ. Ἀλλὰ γὰρ ἄνωθεν  αὐτοῦ τὸ μαρτύριον διηγήσο μαι ὥστε σαφεστέραν γενέσθαι τὴν ἱστορίαν· σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν κακουργίαν. Τῶν ἁγίων τοὺς  μὲν  ἤγαγεν  ἐπὶ  τήγανα,  τοὺς  δὲ  εἰς  λέβητας  ἐνέβαλε  τοῦ  πυρὸς σφοδρότερον ζέοντας· καὶ τῶν μὲν τὰς πλευρὰς κατέξαινε, τοὺς δὲ εἰς πέλαγος κατ επόντισεν, ἄλλους θηρίοις παρέδωκεν, ἑτέρους εἰς κά μινον εἰσήγαγε, καὶ τῶν μὲν ἐξεμόχλευσε τὰ ἄρθρα, τῶν δὲ τὰς δορὰς ἔτι ζώντων ἀπέσυρεν, ἑτέρων τοῖς σώμασιν ᾑμαγμένοις  ὑπέθηκεν  ἄνθρακας, καὶ οἱ σπινθῆρες ἐπεπήδων  τοῖς  ἕλκεσι, θηρίου παντὸς δρι μύτερον τὰ τραύματα δάκνοντες· ἄλλοις ἄλλας ἐπε νόει χαλεπωτέρας τιμωρίας. Ἐπεὶ οὖν εἶδεν ἅπαντα ταῦτα καταγελασθέντα, καὶ τοὺς ταῦτα παθόντας μετὰ πολλῆς τῆς περιουσίας κρατήσαντας, καὶ τοῖς μετ' αὐτοὺς ἐρχομένοις ἐπὶ τὰ αὐτὰ  παλαίσματα  με γίστην  τοῦ  θαῤῥεῖν  ὑπόθεσιν  γενομένους,  τί  ποιεῖ;  Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα  τοῦ μάρτυρος. Τὸ μὲν  γὰρ ἀκουσθὲν καὶ νοηθὲν,  κἂν  ἀφόρητον  ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν  εὐκαταφρόνη τον γίνεται· τὸ δὲ ἀμελέτητον, κἂν κοῦφον ᾖ, πάντων ἐστὶν ἀφορητότερον.Ἔστω τοίνυν  καινὸς ὁ ἀγὼν, ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν  ὑποσκελίσῃ ῥᾳδίως. Τί οὖν ποιεῖ; Ἐξάγει τὸν ἅγιον ἀπὸ τοῦ δεσμωτηρίου δεδε μένον. Καὶ γὰρ καὶ τοῦτο τῆς ἐκείνου κακουργίας ἦν,  τὸ μὴ εὐθέως  ἐκ προοιμίων  χαλεπὰ  προσαγαγεῖν  τὰ  μηχανήματα,  μηδὲ τὰς φρικτὰς ἐπαγαγεῖν τιμω ρίας, ἀλλ' ἀπὸ τῶν ἐλαττόνων  ἀκροβολίζεσθαι· τί δή ποτε; Ἵνα ἂν μὲν ἡττηθῶσιν οἱ ἀγωνιζόμενοι,  αἰ σχρὰ αὐτῶν  ἡ ἧττα γένηται, ὅτι μηδὲ πρὸς τὰ μικρὰ ἀντέστησαν· ἂν δὲ περιγένωνται  καὶ νικήσωσιν,  ἐν τοῖς ἐλάττοσιπροκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται  πρὸς τὰ μείζονα. ∆ιὰ τοῦτο προσήγαγε τὰ ἐλάττονα πρότερον, ἵνα κἂν ἕλῃ, κἂν μὴ ἕλῃ, μὴ ἀποτύχῃ· ἂν μὲν γὰρ ἕλω, φησὶ, κατεγέ λασα· ἂν δὲ μὴ ἕλω, ἀσθενεστέρους ἐποίησα πρὸς τὰ μέλλοντα. Ἐξάγει τοίνυν αὐτὸν ἀπὸ τοῦ δεσμωτη ρίου· ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαί στρᾳ πολὺν γυμνασάμενος χρόνον· παλαίστρα γὰρ τῷ μάρτυρι τὸ δεσμωτήριον ἦν, κἀκεῖ κατ' ἰδίαν τῷ Θεῷ διαλεγόμενος παρ' ἐκείνου τὰ παλαίσματα ἐμάνθανεν  ἅπαντα· ὅπου γὰρ δεσμὰ τοιαῦτα, ἐκεῖ καὶ ὁ Χριστὸς πάρεστιν. Ἐξῄει τοίνυν ἰσχυρότερος γενόμενος τῇ μακροτέρᾳ τοῦ δεσμωτηρίου διατριβῇ· ἐξελθόντα δὲ  αὐτὸν  εἰς  μέσον  ἀγαγὼν     διάβολος  διὰ  τῶν  ὑπηρετουμένων   αὐ  τοῦ  τῇ παρανομίᾳ, οὐ προσέδησε τῷ ξύλῳ, οὐ περι έστησε δημίους· ἑώρα γὰρ αὐτὸν τούτων ἐπιθυμοῦν  τα, καὶ  πάλαι  αὐτὰ  προμελετήσαντα· ἀλλὰ  ξένον  τι  καὶ  καινὸν,  καὶ μηδέποτε ἐλπισθὲν μηχάνημα προσ άγει τῷ πύργῳ, ῥᾳδίως ἐμποιεῖν δυνάμενον τὴν κα τάπτωσιν·  τοῦτο γάρ ἐστιν αὐτῷ  τὸ σπουδαζόμενον ἐπὶ πάντων  ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους. Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ  βωμοῦ,  ἐπέθηκαν  ἄν  θρακας καὶ  λιβανωτὸν  τῇ  χειρὶ,  ἵνα  ἐὰν  ἀλγήσῃ, καὶ περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ' ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ παν ουργίᾳ αὐτῶν   ἄκυρα  ἐποίησεν  αὐτοῦ  τὰ  μηχανήματα,   καὶ  τὸ  τῆς  ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακ ουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείο νος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς,  εἶτα  ἡττηθεὶς  ἀπέλθῃ,  τότε  λαμπρότερος γίνεται  τῆς  εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ' οὕτως ἦν ἔγ κλημα τοῦ μάρτυρος.

γʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες,  ἵνα  μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων  ἢ καὶ ἑτέρως πως βα σανιζομένων  κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόν τες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλ γήσωσι μὲν ἐφ' οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐ σέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν  ἀλγηδόνων  αἰτιᾶται  τούτων,  ἀλλὰ  διὰ τοῦτο μειζόνως  αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο. Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγ κὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος  περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα  τοῦτο τῆς γνώμης  τοῦ μάρ τυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν  νεύρων  φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν. Ὥσπερ γὰρ τοῖς ξαινομέ νοις τὰς  πλευρὰς  οὐκ  ἐγκαλοῦμεν,  ὅτι  διασχίζεται  αὐτῶν    σάρξ· μᾶλλον  δὲ  ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων  αὐτοῖς τῶν χειρῶν· οὐ γὰρ τῆς ἐκείνων  βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν  λοιπὸν  τῶν  νεύρων  τὴν  ἀκολουθίαν·  οὕτως  οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ' ὅμως οὐκ εἰργάσαντο, ἵνα  ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν  ἡ συμπαροῦσα καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάτ τωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ' ὡς ἐξ ἀδάμαντος  πεπηγυῖα  ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; ∆ιέκυπτον ἄνωθεν  ἄγ γελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην  φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον,  καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστή ριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον; ∆ιὸ καὶ διπλοῦς ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκεί νου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελτίων.Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέ σον τῆς χειρὸς διατρήσαντες ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ' ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐῤῥύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ  τὴν  καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης  γενναῖος  εἰς πολεμίους  εἰσελθὼν,  καὶ κατακόψας  τὴν  φάλαγγα  τῶν  ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων  πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ  τοῦ  μακαρίου  Βαρλαὰμ  τὴν  χεῖρα  ἀναλώσασα  ἐν  τῷ  κατακόπτειν   τὰς φάλαγγας  τῶν  δαιμόνων,  ἑτέραν ἐπεζήτει δεξιὰν  πάλιν,  ὥστε καὶ ἐν ἐκείνῃ  τὴν προθυμίαν  ἐπιδείξασθαι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔ θηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρη μνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας  κολάσεις ἀπαντῶσιν  οἱ  μάρτυ  ρες, ἀλλὰ  πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν  τιθέασιν· ἀλλ' ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων  γνώ μη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ  σῶμα ἀπαγορεῦ  σαν ἀπλήρωτον  ἐν  τῷ  μέσῳ καταλίπῃ  τὴν  τῶν  τυ  ράννων ἐπιθυμίαν.  Ἐμαραίνετο  τοίνυν    σὰρξ, καὶ    προαίρεσις  προθυμοτέρα  ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρα κας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν  γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον.∆ιὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ.

δʹ. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ μιμώμεθα. Ὅπερ γὰρ ἐξ ἀρχῆς ἔλεγον, καὶ νῦν λέ γω· μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέ σθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυ τοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν εἰρημένων μνήμης. Ὑπόδεξαι αὐτὸν, ὡς προείρηται, καὶ στῆσον ἐπὶ  τῆς  καρδίας τῆς σῆς τὴν  χεῖρα  ἔχοντα  ἐκτεταμένην· ὑπόδεξαι τὸν στεφανίτην,  καὶ μηδέποτε ἀφῇς ἐξελθεῖν  τῆς διανοίας τῆς σῆς. ∆ιὰ τοῦτο ὑμᾶς καὶ παρὰ τὰς θήκας τῶν  ἁγίων  μαρτύρων ἠγάγομεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως λάβητέ τινα παράκλησιν ἀρετῆς, καὶ πρὸς τὸν αὐτὸν ἐπαποδύσησθε ζῆλον. Καὶ γὰρ στρατιώτην  ἀνίστησι μὲν καὶ ἀκοὴ ἀριστέως· πολλῷ  δὲ πλέον  ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χει ρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἐνταῦθα συνεληλύθαμεν.  Σκηνὴ γάρ ἐστι στρατιωτικὴ τῶν  μαρτύρων ὁ τάφος· κἂν ἀνοίξῃς τοὺς τῆς πίστεως ὀφθαλμοὺς, ὄψει τὸν θώρακα τῆς δικαιοσύνης ἐνταῦθα κείμενον, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν  τοῦ σωτηρίου, τὴν κνημῖδα  τοῦ Εὐαγγελίου, τὴν μάχαιραν  τοῦ Πνεύματος, αὐτὴν  τοῦ διαβόλου τὴν κεφαλὴν  ἀπεῤῥιμμένην  χαμαί. Ὅταν γὰρ ἴδῃς δαι μονῶντα  ἄνθρωπον  παρὰ τὸν τάφον  τοῦ μάρτυρος κείμενον  ὕπτιον,  καὶ σπαράσσοντα ἑαυτὸν  πολλάκις,  οὐδὲν ἕτερον  ἀλλ' ἢ  τὴν  κεφαλὴν  τοῦ  Πονηροῦ τετμη  μένην  ὁρᾷς. Ἔτι γὰρ  καὶ  νῦν παράκειται ταῦτα τὰ ὅπλα τοῖς τοῦ Χριστοῦ στρατιώταις, καὶ καθάπερ τοὺς ἀριστέας μετὰ τῶν ὅπλων θάπτουσιν οἱ βασιλεῖς, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καὶ μετὰ τῶν ὅπλων αὐτοὺς ἔθαψεν, ἵνα καὶ πρὸ τῆς ἀναστάσεως δείξῃ πᾶσαν τὴν δόξαν, καὶ τὴν δύναμιν  τῶν  ἁγίων.  Μάθε τοίνυν  τὴν  παντευχίαν  αὐτῶν  τὴν  πνευματικὴν,  καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής. Μάθε τοίνυν τὰ παλαίσματα, ἵνα μιμήσῃ τὰς νίκας· καταγέλασον πλούτου, καὶ  χρημάτων,  καὶ  τῆς  ἄλλης  ἁπάσης τοῦ  βίου  φαντασίας·  μὴ  μακαρίσῃς τοὺς πλουτοῦντας, ἀλλὰ μακάρισον τοὺς μαρτυροῦντας, μὴ τοὺς ἐν τρυφῇ, ἀλλὰ τοὺς ἐν τηγάνοις· μὴ τοὺς ἐν τραπέζῃ πολυτελεῖ,  ἀλλὰ τοὺς ἐν λέβητι ζέοντι· μὴ τοὺς ἐν βαλανείοις καθημερινοῖς, ἀλλὰ τοὺς ἐν καμί νοις χαλεπαῖς· μὴ τοὺς μύρων ὄζοντας, ἀλλὰ τοὺς καπνὸν καὶ κνίσσαν ἀπὸ τῆς σαρκὸς ὀπτωμένης ἀφιέν τας. Αὕτη ἡ εὐωδία ἐκείνης  βελτίων  καὶ λυσιτελε στέρα· ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κε χρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω. Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν    τρυφὴ,  καὶ  μύρων  ἀλοιφὴ,  καὶ  μέθη, καὶ  οἶνος  ἀμετρίαν  ἔχων,  καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφή της· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντί   νων,  καὶ  κατασπαταλῶντες   ἐπὶ  ταῖς  στρωμναῖς  αὑτῶν·  οἱ  ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριό μενοι.Εἰ δὲ ἐπὶ τῆς παλαιᾶς διαθήκης ταῦτα ἀπ ηγόρευτο, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος, ἔνθα πλείων  ἡ φιλοσοφία. Ταῦτά μοι καὶ πρὸς ἄνδρας, καὶ πρὸς γυναῖκαςεἴρηται· κοινὸν  γὰρ τὸ στάδιον· οὐ διῄρηται τὸ στρατόπεδον τοῦ Χριστοῦ διὰ τὴν φύσιν, ἀλλ' εἷς ἐστιν ὁ σύλλογος· δύνανται  καὶ γυναῖκες  ἐνδύσασθαι θώρακα, καὶ ἀσπίδα προβαλέσθαι, καὶ βέλος ἀφεῖναι, καὶ ἐν μαρτυρίου καιρῷ, καὶ ἐν ἑτέρῳ δὲ τοιούτῳ πολλὴν ἀπαιτοῦντι παῤῥησίαν. Καὶ καθάπερ τοξότης ἄριστος εὐστόχως τὸ βέλος ἀπὸ τῆς νευρᾶς ἀφιεὶς, ἅπασαν συνταράττει τῶν πολεμίων  τὴν τάξιν, οὕτω καὶ  οἱ  ἅγιοι  μάρτυρες,  καὶ  πάντες  δὲ  οἱ  τῆς  ἀληθείας  ἀγωνισταὶ,  οἱ ἀνταγωνιζόμενοι  πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὥσπερ ἀπό τινος  νευρᾶς τῆς γλώττης  τὰ ῥήματα ἀφιᾶσιν  εὐστόχως· καὶ ταῦτα  ὥσπερ βέλη πετόμενα  διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συνταράττει  τὴν  παράταξιν·  ὅπερ  οὖν  καὶ  ἐπὶ  τοῦ  μακαρίου  Βαρλαὰμ τούτου γέγονεν·  ἀπὸ ψιλῶν  γὰρ ῥημάτων  ὥσπερ ἀπὸ βελῶν  πετομένων  συνέχεε τὸ τοῦ διαβόλου  στρατόπεδον. Ταύτην καὶ ἡμεῖς μιμησώμεθα τὴν  εὐστοχίαν. Οὐχ ὁρᾶτε τοὺς ἀπὸ τῶν θεάτρων καταβαίνοντας μαλακωτέρους γινομένους; τὸ δὲ αἴτιον, ὅτι μετὰ σπουδῆς τοῖς ἐκεῖ γινομένοις προσέχουσι· καὶ γὰρ ὀφθαλμῶν περιστροφὰς, καὶ χειρῶν  περιδονήσεις, καὶ ποδῶν  κύκλους, καὶ πάντων  τῶν  ἐν τῇ διαστροφῇ τοῦ λυγισθέντος  σώματος φανέντων  εἰδώλων  τοὺς τύπους ἐναποθέμενοι  ταῖς ψυχαῖς οὕτως ἀπέρχονται. Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην   ἐπιδείκνυσθαι   πρόνοιαν,   καὶ   μνήμην   ἐνδιάθετον   ἔχειν   τῶν   ἐκεῖ γινομένων·   ἡμᾶς   δὲ   ἀπὸ   τῆς   ἐνταῦθα   μιμήσεως   μέλλοντας   τοῖς   ἀγγέλοις παρισοῦσθαι, μηδὲ τὴν ἴσην ἐκείνοις συνεισφέρειν σπουδὴν περὶ τὴν τῶν εἰρημένων φυλακήν; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω τῆς οἰκείας καταμελῶμεν  σωτηρίας, ἀλλ'  ἐναποθώμεθα   τοὺς  μάρτυρας  ἅπαντες  ταῖς  ἑαυτῶν   διανοίαις,   μετὰ  τῶν τηγάνων, μετὰ τῶν λεβήτων, μετὰ τῶν ἄλλων τιμωριῶν· καὶ καθάπερ οἱ ζωγράφοι τὴν εἰκόνα πολλάκις καπνῷ καὶ αἰθάλῃ καὶ χρόνῳ μακρῷ γενομένην ἀμαυροτέραν ἀποσμήχουσιν· οὕτω καὶ σὺ ποίησον, ἀγαπητὲ, τὴν μνήμην τῶν ἁγίων  μαρτύρων· ἐπειδὰν εἰσιοῦσαι βιωτικαὶ φροντίδες ἀμαυρώσωσι τὴν διάνοιάν σου, ἀπόσμηξον διὰ τῆς τῶν μαρτύρων μνήμης. Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, οὐ θαυμάσεις πλοῦτον,  οὐ πενίαν  δακρύσεις, οὐκ ἐπαινέσεις  δόξαν  καὶ δυναστείαν, οὐδὲν ὅλως  τῶν  ἀνθρωπίνων,  οὐ τῶν  φαιδρῶν  μέγα τι ὑπολάβῃς  εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον· ἀλλὰ πάντων ἐκείνων ἀνώτερος γενόμενος, ἕξεις διδασκαλίαν ἀρετῆς διηνεκῆ  τῆς  εἰκόνος  ταύτης  τὴν  θεωρίαν.  Ὁ γὰρ στρατιώτας  ὁρῶν  καθ' ἑκάστην ἡμέραν ἐν  πολέμοις  καὶ μάχαις  ἀνδριζομένους,  οὐκ ἐπιθυμήσει  τρυφῆς ποτε, οὐ θαυμάσεται τὸν  ὑγρὸν  καὶ διαλελυμένον  βίον, ἀλλὰ  τὸν  σκληρὸν, καὶ εὔτονον,  καὶ  ἐναγώνιον.   Ποία γὰρ  κοινωνία  μέθῃ  καὶ  μάχῃ;  γαστρίζεσθαι  καὶ ἀνδρίζεσθαι; μύροις καὶ ὅπλοις; πολέμῳ  καὶ κώμοις; Στρατιώτης  εἶ τοῦ Χριστοῦ, ἀγαπητὲ, ὁπλίζου, μὴ καλλωπίζου· ἀθλητὴς εἶ γενναῖος, ἀνδρίζου, μὴ ὡραΐζου.Οὕτω μιμησώμεθα τοὺς ἁγίους τούτους, οὕτω τιμήσωμεν τοὺς ἀριστέας, τοὺς στεφανίτας, τοὺς Θεοῦ φίλους, καὶ βαδίσαντες τὴν αὐτὴν αὐτοῖς ὁδὸν τῶν αὐτῶν αὐτοῖς  στεφάνων  ἐπιτευξόμεθα·  ὧν  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,  χάριτι  καὶ φιλαν-θρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


34.Εγκώμιον Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα ∆ροσίδα, καὶ εἰς τὸ μεμνῆσθαι θανάτου

αʹ. Οἱ φιλόπονοι  τῶν  ποιμένων,  ἐπειδὰν  διὰ μακροῦ χειμῶνος  ἴδωσι λαμπρὰν ἀκτῖνα, καὶ θερμοτέραν γενομένην  ἡμέραν, τῆς μάνδρας ἐξαγαγόντες τὰ πρόβατα, πρὸς τὰς συνήθεις ἄγουσι νομάς· τούτους καὶ ὁ καλὸς ποιμὴν οὗτος μιμούμενος, τὴν ἱερὰν ταύτην ἀγέλην, καὶ τὴν πνευματικὴν  τοῦ Χριστοῦ ποίμνην  πρὸς τὰς τῶν ἁγίων  νομὰς ἤγαγε ταύτας τὰς πνευματικάς.  Κορέννυνται μὲν ἐπὶ τῆς φάτνης  ἑστῶτα τὰ πρόβατα· ἀλλ'  ἐπειδὰν  ἔξω  γένηται  τῶν  σηκῶν,  πλείονα  ἀπὸ  τῶν  πεδίων  καρποῦνται  τὴν ὠφέλειαν,  μετὰ πολλῆς  τῆς τέρψεως  κατακύπτοντα,  καὶ τὴν  πόαν  διὰ τῶν  ὀδόντων ἀποκείροντα,  καθαρόν  τε  ἀέρα  ἀναπνέοντα,   καὶ  πρὸς  ἀκτῖνα  βλέποντα  διειδῆ  καὶ φαιδρὰν, παρὰ λίμνας καὶ πηγὰς σκιρτῶντα καὶ ποταμούς· φέρει δὲ αὐτοῖς καὶ ἡ γῆ τινα τέρψιν τοῖς ἄνθεσι καλλωπιζομένη πάντοθεν. Οὐκ ἐπ' ἐκείνων  δὲ μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν τοῦτο πολλὴν ἔχει τὴν ὠφέλειαν.  Πλήρης μὲν γὰρ ἡμῖν καὶ ἔνδον ἡ τράπεζα τῶν πνευματικῶν ἐδεσμάτων παρέκειτο, ἀλλ' ἡ πρὸς τοὺς ἁγίους ἔξοδος τούτους ἔχει τινὰ καὶ ψυχαγωγίαν καὶ κέρδος τῆς ψυχαγωγίας οὐκ ἔλαττον, οὐκ ἐπειδὴ καθαρὸν τὸν ἀέρα ἀναπνέομεν,  ἀλλ' ἐπειδὴ  πρὸς τὰ τῶν  γενναίων  τούτων  κατορθώματα  βλέπομεν· οὐ παρὰ ποταμοὺς  ὑδάτων,  ἀλλὰ  παρὰ ποταμοὺς  χαρισμάτων  σκιρτῶντες·  οὐ κατακύπτοντες, καὶ πόαν κείροντες τοῖς ὀδοῦσιν, ἀλλὰ μαρτύρων ἀρετὰς ἀναλεγόμενοι· οὐχὶ  γῆν   ὁρῶντες   καλλωπιζομένην  ἄνθεσιν,  ἀλλὰ   σώματα  βλέποντες   χαρίσμασι βρύοντα πνευματικοῖς.  Ἕκαστον μὲν οὖν τῶν μαρτυρίων  παρέχει τοῖς συλλεγομένοις κέρδος οὐ μικρὸν, μάλιστα δὲ ἁπάντων τοῦτο· ὁμοῦ τε γὰρ ἐπέβη τις τῶν προθύρων, καὶ πλῆθος  εὐθέως  τάφων  πανταχόθεν  προσπίπτει τοῖς ὀφθαλμοῖς,  καὶ ὅπου περ ἂν ἴδῃ, λάρνακας καὶ μνήματα καὶ θήκας ὁρᾷ τῶν κατοιχομένων.Οὐ μικρὸν δὴ ἡμῖν εἰς φιλοσοφίας μέρος αὕτη συντελεῖ τῶν τάφων ἡ θεωρία. Ἡ γὰρ ψυχὴ διὰ τῆς ὄψεως ταύτης, κἂν ῥᾴθυμος ᾖ, ταχέως συστέλλεται, κἂν σπουδαία καὶ διεγηγερμένη,  σπουδαιοτέρα γίνεται·  κἂν ἀποδύρηταί  τις πενίαν,  ἀπὸ τῆς ὄψεως ταύτης εὐθέως παραμυθίαν  δέχεται, κἂν ἐπὶ πλούτῳ  μέγα φρονῇ, ταπεινοῦται  καὶ καταστέλλεται. Ἡ γὰρ τῶν τάφων ὄψις ἕκαστον τῶν ὁρώντων τὰ περὶ τῆς τελευτῆς τῆς ἑαυτοῦ καὶ ἄκοντα  φιλοσοφεῖν  ἀναγκάζει,  καὶ πείθει  μηδὲν  τῶν  παρόντων  νομίζειν εἶναι βέβαιον, μὴ λυπηρὸν, μὴ χρηστόν· ὁ δὲ ταῦτα πεισθεὶς οὐ ῥᾳδίως ἁλώσεται τῇ τῆς ἁμαρτίας  παγίδι.  ∆ιὰ τοῦτο  καὶ σοφός τις  παραινεῖ  λέγων·  Ἐν πᾶσι τοῖς  λόγοις  σου μιμνήσκου  τὰ ἔσχατά σου, καὶ εἰς τὸν  αἰῶνα  μὴ ἁμάρτῃς· καὶ ἕτερος δέ τις συνωδὰ τούτῳ  φθέγγεται   συμβουλεύων  οὕτως·  Ἑτοίμαζε  εἰς  τὴν  ἔξοδον  τὰ  ἔργα  σου, καὶ παρασκευάζου πρὸς τὴν ὁδόν· οὐ περὶ τῆς αἰσθητῆς ὁδοῦ διαλεγόμενος,  ἀλλὰ περὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ἂν γὰρ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν τὸ τῆς τελευτῆς προβλέπωμεν ἄδηλον, οὐ ταχέως ἁμαρτησόμεθα· οὔτε γὰρ τὰ λαμπρὰ τοῦ βίου φυσῆσαι, οὔτε  τὰ λυπηρὰ  καθελεῖν  ἡμᾶς  καὶ  θορυβῆσαι δυνήσεται  ἄδηλον  ἑκάτερα  τὸ τέλος ἔχοντα.Καὶ γὰρ πολλάκις ὁ σήμερον ζῶν οὐδὲ μέχρι τῆς ἑσπέρας μένει. Ἔνδον μὲν οὖν ἐν τῇ πόλει ἐνδιατρίβοντας  οὐ σφόδρα εἰκὸς τὰ τοιαῦτα μελετᾷν καὶ φιλοσοφεῖν· ἐξελθόντας  ἔξω τειχῶν,  καὶ πρὸς τοὺς τάφους  τούτους ἐλθόντας,  καὶ τὸ πλῆθος τῶν κατοιχομένων θεασαμένους, ἀνάγκη  πᾶσα καὶ ἑκόντας  καὶ ἄκοντας  τούτους  ἀπὸ τῆς ὄψεως δέξασθαι τοὺς λογισμοὺς, καὶ δεξαμένους ὑψηλοτέρους  γενέσθαι, καὶ τῆς πρὸς τὰ  βιωτικὰ  πράγματα  συμπαθείας  ἀπαλλαγῆναι.   Οὐ μόνον  δὲ  λογισμοὺς  τοιούτους δεξόμεθα, ἀλλὰ  καὶ πρὸς τὴν  αἰώνιον  ἡμῶν  πατρίδα  σπεύδειν  καὶ παρασκευάζεσθαι ἀρκοῦσαν παράκλησιν  ἕξομεν, καὶ πάντα  πρὸς τὴν ἀποδημίαν  τὴν ἐκεῖ τὰ καθ' ἡμᾶς εὐτρεπίζειν, εἰδότας ὅπερ ἂν ἐνταῦθα τῶν ἡμετέρων καταλίπωμεν,  ζημίαν ἡμῖν οἴσειν καταλειφθέν.   Καθάπερ γὰρ  ὁδοιπόρος  μακρὰν  ὁδεύων  ὁδὸν  καὶ  πρὸς  τὴν  πατρίδα ἐπειγόμενος  τὴν  ἑαυτοῦ, ὅπερ ἂν ἐν τῷ  πανδοχείῳ  καταλίπῃ,  πάντως  ἀπώλεσε, καὶ ἐζημίωται·  οὕτω  δὴ  καὶ  ἡμεῖς  ὅσα  ἐνταῦθα   τῶν   ἡμετέρων   ἀφέντες   ἀπέλθωμεν, ἐζημιώμεθα πάντα· διὸ χρὴ τὰ μὲν μεθ' ἑαυτῶν, τὰ δὲ 50.685 πρὸ ἑαυτῶν παραπέμπειν ἐκεῖ. Ὁδὸς γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ οὐδὲν στάσιμον ἔχει, ἀλλὰ καὶ τὰ λυπηρὰ αὐτοῦ καὶ τὰ χρηστὰ παροδεύομεν. ∆ιὰ δὴ τοῦτο μάλιστα πάντων  τουτὶ φιλῶ  τὸ χωρίον, ὅτι οὐκ ἐν  συνάξει  μόνον,  ἀλλὰ  καὶ  συνάξεως  χωρὶς  πολλάκις  ἐνταῦθα  ἀφικνούμενος, τούτων  συνεχῶς  ἐμνήσθην  τῶν  λόγων,  τῶν  ὀφθαλμῶν  μου τοὺς τάφους  ἐν  ἐρημίᾳ πολλῇ μεθ' ἡσυχίας περισκοπούντων,  καὶ τὴν ψυχὴν πρὸς τοὺς κατοιχομένους  καὶ τὴν ἐκεῖ παραπεμπόντων  κατάστασιν.

βʹ. ∆ιὰ δὴ ταῦτα καὶ τὸν γενναῖον  τοῦτον θαυμάζω πατέρα, ὅτι γαληνῆς ἡμέρας ἐπιλαβόμενος  ἐνταῦθα  ἡμᾶς ἐξήγαγε, προηγουμένης  δὲ καὶ ὁδηγούσης  τῆς μακαρίας ∆ροσίδος, ἧς τὴν μνήμην  ἐπιτελοῦμεν.  Καὶ γὰρ πρὸς τοῖς εἰρημένοις  ἕτερόν τι μεῖζον ἀπὸ  τοῦ  τόπου  κέρδος  ἐστὶ  καρπώσασθαι.  Ὅταν  γὰρ  τὰς  ἄλλας   παραδραμόντες λάρνακας ἐπὶ τὰς τῶν μαρτύρων θήκας ἔλθωμεν, ὑψηλότερον ἡμῖν τὸ φρόνημα γίνεται, εὐτονωτέρα ἡ ψυχὴ, μείζων ἡ προθυμία, θερμοτέρα ἡ πίστις. Ἐπειδὰν οὖν τοὺς πόνους καὶ τοὺς ἀγῶνας καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα καὶ τοὺς στεφάνους τῶν ἁγίων ἀναλογισώμεθα τούτων, πάλιν ἑτέραν μείζονα πρόφασιν ταπεινοφροσύνης  εὑρίσκομεν.Κἂν γὰρ μεγάλα τις ᾖ κατωρθωκὼς,  οὐδὲν ἡγήσεται μέγα πεποιηκέναι,  αὐτοῦ τὴν ἀρετὴν τοῖς ἐκείνων  παλαίσμασι· κἂν μηδὲν ᾖ μέγα καὶ ἀγαθὸν εἰργασμένος, οὐκ ἀπογνώσεται  τῆς ἑαυτοῦ σωτηρίας, πρὸς ἀρετῆς μεταβολὴν  ἀπὸ τῆς ἀνδρείας τούτων λαβὼν παράκλησιν, καὶ πρὸς ἑαυτὸν ἐννοήσας, ὅτι συμβήσεταί ποτε καὶ αὐτὸν ἴσως τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταξιούσης, τοιαῦτα ἅλλεσθαι ἅλματα, καὶ ἀθρόον πρὸς τὸν οὐρανὸν ἀναβῆναι, καὶ τῆς μεγίστης ἐκείνης παῤῥησίας ἐπιτυχεῖν·  καὶ ταῦτα καὶ ἕτερα πολλῷ   πλείονα   τούτων   ἐντεῦθεν   ἔστι  φιλοσοφήσαντας   ἀπελθεῖν.   Μαρτύρων  γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας  διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων  πραγμάτων, καὶ τῆς τῶν   μελλόντων  ἐπιθυμίας   ὁδὸς,  παραμυθία   τῶν   κατεχόντων  ἡμᾶς  δεινῶν,   καὶ ὑπομονῆς  πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων  τῶν  ἀγαθῶν  ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ· καὶ εἰ βούλεσθε τούτων  ἕκαστον  ἀποδείξομεν,  καὶ ἐροῦμεν πῶς  ἐστι πιστῶν παράκλησις, Ἐκκλησιῶν παῤῥησία, ἀναστάσεως ἀπόδειξις, καὶ τὰ λοιπὰ ἅπαντα, ἅπερ εἶπον νῦν. Ὅταν οὖν πρὸς Ἕλληνας ἡμῖν ἀγῶνες  κινῶνται  καὶ μάχαι περὶ δογμάτων, καὶ διαβάλλωσιν  ἡμῶν  τὴν  πίστιν,  μετὰ τῶν  ἄλλων  καὶ τοῦτο  προβαλλώμεθα  πρὸς ἐκείνους, τῶν μαρτύρων φημὶ τὸν θάνατον, λέγοντες· Τίς τούτους ἔπεισε τῆς παρούσης καταφρονῆσαι  ζωῆς; Εἰ γὰρ ἀπέθανεν  ὁ Χριστὸς καὶ οὐκ ἀνέστη, τίς  τὰ ὑπὲρ φύσιν ταῦτα   κατώρθωσεν;   Ὅτι  γὰρ  οὐκ  ἀνθρωπίνης   δυνάμεως   μυριάδας   τοσαύτας  ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν  καὶ παρθένων  ἀπειρογάμων καὶ  παιδίων  μικρῶν  πείθειν   ὑπερορᾶν  τῆς  παρούσης  ζωῆς,  καὶ  κατατολμᾷν θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν  ἐπείγεσθαι  ζωὴν,  οὐδὲ τῶν  ἡμετέρων  ἐλέγχων  δεήσονται,  ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων.Ἐξ οὗ γὰρ ὁ Χριστὸς παρεγένετο, γεγόνασι μὲν ἄπιστοι βασιλεῖς, γεγόνασι δὲ καὶ πιστοὶ, ἀλλὰ τῶν  μὲν ἀπίστων  οἱ πλείους  ἐπὶ βάραθρα, καὶ πυρὰς, καὶ κρημνοὺς, καὶ πελάγη,  καὶ  θηρίων  μανίαν,  καὶ  πολυτρόπους  κολάσεις,  καὶ  τιμωρίας  τοὺς  πιστοὺς ἦγον, παντὶ τρόπῳ τὴν πίστιν ἀναμοχλεύοντες τῆς ἐκείνων  ψυχῆς, καὶ οὐδὲν ἤνυσαν, ἀλλὰ καταγελασθέντες  ἀπῆλθον, τῶν μὲν πιστευόντων  παντὶ τρόπῳ κοπτομένων,  τῆς πίστεως δὲ αὐξομένης μειζόνως. Εὐσεβὴς δὲ βασιλεὺς οὐδεὶς οὐδέποτε ἄνδρα ἄπιστον κολάσαι καὶ τιμωρήσασθαι εἵλετο, καταναγκάζων  ἀποστῆναι  τῆς πλάνης.  Ἀλλ'  ὅμως καὶ οὕτως αὐτομάτως καταῤῥεῖ καὶ ἀπόλλυται, ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχὺν, καὶ τοῦ ψεύδους τὴν ἀσθένειαν, τοῦ μὲν αὐτομάτως καὶ μηδενὸς ἐνοχλοῦντος ἀπολλυμένου, τῆς δὲ διὰ τῶν κωλυόντων αὐξομένης καὶ πρὸς ὕψος αἰρομένης ἄφατον· τὸ δὲ αἴτιον,  ὅτι καὶ ζῇ καὶ ἐνεργεῖ ταῖς τῶν  μαρτύρων  ψυχαῖς  ὁ Χριστός. Ὅταν οὖν λέγωσιν, ὅτι οὐκ ἀνέστη, ταῦτα αὐτοὺς ἐρωτῶμεν· Καὶ τίς ταῦτα κατώρθωσεν; ὁ νεκρὸς, εἰπέ μοι; Ἀλλὰ τοσοῦτοι γεγόνασι νεκροὶ, καὶ οὐδεὶς τοιαῦτα εἰργάσατο. Ἀλλὰ μάγος καὶ γόης  ἦν;  Ἀλλὰ  πολλοὶ  καὶ  μάγοι  καὶ  γόητες  καὶ  πλάνοι  γεγένηνται,   καὶ  πάντες σεσίγηνται, καὶ λείψανον  αὐτῶν οὐκ ἔστιν οὐδαμοῦ, ἀλλὰ συναπεσβέσθη τῇ ζωῇ καὶ τὰ τῆς μαγγανείας  αὐτοῖς· τὰ δὲ τοῦ Χριστοῦ καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ μάλα εἰκότως· οὐ γὰρ γοητείᾳ ἐγίνετο τὰ γινόμενα, ἀλλὰ θείᾳ δυνάμει, διὰ τοῦτο οὐδὲ καταλύεται.  Μᾶλλον δὲ οὐκ ἀπὸ τούτου τῆς δυνάμεως  ἀπόδειξιν  ποιοῦμαι μόνον  ὅτι αὔξεται, ἀλλ' ὅτι καὶ ἐπ' ἀγαθῷ,  καὶ τῇ τῆς ἡμετέρας  ζωῆς  σωτηρίᾳ. Μετὰ γὰρ τὴν ἐκείνου παρουσίαν ἐκ θηρίων ἄνθρωποι γεγόνασιν οἱ τὴν γῆν οἰκοῦντες, μᾶλλον δὲ ἐξ ἀνθρώπων  ἄγγελοι πάντες, οἱ μετ' ἀληθείας αὐτῷ προσέχοντες. Ἀλλ' ἠπατήθησαν καὶ παρελογίσθησαν  οἱ μάρτυρες, φησὶ, καὶ διὰ τοῦτο τῆς παρούσης κατεφρόνησαν  ζωῆς. Εἶτα οἱ πρότεροι τοὺς δευτέρους οὐκ ἀνέπεισαν, οὐδὲ οἱ δεύτεροι τοὺς τρίτους, ἀλλ' ὅσῳ προῄει τὰ τῶν  διωγμῶν,  τοσούτῳ καὶ τοῦτο  ἐπεδίδου  τὸ κατόρθωμα,  καὶ οὐδεὶς, ἐν οὕτω μακρῷ χρόνῳ, τὴν ἀπάτην συνεῖδε.Καὶ ποῦ ταῦτα λόγον ἂν ἔχοι; Εἰ δὲ ἠπάτηντο, πῶς τὴν κόνιν αὐτῶν δεδοίκασιν οἱ δαίμονες; πῶς καὶ τοὺς τάφους φεύγουσιν; οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς φοβοῦνται δαίμονες, τοῦτο πάσχουσιν. Ἰδοὺ γὰρ μυρίοι νεκροὶ πανταχοῦ  τῆς γῆς, κἀκείνοις  μὲν προσεδρεύουσι, καὶ  πολλοὺς  ἂν  ἴδῃ  τις  δαιμονῶντας   ἐν  ἐρημίαις  διατρίβοντας  καὶ τάφοις· ἔνθα δὲ τῶν μαρτύρων ὀστᾶ κατορώρυκται, ὡς ἀπὸ πυρός τινος καὶ κολάσεως ἀφορήτου φεύγουσι, τὴν ἔνδον μαστίζουσαν αὐτοὺς δύναμιν μετὰ λαμπρᾶς ἀνακηρύττοντες  φωνῆς..  Ἀλλ'  ἐντεῦθεν   μὲν,  ὅτι  τῆς  ἀσθενείας  τῶν   δαιμόνων   ἔλεγχος     τῶν μαρτύρων ἐστὶ θάνατος, ἀποδέδεικται· ὅτι δὲ καὶ τῆς ἀναισθησίας αὐτῶν ἐστι κατηγορία τὸ πρᾶγμα, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ οὗτοι μὲν, οἱ μάρτυρες λέγω, σώματι καὶ φυσικαῖς ἀνάγκαις  ὑποκείμενοι,  καὶ πολὺν  ὀδυνῶν  ὄχλον  καὶ ἀλγηδόνων ἔχοντες  περιεστῶτα, καὶ τὸν ἐπίκηρον ζῶντες βίον, καὶ διατρίβοντες ἐπὶ γῆς, οὕτω φαίνωνται τῆς παρούσης ὑπερορῶντες  ζωῆς διὰ τὴν  περὶ τὸν πεποιηκότα  αὐτοῖς Θεὸν ἀγάπην·  ἐκεῖνοι  δὲ καὶ σαρκὸς ἀπηλλαγμένοι  καὶ πάσης ταύτης ὀδύνης καὶ ἀλγηδόνος οὕτω φαίνωνται ἐξυβρικότες, καὶ ἀγνώμονες  περὶ τὸν εὐεργέτην γεγενημένοι,  ποίαν ἕξουσιν ἀπολογίαν; τίνα  συγγνώμην;  Οὐδεμίαν  οὐδαμόθεν,  τῆς  τούτων  ἀρετῆς  τὴν  ἐκείνων  κακίαν  ἐκ πολλοῦ  τοῦ  περιόντος  κατακρινούσης.  Οὐ γὰρ  δὴ  μόνον  ἀνθρώπους  ἄνθρωποι,  οἱ σπουδαιότεροι τοὺς ῥᾳθυμοτέρους κατακρίνουσιν, ἀλλ' ἤδη καὶ αὐτοὺς τοὺς δαίμονας ἡ τούτων   καταδικάζει   σπουδή.  Καὶ ταῦτα  Παῦλος  ἐδήλωσε  λέγων·   Οὐκ  οἴδατε  ὅτι ἀγγέλους   κρινοῦμεν;  μήτι  γε  βιωτικά;  τοὺς  τοῦ  διαβόλου  λέγων   ἀγγέλους,   τοὺς ἀποστάτας.  Καὶ πῶς  κρινοῦμεν  αὐτοὺς,  φησίν;  Οὐχὶ καθήμενοι  καὶ  εὐθύνας  αὐτοὺς ἀπαιτοῦντες, ἀλλὰ δι' ἡμετέρας σπουδῆς τὴν ἐκείνων κατακρίνοντες ῥᾳθυμίαν.Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οὐκ εἶπεν ἐφ' ὑμῶν, ἀλλὰ δι' ὑμῶν. Ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, οὐχ ὡς τῶν Νινευϊτῶν λόγον ἀπαιτούντων τοὺς τότε ἀπιστοῦντας τῶν Ἰουδαίων, ἀλλ' ὡς τῆς ἐκείνων πίστεως τὴν τούτων ἀπιστίαν καταδικαζούσης.  Ἔστι  καὶ  εἰς  ἀρετὴν  μέγιστα  ἀπόνασθαι  καὶ  εἰς  ὑπεροψίαν  τῶν παρόντων  πραγμάτων  ἀπὸ τῶν  μαρτύρων.  Ὅταν γὰρ ἴδῃς τούτους  ἁπάσης καταφρονοῦντας   τῆς   ζωῆς,   κἂν   ἁπάντων    ἀναισθητότερος   ᾖς   καὶ   νωθρότατος, ὑψηλότατον    δέξῃ   φρόνημα,   καὶ   καταγελάσῃ   τρυφῆς,   ὑπερόψει   χρημάτων,   καὶ ἐπιθυμήσεις  τῆς ἐκεῖ διατριβῆς· κἂν ἐν ἀῤῥωστίαις  ᾖς, εἰς ὑπομονὴν  ἀφορμὴν  λήψῃ μεγίστην, τὰ τῶν μαρτύρων παθήματα· κἂν πενίᾳ πιέζῃ, κἂν ὁτιοῦν ἕτερον τῶν χαλεπωτάτων, πρὸς τὸ μέγεθος τῶν ἐκείνοις  ἐπαχθεισῶν  βασάνων βλέπων  ἀρκοῦσαν ἕξεις παραμυθίαν  τῶν  κατειληφότων ἁπάντων  δεινῶν.  ∆ιὰ τοῦτο μάλιστα φιλῶ  τῶν μαρτύρων τὰς μνήμας, καὶ φιλῶ  καὶ ἀσπάζομαι, πάσας μὲν, μάλιστα δὲ ὅταν γυναῖκες ἀγωνιζόμεναι  τύχωσιν.  Ὅσῳ γὰρ τὸ σκεῦος ἀσθενέστερον, τοσούτῳ  μείζων  ἡ χάρις, τοσούτῳ  λαμπρότερον   τὸ  τρόπαιον,  τοσούτῳ  περιφανεστέρα     νίκη,  οὐ  διὰ  τὴν ἀσθένειαν τῆς φύσεως τῶν ἀθλητῶν, ἀλλ' ὅτι καὶ οἷς ἐκράτησεν ὁ ἐχθρὸς, τούτοις ἑάλω νῦν.  ∆ιὰ παρθένου  γοῦν  ἀπέκτεινε  πρώην  τὸν Ἀδὰμ ὁ διάβολος,  διὰ παρθένου  μετὰ ταῦτα κατηγωνίσατο  τὸν διάβολον ὁ Χριστὸς, καὶ τὸ ξίφος ὅπερ ἦν ἠκονημένον  αὐτῷ καθ' ἡμῶν, τοῦτο τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλὴν, ὅπερ καὶ ἐπὶ τοῦ ∆αυῒδ γέγονε. Καθάπερ γὰρ τότε τοῦ Γολιὰθ τὴν κεφαλὴν ὁ δίκαιος ἐκεῖνος αὐτῷ τῷ βαρβαρικῷ ξίφει δραμὼν  ἀπέκοψεν,  οὕτω  δὴ καὶ νῦν·  διὰ γυναικὸς  ἐκράτησε, διὰ γυναικὸς  ἥττηται. Τοῦτο ὅπλον  ἦν  αὐτῷ  πρότερον,  τοῦτο  νῦν  γέγονεν  αὐτῷ  σφαγῆς  ὄργανον,  τοῦτο σκεῦος ἀκαταγώνιστον.  Ἥμαρτεν  ἡ προτέρα  καὶ  ἀπέθανεν,  ἀπέθανεν  αὕτη,  ἵνα  μὴ ἁμάρτῃ· ἐκείνη τότε ψυχρᾶς ὑποσχέσεως ἐλπίδι  φυσηθεῖσα τοὺς τοῦ Θεοῦ νόμους κατεπάτησεν· αὕτη καὶ τῆς παρούσης κατεφρόνησε ζωῆς, ὥστε μὴ τὴν εἰς τὸν εὐεργέτην ἐξομόσασθαι πίστιν. Τίς οὖν ἂν γένοιτο λοιπὸν ἀνδράσι μαλακιζομένοις  ἀπολογία, τίς δὲ συγγνώμη, ὅταν γυναῖκες ἀνδρίζωνται; ὅταν οὕτω γενναίως πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας ἀποδύωνται; Οὔτε γὰρ φύσις, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν ἐμποδίσαι δύναιτ' ἂν, ὅταν προθυμία παρῇ, καὶ ζῆλος, καὶ πεπυρωμένη  πίστις· καὶ διὰ τούτων  ἁπάντων  τὴν τοῦ Θεοῦ χάριν ἐπισπασώμεθα, ὃ δὴ καὶ ἐπὶ τῆς μακαρίας ταύτης γέγονε. Καὶ γὰρ ἀσθενὲς ἦν αὐτῇ  τὸ  σῶμα, καὶ  εὐεπηρέαστος    φύσις,  καὶ  ἀτελεστέρα    ἡλικία,  ἀλλὰ  πάντων τούτων  τὴν  ἀσθένειαν  ἐπελθοῦσα ἡ χάρις ἀπέκρυψεν,  ἐπειδὴ  προθυμίαν  εὗρεν αὕτη γενναίαν, καὶ πίστιν ἀδιάκριτον, καὶ ψυχὴν πρὸς κινδύνους παρεσκευασμένην.

δʹ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν δυνατώτερον  τοῦ μετὰ σπουδῆς πολλῆς  τὸν φόβον  τοῦ Θεοῦ ἔχοντος  ἐῤῥιζωμένον,  ἀλλὰ  κἂν  πῦρ, κἂν  σίδηρος, κἂν  θηρία, κἂν ὁτιοῦν ἕτερον ἀπειλῆται, πάντων  ὑπερορᾷ μετὰ πολλῆς τῆς εὐκολίας, καθάπερ οὖν καὶ ἡ μακαρία αὕτη ∆ροσίς. Ἐπειδὴ γὰρ ἧψε τὴν πυρὰν ὁ τύραννος· οὐδὲ γὰρ ἐπὶ βάραθρον αὐτὴν   ἤγαγεν,   οὐδὲ  τὴν   κεφαλὴν   ἀπέτεμεν,   ἵνα  μὴ  τὸ  σύντομον   τῆς  τιμωρίας εὐκολώτερον αὐτῇ ποιήσῃ τὸν ἆθλον, ἀλλὰ τὸ φρόνημα αὐτῆς καταπλῆξαι βουλόμενος,καὶ τὴν ἀδούλωτον  ψυχὴν χειρώσασθαι τῇ τῆς πυρᾶς ὄψει, εἰς μέσον ταύτην ἐνέβαλεν· ἐπειδὴ τοίνυν  τὴν πυρὰν ἀνῆψε, καὶ ἡ κάμινος ἀνεκαίετο, καὶ πρὸς ὕψος ᾔρετο μέγα, ταῦτα βλέπουσα ἡ μακαρία μάρτυς ἀνήπτετο καὶ αὐτὴ τῇ προθυμίᾳ, καὶ ἀνέζει τῷ πυρὶ τοῦ Χριστοῦ πόθου, τῶν τριῶν ἀναμνησθεῖσα παίδων, καὶ λογισαμένη πρὸς ἑαυτὴν, ὅτι κοινωνεῖ   τοῖς  ἄθλοις  ἐκείνοις,  καὶ  τοὺς  αὐτοὺς  ἐπιφέρεται  στεφάνους  αὐτοῖς.  Καὶ καθάπερ οἱ μεμηνότες οὐδὲν τῶν ὁρωμένων βλέπουσιν ὡς ἔστιν, ἀλλὰ κἂν ξίφος ἠκονημένον  ἴδωσι, κυβιστῶσιν εὐκόλως, κἂν πυρὰν, κἂν βάραθρον, κἂν κρημνὸν, κἂν πέλαγος, κἂν ὁτιοῦν ἕτερον, ἀδεῶς κατὰ πάντων  ἑαυτοὺς ἀφιᾶσιν· οὕτω δὴ καὶ αὕτη μανεῖσα μανίαν οὐχὶ τοιαύτην, μὴ γένοιτο! ἀλλ' ἑτέραν πάσης σωφροσύνης σεμνοτέραν, καὶ τῷ τοῦ Χριστοῦ βαφεῖσα πόθῳ οὐδὲν τῶν ὁρωμένων ἑώρα, ἀλλὰ πρὸς τὸν οὐρανὸν μεταταξαμένη καὶ τὴν ψυχὴν ἐκεῖ μεταθεῖσα πάντων  κατεγέλα τῶν δεινῶν, καὶ τὸ πῦρ οὐχὶ πῦρ, ἀλλὰ δρόσον εἶναι ἐνόμιζε. ∆ιὰ τοῦτο ἐγὼ τὴν πυρὰν ἐκείνην, καὶ πηγὴν ὑδάτων καθαρωτάτην, καὶ βαφήν τινα θαυμασίαν, καὶ χωνευτήριον  καλῶ. Καὶ γὰρ καθάπερ ἐν χωνευτηρίῳ  χρυσὸς, οὕτω καὶ  τῆς  μακαρίας   ἐκείνης     ψυχὴ   διὰ  τῆς  πυρᾶς  ταύτης   καθαρωτέρα   ἐγίνετο. Κατετήκοντο μὲν γὰρ σάρκες, καὶ ὀστᾶ συνεφρύγετο, καὶ κατεκαίετο νεῦρα, καὶ ὁ τοῦ σώματος ἰχὼρ πανταχόθεν  κατέῤῥει· τῆς ψυχῆς δὲ ἡ πίστις στεῤῥοτέρα καὶ φαιδροτέρα ἐγίνετο.    Κἀκεῖνοι   μὲν   ταῦτα   ὁρῶντες    ἐνόμιζον    αὐτὴν   ἀπόλλυσθαι,   αὐτὴ   δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι  καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης  καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν  ἀνασπᾷ λαμπρὸν συλλέγων· οὕτω δὴ καὶ ἐπ' ἐκείνης οἱ  μὲν  ἄπιστοι  τηκομένην   αὐτῆς  τὴν  σάρκα ὁρῶντες  καὶ  καταῤῥέουσαν,  ἐνόμιζον τέφραν  γίνεσθαι καὶ κόνιν, οἱ δὲ πιστοὶ σφόδρα ἀκριβῶς ᾔδεσαν, ὅτι τηκομένη πᾶσαν ἀποτίθεται κηλῖδα, καὶ λαμπροτέρα ἄνεισιν ἀφθαρσίαν ἀπολαβοῦσα.Καὶ ἐν αὐτῇ τῇ πυρᾷ, πρὸ τῆς ἀναστάσεως, οὐχ ὡς ἔτυχεν  ἐκράτει τῶν ἀντικειμένων δυνάμεων· αἱ γὰρ σάρκες λυθεῖσαι τῷ πυρὶ, καὶ ψόφον ἀποτελοῦσαι, μετὰ πολλῆς αὐτὰς τῆς περιουσίας ἐτρέποντο. Καὶ καθάπερ στρατιώτης γενναῖος ὅπλα χαλκᾶ περιθεὶς  ἑαυτῷ,  καὶ αὐτῷ  τῷ  ψόφῳ  τῶν  ὅπλων  τοὺς  δειλοτέρους  καταπλήττει  τῶν ἀντιπάλων·  οὕτω δὴ καὶ τότε ἡ μακαρία ∆ροσὶς τῷ ψόφῳ  τοῦ δέρματος τὰς δυνάμεις ἐκείνας ἐφυγάδευε, καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ ἑτέρῳ πάλιν οὐκ ἐλάττονι τούτου. Ὁμοῦ τε γὰρ ἐπέβαινε τῆς πυρᾶς, καὶ καπνὸς ἀνελθὼν  εἰς ὕψος καὶ τὸν ἀέρα κατασχὼν,  τοὺς  κατὰ  ἀέρα δαίμονας  πετομένους  ἀπέπνιγεν   ἅπαντας,  τὸν  διάβολον ἀπήλαυνεν,  αὐτοῦ τοῦ ἀέρος τὴν φύσιν ἀπέσμηχεν. Ἐπειδὴ γὰρ ἐμολύνετο  καπνῷ τῷ τῶν  εἰδώλων,  * ἀντανίη  καπνὸς  ἕτερος  τὴν  ἐξ ἐκείνων  ἐγγινομένην αὐτῷ  κηλῖδα καθαίρων. Καὶ ἡ πηγῆς δὲ εἰκὼν ἁρμόσειεν ἂν ἐκείνῃ τῇ πυρᾷ. Καθάπερ γὰρ ἐν τῇ πηγῇ ἱμάτιον ἀποδυσαμένη, καὶ τὸ σῶμα φαιδρύνουσα, οὕτως ἐν ἐκείνῃ τῇ φλογὶ τὴν σάρκα τὴν ἑαυτῆς ἱματίου παντὸς εὐκολώτερον ἀποθεμένη καὶ τὴν ψυχὴν λαμπρύνουσα, πρὸς τὸν νυμφίον  ἠπείγετο δᾳδουχούντων ἀγγέλων  αὐτήν. Εἰ γὰρ τὸν Λάζαρον ἐκεῖνον τὸν ἡλκωμένον  ἄγγελοι πρὸς τοὺς κόλπους ἀπήγαγον  τοῦ Ἀβραὰμ, πολλῷ μᾶλλον ταύτην δορυφοροῦντες  ἀπῄεσαν καθάπερ ἔκ τινος ἱερᾶς παστάδος καὶ νυμφικοῦ  θαλάμου τῆς καμίνου παραλαβόντες αὐτὴν, καὶ πρὸς τὸν ἄνω νυμφῶνα  ἀνάγοντες. Τίνος δὲ ἕνεκεν καὶ βαφὴν ἐκείνην ἐκάλεσα τὴν πυράν;Ὅτι καθάπερ ἐν βαφῇ τινι θαυμαστῇ πορφύρα γενομένη βασιλικὴ πρὸς τὸν ἄνω βασιλέα ἐπέμπετο, καὶ μετὰ πολλῆς  τῆς παῤῥησίας τῶν  οὐρανίων  ἁψίδων  ἐπέβαινεν,αὐτοῦ  τοῦ Χριστοῦ ἀοράτῳ  χειρὶ  τὴν  ἁγίαν  τῆς μάρτυρος κατέχοντος  κεφαλὴν,  καὶ καθάπερ ἐν ὕδατι βαπτίζοντος  αὐτὴν  τῷ πυρί. Ὢ θαυμαστῆς πυρᾶς! οἷον εἶχεν  ἔνδον θησαυρὸν  τὴν  κόνιν  ἐκείνην  καὶ  τὴν  τέφραν  παντὸς  χρυσίου  τιμιωτέραν,  πάντων μύρων εὐωδεστέραν, πάντων  λίθων  τιμαλφεστέραν! Ὅσα γὰρ οὐκ ἰσχύει πλοῦτος  καὶ χρυσίον,  τοσαῦτα  ἰσχύει  μαρτύρων  λείψανα.  Χρυσίον μὲν  γὰρ οὔτε  νόσον  ἀπήλασε πώποτε, οὔτε θάνατον  ἐφυγάδευσε, μαρτύρων δὲ ὀστᾶ ἀμφότερα ταῦτα εἰργάσατο, τὰ μὲν ἐπὶ τῶν προγόνων  τῶν ἡμετέρων, τὰ δὲ καὶ ἐφ' ἡμῶν. Καὶ ταῦτα οὐχ ἡμεῖς μόνον, ἀλλὰ  καὶ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενοι  δίκαιοι  μετὰ ἀκριβείας ἴσασι φιλοσοφεῖν,  ὅτε πάντων  ἐξελθόντων  Αἰγύπτου, καὶ τῶν μὲν χρυσίον, τῶν δὲ ἀργύριον ἐπιφερομένων,  ὁ Μωσῆς ἀντὶ πλούτου παντὸς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ λαβὼν  ἐπεφέρετο, θησαυρὸν μέγιστον καὶ μυρίων γέμοντα ἀγαθῶν μεθ' ἑαυτοῦ κομίζων οἴκαδε.

εʹ. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν ἐξ  Αἰγύπτου μετεφέρετο εἰς Παλαιστίνην; ἐν γὰρ μαρτύρων μνήμῃ τὰ τοιαῦτα μάλιστα ἐξετάζειν ἀνάγκη. Καὶ γὰρ πολλοὶ περὶ ταφῆς ἀκριβολογούμενοι,  καὶ τοῖς προσήκουσιν ἐπισκήπτοντες,  ὅπως κἂν ἀλλαχοῦ τύχωσι τελευτήσαντες, οἴκοι κομίσαντες ἐκεῖνοι αὐτοὺς κατορύξωσιν, εἶτα ἐπὶ μικροψυχίᾳ   διὰ  τοῦτο  παρ'  ἡμῶν   σκωπτόμενοι,   ταύτην   ἡμῖν  προεβάλλοντο   τὴν ἱστορίαν,  καὶ  λεγόντων ἡμῶν  ὅτι  οὐδὲν  διαφέρει,  ἄν  τε  οἴκοι  τις,  ἄν  τε  ἐπὶ  τῆς ἀλλοτρίας  τύχῃ  ταφῆς,  ἔλεγον·  Οὐκοῦν  τίνος  ἕνεκεν,  εἰ  μηδὲν  διαφέρει,  ἀπὸ  τῆς Αἰγύπτου τὰ ὀστᾶ λαβὼν τοῦ Ἰωσὴφ εἰς τὴν Παλαιστίνην ἐκόμισεν ὁ Μωσῆς; Ἐγὼ δὲ καὶ μεῖζον ἐρῶ, ὅτι οὐ μόνον ὁ Μωσῆς ἔλαβεν, ἀλλ' ὅτι κἀκεῖνος τελευτῶν  ἐνετείλατο. Τὸ γὰρ  δὴ  μεῖζον  τοῦτό  ἐστιν·  Ἐπισκοπῇ γὰρ,  φησὶν,  ἐπισκέψαι  ὑμᾶς    Θεὸς, καὶ ἀνοίσετε τὰ ὀστᾶ μου. Τίνος οὖν ἕνεκεν  κἀκεῖνος  εἶπε, καὶ οὗτος ἐπήκουσε; καὶ γὰρ ἄξιον  ζητήσεως  τὸ  λεγόμενον.   Τί  λέγεις;    πατριάρχης    καταφρονήσας  καὶ  τῆς παρούσης  ζωῆς  καὶ  πάντων   ὑπεριδὼν,   οὗ  οὐκ  ἦν  ἄξιος    κόσμος,    ξένος  καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος  τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς  ἐλευθερίας   ἐξέπεσε,  καὶ  δεσμωτήριον   ᾤκησε,  καὶ  οὐκ  ἐπεστράφη   πρὸς  τὰς ἐπιβουλὰς ἐκείνας· ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι; Καὶ τίς ἂν ταῦτα εἴποι; τί γὰρ τὸ κέρδος ἦν, ἢ ποῖον τὸ ὄφελος τῷ κατοιχομένῳ  ἀπὸ τῆς τῶν ὀστῶν μεταθέσεως; Τίνος οὖν ἕνεκεν ἐπέσκηψεν; Οὐχὶ τῶν ὀστῶν φροντίζων,  ἀλλ' ἔστι μὲν εἰπεῖν, ὅτι καὶ τῶν Αἰγυπτίων τὴν ἀσέβειαν δεδοικώς.Ἐπειδὴ  γὰρ  πολλὰ  καὶ  μεγάλα  εἰργάσατο  ἀγαθὰ,  καὶ  τροφεὺς  αὐτῶν   καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι· ἵν' οὖν μὴ  θεὸς  νομίζηται  μετὰ  τελευτὴν   διὰ  τὸ  τῆς  εὐεργεσίας  μέγεθος,  τῶν  βαρβάρων ἐκείνων  εὐκόλως  ἐξ ἀνθρώπων  ποιούντων  θεοὺς, πάσης ἀσεβείας ἀναιρῶν  ὑπόθεσιν, ἐκέλευσεν ἀπενεχθῆναι  οἴκαδε τὰ ὀστᾶ. Μία μὲν οὖν αὕτη πρόφασις· ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν  ἀναμφισβήτητον· καὶ γὰρ ἀπὸ τῶν  Γραφῶν αὐτὴν  πιστώσασθαι ἔνι. Ποίαν δὴ ταύτην; Ἤδει παρὰ τοῦ πατρὸς ἀκούσας, ἐκείνου  παρὰ τοῦ πάππου  λόγον  εἰς αὐτὸν κατενεχθέντα  μαθόντος,  ὅτι  πολλὰ   ἔτη  δουλώσονται   καὶ  κακώσουσιν  αὐτοὺς  οἱ Αἰγύπτιοι. Ἔσται γὰρ τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ,καὶ κακώσουσιν ἔτη τετρακόσια, ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ ἔλεγεν. Ἵν' οὖν μὴ πρὸς τὸ μῆκος ἀπαγορεύσαντες τοῦ χρόνου, καὶ τὴν ταλαιπωρίαν  οὐ φέροντες  ἀπογνῶσι πρὸς τὴν ἐπάνοδον, καὶ ἀναπέσωσι, μέγιστον αὐτοῖς ἐνέχυρον ἐλπίδος διδοὺς προεῖπεν περὶ τῆς ἀνακομιδῆς τῶν ὀστῶν, ἵν' ἐκεῖνοι πρὸς ἑαυτοὺς λογιζόμενοι, ὅτι εἰ μὴ σφόδρα καὶ μετὰ ἀκριβείας ἑαυτὸν ὁ δίκαιος πεπεικὼς  ἦν, ὅτι Πάντες ἐπανήξομεν,  οὐκ ἂν περὶ τῶν ὀστῶν ἐνετείλατο, ἀναμφισβήτητον  ἔχωσιν ἀπόδειξιν καὶ ἐλπίδα βεβαίαν τῆς εἰς τὴν ἐνεγκοῦσαν ἐπανόδου. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ διὰ τοῦτο προεῖπε περὶ τῶν ὀστῶν αὐτοῦ, οὐχ ὑπὲρ ταφῆς φροντίζων, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν διορθούμενος, ἄκουσον τί φησιν ὁ Παῦλος· Πίστει Ἰωσὴφ τελευτῶν  περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Τί ἐστι, Πίστει; Ἀντὶ τοῦ προεώρα τὰ μακροῖς ὕστερον συμβησόμενα χρόνοις, καὶ ὅτι πάντως οἱ ἔγγονοι ἀπολήψονται  τὴν οἰκείαν.
Ἵν' οὖν τοῦτο ἐνδείξηται, ἀμφότερα ταῦτα προεῖπε, καὶ ἦν ἰδεῖν θαυμαστὸν καὶ παράδοξον ἐπὶ τῆς ἐξόδου πρᾶγμα τῶν ὀστῶν ἐπιφερομένων.  Ὁ γὰρ καταγαγὼν  αὐτοὺς εἰς  Αἴγυπτον  Ἰωσὴφ,  αὐτὸς  αὐτῶν  καὶ  ἀνιόντων   προηγεῖτο  πάλιν,  εἰς  ὑπομονὴν ἀλείφων  καὶ τὴν τῶν  μελλόντων ἐλπίδα. Ὁρῶντες  γὰρ ἐκεῖνοι  τὰ λείψανα  πρὸ τῶν ὀφθαλμῶν, εἶτα ἐντεῦθεν ἀναμιμνησκόμενοι  τῆς ἱστορίας ἁπάσης ἐκείνης, καὶ ἀναλογιζόμενοι  πρὸς ἑαυτοὺς,  ὅτι παρὰ τῶν  ἀδελφῶν  ἐπεβουλεύθη,  ὅτι  εἰς λάκκον ἐῤῥίφη, ὅτι περὶ τῶν ἐσχάτων  ἐκινδύνευσεν,  ὅτι δεσμωτήριον ᾤκησε, καὶ τὰ ἄλλα δὴ πάντα  τὰ συμβεβηκότα αὐτῷ·  εἶτα, ὅτι μετ' ἐκεῖνα  πάντα  βασιλεὺς  ἐγένετο  καὶ τῆς Αἰγύπτου πρῶτος, καὶ τοσούτων κηδεμὼν καὶ προστάτης, ἱκανὰς εἶχον ἐλπίδας ὑπὲρ τῆς ἀπαλλαγῆς τῶν ἀεὶ καταλαμβανόντων αὐτοὺς δεινῶν, παιδευόμενοι διὰ τῶν ὀστῶν τοῦ δικαίου, ὅτι οὐδεὶς τῶν ἐπὶ τὸν Θεὸν πιστευσάντων,  καὶ τὴν παρ' ἐκείνου συμμαχίαν ἀναμεινάντων ἐγκατελείφθη  ποτέ. Κἂν γὰρ λυπηρά τινα καὶ ἀβούλητα μεσολαβῇ τὰς ὑποσχέσεις, καὶ μεταξὺ παρεμπίπτῃ, τοῦ τε τέλους οὐδέποτε ἐκκροῦσαι δυνήσεται τοὺς ἐλπίζοντας,  ἀλλ' ἐκβήσεται  πάντως  ἐκεῖνο  τὸ προῤῥηθὲν  κατὰ  τὴν  ἄνωθεν  ψῆφον, λαμπροτέρους ποιοῦν τοὺς μεθ' ὑπομονῆς ἀναμένοντας  τὰ παρὰ τοῦ Θεοῦ θεσπισθέντα ἅπαντα. ∆ιὰ ταῦτα περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.


ςʹ. Μὴ τοίνυν ἐπὶ τοσοῦτον ὑπὲρ τῆς οἴκοι ταφῆς ἀκριβολογώμεθα, μηδὲ θάνατον τρέμωμεν,  ἀλλὰ  ἁμαρτίαν.  Οὐ γὰρ θάνατος  ἁμαρτίαν  ἔτεκεν,  ἀλλὰ  ἁμαρτία θάνατον ἡμῖν ἐγέννησε· θάνατος δὲ ἁμαρτίας γέγονε φάρμακον. Ὅτι γὰρ οὐ χρὴ θάνατον δεδοικέναι,  ἀλλὰ ἁμαρτίαν, ἄκουσον τί φησιν ὁ προφήτης·  Τίμιος ἐναντίον  Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς ὅτι οἱ μὲν προσέχοντες ἑαυτοῖς καὶ καρπώσασθαι τὰ μέγιστα ἀπ' αὐτοῦ δύνανται, οἱ δὲ ἠμελημένοι καὶ ῥᾳθυμοῦντες, οὗτοί εἰσιν οἱ τὸ πρᾶγμα ἐν τάξει καταδίκης δεχόμενοι; Οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτον  κινῶ  τὸν  λόγον,  ἀλλ' ἐπειδὴ  πολλῶν  πολλάκις  ἀκούω  λεγόντων   περὶ θανάτου   τρόπων,  καὶ  τοὺς  μὲν  οὐκ  ὄντας  ἐπονειδίστους   αἰσχυνομένων,   τοὺς  δὲ μεγίστης   ὄντας   κατηγορίας   ἀξίους   οὐ  διαβαλλόντων,  τούτου   χάριν   καὶ  τοῦτον βούλομαι διευκρινῆσαι τὸν λόγον τήμερον. Εὔκαιρος γὰρ καὶ οὗτος ἐν μαρτύρων ἡμέρᾳ τῆς φιλοσοφίας  ὁ τρόπος. Πολλῶν  γὰρ ἤκουσα λεγόντων,  κυνὸς ἀτιμότερον  ὁ δεῖνα τετελεύτηκεν    ἐπ'   ἀλλοτρίας,   οὐδενὸς   τῶν   ἐπιτηδείων    παρόντος,   οὔτε   τῇ   γῇ παραδιδόντος, ἀλλὰ μόλις ὀλίγων  γειτόνων  ἀλλήλους  συγκαλούντων,  ἐξ ἐράνου τινὸς περισταλεὶς, οὕτω παρεδόθη ταφῇ. Ἵν' οὖν μὴ ταῦτα ἡμᾶς λυπῇ, ἀναγκαῖον  καὶ ταύτην  διορθώσασθαι τὴν ὑπόνοιαν.  Οὐ γάρ ἐστι τοῦτο κυνὸς ἀθλιώτερον  ἀποθανεῖν, ἄνθρωπε, ἀλλὰ κυνὸς ἀθλιώτερον  ἀποθανεῖν  ἐστι τὸ ἐν ἁμαρτίᾳ ἀποθανεῖν,  οὐ τὸ ἐπ' ἀλλοτρίας  καταλῦσαι  τὸν  βίον.  Μὴ γάρ  μοι  τοῦτον  εἴπῃς  τὸν  ἐπὶ  τῆς  κλίνης  τῆς διαχρύσου φερόμενον, τὸν τῆς πόλεως προπεμπούσης ἁπάσης, τὸν τῶν δήμων εὐφημούντων, τὸν ἱμάτια σηρικὰ καὶ διάχρυσα μετὰ πολλῆς ἔχοντα ἐπεστοιβασμένα τῆς ἀφθονίας· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστι, ἀλλ' ἢ δαψιλεστέραν  τῷ σκώληκι παραθεῖναι τράπεζαν.  Μὴ τοίνυν  τοῦτόν  μοι  δείξῃς,  ἀλλὰ  δεῖξόν  μοι  τοῦτον  αὐτὸν  τὸν  μετὰ τοσαύτης προπεμπόμενον  τιμῆς κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ὁ Χριστὸς ἐφ' ὑψηλοῦ προκαθέζηται  τοῦ  βήματος,  εἰσαγόμενον,  καλούμενον,   εὐθύνας  ἀπαιτούμενον,   ὧν εἶπεν, ὧν ἔπραξεν, ὧν ἐνενόησε.
Τότε γὰρ οὐδεὶς αὐτῷ τούτου τοῦ πλήθους παραστήσεται, οὐδὲ ἐξαιρήσεται τῆς κολάσεως αὐτὸν καὶ τῆς τιμωρίας, οὐδὲ παραστήσονται αἱ βοαὶ αὗται καὶ αἱ εὐφημίαι, ἀλλὰ κάτω κύπτων, ἀπαῤῥησίαστος, αἰσχυνόμενος ἐπὶ ταῖς τῶν πραγμάτων κατηγορίαις ἀπαχθήσεται ἑλκόμενος ὑπὸ τῶν πονηρῶν δυνάμεων  ἐπὶ τὰς ἀθανάτους κολάσεις μετὰ τοῦ χαλεπωτάτου  τῶν ὀδόντων  βρυγμοῦ, ἀνόνητα  λοιπὸν θρηνῶν  καὶ κοπτόμενος  ἐκ τῶν ἀφορήτων ὀδυνῶν. Καὶ τὰ μὲν ἐκεῖ τοιαῦτα, οὐ μὴν οὐδὲ τὰ ἐνταῦθα ἀνεκτά. Μετὰ γὰρ τὰς εὐφημίας  τὰς ἐν τῷ μέσῳ τὰς ὠνητὰς  ἐκείνας,  ἢ ἐκ φόβου τινὸς  γινομένας, πάντων  ἀκούσει κατηγορούντων καὶ ἐν ἀμφόδοις  καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ καὶ ἐν καπηλείοις,  καὶ ἐν ἑτέροις ἐργαστηρίοις, καὶ ἐν ὁδῷ καὶ ἐν χώρᾳ, καὶ πανταχοῦ  τῶν ὁδευόντων   ἑκάστου  πρὸς  τὸν  πλησίον  μετὰ  πολλοῦ  τοῦ  φόβου  διηγουμένου   καὶ λέγοντος, οἷα αὐτὸν διαδέξεται κακὰ, οἷαι ἀπαντήσονται τιμωρίαι, οἷαι νῦν ἀναμένουσι βάσανοι. Τί τὸ κέρδος αὐτῷ γέγονε τῆς παρούσης ζωῆς; τί τὸ πλέον ἀπὸ τῆς πλεονεξίας ἐκαρπώσατο; Ἑτέροις τὰ χρήματα καταλιπὼν  ἀπῆλθεν, αὐτὸς δὲ τὰ ἁμαρτήματα λαβὼν κατορώρυκται, καὶ πολλοὶ πανταχόθεν  κατήγοροι τοῖς ἠδικημένοις  συναλγοῦντες,  καὶ οἱ μηδὲν  πεπονθότες  δεινόν.  Ὥσπερ γὰρ καὶ ἐπὶ τῶν  εὐεργετουμένων,  καὶ οἱ μηδὲν παθόντες  συνήδονται  τοῖς παθοῦσι, καὶ τὸν εὖ ποιήσαντα ἐπαινοῦσιν·  οὕτως ἐπὶ τῶν ἐπηρεαζομένων  καὶ οἱ μηδὲν  ἠδικημένοι  συναλγοῦσι  τοῖς κακῶς  πεπονθόσι,  καὶ τὸν ποιήσαντα  κακίζουσι.  ∆ιὰ  τοῦτό  φησι·  Θάνατος  ἁμαρτωλῶν   πονηρὸς,  καὶ  διὰ  τὰς ἐνταῦθα κατηγορίας, καὶ διὰ τὰς ἐκεῖ κολάσεις. Οὗτος τοίνυν ἐστὶν ὁ κυνὸς ἀτιμότερον τελευτῶν, ἀλλ' ἐπὶ τῶν δικαίων οὐχ οὕτως· ἀλλὰ κἂν ἐν ἐρημίᾳ, κἂν μηδενὸς περιστέλλοντος,  κἂν μηδενὸς παρόντος καταλύσῃ τὴν ζωὴν, ἱκανὸν  ἐντάφιον  λαβὼν ἄπεισι,  τὴν   πρὸς  τὸν   Θεὸν  παῤῥησίαν·  θαυμαστὴν   ἔχει   τὴν   ἐκφορὰν,   ἀγγέλων παρόντων,  καὶ ψυχὴν  ὁδηγούντων,  καθάπερ οὖν ἔφθην  ἀποδείξας  ἐπὶ τοῦ Λαζάρου, μυρίους ἐπαινέτας καταλιμπάνων τῆς ἑαυτοῦ ζωῆς· κἂν παῖδας καταλίπῃ, πάντες οἱ τὴν πόλιν οἰκοῦντες προστάται καὶ κηδεμόνες αὐτῶν ἔσονται, τῆς πρὸς τὸν πατέρα εὐνοίας αὐτοὺς ἀμειβόμενοι.Ὁ δὲ ἐν  ἁμαρτίαις  καὶ πλεονεξίαις  τετελευτηκὼς,  κἂν  ἀφεὶς  παῖδας  ἀπέλθῃ, κληρονόμους  τῆς  οἰκείας  ἀπεχθείας  εἴασε, καὶ  μεταξὺ  πολεμίων  ἀφῆκε;  κἂν ἄπαις τελευτήσῃ τὸν βίον, διὰ τῶν οἰκοδομημάτων,  διὰ τῶν ἄλλων κτημάτων, ἅπερ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας  ἔσχεν, ἀθάνατον  ἑαυτοῦ καταλιμπάνει  τὴν κατηγορίαν.  Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ καὶ ἀπελθὼν  κερδαίνει  τὰ μέγιστα, τῇ τῆς οἰκείας ἀρετῆς μνήμῃ τοὺς ζῶντας  ἅπαντας  ὠφελῶν,  καὶ βελτίους  ποιῶν,  ὥσπερ οὖν ὁ πονηρὸς καὶ ταύτῃ κολάζεται. Οὐδὲ γὰρ ζῶντες  μόνον,  ἀλλὰ καὶ ἀποθανόντες  πολλοὺς παραβλάπτουσι τῆς οἰκείας πλεονεξίας ἐλέγχους πανταχοῦ καταλιμπάνοντες. Ταῦτ' οὖν εἰδότες, μὴ τοὺς ἐν ἀλλοτρίᾳ, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας  ταλανίζωμεν,  μηδὲ τοὺς  ἐπὶ  τῆς  οἰκίας,  καὶ  τοὺς  ἐπὶ  τῆς  κλίνης,   ἀλλὰ  τοὺς  μετ'  ἀρετῆς  ἀπιόντας μακαρίζωμεν, καὶ ἀρετῆς μὲν ἐπιμελώμεθα, κακίαν δὲ φεύγωμεν. Ἡ μὲν γὰρ καὶ ζῶντας  καὶ ἀπελθόντας  ὠφελεῖ,  αὕτη δὲ ἑκατέρωθεν  παραβλάπτει,  καταισχύνουσά τε τούτους καὶ εἰς τιμωρίας ἀπάγουσα ἀθανάτους. Ὁ δὲ Θεὸς ὁ καὶ τὴν μακαρίαν ταύτην τὴν σήμερον ἡμᾶς συναγαγοῦσαν καὶ ἀποδύσασθαι καὶ παλαῖσαι καὶ νικῆσαι καὶ στεφανωθῆναι καταξιώσας, καταξιώσειε καὶ ἡμᾶς κοινῇ πάντας καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν παρόντα βίον ἐξανύσαντας  μετὰ τῶν αὐτοῦ προσταγμάτων  καὶ νόμων  δυνηθῆναι παρὰ τὰς σκηνὰς τῆς ἁγίας ταύτης ἐλθεῖν, καὶ τῶν ἀθανάτων  ἀγαθῶν  ἀπολαῦσαι· ὧν γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.




Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |