ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΑ Αʹ - Δ΄

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ Αʹ - Δ΄




Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


Dialogus de vita Joannis Chrysostomi


ΚΕΦΑΛΑΙΟΝ  Αʹ

{Ο  ΕΠΙΣΚΟΠΟΣ.}  Τῶν  τοῦ  Θεοῦ δωρημάτων  τὰ  μέν  ἐστιν,  ὡς  ἔοικε,  κοινὰ  καὶ ἀμέριστα, κράτιστε ἀδελφὲ Θεόδωρε, τὰ δὲ κοινὰ καὶ μεριστά. τρίτα τούτων ἐστίν, ἃ οὔτε κοινὰ οὔτε μεριστὰ ἢ ἀμέριστα, ἀλλ' ἴδια κατ' ἐξαίρετον δεδομένα οἷς δίδοται.

{Ο  ∆ΙΑΚΟΝΟΣ.}  ∆εῦρο δὴ φράσον ἡμῖν  ἑκάστου γένους  τὴν  τάξιν· ἀπιθάνως  γὰρ προοιμιάσω.  {Ο  ΕΠΙΣΚ.}  Τὰ τῇ  φύσει  καλά,  ὧν  ἄνευ  τὸ  ζῆν  μιαρόν,  κοινὰ  καὶ ἀμέριστα. {Ο ∆ΙΑΚ.} Οἷον τί, πάτερ; {Ο ΕΠΙΣΚ.} Πρῶτον, ὁ τῶν ὅλων Θεός, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, κοινός ἐστι καὶ ἀμέριστος· ἔξεστι γὰρ τῷ βουλομένῳ  παντὶ  ὅλον αὐτὸν λαβεῖν τῇ θεωρίᾳ,  πραγ μάτων  μὴ πειρώμενον.ἔπειτα μετὰ τὸν Θεὸν αἱ θεῖαι Γραφαὶ καὶ αἱ ὑπερκόσμιαι δυνάμεις.  πρὸς ταύταις οὐρανός, ἥλιος, σελήνη, καὶ σύμπας ὁ τῶν ἄστρων χορός, καὶ αὐτὸς ὁ ἀήρ, κοινὰ καὶ ἀμέριστα, ὅλα ὅλων.  μέχρι τούτων  ἡμῖν ἱστάσθω τῶν  ἀμερίστων τὸ γένος.  ἦν δέ ποτε καὶ ἡ γῆ κοινὴ καὶ ἀμέριστος ἅμα τοῖς τῶν ὑδάτων ῥείθροις· ἐξ οὗ δὲ ὁ τῆςπλεονεξίας οἶστρος ἐνεπετάσθη ταῖς τῶν φιληδόνων  ψυχαῖς, κατέστη τὰ βαρύτερα στοιχεῖα γῆς τε καὶ ὕδατος μεριστά.




{Ο ∆ΙΑΚ.} Σαφέστατα ἔχει τὰ εἰρημένα· προσαναπλήρωσον δὲ τὸν  λόγον  τοῦ δευτέρου γένους  τῶν  μεριστῶν.  {Ο ΕΠΙΣΚ.} Ἐπάναγκές ἐστι μὴ ἀτελὲς καταλεῖψαι τὸ τῆς ὑπο θέσεως ὕφος. χρυσὸς τοίνυν καὶ ἄργυρος καὶ πᾶσα ἡ μεταλλικὴ  φύσις, πρός τε δρυοτομικὴ ὕλη καὶ ὅσα τῶν μέσων, συλλήβδην εἰπεῖν, κοινὰ μέν ἐστιν, ἀλλ' ὅμως μεριστά· οὐ γὰρ παντὶ τῷ θέλοντι ὅλα δι' ὅλου ἐπ' ἐξουσίας ὑπάρχει. {Ο ∆ΙΑΚ.} Εὔδηλος καὶ οὗτος ὁ λόγος. ἀμφιβάλλω δὲ μήποτε   ἀτονήσῃς   περὶ   τὰς   ἀποδείξεις   τοῦ   τρίτου   γένους   τῶν   ἐξαιρέτων, ὑποσχόμενος ὅτι ἔστι τινὰ ἃ μήτε κοινά ἐστι μήτε μεριστά, ἀλλ' ἴδια κατ' ἐξαίρετον τῶν ἀξίων τῆς δωρεᾶς. ἐπιθεὶς οὖν τὴν κορω νίδα τῷ λόγῳ, ἀφήγησαι ἡμῖν πόθεν παραγέγονας καὶ περὶ ὧν ποθοῦμεν μαθεῖν τἀληθῆ. {Ο ΕΠΙΣΚ.} Εἰ μὲν ἐπ' ἐμοὶ κεῖται καὶ τούτων ἔχω τὴν γνῶσιν περὶ ὧν ποθεῖτε μαθεῖν, οὐκ ἀποκνήσω ἢ ἀποκρύψω· τὸ μέντοι χρέος τοῦ λόγου, ὡς ὑπολαμβάνω,  κατὰ δύναμιν προσαποδώσω. παρθενίας γοῦν καὶ τῆς λοιπῆς ἀγαμίας μερισμὸν οὐχ εὑρήσεις· οὐ γάρ εἰσι τοῦ γένους τῶν κοινῶν ἢ τῶν μεριστῶν· ἐπειδὴ οὐ πᾶς ὁ ποθῶν τὸ πρᾶγμα καὶ παρθενεύει, ἀλλ' ὁ δυνάμενος·  τῶν  γὰρ γεγαμηκότων  πολλοὶ  γλίχονται  μέν,  οὐ φθάνουσι δὲ διὰ τὸ προειλῆφθαι ἐν συζυγίαις. ὥσπερ καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι καλεῖ μὲν ὁ κήρυξ τὸν βουλόμενον, στεφανοῖ δὲ τὸν νικήσαντα· τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῆς ἁγνείας, καθὼς τὸ Εὐαγγέλιον λέγει, τοῦ γὰρ Πέτρου ἀνθυπενεγκόντος  τῷ Σωτῆρι· "Εἰ οὕτως ἐστὶν ἡ αἰτία  τοῦ ἀνθρώπου  μετὰ τῆς γυναικός,  οὐ συμφέρει γαμῆσαι"· πρὸς οἷς ἔφησεν  ὁ  Σωτήρ·  "Ἀλλ'  οὐ  πάντων  ἐστὶ  χωρῆσαι  τὸν  λόγον  τοῦτον,  ἀλλ'  οἷς δέδοται." ὁρᾷς, ὅτι οὐ πᾶσιν, "ἀλλ'  οἷς δέδοται"; {Ο ∆ΙΑΚ.}  Ὤμην σε δυσπορίστως ἔχειν περὶ τὴν τῶν ἐξαιρέτων ἀπόδειξιν, ἀλλ', ὡς ἔοικεν, καὶ γραφικῶς καὶ ἰσχυρῶς ἡμᾶς ἔπεισας. {Ο ΕΠΙΣΚ.}  Εἰ ταῦτα σαφῆ σοι καθέστηκεν, καὶ λοιπαῖς  μαρ τυρίαις λιπανῶ τὸν λόγον, ἵν' οἱ φαῦλοι τὴν γνώμην, πεισθέντες ἐκ τούτων, παύσωνται τοῦ ἁρπάζειν ἃ λαβεῖν οὐ δεδύνηνται.  εὕρομεν γὰρ καὶ τὴν ἱερωσύνην παρὰ ταῖς θείαις Γραφαῖς  οὔτε  κοινὴν  οὖσαν  οὔτε  μεριστήν,  ἀλλ'  ἐξαίρετον  τῶν  ἀξίων,  καθὼς νουθετῶν Ἑβραίους λέγει ὁ μεγαλόφρων  Παῦλος· "Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. οὕτως  καὶ Ἀαρών," φησιν, "οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα." ἑξακοσίων γὰρ οὐσῶν χιλιάδων  ἀνδρῶν καὶ πολλῶν ἐν αὐτοῖς ζῆλον ἐχόντων,  εἷς ἀνηγορεύθη ὁ Ἀαρών, οὗ τὸ παράδοξον τῆς ῥάβδου, βλαστησάσης κάρυα, ἐδυσώπησε τοὺς πολλοὺς θεόληπ τον εἶναι τὸν ἱερέα. τινὲς δὲ τῶν  καλῶν  ἀνεπιστήμονες,  πάθει τρωθέντες  κενῆς  εὐδοξίας,  τῶν  κοινῶν  ἢ τῶν μεριστῶν ὑποτοπή σαντες εἶναι ταύτην, αὐτοχειροτόνητοι ἐπισκιρτῶσι τῷ πράγματι, ἄξιον τὸ τέλος τῆς μανίας εὑρόμενοι, αὐτὴν τὴν γῆν τῆς συναγωγῆς τῆς προπετείας τῆς ἑαυτῶν  καταστήσαντες μάρτυρα. ∆αθὰν γὰρ καὶ Ἀβειρών, πορνικῷ  ὀφθαλμῷ τοῦ ἀξιώματος ἐρασθέντες, ὑποβρύχιοι σὺν τοῖς πειθομένοις ἀπώλοντο, αὐτοσχέδιον τάφον τὴν ἑαυτῶν ἐκκλησίαν εὑρόμενοι. μετὰ τούτους Ὀζά, οὐ μεμνη μένος τῶν προλαβόντων,  ὑπὸ τοῦ πάθους συρόμενος, ἤρα τοῦ πράγματος· καὶ δὴ τῆς κιβωτοῦ μιᾷ τῶν ἡμερῶν ἐφ' ἁμάξης ἐν ὁδῷ ἀγομένης, ἔτυχεν τὸν ἕλκοντα μόσχον ὑποτινάξαντα  διασεῖ σαι τὴν κιβωτόν. παρακολουθῶν οὖν Ὀζὰ ἐπελάβετο τῇ χειρί, οὐ συγχωρήσας ἀνατραπῆναι τὸ σκεῦος. ὡς δὲ εἶδεν ὁ Θεός, καὶ οὐκ ἤρεσεν αὐτόν, ὅτι  ἐκ τούτου  γίνεται  συνήθεια  τοῖς  προπετέ  σιν,  εἴργει,  τὸν  Ὀζὰ πατάξας  ἕως θανάτου,  παιδεύων  τοὺς μετὰ ταῦτα παύσασθαι τῆς τοιαύτης μανίας.  ὀψὲ δέ ποτε μετὰ μακροὺς τοὺς χρόνους, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, Σίμων ὁ μάγος ὁ ἀπὸ Γίτθων  τῆς  κώμης,  σοφιστὴς τῶν  ἐναντίων  τῆς  ἀληθείας  δογμάτων,  πανοῦργος ὑπάρχων  ἐν πονηρίαις,  σοφίζεται τὸ πάθος, φοβούμενος δῆθεν τῶν  παλαιῶν  τὴν ἐπιτιμίαν, ἵνα μὴ τὰ ὅμοια σπείρας, θερίσῃ τὰ ἴσα. προσέρχεται τοίνυν κολακείᾳ τοῖς ἀπο στόλοις, τῷ κωδίῳ τὸν λύκον ἐγκρύψας, μετὰ χρημάτων χρυσίου, ὡς οὐ δοκῶν ἁρπάζειν ἃ κακῶς ἀγοράζειν ἐσπούδαζεν, ἐκεῖνα λέγων  ἃ πρέπει ἐκεῖνον καὶ ὅσοι τοῦτον μιμοῦνται. "Λάβετέ," φησι, "τὰ χρήματα ταῦτα καὶ δότε μοι τὴν ἐξουσίαν τῆς ὑμετέρας ἀξίας, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον." ἦν δὲ βεβαπτισμένος εἰς τὸ ὄνομα Ἰησοῦ. ᾧ προσαποκρίνεται ὁ χορὸς τῶν  ἀποστόλων· "Ἄπαγε, ἄνθρωπε· χάρις Θεοῦ πιπρά σκεσθαι οὐκ ἀνέχεται."  ὡς δ' ἐπέμενε κρούων τὴν θύραν τοῖς λόγοις,  ἔφησαν ἐκ δευτέρου· "Τί ἀγοράζεις ὃ δωρεὰν εὑρίσκεις,  βιώσας ἀξίως;"  ὡς  δὲ ἐνενόει  τοῦ βίου τοὺς πόνους  καὶ τὸν  ὄκνον  τῆς  ἑαυτοῦ διανοίας καὶ τὸ τοῦ πράγματος ἄδηλον,  πάλιν ἐγύμνου τὸ χρύσιον τοῦ βαλαντίου, δελεάζειν οἰόμενος ἐν ἀπάτῃ τοὺς μαθητὰς τοῦ Σωτῆρος. ἀγανακτήσας πρὸς τούτοις "ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,"  ἐφθέγξατο διὰ τοῦ Πέτρου λέγων·  "Τὸ ἀργύριόν  σου σὺν σοὶ εἴη  εἰς  ἀπώλειαν,   ὅτι  τὴν  δωρεὰν  τοῦ  Θεοῦ ἐνόμισας  διὰ  χρημάτων  κτᾶσθαι"·  ᾧ  περιέ  θηκεν  τῆς  μετανοίας  τὸ  φάρμακον, ἀλείφων  αὐτὸν  ἐν μακροθυμίᾳ, "Μετανόησον," λέγων,  "εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα"· οὐ  γὰρ  βούλεται  τῶν  πλημμελούντων   τὴν  ἀπώλειαν  φιλόψυχος  ὤν. ἀποδεδειγμένων  οὖν κατὰ δύναμιν τῶν προειρη μένων,  Θεόδωρε μεγαλώνυμε,  καὶ μυστηρίων τῆς ἀληθείας  διάκονε,  πύθου παρ' ἡμῶν  περὶ ὧν προείλου μαθεῖν.  {Ο ∆ΙΑΚ.}  Πόθεν σε νῦν  παραγενόμενον  ἔχομεν τέως;  {Ο ΕΠΙΣΚ.}  Ἀπὸ τῆς ἀνατολῆς δηλονότι· ἐν πρώτοις γὰρ νῦν τὴν Ῥώμην τεθέαμαι. {Ο ∆ΙΑΚ.} Τί σε μάλιστα ἤγαγεν; {Ο ΕΠΙΣΚ.}  Ὁ τῆς ὑμετέρας εἰρήνης πόθος. {Ο ∆ΙΑΚ.} Ἄλλη γάρ τίς ἐστι παρὰ τὴν

ὑμετέραν; {Ο ΕΠΙΣΚ.} Οὐκ ἔστι μὲν ἄλλη, ἀλλὰ καὶ πάνυ γε μία, ἣν ἐκ τῶν οὐρανῶν δέδωκεν ὁ Σωτὴρ εἰρηκὼς τοῖς ἀποστόλοις· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." ὑπὲρ δὲ βεβαίας  χάριτος  ἐδευτέρωσεν·  "Εἰρήνην  τὴν  ἐμὴν  ἀφίημι  ὑμῖν,"  –τὸ  μὲν  οὖν, "δίδωμι,"  τάξας ἐφ' ἑαυτοῦ, τὸ δέ, "ἀφίημι,"  ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου, ἵν'  ἐν Πνεύματι διὰ Χριστοῦ τὴν  τοῦ  Πατρὸς ἀποκαλύψωσι  γνῶσιν  τοῖς  ἔθνεσιν.  ἀλλ' ὥσπερ ἐπὶ τῶν παραλυθέντων μελῶν αἱ τῆς ψυχῆς ἐνέργειαι ἐπὶ τὰ ὑγιεινότερα τῶν μελῶν ἀνακάμπτουσι μέρη, τοῦτο δὴ πέπονθε καὶ ἡ ἀθλία ἑῴα. παραλυθέντων  γὰρ αὐτῆς τῶν μελῶν καὶ τὰς οἰκείας ἐνεργείας ἀποτελεῖν  μὴ δυνα μένων διὰ τὴν τῆς ὁμονοίας  φυγήν,  οἱ πλεῖστοι  τῶν  εὐζώνων  καὶ  γλιχομένων   αὐτῆς  φυγάδες  τῆς χώρας   κατέστημεν,   ἀκινδύνως   καὶ   ἀπραγμόνως   οἰκεῖν   τὴν   θρεψαμένην   οὐ δυνάμενοι διὰ τὴν σχέσιν τῆς ἀληθείας,  εἴ πως ὑμᾶς εὑρόντες, τὰς ὀλίγας ταύτας ἡμέρας τὰς λειπομένας τῷ βίῳ κατὰ τὸ Εὐαγγέλιον ζήσωμεν. {Ο ∆ΙΑΚ.} Ὡς ἔοικε, θαυμάσιε πάτερ, ὑπὸ τῆς προνοίας ἡμῖν ἀπεστάλης· συνᾴδουσαν γὰρ εὑρίσκω ταῖς ἡμετέραις ἀνίαις τὴν σὴν ἀλγηδόνα.  οἶμαι γάρ σε τῆς συνόδου εἶναι Ἰωάννου  τοῦ ἐπισκόπου  Κωνσταντινουπόλεως.   {Ο  ΕΠΙΣΚ.}  Οὕτως ἔχει  ὡς  εἴρηκας.  {Ο  ∆ΙΑΚ.} Παρακέκλησο τοίνυν,  ἐπὶ Θεοῦ μάρτυρος, μετὰ πάσης ἀληθείας ἡμῖν διηγήσασθαι περὶ ὧν κατὰ μέρος μαθεῖν ἐπειγό μεθα· ὡς εἰδὼς τοῦτο, ὅτι εἴ τι παρὰ τὴν ἀλήθειαν ἡμῖν ἀπαγ γείλῃς,  ἕξεις μὲν τὸν Θεὸν δικαστὴν καὶ κριτήν,  ἐλεγχθήσῃ δὲ καὶ παρ' ἡμῶν ἑτέρως μαθόντων.  οὐ γὰρ εἷς ἢ δύο ἢ τρεῖς ἢ δέκα ἢ οἱ τυχόντες ἡμῖν ἀφηγήσαντο  περὶ τῶν  ἐν Κωνσταντινουπόλει  συμβάντων,  ἀλλὰ  καὶ πλείους,  καὶ τούτων  οἱ μὲν ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ τοῦ τάγματος τῶν  μοναχῶν.  καὶ εἰ βούλει  συντόμως  μαθεῖν  τὰ  τῆς  ἐκκλησίας  Ῥωμαίων,   παρέχω  σοι τὴν  γνῶσιν. πρῶτος πάντων παραγέγονε πρὸς ἡμᾶς ἀναγνώστης Ἀλεξανδρεὺς μετὰ γραμμάτων Θεοφίλου τοῦ πάπα, ἐν οἷς προσ ανέφερεν καθῃρηκέναι τὸν Ἰωάννην.  οἷς γράμμασιν ἐντυχὼν  ὁ μακάριος πάπας Ἰννοκέντιος  μικρὸν ἀνετράπη,  προπετείας  καὶ τύφου καταγνοὺς Θεοφίλου, ὅτι καὶ μόνος γεγράφηκε καὶ σαφῆ τὴν γνῶσιν οὐκ ἔπεμψεν, ἢ δι' ὃ καθεῖλεν ἢ μετὰ τίνων καθεῖλεν. ἐπὶ τούτοις διαπορῶν ἔμενεν, ἀντιγράφειν  οὐ θέλων   διὰ   τὸ   κοῦφον   τοῦ   πράγματος.   ἐν   οἷς   Εὐσέβιός  τις   διάκονος   τῆς Κωνσταντινου πολιτῶν ἐκκλησίας, ἐκκλησιαστικῶν ἕνεκεν διατρίβων ἐν τῇ Ῥώμῃ, προσελθὼν τῷ πάπᾳ Ἰννοκεντίῳ, ἐντευκτικοὺς λιβέλλους ἐπέδωκεν, ὁρκίζων αὐτὸν μικρὸν  ἀναμεῖναι   χρόνον,   ὀψόμενον   τῆς  συσκευῆς  τὴν   ἀποκάλυψιν.    ἐν  οἷς ἐπέστησαν μετὰ  τρεῖς  ἡμέρας  ἐπίσκοποι  τέσσαρες τοῦ  μέρους  Ἰωάννου,   ἄνδρες εὐλαβεῖς, Παν σόφιος Πισιδίας, Πάππος Συρίας, ∆ημήτριος Γαλατίας δευτέρας, Εὐγένιος Φρυγίας, ἀναδόντες ἐπιστολάς, μίαν πρὸς ταῖς δυσί, τὴν μὲν Ἰωάννου τοῦ ἐπισκόπου, τὴν δὲ τεσσαράκοντα ἐπισκόπων  ἑτέρων κοινωνικῶν  Ἰωάννου, τὴν δὲ λοιπὴν τοῦ κλήρου Ἰωάννου,  συμφώνους τὰς τρεῖς ἀπαιδεύτων  θόρυβον σημαινούσας. εἶχεν δὲ τὸ ὕφος τῆς ἐπιστολῆς τοῦ ἐπισκόπου Ἰωάννου·


 ΚΕΦΑΛΑΙΟΝ Βʹ


 "Τῷ δεσπότῃ μου αἰδεσίμῳ καὶ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰννο  κεντίῳ  Ἰωάννης  ἐν Κυρίῳ χαίρειν.   "Καὶ πρὸ  τῶν  γραμμάτων  οἶμαι  τῶν  ἡμετέρων  ἀκηκοέναι  τὴν εὐλάβειαν  ὑμῶν  τὴν παρανομίαν  τὴν ἐνταῦθα  τολμηθεῖσαν.  τὸ γὰρ μέγεθος τῶν δεινῶν  οὐδὲ ἓν μέρος τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς  ταύτης τραγῳδίας,   ἀλλὰ  καὶ  πρὸς  αὐτὰς  τὰς  τῆς  γῆς  ἐσχατιὰς  φέρουσα  ἡ  φήμη  τὰ γεγενημένα,  πολὺν  πανταχοῦ  θρῆνον  καὶ ὀλοφυρμὸν  εἰργάσατο.  ἀλλ'  ἐπειδὴ  οὐ θρηνεῖν δεῖ ταῦτα μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν ὅπως ἂν ὁ χαλεπώτατος οὗτος σταίη χειμὼν  τῆς ἐκκλησίας, ἀναγκαῖον  εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους  καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον,  Πανσόφιον, Πάππον, Εὐγένιον πεῖσαι, τὰς ἑαυτῶν ἐκκλησίας ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου,  καὶ  μακρὰν  ἀποδημίαν  στείλασθαι,  καὶ  πρὸς  τὴν  ὑμετέραν  δραμεῖν ἀγάπην,  καὶ πάντα  σαφῶς ἀνα διδάξαντας  ταχίστην  παρασκευάσαι γενέσθαι  τὴν διόρθωσιν.  οἷς  καὶ  τοὺς  τιμιωτάτους  καὶ ἀγαπητοὺς  διακόνους  Παῦλον  καὶ Κυριακὸν συνεπέμψαμεν. καὶ οὗτοι δέ, ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξουσιν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. ὁ γὰρ τῆς ἐκκλησίας τῆς Ἀλεξανδρείας τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων  τινῶν  τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ' αὐ τοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ' ἑαυτοῦ πλῆθος Αἰγυπτίων οὐκ ὀλίγων  παραγίνεται,  καθάπερ ἐκ προοιμίων   δεῖξαι βουλόμενος,  ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφικνεῖται.  εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς  Κωνσταντινουπόλεως ἐπιβάς, οὐκ εἰς ἐκκλησίαν ἦλθεν  κατὰ τὸν ἄνωθεν  κρατήσαντα θεσμόν, οὐχ ἡμῖν συνεγένετο,  οὐ  λόγων  μετέδωκεν,  οὐκ  εὐχῆς,  οὐ  κοι  νωνίας·  ἀλλ'  ἀποβὰς  τοῦ πλοίου καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο. καὶ πολλὰ παρακαλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγε νομένους παρ' ἡμῖν καταχθῆναι (καὶ γὰρ πάντα ηὐτρέπιστο καὶ καταγώγια καὶ ὅσα εἰκὸς ἦν), οὔτε ἐκεῖνοι οὔτε αὐτὸς ἠν έσχετο. ταῦτα ὁρῶντες ἡμεῖς ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ' ὅμως τὰ παρ' ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες  συγγενέσθαι ἡμῖν καὶ εἰπεῖν  τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισεν  πόλεμον  καὶ  τηλικαύτην   ἐσκανδάλισεν  πόλιν.   ὡς  δὲ  οὐδὲ  οὕτως ἐβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς ἐκέλευσεν  πέραν,  ἔνθα  διέτριβεν, ἀπιέναι  καὶ τῆς  κατ' αὐτὸν ἀκούειν ὑποθέσεως· καὶ γὰρ ἔφοδον καὶ σφαγὰς καὶ ἕτερα ἐνεκάλουν μυρία. ἀλλ' ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες, "μὴ δεῖν ὑπερορίας ἕλκεσθαι τὰς δίκας, ἀλλ' ἐν ταῖς ἰδίαις  ἐπαρχίαις  τὰ τῶν  ἐπαρχιῶν  γυμνά  ζεσθαι," οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃ τησάμεθα τῆς σφοδρότητος. ὁ δέ, ὥσπερ τοῖς προτέροις ἐπαγω νιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν ἐξ αὐθεντείας πολλῆς, ὥσπερ χηρευσάσης ἤδη τῆς ἐκκλησίας καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι' ἐκείνου τὸν κλῆρον πάντα πρὸς ἑαυτὸν μετ έστησεν. καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγίνοντο,  ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν,  παρασκευαζομένων λιβέλλους  διδόναι καθ' ἡμῶν,  πρὸς κατηγορίαν ἀλειφομένων.  καὶ ταῦτα ποιήσας  ἔπεμπεν καὶ ἐκάλει εἰς δικαστήριον ἡμᾶς, οὐδέπω τὰς καθ' ἑαυτὸν ἀποδυσάμενος αἰτίας· ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ  παρὰ  πάντας   νόμους  ἦν.   ἀλλ'   ἡμεῖς  συνειδότες,   ὅτι  οὐ  πρὸς  δικαστὴν ἀφικνούμεθα  (ἦ γὰρ μυριάκις ἂν παρεγενόμεθα),  ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τὰ ἔμπροσθεν καὶ τὰ μετὰ ταῦτα  ἐδήλωσεν,  ἀπεστάλκαμεν  πρὸς αὐτὸν ἐπισκόπους, τὸν  Πισινοῦντος ∆ημήτριον,  τὸν  Ἀπαμείας Εὐλύσιον, τὸν  Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας  ἀποκρινόμενοι  καὶ λέγοντες  μὴ παραιτεῖσθαι  κρίσιν,  ἀλλ'  ἐχθρὸν  καὶ πολέμιον φανερόν.  ὁ γὰρ λιβέλλους μηδέπω δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν ἐκκλησίας καὶ κοι νωνίας καὶ εὐχῆς, καὶ κατηγόρους ἀλείφων,  καὶ κλῆρον μεθιστάς, ἐκκλησίας ἐρημῶν, πῶς ἂν εἴη δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβῆναι οὐδαμόθεν αὐτῷ προσήκοντα; οὔτε γὰρ ἀκό λουθον ἦν τὸν ἐξ Αἰγύπτου εἰς Θρᾴκην δικάζειν,  καὶ τὸν ὑπεύ θυνον ὄντα αἰτιῶν καὶ ἐχθρὸν καὶ πολέμιον. ἀλλ' ὅμως οὐδὲν τούτων αἰδεσθείς, ἀλλ' ὅπερ ἐβουλεύετο, πληρῶσαι ἐπειγόμενος,   ἡμῶν  δηλωσάντων   ὅτι  ἕτοιμοί ἐσμεν>,  καὶ  ἑκατὸν  καὶ  χιλίων ἐπισκόπων  παρόντων,   ἀποδύσασθαι  τὰ  ἐγκλήματα  καὶ  δεῖξαι  ὄντας  καθαροὺς ἑαυτούς,  ὥσπερ οὖν καί ἐσμεν, οὐκ ἠνέσχετο.  ἀλλ'  ἀπόντων  ἡμῶν,  καὶ σύνοδον ἐπικαλουμένων,  καὶ κρίσιν ἐπιζητούντων,  καὶ ἀκρόασιν οὐ φευγόντων, ἀλλ' ἀπέχθειαν φανεράν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ' ἐμοῦ δεδεμένους ἔλυσεν, καὶ αὐτῶν  ἐκείνων  οὐδέπω τὰ ἐγκλήματα  ἀποδυσα μένων  λιβέλλους  ἐλάμβανεν, καὶ ὑπομνήματα ἔπραττεν,  ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνα καὶ ἀκολουθίαν ἦν.  καὶ  (τί  γὰρ δεῖ  τὰ  πολλὰ  λέγειν;)  οὐκ ἀπέστη πάντα  ποιῶν  καὶ  πραγμα τευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντείας ἁπάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλεν. καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἡμῖν συσσυρομένου, ἑλκόμενος  ὑπὸ τοῦ κουριώσου τῆς πόλεως  ἐν μέσῃ τῇ πόλει,  καὶ πρὸς  βίαν  συρόμενος κατηγόμην,  καὶ  εἰς  πλοῖον  ἐνεβαλλόμην,   καὶ  διὰ  νυκτὸς ἀπέπλεον,  ἐπεὶ σύνοδον πρὸς δικαίαν κρίσιν ἐκάλουν.  τίς ἂν ταῦτα ἀδακρυτί, κἂν λιθίνην ἔχῃ τὴν καρδίαν, ἀκούσῃ; ἀλλ' ἐπειδή, καθάπερ ἔφθην εἰπών, οὐ θρηνεῖν δεῖ μόνον,   ἀλλὰ  καὶ  διορθοῦν,  τὴν  ὑμετέραν  ἀγάπην  παρακαλῶ  διαναστῆναι  καὶ συναλγῆσαι καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταυτὶ τὰ κακά. οὐδὲν γὰρ ἐνταῦθα τῆς παρανομίας  αὐτῶν  κατέλυσεν,  ἀλλὰ  καὶ μετὰ ταῦτα  τοῖς  προτέροις ἐπαπεδύετο. ἐπειδὴ γὰρ ὁ εὐσεβέ στατος βασιλεὺς ἐπιπηδήσαντας τῇ ἐκκλησίᾳ ἀναισχύντως  καὶ ἀδίκως ἐξέβαλεν, καὶ πολλοὶ τῶν ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν εἰς τὰ ἑαυτῶν   ἀνεχώρησαν,   τὴν   ἔφοδον   αὐτῶν   ὥσπερ  πυρὰν  πάντα   ἐπινεμομένην φεύγοντες· ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἀνεκαλούμεθα καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων δὲ ἡμᾶς τριάκοντα εἰσαγαγόντων,  καὶ τοῦ θεοσεβεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνοςδὲἐδραπέτευσεν εὐθέως,  τίνος  ἕνεκεν  καὶ διὰ τί  μὴ γινώσκοντες.  εἰσελθόντες  οὖν παρεκαλοῦμεν  τὸν θεοσεβέστατον βασιλέα σύνοδον συναγαγεῖν  εἰς ἐκδικίαν  τῶν γεγενημένων.  συνειδὼς τοίνυν ἅπερ ἔδρασε, καὶ τὸν ἔλεγχον δεδοικώς, τῶν γραμμάτων τῶν βασιλικῶν πανταχοῦ διαπεμφθέντων καὶ παν ταχόθεν πάντας συναγαγόντων,  λάθρᾳ μέσον νυκτῶν  εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλών,  οὕτως ἀπέδρα μεθ' ἑαυτοῦ πάντας ἐπαγόμενος.   ἀλλ'  ἡμεῖς οὐδὲ οὕτως ἀπέστημεν, διὰ τὸ τῷ συνειδότι τῷ ἡμετέρῳ θαῤῥεῖν, τὰ αὐτὰ πάλιν  παρακαλοῦντες  τὸν εὐσε βέστατον βασιλέα. ὃς καὶ πρέποντα ποιῶν αὐτοῦ τῇ εὐσεβείᾳ, ἔπεμψε πάλιν  πρὸς αὐτὸν ἐν τάχει  ἐξ Αἰγύπτου ἀνιέναι  καὶ τοὺς μετ'  αὐτοῦ πάντας,  ὥστε δοῦναι  λόγον  τῶν γεγενημένων,    καὶ  μὴ  τὰ  ἀδίκως  οὕτως  ἐκ  μιᾶς  μοίρας  καὶ  ἀπόντων   ἡμῶν τολμηθέντα,  καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν αὐτοῦ. ὁ δὲ οὐδὲ βασιλικῶν ἠνέσχετο γραμμάτων,  ἀλλ' ἔμενεν οἴκοι προβαλλόμενος στάσιν τοῦ δήμου καὶ σπουδὴν ἄκαιρόν τινων  δῆθεν ἀντεχομένων  αὐτοῦ· καί τοι γε πρὸ τῶν  γραμμάτων  τῶν  βασιλικῶν  αὐτὸς  οὗτος ὁ δῆμος μυρίαις αὐτὸν  ἦν  πλύνας λοιδορίαις. ἀλλ' οὐ ταῦτα περιεργαζόμεθα νῦν· ἀλλ' ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη,  ταῦτ' εἰρήκαμεν. πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ' ἐπε κείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι καὶ κρίσιν καὶ ἀκρόα σιν· ἕτοιμοι γὰρ ἦμεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους  ὄντας,  ἐκείνους τε τὰ ἔσχατα παρανομήσαντας. ἦσαν δὲ καί τινες Σύροι τῶν τότε μετ' αὐτοῦ παρόντων ἐνταῦθα ἀπολειφθέντες  οἳ κοινῇ  μετ'  αὐτοῦ  τὸ  πᾶν  ἐδραματούργησαν.  καὶ  πρὸς τούτοις ἕτοιμοι ἦμεν  δικάζεσθαι, καὶ πλειστάκις  ἠνωχλήσαμεν  ὑπὲρ τούτου,  ἀξιοῦντες  ἢ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγόρων, ἢ φύσεις ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐ δενὸς τούτων ἐτύχομεν, ἀλλὰ πάλιν ἐξώσθημεν τῆς ἐκκλησίας. πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα  τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; ἡμῶν γὰρ αὐτὰ ταῦτα, ἅπερ ἔμπροσθεν εἶπον, προτεινόντων,  ἀθρόον στρατιωτῶν  πλῆθος αὐτῷ τῷ μεγάλῳ  σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν  τῆς ἡμέρας ἐπειγομένης,  ταῖς  ἐκκλησίαις ἐπεισῆλθον,  τόν τε κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς  βίαν  ἐξέβαλον   καὶ  ὅπλοις   τὸ  βῆμα  περιεστοιχίζετο.   καὶ  γυναῖκες   τῶν εὐκτηρίων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ' αὐτὸν τὸν καιρόν, γυμναὶ ἐφυγαδεύοντο  ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς  ταύτης  ἐφόδου,  οὐδὲ τὴν  πρέπουσαν εὐσχημοσύνην   γυναιξὶ   συγχωρούμεναι   περιθέσθαι.   πολλαὶ   δὲ   καὶ   τραύματα δεξάμεναι ἐξεβάλλοντο,  καὶ αἵματος αἱ κολυμβῆθραι ἐπλη ροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν τοιούτων τραυμάτων ἐφοινίσσετο νάματα. καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν· ἀλλ' ἔνθα τὰ ἅγια ἀπέκειντο, ἐλθόντες οἱ στρατιῶται (ὧν ἔνιοι, καθὼς ἔγνω μεν, καὶ ἀμύητοι ἦσαν) πάντα ἐθεώρουν τὰ ἔνδον· καὶ τὸ ἁγιώ τατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων ἱμάτια ἐξεχεῖτο. καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβα ρικῇ πάντα ἐτολμᾶτο. καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω  τῆς  πόλεως  ἔφευγεν·  καὶ  κεναὶ  ἐν  ἑορτῇ  τοιαύτῃ  αἱ  ἐκκλησίαι  τῶν  λαῶν ἐγίνοντο,  καὶ πλείους ἢ τεσσα ράκοντα ἐπίσκοποι, οἱ κοινωνοῦντες  ἡμῖν, μετὰ τοῦ λαοῦ εἰκῆ καὶ μάτην ἐλαυνόμενοι. καὶ ὀλολυγαὶ πανταχοῦ καὶ οἰμωγαὶ καὶ κωκυτοὶ καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ  τὸ  πᾶν  τῆς  πόλεως  μέρος τῶν  συμφορῶν  ἐπληροῦτο  τούτων.  διὰ  γὰρ  τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον,  ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες  συνήλγουν  ἡμῖν· οὐχ οἱ ὁμόδοξοι μόνον,  ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβῳ καὶ ταραχαῖς καὶ ὀλολυγαῖς πάντα ἦν. καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαμβανούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ τῶν διακόνων προηγουμένους ἔχοντες. ἡμέρας δὲ γενομένης,   πᾶσα ἡ πόλις ἔξω τειχέων μετῳκίζετο, ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα, τὴν ἑορτὴν ἐπιτελοῦντες.  ἔξ εστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὅπερ γὰρ ἔφθην εἰπών,  οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ τὰ καθ' ἕκαστον γενόμενα.  καὶ τὸ δὴ χαλεπόν, ὅτι τοσαῦτα καὶ τηλι καῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα  λύσεως,  ἀλλ'   ἐπιτείνεται   καθ'  ἑκάστην  ἡμέραν  τὸ  δεινόν,   καὶ  γέλως γεγόναμεν   πολλοῖς·  μᾶλλον   δὲ  γελᾷ  μὲν  οὐδείς,   κἂν  μυριάκις  παρανομήσῃ, θρηνοῦσι δὲ πάντες,  ὅπερ ἔφην,  τὸν  κολοφῶνα  τῶν  κακῶν,  τὴν  καινὴν  ταύτην παρανομίαν.  τίς ἂν εἴποι τὰς τῶν  λοιπῶν  ἐκκλησιῶν  ταραχάς; οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ χαλεπόν, ἀλλὰ μέχρι τῆς ἑῴας ἔφθασεν. καὶ καθάπερ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος τὰ λοιπὰ διαφθεί ρεται μέλη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τινος  τῆς μεγάλης  ταύτης πόλεως  τῶν  κακῶν  ἀρξαμένων,  ὁδῷ τὰ τῶν  θορύβων πανταχοῦ προέβη. καὶ κληρικοὶ πανταχοῦ ἐπανέστησαν ἐπι σκόποις, καὶ λαοί, οἱ μὲν διετμήθησαν, οἱ δὲ μέλλουσι· καὶ πανταχοῦ κακῶν ὠδῖνες καὶ τῆς οἰκουμένης πάσης ἀνατροπή. μαθόντες τοίνυν ἅπαντα, κύριοι τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν   ταῖς   ἐκκλησίαις   ἀνα   στεῖλαι   [παρακαλοῦμεν].    εἰ   γὰρ   τοῦτο κρατήσειεν  τὸ  ἔθος,  καὶ  ἐξὸν  γένηται  τοῖς  βουλομένοις  εἰς  ἀλλοτρίας  ἀπιέναι ἐπαρχίας ἐκ τοσούτων διαστημάτων καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοιεν,  κατ' ἐξουσίαν ἰδίαν   πράττοντες   ἅπερ  ἂν  ἐθέλοιεν,   ἴστε,  ὅτι  πάντα   οἰχήσεται  καὶ  πόλεμος ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην,  πάντων  πάντας τε βαλλόντων  καὶ βαλλομένων.   ἵν'  οὖν  μὴ  τοσαύτη  σύγχυσις  καταλάβῃ  τὴν  ὑφ'  ἡλίῳ  πᾶσαν,   ἐπιστεῖλαι παρακαλῶ τὰ μὲν οὕτως γεγενημένα  παρανόμως ἀπόντων  ἡμῶν καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτουμένων  κρίσιν, μηδεμίαν ἔχειν ἰσχύν (ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει), τοὺς δὲ τοιαῦτα παρανομήσαντας τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τοῦ ἐκκλησιαστικοῦ νόμου· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐληλεγμένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν πραγμάτων ἀπολαύειν τῶν ὑμετέρων συνήθως, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων,  ὥσπερ καὶ ἔμπροσθεν. εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες τὰ ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον,   τῶν   ὑπομνημάτων   ἡμῖν  δοθέντων,   τῶν  λιβέλλων   τῶν  κατηγόρων φανέντων,  δικαστηρίου  καθίσαντος  ἀδεκάστου,  καὶ  δικασώμεθα  καὶ ἀπολογησώμεθα καὶ δείξωμεν  ἑαυτοὺς ἀνευθύνους  τῶν  ἐπαγομένων  ἡμῖν,  ὥσπερ οὖν καί ἐσμεν. τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν ἐκτός εἰσι πάσης ἀκολουθίας καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ.καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ;οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικα στηρίοις τοιαῦτα ἐτολμήθη ποτέ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ. οὐδὲ Σκύθαι καὶ Σαρμάται οὐκ ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες,  ἀπόντος  τοῦ αἰτιωμένου,  καὶ παραιτου μένου  οὐ κρίσιν,  ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν λέγοντος εἶναι, ἑτοίμου ὄντος τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἀθῷον ἐν ἅπασιν ὄντα. ταῦτ' οὖν ἅπαντα λογισάμενοι καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν  ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες,  τὴν αρ' ἑαυτῶν εἰσενεγκεῖν σπουδὴν παρακέκλησθε. οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσησθε,   ἀλλὰ  καὶ τῷ  κοινῷ  τῶν  ἐκκλησιῶν,  καὶ τὸν  παρὰ Θεοῦ λήψησθε μισθόν, τοῦ διὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος διηνεκῶς. ἐγράφη δὲ αὕτη καὶ πρὸς Βενέριον, ἐπίσκοπον Μεδιο λάνου, καὶ Χρωμάτιον, ἐπίσκοπον Ἀκυληΐας.  "Ἔῤῥωσο ἐν  Κυρίῳ."


ΚΕΦΑΛΑΙΟΝ  Γʹ


 Πρὸς τούτοις  ἀνταπέστειλεν  ὁ μακάριος  Ἰννοκέντιος   ὁ  πάπας  ἀμφοτέροις  τοῖς  μέρεσι  τὰ  ἴσα  τῆς  κοινωνίας, ἀθετήσας τὴν δόξασαν γεγενῆσθαι κρίσιν παρὰ Θεοφίλου, εἰπὼν δεῖν ἑτέραν ἀνεπίληπτον  συγκροτηθῆναι σύνοδον δυτικῶν  τε καὶ ἀνατολικῶν,  ὑποχωρούντων τοῦ συνεδρίου φίλων πρῶτον, ἔπειτα καὶ ἐχθρῶν, οὐδὲ γὰρ παρ' ὁποτέρων, ὡς ἐπὶ τὸ πλεῖστον,  ὀρθὸν  αὐτῶν  ἐστι τὸ κριτήριον.  μετ'  ὀλίγας  πάλιν  ἡμέρας ἐπέστη τις πρεσβύτερος Θεοφίλου Πέτρος, ἅμα Μαρτυρίῳ διακόνῳ τῆς Κωνσταντινου πολιτῶν, ἐπιδόντες ἐπιστολὰς τοῦ αὐτοῦ καί τινα ὑπομνημάτια δῆθεν, ἐν οἷς ἐδόκει κατακεκρίσθαι ὁ Ἰωάννης  παρὰ τριάκοντα ἓξ ἐπισκόπων,  ὧν οἱ μὲν εἴκοσι ἐννέα ἦσαν Αἰγύπτιοι, ἑπτὰ δὲ τῶν ἄλλων  κλιμάτων.  οἷς ὑπομνήμασιν ἐντυχὼν  ὁ πάπας Ἰννοκέντιος,  καὶ εὑρὼν μήτε τὰς αἰτίας οὔσας βαρείας, μήτε τὸν Ἰωάννην  παρόντα καὶ κατὰ πρόσωπον ἐλεγχθέντα,  ἔμενεν  κατα συρίζων τῆς Θεοφίλου μανίας,  ὅτι κατὰ ἀπόντος  τοιαύτην  ἀπό τομον  ἐξέβρασε ψῆφον.  ἀπολύσας οὖν  αὐτοὺς μετὰ ἐλεγκτικῶν   γραμμάτων,   ηὔχετο   τὸν   Θεὸν  ἱκετεύων   μετὰ  νηστείας,   καὶ  τῆς ἐκκλησίας παραλυθῆναι  μὲν  τὴν  διχοστασίαν,  συναρμοσθῆναι   δὲ τὴν φιλαδελφίαν. ἦν δὲ τῆς ἐπιστολῆς ἡ δύναμις αὕτη· "Αδελφὲ Θεόφιλε, ἡμεῖς καί σε ἴσμεν κοινωνικὸν  καὶ τὸν  ἀδελφὸν  Ἰωάννην,   ὡς  καὶ ἐν  τοῖς  πρώτοις  γράμμασι φανερὰν ἡμῶν τὴν γνώμην ἐποιήσαμεν. καὶ νῦν δὲ οὐκ ἐκστάντες τῆς αὐτῆς προαι ρέσεως, πάλιν σοι τὰ αὐτὰ γράφομεν καὶ ὁσάκις ἂν ἀποστείλῃς· ὅτι, ἐὰν μὴ δέουσα κρίσις παρακολουθήσῃ ἐπὶ τοῖς παιγνιωδῶς  γεγενημένοις,  ἀμήχανόν ἐστιν ἀλόγως ἡμᾶς ἀποστῆναι τῆς Ἰωάννου κοινωνίας.  ὡς γοῦν, εἰ θαῤῥεῖς σὺ τῷ κριτηρίῳ, ἀπάν τησον τῇ κατὰ Χριστὸν γινομένῃ  συνόδῳ, κἀκεῖ τὰς αἰτίας γυμνάσας ὑπὸ μάρτυσι τοῖς Νικαίας κανόσιν (ἄλλον  γὰρ κανόνα  ἡ Ῥωμαίων  οὐ παραδέχεται  ἐκκλησία), ἀναντίῤῥητον  τὴν  ἀσφάλειαν  σχήσῃ." μικροῦ δὲ παριππάσαντος  χρόνου,  ἐπέστη πρεσβύτερος Κωνσταντινουπόλεως Θεότεκνος ὀνόματι, ἐπιδοὺς ἐπιστολὰς τῆς συνόδου τῆς Ἰωάννου  εἴκοσι πέντε ἐπισκόπων μικρῷ πρός· ἐν οἷς ἀνεδίδαξαν καὶ στρατιωτικῇ  βοηθείᾳ ἐκβε βλῆσθαι τὸν Ἰωάννην  τῆς πόλεως,  καὶ εἰς ἐξορίαν ἐν Κουκουσῷ πεπέμφθαι, καὶ τὴν ἐκκλησίαν ἐμπεπρῆσθαι, ᾧ καὶ αὐτῷ δοὺς κοινωνικὰ γράμματα  πρός τε  τὸν  ἐπίσκοπον  Ἰωάννην  καὶ  πρὸς τοὺς  αὐτῷ  κοινωνοῦντας, παρεκάλει μετὰ δακρύων μακροθυμεῖν, βοηθεῖν οὐ δυνάμενος διὰ τὸ ἀντιπράττειν τινὰς  τοὺς  τὸ  κακὸν  δυναμένους.   μετὰ  μικρὸν  ὕστερον  ἐπέστη  ἀνθρωπίσκος, δυσειδὴς    ἰδεῖν,   δυσμενὴς  νοηθῆναι  Πάτερνος  τοὔνομα,  λέγων  ἑαυτὸν  πρεσ βύτερον τῆς Κωνσταντινουπολιτῶν  ἐκκλησίας· ὃς καὶ αὐτὸς ὅλος δι' ὅλου σεσοβημένος, ἐκ τοῦ εἴδους τὴν ἔχθραν ἐπιδεικνύων,  πολλὰς καταχέων  λοιδορίας κατὰ τοῦ ἐπισκόπου Ἰωάννου,  ἐπιδέδωκεν γράμματα ἐπισκόπων ὀλίγων,  Ἀκακίου, Παύλου, Ἀντιόχου, Κυρίνου, Σευηριανοῦ, καὶ ἑτέρων τινῶν,  ἐν οἷς συκο φαντοῦσι τὸν Ἰωάννην  ὡς καύσαντα τὴν ἐκκλησίαν. οὕτως ψευδὴς ἡμῖν ἐφάνη ὁ λόγος, ὡς μηδὲ διὰ τοῦτο δοῦναι ἀπολογίαν τὸν Ἰωάννην ἐν ἐπισήμῳ συνόδῳ· οὗ καταπτύσας ὁ  πάπας  Ἰννοκέντιος,   οὐδὲ  ἀντιγράφων   ἠξίωσεν.  {Ο  ΕΠΙΣΚ.}   Καταξίωσον οὖν ὑποσχεῖν μοι τὴν ἀκοήν, ἵνα σοι καθ' ἕκαστον ἀφηγήσωμαι· πάνυ γάρ, ὡς λέγει ὁ Ἐλιοῦς τῷ  Ἰώβ,  "Συνέχει  με τὸ πνεῦμα  τῆς  γαστρός," –"γαστέρα" τὴν  διάνοιαν αἰνιττόμενος πεπληρωμένην λόγων. {Ο ∆ΙΑΚ.} Ἀναγκαῖόν ἐστιν ἐκπληρῶσαί με, ἀγαθώτατε πάτερ, τὴν ἀκρίβειαν τῶν καθ' ἡμᾶς φθασάντων,  ἵν' οὕτως ἄρξωμαι τῆς πρὸς σὲ ἐρωτήσεως. πάλιν τοίνυν μεθ' ἡμέρας τινὰς ἐπέστη ὁ Συννάδων ἐπίσκοπος Κυριακός, γράμματα μὲν οὐκ ἔχων, ἱκανὸς δὲ πρὸς διήγησιν ἐναρμόνιον· ὃς ἔλεγεν πεφευγέναι διὰ τὴν τοῦ βασιλικοῦ διατάγματος ἀπειλὴν περιέχουσαν, ὅτι "Εἴ τις οὐ κοινωνεῖ  Θεοφίλῳ  καὶ  Ἀρσακίῳ καὶ  Πορφυρίῳ,  ὁ  τοιοῦτος  τῆς  μὲν  ἐπισκοπῆς εἰργέσθω· προσαπολλύτω  δέ, εἴ τινα  δοκεῖ ἔχειν  οὐσίαν χρημάτων  ἢ κτημάτων." μετὰ  τὸν  Κυριακὸν  παρεγένετο  Εὐλύσιος,  ὁ  Ἀπαμείας  ἐπίσκοπος  τῆς  Βιθυνίας, ἐπιδοὺς  γράμματα  πεντε   καίδεκα  ἐπισκόπων   τῆς  συνόδου  Ἰωάννου   καὶ  τοῦ καλογήρου Ἀνυσίου, τοῦ Θεσσαλονίκης ἐπισκόπου· ἐν οἷς οἱ μὲν τὴν προ γενομένην καὶ γινομένην ἀναδιδάσκουσι λαφυραγωγίαν  πάσης  τῆς Κωνσταντινουπόλεως· ὁ δέ,  ὡς  ἐμμένει  τῇ κρίσει τῇ τῶν  Ῥωμαίων.  ὁ δὲ καὶ αὐτὸς  Εὐλύσιος διηγήσατο συνῳδὰ τῷ Κυριακῷ. παραδραμόντος δὲ μηνὸς ἡμερῶν ἐπέστη Παλλάδιος, ὁ ἐπίσκοπος Ἑλενουπόλεως,  δίχα γραμμάτων,  ὃς ἔλεγεν  καὶ αὐτὸς πεφευγέναι  τὴν τῶν  ἀρχόντων  μανίαν· ἐγκεντρότερον  δὲ ἡμῖν ἀφηγήσατο,  ἐπιδείξας ἀντίγραφον διατάγματος περιέχοντος, ὡς "Τὸν κρύπτοντα ἐπίσκοπον ἢ κληρικόν, ἢ ὅλως δεχόμενον   ἐν  οἰκίᾳ  κοινωνικὸν   Ἰωάννου,   τὸν  οἶκον  δημεύεσθαι."   μετὰ  τὸν Παλλάδιον Γερμανὸς πρεσβύτερος ἅμα Κασσιανῷ διακόνῳ  τῶν  Ἰωάννου,  ἄνδρες εὐλαβεῖς, ἐπιδόντες γράμματα παντὸς τοῦ κλήρου Ἰωάννουἐπέστησαν>· ὅπου γράφουσι βίαν καὶ τυραννίδα ὑπομεμενηκέναι αὐτῶν τὴν ἐκκλησίαν, τοῦ ἐπισκόπου αὐτῶν   στρατιωτικῇ   βοηθείᾳ  ἐκβληθέντος,   καὶ  εἰς  ἐξορίαν  πεμφθέντος   κατὰ συσκευὴν Ἀκακίου Βεροίας, καὶ Θεοφίλου Ἀλεξανδρείας, καὶ Ἀντιόχου Πτολεμαΐδος, καὶ Σευηριανοῦ Γαβάλων· ἐν οἷς καὶ βρέβιον ἐπέδειξαν οἱ προειρημένοι,  ὅπου τὰ κειμήλια παρα διδόασιν ὑπὸ μάρτυσι τοῖς δικασταῖς, Στουδίου ἐπάρχου πόλεως, καὶ Εὐτυχιανοῦ τῶν πραιτωρίων, καὶ Ἰωάννου κόμητος θησαυρῶν, καὶ Εὐσταθίου κυαίστορος καὶ ταβουλαρίου, ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ ἀμφίοις,  ἀποτριψάμενοι τοῦ  ἐπισκόπου Ἰωάννου    τὴν  συκοφαντίαν.  μετὰ τούτους  ἦλθε  ∆ημήτριος ἐκ δευτέρου, ὁ ἐπίσκοπος Πισινούντων,  περιδραμὼν τὴν ἀνατολήν,  καὶ κηρύξας τὴν Ῥωμαίων κοινωνίαν  τὴν πρὸς τὸν ἐπίσκοπον Ἰωάννην  μετὰ γραμμάτων τοῦ πάπα Ἰννοκεντίου,  ἐνεγκὼν καὶ γράμματα τῶν ἀπὸ Καρίας ἐπισκόπων, ὅπου ἀσπάζονται τὴν Ἰωάννου  κοινω νίαν,  καὶ τῶν ἀπὸ Ἀντιοχείας πρεσβυτέρων, ὅπου ἐπισπῶνται τὴν τῶν Ῥωμαίων εὐταξίαν καὶ ἀποδύρονται τὴν Πορφυρίου χειροτονίαν ἀθέσμως καὶ ἀνοσίως γεγενημένην.   μεθ' οὓς πάντας  ἐλήλυθεν  ὁ πρεσβύτερος ∆ομετιανός, οἰκονόμος τῆς Κωνσταν τινουπολιτῶν  ἐκκλησίας, καὶ Οὐαλλαγᾶς τις, πρεσβύτερος Νισίβιος,  διηγούμενος   τῶν   μοναστηρίων   τῶν   ἐν  Μεσοποταμίᾳ  τὸν   ὀδυρμόν, ἐπιδόντες  καὶ  ὑπομνήματα  Ὀπτάτου  τινὸς  ἐπάρ χου,  ὅπου  κόσμιαι γυναῖκες  ἐκ γένους  ὑπάτων  ἄγονται  δημοσίᾳ  ὄψει  πρὸς  αὐτόν,   διάκονοι  τῆς Κωνσταντινουπολιτῶν  ἐκκλησίας, ἀναγκαζόμεναι ἢ κοινωνῆσαι Ἀρσακίῳ ἢ δοῦναι πρὸς  διακοσίας  λίτρας  χρυσίου  ταῖς  ταμειακαῖς  ψήφοις.   περὶ  δὲ  ἀσκητῶν  καὶ παρθένων  τί δεῖ καὶ λέγειν; οἵτινες  ἐπεδείκνυντο  ξεσμὸν πλευρῶν  ἐπὶ ξύλου καὶ αἰκισμὸν νώτων· ὡς μηκέτι καρτερήσαντα τὸν πάπαν Ἰννοκέντιον  ἀποστεῖλαι πρὸς τὸν εὐσεβῆ βασιλέα Ὁνώριον, ὑποτάξαντα κατὰ μέρος τῶν γραμμάτων τὴν δύναμιν. ἐν  οἷς κινηθεῖσα  αὐτοῦ ἡ εὐσέβεια προστάσσει σύνοδον συγ κροτηθῆναι  τῶν δυτικῶν,  καὶ κοινῇ μίαν ἐξενεγκόντας ψῆφον ἀνενεγκεῖν  ἐπὶ τὴν αὐτοῦ εὐσέβειαν.οἵτινες  ἐπίσκοποι τῆς Ἰταλίας  συναχθέντες  παρακαλοῦσι τὸν βασιλέα γράψαι τῷ ἑαυτοῦ  ἀδελφῷ  καὶ  συμβασιλεῖ Ἀρκαδίῳ,  προστάξαι ἐν  Θεσσα λονίκῃ  γενέσθαι σύνοδον, ὥστε δυνηθῆναι εὐκόλως ἀμφότερα συνδραμεῖν τὰ μέρη ἀνατολῆς τε καὶ δύσεως πρὸς τὸ τελείαν  γενομένην  σύνοδον,  οὐκ ἐν  ποσότητι ἀριθμοῦ,  ἀλλ'  ἐν ποιότητι  γνώμης,   ἀναμφίλεκτον   ἐξενεγκεῖν  ψῆφον.   ἐξ  ὧν  πυρωθεῖσα  αὐτοῦ  ἡ εὐσέβεια τῷ μὲν ἐπισκόπῳ Ῥώμης ἐπιστέλλει πέμψαι ἐπι σκόπους μὲν πέντε, πρεσβυτέρους δὲ δύο τῆς Ῥώμης, διάκονον δὲ ἕνα, ὥστε διακομίσαι αὐτοῦ τὴν πρὸς τὸν  ἀδελφὸν  ἐπιστολήν,  ἥτις  ἐπιστολὴ  περιεῖχεν  τὴν  δύναμιν  ταύτην·  "Τρίτον γράφω πρὸς τὴν σὴν ἡμερότητα, ἀξιῶν ἵνα διορθώσεως τύχῃ τὰ κατὰ τὴν συσκευὴν τοῦ ἐπισκόπου Ἰωάννου  τῆς Κωνσταντινουπολιτῶν·  καί, ὡς ἔοικεν,  οὐκ ἤνυσται. ὅθεν πάλιν ἐπέστειλα διὰ τῶν ἐπι σκόπων καὶ πρεσβυτέρων, πάνυ φροντίζων  τῆς ἐκκλησιαστικῆς εἰρήνης,  δι' ἧς καὶ ἡ ἡμῶν εἰρηνεύεται  βασιλεία, ἵνα καταξιώσῃς προστάξαι ἐν Θεσσαλονίκῃ συνελθεῖν  τοὺς τῆς ἑῴας ἐπισκόπους. καὶ γὰρ οἱ τῆς ἡμετέρας ἑσπερίας ἐπίσκοποι, ἐκλεξάμενοι ἄνδρας ἀκλινεῖς πρὸς κακίαν καὶ ψεῦδος, ἀπεστάλκασιν  ἐπισκόπους μὲν πέντε,  πρεσβυτέρους δὲ δύο,  διάκονον  δὲ ἕνα τῆς μεγίστης ἐκκλησίας Ῥωμαίων. ὧν φροντίσαι παντοίαις τιμαῖς καταξίωσον, ἵν', ἢ μὲν πεισθέντες ὅτιπερ δικαίως ἐκβέβληται ὁ ἐπίσκοπος Ἰωάννης, διδάξωσί με ἀποστῆναι τῆς αὐτοῦ κοινωνίας· ἢ ἐλέγ ξαντες ἐθελοκακοῦντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους, ἀπο στρέψωσί σε τῆς αὐτῶν  κοινωνίας.  τίνα γάρ ἐστιν ἃ φρονοῦσιν   περὶ τοῦ ἐπισκόπου Ἰωάννου  οἱ δυτικοί, ἐκ πασῶν τῶν ἐπιστολῶν τῶν πρός με γραφεισῶν ὑπέταξα  δύο,  ἰσοδυναμούσας  ταῖς  πάσαις,  τὴν  ἐπιστολὴν  τοῦ  Ῥώμης  καὶ  τοῦ Ἀκυληΐας.  τοῦτο δὲ παρακαλῶ  τὴν  σὴν ἡμερότητα πρὸ πάντων,  καὶ ἄκοντα  τὸν Ἀλεξανδρείας Θεόφιλον παραστῆναι δικαίωσον, δι' ὃν μάλιστα λέγεται ἅπαντα τὰ κακὰ γεγενῆσθαι· ἵνα εἰς μηδὲν ἡ τῶν  παραγενομένων  ἐπι σκόπων ἐμποδισθεῖσα σύνοδος τὴν πρέπουσαν τοῖς καιροῖς ἡμῶν  εἰρήνην  βραβεύσῃ."


ΚΕΦΑΛΑΙΟΝ ∆ʹ


Λαβόντες τοιγαροῦν οἱ περὶ τὸν ἅγιον ἐπίσκοπον Αἰμίλιον Βενεβεντοῦ καὶ Κυθήγιον καὶ Γαυδέντιον σὺν Οὐαλεντινιανῷ  καὶ Βονιφατίῳ τοῖς πρεσβυτέροις τὰ γράμματα τοῦ  τε  βασιλέως  Ὁνωρίου  τοῦ  τε  Ἰννοκεντίου   καὶ  τῶν   Ἰταλῶν   ἐπισκόπων, Χρωματίου Ἀκυληΐας καὶ Βενερίου Μεδιολάνων καὶ τῶν λοιπῶν, καὶ ὑπομνηστικὸν τῆς συνόδου πάσης δύσεως, δημοσίοις συνθή μασιν ἀπεστάλησαν εἰς τὴν Κωνσταντινούπολιν  σὺν  τοῖς  περὶ  Κυριακὸν καὶ  ∆ημήτριον  καὶ  Παλλάδιον  καὶ Εὐλύσιον τοὺς ἐπισκόπους. εἶχεν δὲ τὸ ὑπομνηστικόν, μὴ δεῖν εἰσελθεῖν Ἰωάννην εἰς κρίσιν, ἐὰν μὴ πρότερον ἀποκατασταθῇ αὐτῷ ἥ τε ἐκκλησία καὶ ἡ κοινωνία,  ἵν' εἰς μηδὲν ἔχων ὑπερτίθεσθαι, αὐθαίρετος εἰσέλθῃ εἰς τὸ συνέδριον. ἀπελθόντες οὖν εἰς τὴν   Κωνσταντινούπολιν,    ὑπέστρεψαν   μετὰ   τέσσαρας   μῆνας,    διηγούμενοι Βαβυλώνια πράγματα· ὅτι "Κατεσχέθημεν παραπλέοντες τὴν Ἑλλάδα Ἀθήναζε ὑπὸ χιλιάρχου τινὸς δυστήνου, ὃς ἐξαυτῆς συνέζευξεν ἡμῖν ἑκατοντάρχην ἕνα, μὴ συγχωρήσας  ἡμῖν  παραβαλεῖν  τῇ  Θεσσαλονίκῃ·"  ἐκεῖ  γὰρ  αὐτῶν  ἦν  ὁ  σκοπὸς πρῶτον ἀποδοῦναι τὰ γράμματα Ἀνυσίῳ τῷ ἐπισκόπῳ. "Ἐμβαλὼν οὖν ἡμᾶς," φησιν, "εἰς  δύο  πλοῖα  ἐξέπεμψεν.  ἐπιγενομένου  δὲ  βιαίου  νότου,    ἄσιτοι  διὰ  τριῶν <ἡμερῶνδιαπλεύσαντες τὸ κατὰ τὸν Αἰγαίωνα πέλαγος καὶ τὰ στενά, δωδεκάτην ὥραν τῇ τρίτῃ ὡρμήσαμεν πρὸ τῆς πόλεως πλησίον τῶν Βίκτορος προαστείων. ἐν ᾧ κατασχε θέντες τόπῳ ὑπὸ τῶν τοὺς λιμένας πραττόντων,  ἀπήλθομεν εἰς τὰ ὀπίσω (τίνος δὲ κελεύσαντος οὐκ ἔγνωμεν),  καὶ συγκλεισθέντες εἰς φρούριον τῆς Θρᾴκης παραθαλάσσιον, Ἀθύραν καλούμενον, ἐκεῖθέν τε στρεβλωθέντες, οἱ μὲν Ῥωμαῖοι ἐν οἰκίσκῳ ἑνί, καὶ ἐν διαφόροις οἱ περὶ Κυριακόν, ὡς μηδὲ παῖδα ἔχειν εἰς ὑπηρεσίαν. καὶ  ἀπαιτούμενοι  τὰ  γράμματα,  οὐ  δεδώκαμεν,  εἰπόντες  ὅτι  "Πῶς οἷόν  τέ  ἐστι πρεσβευτὰς ἡμᾶς ὄντας μὴ αὐτῷ τῷ βασιλεῖ ἐπι δοῦναι τὰ τοῦ βασιλέως γράμματα καὶ τῶν  ἐπισκόπων;"  ὡς οὖν ἐμένομεν  μὴ διδόντες,  πρώτου ἐλθόντος  Πατρικίου νοταρίου πρὸς ἡμᾶς, ἔπειτά τινων  ἑτέρων, τελευταῖον  ἦλθέ τις ἀφηγούμενος  ἑνὸς ἀριθμοῦ,   Οὐαλεριανὸς  ὀνόματι,   Καππαδόκης,  καὶ  κλάσας  τὸν   ἀντίχειρα   τοῦ ἐπισκόπου Μαριανοῦ, ἀφεῖλεν ἐσφραγισμένην τὴν ἐπιστολὴν τοῦ βασιλέως σὺν ταῖς λοιπαῖς ἐπιστολαῖς. ἐπιγενο μένης οὖν δευτέρας ἡμέρας, ἀπέστειλαν πρὸς ἡμᾶς, εἴτε οἱ τῆς τοῦ βασιλέως αὐλῆς,  εἴτε οἱ περὶ Ἀττικόν,  ἀγνοοῦμεν  (αὐτὸς γὰρ ἐλέγετο ἐπιπεπηδηκέναι  τῷ θρόνῳ τῆς ἐκκλησίας), ἐπιδιδόντες  ἡμῖν νομίσματα τρισχίλια, ἀξιοῦντες πεισθέντας ἡμᾶς κοινωνῆσαι τῷ Ἀττικῷ, παρασιωπήσαντας τὴν Ἰωάννου δίκην. οἷς μὴ πεισθέντες, ἐμένομεν προσευχόμενοι, πρὸς τὸ μηδὲν εἰρηνικὸν ἀνύειν, κἂν  ἀκινδύνως   καταλαβεῖν   ἡμῶν   τὰς  ἐκκλησίας,   τὴν   τοσαύτην  ὁρῶντες  ἀνημερότητα."  τοῦτο καὶ τοῦ Σωτῆρος Θεοῦ διαφόροις ἀποκαλύψεσιν αὐτοὺς φωτίσαντος,  ὡς καὶ τῷ διακόνῳ  τοῦ ἁγίου Αἰμιλίου Παύλῳ, ἀνδρὶ πραϋτάτῳ καὶ σώφρονι, ὀφθῆναι ἐν τῷ πλοίῳ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον λέγοντα αὐτῷ· "Βλέπετε πῶς  περιπατεῖτε,  μὴ ὡς  ἄσοφοι ἀλλ'  ὡς  σοφοί,  εἰδότες  ὅτι  αἱ  ἡμέραι πονηραί εἰσιν," –αἰνιττομένου  τοῦ ὀνείρου τὴν πολύτροπον αὐτῶν ἀπάτην,  τήν τε διὰ δώρων  καὶ κολακείας ἐπὶ παραχαράξει τῆς ἀληθείας.  "Ἐπιστὰς οὖν ὁ αὐτός," φησιν,   "Οὐαλεριανὸς  ὁ  χιλίαρχος   ἐνέβαλεν   ἡμᾶς  εἰς  σαθρότατον  πλοῖον,   ὡς ἐθρυλεῖτο, δοὺς τὴν τιμὴν τῷ ναυκλήρῳ ἐπισκόπων τῆς ἀπωλ είας τῶν ἐμπλεόντων, ἅμα εἴκοσι στρατιώταις  ἐκ τάξεων  διαφόρων,  παραχρῆμα ἐξέωσεν τῶν  Ἀθύρων. διαπλεύσαντες οὖν ἱκανοὺς στα δίους καὶ μέλλοντες  ἀπόλλυσθαι, προσωρμήσαμεν τῇ Λαμψάκῳ· κἀκεῖθεν ἀμείψαντες τὴν ὁλκάδα κατήχθημεν τῇ εἰκοστῇ ἐν Ὑδροῦντι τῆς Καλαβρίας." οὐκέτι δὲ ἡμῖν εὗρον εἰπεῖν ἐν τίσιν ὁ μακάριος ἐπίσκοπος Ἰωάννης ἢ ποῦ νῦν οἱ ἐπίσκοποι οἱ περὶ ∆ημήτριον καὶ Κυριακὸν καὶ Εὐλύσιον καὶ Παλλάδιον σὺν τοῖς  ἡμετέροις  ἐπισκόποις  τὴν  πρεσβείαν στειλάμενοι.  {Ο  ΕΠΙΣΚ.}  ∆εῦρο δὴ λοιπόν,  ἱερώτατε,  ὑπόσχου μοι τὸν  νοῦν,  προσέχων  σαφῶς  τοῖς  λεγομένοις· καὶ καθεξῆς σοι γνωρίσω πάσης τραγῳδίας τοὺς ἐν μέσῳ σατυρικοὺς θορύβους, πόθεν τε τῆς μέθης ἤρξαντο, καὶ μέχρι τίνος ἔδοξαν παύεσθαι, οὐδέπω δὲ πέπαυνται.  ἡ μὲν ἁπάντων  τῶν κακῶν, ὡς ἂν εἴποι τις, πηγὴ ἢ ἀρχή ἐστιν ὁ μισόκαλος δαίμων,  ἀεὶ ἀντιπράττων   ὡς  λύκος  ταῖς  τοῦ  Χριστοῦ λογικαῖς  ἀγέλαις,  λυμαινόμενος   μὲν ἀφειδῶς   τοὺς  ἐμπείρους  τῶν   ἀγελαιοκόμων   πάθεσι  πολυτρόποις,   καθάπερ  ὁ βασιλεὺς τῶν Αἰγυπτίων τοὺς ἄῤῥενας τῶν Ἰουδαίων, λιπαίνων δὲ ταῖς ἀπάταις τῶν ἐπὶ γῆς ἡδονῶν τοὺς φένακας τῶν ψευδοποι  μένων. οἱ δὲ μετὰ ταῦτα τῆς πονηρᾶς πηγῆς ὀχετοί, ὡς ἅπας ὁ περίγειος ἐπίσταται χῶρός, εἰσιν Ἀκάκιος καὶ Ἀντίοχος καὶ Θεόφιλος καὶ Σευηριανός,  οἱ λεγόμενοι  μὲν ὃ μή εἰσιν,  ὄντες  δὲ ὃ λέγεσθαι οὐκ ἀνέχονται· τοῦ δὲ τάγματος τῶν κληρικῶν πρεσ βύτεροι δύο, διάκονοι δὲ πέντε, οἱ μὲν ἐξ ἀκαθάρτου, οἱ δὲ ἐκ κακωτικοῦ ἀριθμοῦ συναγόμενοι, –οὐκ οἶδα δὲ εἰ ἀκίνδυνον  τοὺς τοιούτους λέγειν πρεσβυτέρους ἢ διακόνους· τῆς δὲ τοῦ βασιλέως αὐλῆς  δύο  ἢ  τρεῖς  μόνοι,  οἳ  καὶ  ἐνεύρωσαν  τοὺς  περὶ  Θεόφιλον,  στρατιωτικῇ βοηθείᾳ συνεπαγωνιζόμενοι· γυναικῶν  δὲ πρὸς ταῖς φημιζομέναις τρεῖς, χῆραι μέν, ἀνδρόπλουτοι δέ, ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν σωτηρίας τὰ ἐξ ἁρπαγῆς χρήματα κεκτημέναι, ταραξάν δριαι καὶ ἀνασείστριαι, Μάρσα Προμότου γυνή, καὶ Καστρικία ἡ Σατορνίνου, καὶ Εὐγραφία, ἀμφιμανής τις, –τὰ δὲ λοιπὰ αἰδοῦ μαι καὶ λέγειν. αὗται καὶ οὗτοι νωθροκάρδιοι  ὄντες ἐν τῇ πίστει, καθάπερ φάλαγξ  οἰνομανής,  εἰς μίαν συναχθέντες  μισοδιδασκα  λίας  γνώμην,   χείμαῤῥον  ἀπωλείας  κατὰ  τῆς ἐκκλησιαστικῆς εἰρήνης εἰργάσαντο. {Ο ∆ΙΑΚ.} Τοιγαροῦν προθυμήθητι,  πάτερ, ἐπὶ μαρτυροῦντος τοῦ Θεοῦ εἰπεῖν ἡμῖν, πόθεν τε τούτων τὸ πρὸς αὐτὸν μῖσος καὶ τίς ἡ φιλονεικία τοῦ ἐπισκόπου Ἰωάννου λυπῆσαι τοσαύτας ἀξίας· ὁμοῦ δὲ γνώρισον ἡμῖν πόθεν τε ἤρξατο τοῦ βίου, καὶ πῶς ἤχθη ἐπὶ τὴν Κωνσταντινουπόλεως  ἐπισκοπήν, καὶ  πόσον ἐκρά τησεν  χρόνον,  καὶ  ὁποῖον  τὸ  τούτου  ἦθος,  καὶ  τίς  ἡ  τοῦ  βίου κατάλυσις,  εἴ γε κεκοίμηται,  ὡς ἀκούομεν.  εἰ καὶ τὰ μάλιστα διὰ πάντων  τρέχει θαυμασία καὶ ἐνάρετος μνήμη τοῦ ἀνδρός, ἀλλ' ὅμως σύνηθές μοι τὸ μὴ προχείρως πιστεύειν ταῖς φήμαις, πρὶν ἂν παρὰ τῶν ὀρθῶς ψέγειν καὶ ἐπαινεῖν εἰδότων μάθω βεβαίως.  {Ο  ΕΠΙΣΚ.} Ἐπαινῶ  μέν  σου  τὴν  ἀκρίβειαν,  οὐκ  ἀποδέχομαι  δὲ  τὴν διάκρισιν, φιλαληθέστατε ἄνερ καὶ Θεοῦ ἄνθρωπε Θεόδωρε· ἔδει γάρ σε ἐξ αὐτῆς τῆς πολιᾶς ἡμῶν (ἵνα περιαυτολογήσω) καὶ  ἐκ τοῦ ἀξιώματος ἀρκεσθῆναι πρὸς ἀληθείας ἀπόδειξιν· ἐπειδὴ δὲ τοῦτο μὲν οὐ πεποίηκας, δὶς δέ με κατακρίνεις,  κἂν μετὰ ταῦτα ἀπροφάσιστόν μοι τὴν ἀκοὴν παρεγγύησαι, ἵνα μὴ εἰς ἀνόητον οἱ τῶν λόγων  γένωνται  δίαυλοι.  ἐπίσταμαι γὰρ τὰ γεγραμμένα  παρὰ τῷ θείῳ νόμῳ,  τό, "Ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος," καὶ παρὰ τῷ ἀποστόλῳ Ἰωάννῃ,

"Ὁ λαλῶν  τὸ ψεῦδος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ," καὶ πάλιν  παρὰ τῷ ∆αυείδ, "Ὅτι ἐνεφράγη  στόμα λαλούντων  ἄδικα." ἀδικεῖ γὰρ ἀληθῶς  ὁ ψευδόμενος  ὃν πείθει· ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος τὸν ψευδόμενον, ῥᾳδίως πισ τεύων. ἐπίσης οὖν ἐξαμαρτανόντων  ἑκατέρων,  μηδ'  ὁπότερος ἡμῶν  ἀδικήσοι τὸν  πέλας.  ἀρετὴ γὰρ αὑτή,  τοῦ μὲν λέγοντος,  λέγειν  τἀληθῆ· τοῦ δὲ ἀκούοντος,  δοκιμάζειν  τὰ ἄδικα· "Γίνεσθε," γάρ φησιν ἡ Γραφή, "δόκιμοι τραπεζῖται," τὸ κίβδηλον ἀπὸ τοῦ δοκίμου ῥίπτοντες· οὐχ ἵνα κομπήσαντες τὸν ἦχον δεξώμεθα, ἀλλ' ἵνα σταθμίσαντες τῷ θείῳ φόβῳ μετὰ ὀρθοῦ συνειδότος τὰ λαλούμενα πάντα, ἢ τὰ γραφόμενα, τῇ τῶν πραγμάτων  μαρτυρίᾳ δεξώμεθα.  ὤτων  καὶ γλώττης  μέγας ὁ κίνδυνος·  διὸ καὶ ὁ καλλι τέχνης Θεὸς τὴν μὲν ὑπὸ δύο χειλέων τηρεῖσθαι πεποίηκεν, ἐνδο τέρω τὸ τῶν ὀδόντων  ἔρυμα πήξας, ἵν'  ἀσφαλὲς τὸ φρούριον ὑπάρχον  σωφρονίζῃ ταύτης τὴν εὐκολίαν (κατὰ τὸ γεγραμμένον,  "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου, τοῦ μὴ ἁμαρτάνειν  με ἐν γλώσσῃ μου"), τῶν  δὲ τὴν ὀπὴν ἑλικοειδῶς ἐξετόρνευσεν–διὰ τοῦ σχήματος αἰνιττό μενος μὴ θᾶττον εἰσδύνειν τὸν λόγον, ἵνα ἐν πλείονι χρόνῳ ἑλιττόμενος,  τὴν ὕλην τοῦ ψεύδους μετὰ τῶν τῆς κακίας σκυβάλων  προσκαταλείψῃ ταῖς ὄχθαις λεπτῶς  διωθούμενος.  οὐ μόνον  δὲ τούτων  ἐφρόντισε  τῶν  ὀργάνων,  ὡς μόνων  πταιόντων·  ἤδη δὲ καὶ ταῖς  κόραις, καθάπερ θυρίσι, καταπετάσματα τέθεικεν,  ἵνα μὴ τὸν τῆς ἀκολασίας εἰσδέχωνται θάνατον, ὃν ὁ προφήτης μαρτύ ρεται λέγων· "Θάνατος ἀνέβη διὰ τῶν θυρίδων." {Ο∆ΙΑΚ.} Εἰ μὲν ἐν τοῖς τυχοῦσιν ἦν ἡ ἐξέτασις, ἱερώτατε πάτερ, ἤρκει σου ἡ τοῦ εἴδους κατάστασις  πιστῶσαι  τοὺς  λόγους·     ἐπειδὴ   δὲ  οὐ  μικρὰν   φέρει   νῦν   μὲν κατάγνωσιν, μετέπειτα δὲ κατάκρισιν, συναχθέντων ἀρχόντων τε καὶ λαῶν παρὰ τῷ βήματι τῷ φοβερῷ, ἀληθείας οὔσης τῆς ζητουμένης, δός μοι συγγνώμην, ἄριστε, μὴ τὰς τῶν τριχῶν προβαλλόμενος πολιὰς μάρτυρας. γεγηράκασι γὰρ καὶ φαῦλοι, οὐκ ἀρετῇ τὴν ψυχὴν  πολιώσαντες,  ἀλλὰ τὰ σώματα χρόνου μήκει ῥυτιδώσαντες· οἷοι ἦσαν οἱ κατὰ Βαβυλῶνα ψευδοπρεσβύτεροι, καὶ ὁ ἐν τῷ Ἰερεμίᾳ Ἐφράϊμ, περὶοὗ μεμφόμενος ὁ λόγος βοᾷ· "Ἐφράϊμ περιστερὰ ἄνους,  οὐκ ἔχουσα καρδίαν· πολιαὶ αὐτῷ ἐξήνθησαν, αὐτὸς δὲ οὐκ ἔγνω." δισσεύων δὲ λέγει πληκτικώτερον· "Ἐγένετο Ἐφράϊμ ἐγκρυφίας οὐ μεταστρεφόμενος,  καὶ ἀλλότριοι ἔφαγον  τὴν ἰσχὺν αὐτοῦ." κἀκεῖνο δὲ προσθήσω, εἰ καὶ μηκυνῶ τὸν λόγον· τίς πολιώτερος ἢ τίς ἐπιεικέστερος τὸ φαίνεσθαι Ἀκακίου τοῦ Βεροίας, ὃν νῦν διαμέμφεσθε ὡς ταραξάρχην καὶ ἡγεμόνα τῆς  τῶν   νεωτεροποιῶν   πλημμελείας;   οὗ  καὶ  αὐτοὶ  οἱ  μυκτῆρες  τὰς  λευκὰς ἐπεσύροντο τρίχας, ἡνίκα ἐπέστη τῇ Ῥώμῃ κομίσας τῆς χειροτονίας τὸ ψή φισμα τοῦ ἐπισκόπου Ἰωάννου.  {Ο ΕΠΙΣΚ.}  Νῦν ἔγνων  σαφῶς, ὅτι δόκιμος εἶ τραπεζίτης,  μὴ πειθόμενος τῇ δερματίνῃ σκηνῇ, ἀλλὰ τὴν τοῦ ἐνοικοῦντος  ἐπιζη τῶν ἐπιστήμην. καὶ  γὰρ  καὶ  οἱ  Αἰγυπτίων  ναοὶ  μέγιστοι  ὄντες,  καὶ  κάλλει  λίθων  κομπάζοντες, πιθήκους ἔχουσιν ἔνδον καὶ ἴβιες καὶ κύνας ἀντὶ θεῶν· ὁ δ' ἡμέτερος Κύριος καὶ Θεός, χρηματίζων τῷ Σαμουὴλ περὶ καταστάσεως ἡγεμόνος τοῦ Ἰσραήλ, παρεγγυᾷ μὴ βλέπειν εἰς ἕξιν καὶ πλάσιν πηλίνου σώματος, λέγων· "Οὐχ ὡς ἄνθρωπος βλέψει ὁ Θεός· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν." διὸ οἱ "μιμηταὶ τοῦ Θεοῦ" ἐπὶ παντὸς  πράγ ματος τὸ βαθύτερον  ἐρευνῶσιν.  ὅθεν  προθύμως ἐμαυτὸν ἐπιδίδωμι,  ἐξαγιάσας σου τὸν ζυγὸν μηδαμῶς ἑτεροκλινοῦντα.  οἱ δὲ Βαβυ λώνιοι, γέροντες μὲν τὰ σώματα, τὰς δὲ ψυχὰς ὑπ' ἀναισθησίας κομιδῇ νήπιοι, εἰ ἐπίστευον τῇ τῶν νεκρῶν ἀναστάσει, πρότερον μέν, ἐῤῥωμένην ἔχοντες τὴν σοφίαν, οὐκ ἂν ἤρων Σωσάννης γυναικὸς ἀλλοτρίας· ἔπειτα δ', εἴπερ εἶχον τὸν τοῦ Θεοῦ φόβον, οὐκ ἂν συνέπλεξαν τῇ ἀκολασίᾳ τὴν συκοφαντίαν. τοῦ δὲ ἀτίμου ἐν γήρᾳ ἀπόδειξις τῆς νεωτερικῆς ὥρας ἡ καπηλεία.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |