ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΑ Ιςʹ - ΙΘ΄

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ Ιςʹ - ΙΘ΄



Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου



ΚΕΦΑΛΑΙΟΝ Ιςʹ


{Ο ∆ΙΑΚ.} Σύγγνωθί μοι, πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. οἱ μὲν γὰρ μαινόμενοι καὶ μέθυσοι καὶ οἱ παῖδες, οἱ μὲν μετὰ τὴν νῆψιν,  οἱ δὲ μετὰ τὴν πέψιν, οἱ δ' ἄλλοι μετὰ τὴν ἔννομον ἡλικίαν ἀρνοῦνται, ἐπαισχυνόμενοι τοῖς αἰσχρῶς ἢ ἀτάκτως γεγενημένοις   ἢ  λελεγμένοις·   οὗτοι  δὲ  ἐν  ἡλικίᾳ   τελείᾳ   καὶ  δοκούσῃ  νήψει δεδρακότες, οὐ μόνον οὐ μεταμελοῦνται ἐπὶ τοῖς πραχθεῖσιν, ἀλλ' ἔτι εὔχονται ἀσά λευτον καὶ βεβαίαν διαμεῖναι τὴν ἑαυτῶν κακοπραγίαν. οἱ γὰρ μὴ φρίξαντες Εὐαγγέλιον ἐπιθεῖναι ἐναγεῖ κεφαλῇ,  εἰς ἣν γυναι κῶν αἱ ἀνήμεροι ἐπωρχήσαντο, τίσιν ἄλλοις συναριθμήσονται,  ἢ τοῖς τὸν ἀκάνθινον  στέφανον  τῷ Υἱῷ τοῦ Θεοῦ περιθεῖσιν;  αὐτὸς  δὲ  εἰ  οἶσθα  τὸν   τρόπον   τῆς  καταστάσεως  Πορφυρίου  τοῦ Ἀντιοχέων,  ἢ τοὺς καταστήσαντας, ἢ τὸν πάλαι τοῦ ἀνθρώπου  βίον, εἰ ἄσημος ἢ ἐπίσημος, τά τε δόγματα, εἰ ἀληθῆ ἢ ψευδῆ, ἀπάγγειλον  ἡμῖν· ἐπειδὴ μάλιστα καὶ γεγράφηκεν  τῇ  ἐκκλησίᾳ Ῥωμαίων,  καὶ ἀντιγράφων  οὐκ ἠξιώθη.



{Ο  ΕΠΙΣΚ.}  Ὁ αὐτὸς ἔσται μοι λόγος τῆς ἀληθείας, οὐ γὰρ ἐπιλήσομαι τῆς τοῦ ∆εσπότου φωνῆς τῆς λεγούσης·  "Περὶ  παντὸς  λόγου  ἀργοῦ  δώσουσι  λόγον  οἱ  ἄνθρωποι  ἐν  ἡμέρᾳ κρίσεως." ἐγὼ δὲ προσπλέξας τολμηρῶς εἴποιμι· "Καὶ περὶ πάσης ἀργῆς ἀκοῆς." ὡς γοῦν  καὶ σεαυτὸν ἀσφάλισαι,  εἴ τι  οὐ συνορᾷς με ἀληθεύειν,  μὴ τῇ  πολιᾷ  μου ἡττώμενος, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει. τί γάρ μοι ἐκ τῶν σήμερον ἢ ἐκ τῶν χθὲς εἰρημένων ὄφελος ψευσαμένῳ, εἰς αἰῶνα ἐνώπιον τῆς ἀκριβοῦς δίκης καταισχυνομένῳ; πῶς δὲ ὑποίσω τὸν μυλικὸν λίθον τῆς καταλαλιᾶς ἐν τῷ τραχήλῳ τῆς διανοίας, εἰς τὸν βυθὸν τῆς γεέννης κατασπώμενος, ἐπὶ τοῖς διὰ τῶν ψευσμάτων  μου  σκανδαλισθεῖσιν;  Πορφύριος  οὗτος  ἐν  μὲν  τῇ  ἐκκλησίᾳ  ἐχρόνισεν  καὶ διακονήσας καὶ ἱερατεύσας ἐν τῷ πρεσβυτερίῳ, τῶν  μέντοι χρόνων  ἀλλότριον  τὸ ἦθος  φέρων,   εἰς  οὐδὲν  πνευμα  τικὸν  ἐχρησίμευσέ  ποτε  τῇ  ἐκκλησίᾳ·  τοῖς  δὲ περιχωρίοις τῶν εὐλαβῶν ἐπισκόπων ἀεὶ ἀντιπράττων,  ὡς ἅτε μεγίστης ὢν πόλεως,καὶ ἔχων τοὺς ἄρχοντας ἐπ' ἐξουσίας, τὸ πρᾶγμα ἐκαπήλευεν· ἐπιβουλεύων δὲ ταῖςσεμναῖς  χειροτονίαις,  ὑπεισ ήρχετο  τῇ  τῶν  τρόπων  δεινότητι  τοὺς  κατὰ  καιρὸν ἐπισκόπους (ὡς ἂν εἴποι τις)  καὶ ἄκοντας κατασπῶν ἐπὶ τὰς ἀνεμοφθόρους ἄγωνχειροτονίας. δεινὸν γὰρ ἡ κολακεία, κατὰ τὸν κωμικὸν Μένανδρον, μετὰ δυστροπίας συγκεκλωσμένη, καθὼς λέγει· "Χαλεπόν, Παμφίλη, ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχεσθαι.   πλείονα   οἶδεν,   πλείονα   κακουργεῖ,   αἰσχύνεται   οὐδένα,   κολακεύει μᾶλλον"·  κατὰ  δὲ  τὸν  σοφὸν  Σολομῶντα,  "Λόγοι κερκώπων  μαλακοί,  αὐτοὶ  δὲ τύπτουσιν εἰς ταμεῖα κοιλίας." σωφροσύνης μὲν γὰρ τῆς κατὰ τὰς σαρκικὰς ἡδονὰς οὐ μόνον  ξένος,  ἀλλὰ  καὶ ἐχθρός,  καθάπερ γὺψ  μύρου, καθέστηκεν,  ὡς κρατεῖν αὐτοῦ φήμην καὶ τῆς κατὰ Σόδομα κακομανίας. νόμων γὰρ καὶ μέτρων καὶ τειχῶν κειμένων  παρὰ τῆς φύσεως ἐπὶ ταῖς ἡδοναῖς, ὥς φασιν οἱ πολλοί,  πατήσας μὲν τὸ τεῖχος, συντρίψας δὲ τὸ μέτρον, ἐνυβρίσας δὲ τὸν νόμον, ταύτην ἀπεκύησε τὴν ὑπό ληψιν,  τῶν  γοήτων  καὶ ἡνιόχων  καὶ τῶν  τὰ παλαιὰ  δι'  ἀσχήμου κινήσεως  μετ' ἐκστροφῆς  σκέλους  δεικνυόντων   προΐστασθαι καὶ  συνεστιᾶσθαι.  γόησι  μὲν  γὰρ συναγωνίζεσθαι  καὶ  φιλικῶς   συμ  βαλεῖν  οὐ  διετράπη,  ὡς  καὶ  ἐν  ὑπομνήμασι διαφόρων ἀρχόντων ἐμφέρεσθαι ἐγκλήματα, οὐκἀνεγνωκὼς τὸ γνωμικόν· "Ἃ μὴ δεῖ ποιεῖν, μηδ' ὑπονοοῦ ποιεῖν." [δι' ὃν καὶ ὁ μεσίτης πληγαῖς ἀνῃρέθη, καὶ ὁ εὑρὼν ἐξωρίσθη, καὶ ὁ γόης ἐφυγαδεύθη.]  φασὶ δέ, πρὸς ταῖς προλαβούσαις κακοπραγίαις, μετὰ τὴν χειροτονίαν  τὰ κειμήλια  χωνεύσας τοῖς ἄρχουσι προσαναλίσκει, ἵνα δόξῃ κρατεῖν οὐ λόγῳ,  ἀλλὰ τυραννίδι,  τῶν ἀθλίως αὐτῷ παραπεσόν των.  τῇ γὰρ Ἰωάννου  ἐξορίᾳ  τῇ  εἰς  τὴν  Ἀρμενίων  συνήκμασεν  ὁ  θάνατος  Φλαβιανοῦ  τοῦ Ἀντιοχέων ἐπισκόπου. θεασάμενος ὁ Πορφύριος τήν τε ἀνδρωνῖτιν  καὶ τὴν γυναικωνῖτιν πόθῳ ἐκκρεμαμένην τῷ τραχήλῳ Κωνσταντίου τοῦ πρεσβυτέρου, τοῦ ἐξ  ἁπαλῶν  ὀνύχων  δουλεύσαντος  τῇ  ἐκκλησίᾳ  ἀνδρός,  ὡς  λέγουσιν  οἱ  Κριταί,  "ἀμφοτεροδεξίου" (καὶ ἡ νομιζομένη γὰρ αὐτοῦ ἀριστερὰ τῆς ἄλλων δεξιᾶς ἀμείνων ὑπῆρχεν)·  ὃς  τὰ  μὲν  πρῶτα  ἐν  ἐπιστολαῖς  ὑπηρετήσας,  ἄμεμπτος  ἀπὸ  κέρδους αἰσχροῦ καὶ δώρων εὑρέθη· μετέπειτα δὲ ἐπὶ τὸν ἀναγνώστην καὶ διάκονον φθάσας, ἀκόπως ἐκράτησεν τῆς ἐν ἀνθρώποις βασιλευούσης τῶν γυναικῶν ἡδονῆς, ὡς λέγει ὁ παροιμιαστής· "Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς." τὸ μὲν γὰρ κρατεῖν ἔστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ σώματος ἐνέργειαν κωλυόντων  μετὰ πολλῆς τῆς ἀνάγκης, τῷ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνον ἐστὶ τῶν φιλο θέων, οὓς καὶ "ἐκλεκτοὺς" ὠνόμασεν ἡ Γραφή, τό, "Χεὶρ ἐκ λεκτῶν κρατήσει εὐχερῶς," εἰποῦσα. πραῢς μὲν γάρ ἐστιν, εἰ καί τις ἄλλος, ἀσκητής, διορατικός, ὀξὺς συνιδεῖν, βραδὺς εἰς κόλασιν, σύνους, τὸ σκεπτικὸν ἀεὶ αἰνιττόμενος, ἐλεήμων, ἀφιλ άργυρος, δίκαιος εἰς τὰς κρίσεις, μακρόθυμος εἰς τὰς ὕβρεις, εὔτονος εἰς τὸ πεῖσαι, παρατείνας πολλάκις νήστης ἕως ἑσπέρας, ἵν' ἐλευθερώσῃ καταπονουμένους, σεμνὸς ἰδεῖν, δριμὺς τὸ βλέμμα, ὀξὺς τὸ βάδισμα, ἄγαμος, ὡς εἰκός, ἄνθος μειδιῶν ἐπὶ προσώπου σώζων καὶ ἐν αὐταῖς ταῖς νόσοις.  τοῦτον  οὖν  τὸν  τοιοῦτον  παρασκευάζει διὰ χρημάτων  φυγαδευθῆναι  τῷ τρόπῳ τούτῳ· ἀποστείλας εἰς τὸ στρατόπεδον πρὸς τοὺς κρατοῦντας τῶν ἐπι σκόπων ποιεῖ αὐτὸν ἀπὸ γράμματος βασιλικοῦ εἰς Ὄασιν 96 ἐξορισθῆναι ὡς ἀναστάτην τῶν δήμων. ὃς ἐξαυτῆς γνοὺς διασώ ζεται παρὰ τῶν φίλων  ἐπὶ τὴν Κύπρον. αὐτὸς δὲ ὁ Πορφύριος τοὺς  περὶ  Κυριακὸν καὶ  ∆ιόφαντον  τοὺς  πρεσβυτέρους καὶ  λοιποὺς κληρικοὺς ὑπὸ τὴν τάξιν ποιήσας, ἐπιτηρεῖ καιρόν, ἐν ᾧ πᾶσα ἡ πόλις μεθωρμίζετο ἐν τοῖς τῆς πόλεως προαστείοις, ἔχων παρ' ἑαυτῷ τοὺς περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ  Ἀντίοχον  κεκρυμμένους,  μιᾶς  τῶν  παρὰ τοῖς  ἔθνεσιν  ἐπισήμων  ἑορτῶν  διὰ τετραετίας ἐπιτελουμένων  τῶν Ἡρακλείων ἄθλων,  Ὀλυμπίων  καλουμένων,  ἐν ᾗ– ὡς εἰπεῖν–καὶ γυναικῶν αἱ νομάδες σὺν τοῖς δήμοις ἐκριπίζονται ἐπὶ τὴν ∆άφνην ἐπὶ θέᾳ τῶν ἀγωνιζομένων. ἐπεισπηδήσας τῇ ἐκκλησίᾳ μετὰ τῶν προει ρημένων ἐπισκόπων καὶ κληρικῶν ὀλίγων  χειροτονεῖται  λάθρᾳ, θυρῶν κεκλεισμένων,  μετὰ πολλῆς τῆς σπουδῆς, ὡς μηδὲ τὴν εὐχὴν αὐτοὺς φθάσαι ἐπιτελέσαι, φόβῳ τοῦ καταληφθῆναι  (τοιοῦτον γὰρ ἡ μοιχεία, τὰ σπούρια καὶ γεννῶσα καὶ δρῶσα). οἱ δὲ περὶ  Σευηριανὸν  "λαβόντες   τὸ  ἱκανὸν"   δι'   ὀρέων  καὶ  ἀνοδιῶν   ἔφυγον,   τὸν ἀνθρώπινον διαδράσαντες φόβον, τῷ δὲ θείῳ, ὃν ἠγνόησαν, περιπαρέντες. λυθέντος δὲ τοῦ δημοτικοῦ  θεάτρου καὶ τῶν  δήμων  εἰσελθόντων  εἰς τὴν  πόλιν,  ἠγγέλθη αὐτοῖς τὸ κατὰ τὸν Πορφύριον πάθος καὶ τὸ κατὰ Ἀκάκιον δρᾶμα. διακαρτερήσαντες οὖν τὴν ἑσπέραν ἐκείνην  ἐπὶ τὴν αὔριον, ὡς ἐπὶ μοιχείᾳ πληγέντες,  διαναστάντες συνέῤῥευσαν πάντες μετὰ πυρὸς καὶ φρυγάνων,  συναφανίσαι τὸν Πορφύριον τοῖς δωματίοις βουληθέντες. ὁ δὲ Πορφύριος οὐκ ἀγνοῶν ὃ μεμίσηται μῖσος, καταλείψας τὸν  Θεόν, καταφεύγει  ἐπὶ  τὸν  στρατοπεδάρχην  καὶ πληρώσας  αὐτοῦ  τὰς  χεῖρας ἀντιστρα  97  τεύει  τοῖς  ἀκροαταῖς  τοῦ  Σωτῆρος,  ἀποστρέψας  τῶν   Ἰσαυρικῶν πολέμων.  καὶ  οἱ  μὲν  λῃστρικώτατοι  Ἴσαυροι Ῥωσὸν  καὶ  Σελεύκειαν  ἐπόρθουν, Πορφύριος δὲ καὶ  Οὐαλεντῖνος  ὁ κόμης  μετὰ τῶν  ὁπλιτῶν  τὴν  ἐκκλησίαν  τῶν ὀρθοδόξων ἐλεηλάτουν, τὸ φρικωδέστατον τοῦ σταυροῦ σημεῖον, ὃ ἀντὶ διδασκάλου ἐπ' ὤμων φέροντες ἐπὶ τῆς ἀσπόρου ἐλιτάνευον,  τοῖς ἑαυτῶν ποσὶ συμπατήσαντες. διαγενομένων  δὲ ἡμερῶν,  ἀποστέλλει ἐν τῷ στρατοπέδῳ σπουδαίως καὶ παρασκευάζει πρὸς  τοῖς  τοιούτοις  ἄρχουσιν  ἴδιόν  τινα  ὠμογέροντα,  δύστροπον, σκολιόν, χειροτο νηθῆναι νυκτέπαρχον,  ἵνα ἐπ' ἀδείας ἔχων τοῦ συκοφαντεῖν τοὺς σπουδαίους χειρώσηται  τὴν  πόλιν,  Νέρωνος τοῦ  θεομάχου  ἀπομιμούμενος  τοὺς τρόπους. οὐ γὰρ πάρεστιν αὐτῷ τὸ λόγῳ πείθειν, ἀλλὰ ἀλογίᾳ καὶ δυσμενείᾳ θλίβειν, οὐκ ἔχοντι  σκοπὸν ἀρέσαι Θεῷ, πλανωμένας  προσάγοντι  ψυχάς,  ἀλλ'  ἐμπλῆσαι ὀφιώδη γαστέρα ἐπὶ τῷ στήθει βαδίζουσαν. εἰσὶν οὖν καὶ ἄκοντες οἱ λαοὶ τῷ μὲν δοκεῖν   συναγόμενοι   φόβῳ   τῶν   αἰκισμῶν   ἐν   τῇ   ἐκκλησίᾳ,   τῇ   δὲ   ἀληθείᾳ δυσφημοῦντες αὐτῶν τὴν ζώην, ἕξειν τὴν παρὰ τοῦ Θεοῦ ἀντίληψιν  ἀναμένοντες. Πρὸς ταῦτα ὁ Θεόδωρος ἐκπληττόμενος ἔλεγε·

{Ο ∆ΙΑΚ.} Παρὰ φύσιν ὁρῶ τῶν λόγων τὰ πράγματα, πάτερ. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον οἱ κενόδοξοι, ἀνθρωπάρεσκοι ὄντες, καὶ κόλακες εὑρίσκονται καὶ τραπέζας πολυτελεῖς ἐπιτεχνῶνται, τοῦ ἀγαπηθῆναι χάριν καὶ   καλοὶ   ἀκοῦσαι,   καὶ   ἐμπτυσμάτων   ἀνεχόμενοι   πολλάκις.    πῶς   τοίνυν   ὁ Πορφύριος, ἢ ἄλλος τις, τὰς ἀπειλὰς καὶ τὰς τιμωρίας καὶ τὰς ἐξορίας ἐξήσκησαν, ἀπορῶ.

{Ο ΕΠΙΣΚ.} Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, Θεόδωρε, ὅτι εἰς τοσοῦτον κακίας ἠλάκασι μέτρον, ὡς οὐ μόνον μὴ σπεύδειν ἀρέσκειν ἀνθρώποις, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν  πραττομένων  αἰσχύνης μηδ' ὅλως φροντίζειν·  κακία γὰρ κακίας ἐν κακίᾳ 98 προάγει. τότε γὰρ ἡ κακία προβάλλεται τὴν κενοδοξίαν, ὅτε ἐλπίζει κρατεῖν διὰ τῆς κολακείας τῶν ἀνοήτων· ὅταν δὲ ἀνώ τεροι εὑρεθῶσιν καὶ κολακείας καὶ τραπέζης οἱ θηρευόμενοι,  τὰς  ἀπειλὰς  καὶ  τὰς  τιμωρίας  προφέρει,  ἵν'  οὓς οὐκ ἐδελέασεν τραπέζῃ ἢ κολακείᾳ, καταπτήξῃ ἀπανθρωπίᾳ  καὶ δέει, ὡς ἐπὶ τῶν μαρτύρων.  ἐκεῖ γὰρ ἀμφότερα ἐτεκταίνετο,  καὶ ἡ διὰ δώρων καὶ τιμῶν μηχανευομένη παγίς, τοὺς περὶ τὰ δοξάρια κεχηνότας θηρῶσα, καὶ ἡ διὰ κολάσεων ἀπειλή, τήγανα καὶ ἀρθρέμβολα καὶ θηρία καὶ ὅσα περὶ σφοδρὰν ὀδύνην ἐπιτήδεια εὐτρεπίζουσα, τοὺς ἀνδρείους καὶ φιλοθέους  ἀναδεικνῦσα.  ὁ μέντοι  κλῆρος ὁ Ἀντιοχέων  ὁ ἐπίσημος κεκρυμμένως  συνάγει,  μηδὲ  πλησιάζων  τοῖς  τοίχοις  τῆς  ἐκκλησίας,  καὶ  πᾶσα ἡ ἐπίσημος γυναικωνῖτις,  δι'  ἃς μάλιστα ἔκφρονες  γεγόνασιν  οἱ ἀργυρολόγοι  τῶν ἡγου  μένων.  περὶ δὲ τῶν  Κωνσταντινουπόλεως  τί  δεῖ  καὶ  λέγειν,  ὅσον πλῆθος ἀπέστη τῆς ἐκκλησίας,  συνάγον  ἐν τῷ ὑπαίθρῳ,  ὡς προειρήκαμεν,  ὡς μηδὲ τοὺς κρατοῦντας τῶν ἐκκλησιαστικῶν πραγμάτων ἔχειν τοσούτους ἀκροατὰς τῆς σιγῆς; – λόγος γὰρ οὐδαμοῦ παρ' αὐτοῖς.

{Ο ∆ΙΑΚ.} Ἠλευθέρωσάς μου τὴν διάνοιαν, πάτερ, τῇ ἀμφι βολίᾳ δεδουλωμένην,  τοῖς ὀφθαλμοῖς  μου παραστήσας τὰ πράγ ματα. ἡ γὰρ συμφωνία τῶν λόγων  καὶ ἡ ἄσκηπτος διήγησις ἐπληροφόρησέν με ἀληθῆ εἶναι τὰ γεγενημένα·  ἀδύνατον  γὰρ ψευδῆ  λόγον  ἑαυτῷ  συμφωνῆσαι.  ἀνεπαχθῶς  τοίνυν διήγησαι ἡμῖν καὶ τὰ κατὰ τὴν Ὀλυμπιάδα, εἴ γέ τίς σοι γνῶσις.

{Ο ΕΠΙΣΚ.} Ποίαν ταύτην;  ἐπειδή  εἰσι  καὶ  ἕτεραι.  {Ο  ∆ΙΑΚ.} Τὴν  διάκονον  Κωνσταντινουπόλεως, νύμφην  ποτὲ γενομένην  Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων.  {Ο ΕΠΙΣΚ.} Καὶ πάνυ γε οἶδα.

{Ο  ∆ΙΑΚ.} Ποταπὴ γυνὴ  τυγχάνει  οὖσα;

{Ο  ΕΠΙΣΚ.}  Μὴ λέγε  "γυνή,"  ἀλλ'  "οἷος  ἄνθρωπος"·  ἀνὴρ γάρ ἐστι παρὰ τὸ τοῦ σώματος σχῆμα. 99 {Ο ∆ΙΑΚ.}  Ἐν τίνι;

{Ο ΕΠΙΣΚ.}  Ἔν τε βίῳ καὶ πόνοις  καὶ γνώσει  καὶ τῇ τῶν  περιστάσεων ὑπομονῇ.

{Ο ∆ΙΑΚ.} Πῶς οὖν ὁ Θεόφιλος αὐτὴν ἐλοιδόρησεν; {Ο ΕΠΙΣΚ.} Ποῖος οὗτος; {Ο ∆ΙΑΚ.} ὉἈλεξανδρέων   ἡγούμενος. 

{Ο   ΕΠΙΣΚ.}   Ἔοικάς  μοι,   Θεόδωρε,  τοὺς   τοσούτους διαύλους  τῶν  λόγων  λήθῃ  κεκαλυφέναι. 

{Ο  ∆ΙΑΚ.} Ἐν τίνι;

{Ο  ΕΠΙΣΚ.}  Ὁ τῆς ἀληθείας  μὴ  φεισάμενος,   ἀλλὰ  ταύτην  καταπατήσας,  ὡς  οἱ  προάγοντες  λόγοι παρέστησαν, καὶ  ὁ τὴν  ἐκκλησίαν  τὴν  ὑπ'  οὐρανόν,  δι'  ἣν  ὁ μονογενής,  τὸ δὴ λεγόμενον,  ἐσκύλη,  ἵνα  ταύτην  ἑνώσῃ,  μὴ τιμήσας,  ἀλλ'  ἐνυβρίσας τῷ  σχήματι, γυναικὸς    ἔχει    φείσασθαι    χήρας,     ἐν    προσευχαῖς    τὸ    ζῆν    ἀναλισκούσης;ἐμπερινόστησον καὶ ἴδε εἴ τινά ποτε τῶν κακῶν ἐλοιδόρησεν, μισευλαβὴς ὑπάρχων ἀεί. διὰ τί δὲ καὶ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ οὐ στοχάζῃ, πῶς εἰσιν ἐναντίαι ἀλλήλαις; Ἐπιφάνιον γὰρ τὸν μακάριον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, τριάκοντα ἓξ ἔτη ἄρξαντα τῆς ἐκκλησίας, δυσφη μήσας, ὡς αἱρετικὸν ἢ σχισματάριν ἐπὶ ∆αμάσου καὶ Σιρικίου τοῦ μακαρίου, ὕστερον ἐν τῇ πρὸς τὸν πάπαν Ἰννοκέντιον  ἐπιστολῇ λοιδορῶν τὸν μακάριον Ἰωάννην,  εὑρίσκεται ἁγιώ τατον ὀνομάζων τὸν Ἐπιφάνιον.ποσάκις δὲ θέλεις  καὶ τὰ γόνατα  ταύτης  ἐφίλησεν,  ἐλπίδι  τοῦ ἀργυρίου,  ἣν νῦνλοιδορεῖ,   ἐκείνης  χαμαὶ  πιπτούσης  ἐπὶ  τῷ  πράγματι  καὶ  δάκρυα  ῥαι  νούσης, ἐπισκόπου  ταῦτα  ποιοῦντος;   πλὴν   ἐν  τίνι   ἐλοιδόρησεν  αὐτήν;

{Ο  ∆ΙΑΚ.} Ὡςὑποδεξαμένην τοὺς ὑπ' αὐτοῦ ῥιφέντας μοναχούς.

{Ο ΕΠΙΣΚ.} Καὶ ἔξεστιν ἐπισκόπῳ ἢ πρέπον ὅλως ῥίπτειν τὸν τυχόντα μαθητήν, μήτι γε καὶ μονάζοντα;

 {Ο ∆ΙΑΚ.} Ὡς ἐὰν παρώξυναν αὐτὸν ἢ κακῶς εἶπον.

{Ο ΕΠΙΣΚ.} Καὶ τὴν ἰδίαν ὀργὴν ὤφειλεν ἐκπληρῶσαι, φρον τίζων τῆς κατηγορίας; πῶς ἔτι οὗτος τὰς Χριστοῦ ὕβρεις ζητήσει, ὁ περὶ τὰς ἰδίας ἀσχολούμενος δόξας; διὰ τί δὲ ὅλως τὸν εἰπόντα διδάσκαλον οὐκ ἐμιμήσατο,  "Λοιδορούμενοι  εὐλο  γοῦμεν";

{Ο  ∆ΙΑΚ.} Τί  οὖν,  ὡς  εἰ  ἑτερόδοξοι ὑπῆρχον οἱ μονάζοντες;

 {Ο ΕΠΙΣΚ.} Καὶ πάντως ἔδει διορθώσασθαι καὶ πεῖσαι, μὴ γὰρ ῥῖψαι.

{Ο ∆ΙΑΚ.}  Ὡς εἰ καὶ τοῦτο ἐποίησεν,  αὐτοὶ δὲ οὐκ ἐπείσθησαν φιλόνεικοι ὄντες;

 {Ο ΕΠΙΣΚ.} Τὸ ἀποστολικὸν ἔδει ποιῆσαι· "Τὸν αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος"· μὴ γὰρ ῥῖψαι καὶ λεηλατῆσαι καὶ ἔξω τῆς θρεψαμένης ἀπελάσαι μετὰ τῆς τῶν ἀρχόντων ἀπειλῆς.

{Ο ∆ΙΑΚ.} Τελείου ἀνδρός μοι λέγεις μέτρα καὶ θεοφιλοῦς καὶ ἀνεξικάκου. {Ο ΕΠΙΣΚ.}  Καὶ μὴν οὐκ ἔστι μέγα ἐγκώμιον τὸν ἥττονα βαστάσαι. πλὴν εἰ μὴ ἔστι τέλειος, ὅσον ἥκει, πῶς καὶ ἐπί σκοπος ὁ τοιοῦτος; ἀτελὴς γὰρ ἀτελῶν οὐδέποτε προνοήσει. πῶς δὲ  καὶ Θεόφιλος λέγεται, μὴ φιλῶν τὸν Θεόν, δι' ὃν ὤφειλεν τὰς τῶν ἀνθρώπων ὕβρεις ῥᾳδίως φέρειν; εἰ δὲ Θεὸν οὐ φιλεῖ,  δῆλον οὐδὲ ἑαυτόν· ὁ δὲ ἑαυτοῦ ἐχθρός, πῶς  λοιπὸν ἄλλους φιλήσει; οὐκοῦν οὐδὲν ξένον, εἰ τούτου χάριν ἔψεξεν Ὀλυμ πιάδα ὡς τοὺς  μονάζοντας  δεξαμένην.

{Ο  ∆ΙΑΚ.} Ὡμολόγηται  μέν,  ὅτι  Θεόφιλος  ὀργίλον  ἐποίησε πρᾶγμα,  ῥίψας αὐτούς,  εἴ τινες  ἂν εἶεν,  εἴτε ὀρθόδοξοι, εἴτε αἱρετικοί· ἡ μέντοι διάκονος οὐκ ὤφειλεν  αὐτοὺς ὑποδέξασθαι.

{Ο ΕΠΙΣΚ.} Τί σοι οὖν ἐφάνη; –καλῶς πεποιηκέναι ἢ κακῶς;

{Ο ∆ΙΑΚ.} Εἶπον ὅτι κακῶς.

{Ο ΕΠΙΣΚ.} Καὶἡεὐποιΐα κρίνεταί  ποτε;

{Ο ∆ΙΑΚ.}  Καὶ πάνυ  γε,  ὅταν  ᾖ ἐπὶ κακῶν  καὶ μὴ ὀφειλόντων  εὖ παθεῖν γινομένη.  {Ο ΕΠΙΣΚ.} Τίνες τοίνυν ἦσαν οἱ πεντακισχίλιοι,  οὓς ἔθρεψεν ὁ Σωτὴρ ἐκ πέντε ἄρτων κριθίνων,  καλοὶ ἢ κακοί;

{Ο ∆ΙΑΚ.} ∆ηλονότι καλοί, ὡς παρὰ τοῦ Σωτῆρος τραφέντες. {Ο ΕΠΙΣΚ.} ∆ιὰ τί οὖν κριθίνοις ἐτράφησαν, καλοὶ ὄντες; {Ο ∆ΙΑΚ.}  ∆ιὰ σπάνην ἴσως πυρίνων  καὶ λιμόν.  {Ο ΕΠΙΣΚ.}  Πῶς οὖν ὀνειδίζονται  ἐπὶ ἀπιστίᾳ,  ὡς καλοὶ ἢ ὡς κακοί;

{Ο ∆ΙΑΚ.}  Εἰ ὀνειδίζονται,  ὡς κακοὶ δηλονότι.

{Ο ΕΠΙΣΚ.}  Καὶ δύνανται  οἱ αὐτοὶ καλοὶ εἶναι  καὶ κακοί;

{Ο ∆ΙΑΚ.}  Καὶ πάνυ γε.

{ΟΕΠΙΣΚ.} Πῶς;

{Ο ∆ΙΑΚ.} Ὡς μὲν πρὸς χείρονας καλοί, ὡς δὲ πρὸς κρείτ τονας κακοί.

{Ο ΕΠΙΣΚ.} Θαυμασίως εἴρηκας. τούτῳ τοίνυν τῷ τρόπῳ καὶ οἱ μονάζοντες καὶ καλοὶ ἦσαν καὶ κακοί. καὶ ἡ μὲν πιστο τάτη ὡς καλοὺς αὐτοὺς ἐξένισεν· ὁ δὲ θαυμάσιος ὡς κακοὺς ἔῤῥιψεν, ὅπερ οὐκ ἔδει.

{Ο ∆ΙΑΚ.} Ἀλλ' ἐρεῖ σοι, ὅτι "Ἐπὶ λύπῃ ἐμῇ ἐδέξω τοὺς ἐχθρούς μου."

{Ο ΕΠΙΣΚ.} Ὅλως μὲν οὖν ἥττημα αὐτῷ ἐστιν, ὅτι καὶ ἐχθροὺς ὀνομάζει,  ὁ  χρεώστης  τῶν  ὕβρεων  ὡς  Χριστοῦ μι  μητής.  {Ο  ∆ΙΑΚ.} Ποῦ  δαὶ ὀνειδίζονται οἱ πεντακισχίλιοι  ὑπὸ τοῦ Σωτῆρος, ὡς εἴρηκας; οὐ γὰρ ἀναφέρονται.

{Ο ΕΠΙΣΚ.} Ἡνίκα συναθροισθέντες ἐκ δευτέρου προσῆλθον τῷ Ἰησοῦ, ἀκούσαντες·

"Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα καὶ τέρατα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε." Ὁ Θεόδωρος εἶπεν·

{Ο ∆ΙΑΚ.} Σαφέστατα ἔχει.

{Ο ΕΠΙΣΚ.} Ὁ δὲ ψεκτός,κατὰ  τοῦτο  καὶ κακός.

 {Ο  ∆ΙΑΚ.}  Μενοῦνγε.

 {Ο  ΕΠΙΣΚ.}  Κακοὺς οὖν  ἔθρεψεν,  ἢ καλοὺς ὁ Σωτήρ;

{Ο ∆ΙΑΚ.} Ὡμολόγηται ὅτι κακούς· "οὐ" γὰρ "χρείαν ἔχου σιν οἱ  ὑγιαίνοντες  ἰατροῦ, ἀλλ'  οἱ κακῶς ἔχοντες."

{Ο ΕΠΙΣΚ.}  Τί οὖν; κακὸν πεποίηκεν

Ὀλυμπιάς, τὸν ἑαυτῆς  Κύριον μιμησαμένη, "τὸν βρέχοντα καὶ ἀνατέλλοντα  τὸν ἑαυτοῦ ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους"; κἂν οἱ Φαρισαῖοι ὀνειδίζωσι τοὺς μαθητάς, λέγοντες· "Ὁ διδάσκαλος ὑμῶν μετὰ τελωνῶν  καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει."

{Ο ∆ΙΑΚ.} Ὡς ἔοικε,  παρὰ  τὴν  σύνεσιν  τῶν  πολλῶν  κακολο  γεῖται  μὲν  τὰ  σεμνά,

φιλεῖται  δὲ  τὰ  αἰσχρά.

{Ο  ΕΠΙΣΚ.}  Πρὸς τί  σοι  οὗτος  ὁ  λόγος,  φιλαληθέστατε Θεόδωρε;

{Ο  ∆ΙΑΚ.} Ὅτι  εἰ  μὴ  σὺ  ἐγύμνωσάς  μοι  τὸν  λόγον,  συλλογιστικῶς σαφηνίσας,εἰςτὴν ἀναίσθητον συναπηγόμην δόξαν, οὐ τῷ σκοπῷ τῆς ἐλευθερίας προσέχων,  ἀλλὰ  τοῖς  Θεοφίλου  θρύλοις.

{Ο  ΕΠΙΣΚ.}   Οὐκοῦν τὸ  ἐναντίον,   ἐὰν ἀποδειχθῶσιν  οἱ ἅγιοι ἐκεῖνοι ἄνδρες οὐ μόνον οὐ κακοί, ἀλλὰ καὶ πολλοὺς ἀπὸ κακίας  πρὸς  ἀρετὴν  ἐπαναγαγόντες,   δῆλος  ἔσται  ὁ  τούτων  διώκτης  ἄξιος  οὐ διωχθῆναι,  ἀλλὰ ἐλεηθῆναι,  ὡς τοὺς μὲν καλοὺς ἀεὶ λυμαινόμενος,  τοὺς δὲ κακοὺς ἀποδεχόμενος

{Ο ∆ΙΑΚ.} Οὕτως ἔχει, ὡς εἴρηκας. κἂν γὰρ μὴ ἀποδειχθῶσιν ἐκεῖνοι σοφοί τε καὶ ἅγιοι (ὥς φασιν οἱ πολλοί), ἐκτὸς μέμψεως ἔσται ἡ Ὀλυμπιὰς ἐκ τῶν προλαβόντων  συλλογισμῶν,  τὸ τοῦ Σωτῆρος μίμημα ἐπιδειξαμένη.

{Ο ΕΠΙΣΚ.} Καὶ ποίαν μείζω ὁρᾷς μαρτυρίαν τῶν πράξεων,τὴντοῦ Εὐαγγελίου ἢ τὴν Θεοφίλου;

{Ο ∆ΙΑΚ.} Ἄπαγε, παρακαλῶ· ὡμολόγηται γὰρ παρὰ πᾶσι κἀκείνους αὐτὸν ἀπό τινος ὀργῆς   καὶ   φιλαρχίας   ἐῤῥῖφθαι,   καὶ   ταύτην   ἀπὸ   δεισιδαιμονίας   καὶ   ἔχθρας

λελοιδορηκέναι, προ φασισαμένου ἐκείνου τοὺς μονάζοντας. ἀστοχήσας γὰρ ἐπὶ ταῖς δουλοπρεπέσι  κολακείαις  τοῦ  μηδὲν  παρ'  αὐτῆς  εἰληφέναι   πλὴν  βρωμάτων  ἢ ξενίων,    εἰς   λοιδορίαν   ἐτράπη·  τοῦτο   γὰρ  αὐτοῦ   τὸ  ἔθος  ἐπὶ   πάντων.   


ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ


{Ο ΕΠΙΣΚ.} Ἄκουε τοίνυν, διακόνων ἄριστε, ὁρῶ γάρ σε χρήσιμον τῷ κοινῷ· τὸ γὰρ σπουδαῖόν σου ἐν τῷ νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι. οἱ ἄνδρες οὗτοι ἐξ ἁπαλῶν  ὀνύχων  καὶ Χριστιανῶν γονέων  Θεῷ ὑποταγέντες,  οὐκ ἠνέσχοντο, οὐδὲ κομιδῇ νέοι, τῇ ματαιότητι δουλεῦσαι, οὐδὲ τοῖς ὄχλοις συν αναστραφῆναι,   ἀλλὰ  καταλαβόντες   τὴν   ἐκ  μεσημβρίας  ἀοίκητον   πόῤῥω  που κειμένην  τῆς οἰκουμένης,  συνεστήσαντο καλύβας,  ὅσον διαφυγεῖν  τὴν ἐπάχθειαν τῆς ἡλιακῆς λαμπάδος καὶ τὴν δρόσον τὴν ἐκ τοῦ ἀέρος. ἐν αἷς διάγοντες, εὐχαῖς καὶ ἀνα γνώσμασι τὸν ἑαυτῶν κατηνάλωσαν χρόνον, τοσοῦτον θλιβέντες τοὺς καρποὺς τῶν  χειρῶν  ἐν  ἔργοις  σωματικοῖς,  ὅσον εἰς  τροφὴν  εὐτελῆ  ἐπαρκέσαι,  ἄμεινον ἡγησάμενοι συναγελάζεσθαι δορκάσι καὶ στρουθοῖς καὶ βουβάλοις ἢ συνευωχεῖσθαι τοῖς Θεὸν ἀγνο οῦσιν ἀνθρώποις.  τούτων  ὁ μὲν γεραιότατος ἀμφὶ τὰ ἐνενήκοντα παριππάσας ἔτη, συνανεστράφη τῷ μακαρίῳ Ἀντωνίῳ, Ἱέραξ καλούμενος, τὸ κύριον ὄνομα εἰσέτι καὶ νῦν ἐνισχύων· ὁ δ' ἕτερος, Ἀμμώνιος, σὺν δυσὶν ἀδελφοῖς ἀσκηταῖς καὶ ἑνὶ ἐπι σκόπῳ, οἳ καὶ κλοιοφορήσαντες  ἐπὶ Οὐάλεντος ἐξωρίσθησαν (ὡς πᾶσα ἐπιγινώσκει  ἡ Ἀλεξάνδρεια),  ἑξηκοντούτης·  τοιοῦτοι  ὄντες  ἐν  γνώσει,  ὡς μηδὲν αὐτοὺς διαφεύγειν  τῶν ἐν ταῖς Γραφαῖς τοῖς πολλοῖς ἀπορουμένων.  ὧν οἱ μὲν δύο ἐκοιμήθησαν τελευ τήσαντες ἐν Κωνσταντινουπόλει· Ἀμμώνιος μέν, ὡς οἱ περὶ Αὐρήλιον καὶ Σισίννιον  διηγήσαντο,  προφητεύσας  περὶ τὴν  ἔξοδον,  ὡς  μεγάλου διωγμοῦ ἐπιγενομένου  καὶ σχίσματος ταῖς ἐκκλησίαις, αἴσχιστον τέλος ἀπενεγκεῖν τοὺς αἰτίους καὶ οὕτως  ἑνωθῆναι  τὰς ἐκκλησίας· ὃ δὴ καὶ ἐκ μέρους γεγένηται καὶ γενήσεται (ἐντεῦθεν γάρ τινων  τὰ σώματα, ἐπισκόπων τε καὶ λαϊκῶν,  ἡ νόσος παραλαβοῦσα ποικίλοις πάθεσιν ἐμερίζετο, πυρετῷ μὲν μαλακῷ τὰ σπλάγχνα διακαίουσα, κνησμῷ δ' ἀφο ρήτῳ τὴν ἐπιφάνειαν  ὅλην τοῖς ὄνυξιν  ἐξορύττουσα, κόλου  τε συνεχεῖς  ἀλγηδόνες.  τινὸς  περί τε τοὺς  πόδας ὑδρωπιῶντος  οἰδήματα πελιδνά·  ἑτέρου δὲ ῥεύματα περὶ τὰ τέσσαρα ἄρθρα θερμὸν ψυχρὸν  τοὺς κακῶς ὑπογράψαντας  δακτύλους ἔφρισσεν, τοῦ τε ἤτρου φλεγμονὴ  καὶ διὰ μορίου τινὸς σηπεδὼν  δυσωδίαν  εἰς μακρὸν παρατείνουσα,  σκώληκας γεννῶσα.  ὀρθόπνοιά  τε πρὸς  τούτοις  καὶ  δύσπνοια  καὶ  πάντων   τῶν   μελῶν   διατάσεις·  φαντασίαι   τε νυκτεριναὶ   εἰς  κύνας   λυττῶντας   καὶ  ξιφήρεις   βαρβάρους,  ἀλλόγλωσσον   καὶ κυματώδη φωνὴν  ἐξηχοῦντας,  μετεσχηματίζοντο,  ἄϋπνον τὸν ὕπνον ἀποτελοῦσαι. ἕτερος δὲ ἐξ ἵππου πεσὼν καὶ καυληδὸν τὸ δεξιὸν κατεάξας σκέλος παραυ τίκα τὸ ζῆν ἀπέῤῥηξεν· ἄλλος  ἀποκλεισθεὶς τὴν  φωνὴν  ὀκτα μηνιαίῳ  χρόνῳ  ἐπὶ κλίνης ἐταριχεύετο, μηδὲ τῷ ἰδίῳ στόματι τὰς χεῖρας προσάγειν δεδυνημένος. ἕτερος ζῶν τὰ σκέλη  ἕως  γονάτων   κατ'  ὀλίγον  ἐπρίζετο  ἐπὶ  τριετίαν,   ἐρυσιπέλου  δῆθεν  τὰς ἀφορμὰς γεννῶντος·  ἄλλος τὴν γλῶσσαν οἰδήσας–ὥς φασι–μετὰ λάβρου πυρετοῦ, ὡς  διάφραγμα  κεῖσθαι  τῷ  στόματι  ἀντερείδων   τοῖς  ὀδοῦσι,  μὴ  χωρούσης  τῆς γλώσσης ἐν τῷ ὡρισ μένῳ παρὰ τῆς φύσεως τόπῳ, ἐν πυξίῳ γράψας ἐξομολόγησιν ἐποιεῖτο.  καὶ ἦν ἰδεῖν θεήλατον  ὀργὴν διαφόροις τιμωρίαις  στρατηγοῦσαν. οἱ γὰρ τὸν  τῶν  ψυχῶν  ἰατρὸν  καὶ  ἐπαοιδὸν  παροξύναντες  καὶ  μεταστήσαντες τοῦ  τῆς σωτηρίας ἐργαστηρίου  τὸν  ὑποφήτην  τούτου,  τοῖς τῶν  σωμάτων  ἰατροῖς εἰς αἰκισμὸν παρεδίδοντο, ὀδύνην μὲν ἐπιχορηγούντων  τοῖς νομιζομένοις φαρ μάκοις, σωτηρίαν δ' οὐκ ἐμποιούντων.  τίς γὰρ ἰάσεται τὸν ὑπὸ Θεοῦ τιμωρούμενον; –ὡς ὁ προφήτης λέγει· "Μὴ ἰατροὶ ἀνα στήσουσι καὶ ἐξομολογήσονταί σοι;" οὕτως ἀπώλλυντο  πάντες οἱ ἀντιπράττοντες  τῇ εἰρήνῃ τῆς ἐκκλησίας σου, Κύριε). λέγεται δὲ τὸ μνῆμα τοῦ μονάζοντος Ἀμμωνίου νόσους τὰς περὶ ῥῖγος ἐλαύνειν· τέθαπται δὲ ἐν τῷ μαρτυρίῳ τῶν  Ἀποστόλων πέραν θαλάσσης. ὁ δὲ ἐπίσκοπος ∆ιόσκορος–ὥς φασιν–εὐξάμενος πλεῖστα ἢ εἰρήνην ἰδεῖν τῶν ἐκκλησιῶν ἢ τέλος τὸ ἑαυτοῦ, κατηξιώθη τοῦ τέλους, ἐπειδὴ οὐκ ἦν ἄξιος ὁ κόσμος τῆς εἰρήνης, ταφεὶς ἐν τῷ πρὸ τῆς πύλης μαρτυρίῳ, ὡς τὰς πλείστας τῶν γυναικῶν  καταλειψάσας τῆς μάρτυρος τοὺς ὅρκους, κατὰ τῶν  εὐχῶν  ∆ιοσκόρου ὀμνύειν.  περὶ δὲ τῶν  λοιπῶν  ἀσκητῶν πολύς  μοι  λόγος  καταναλίσκεται   εἰς  τὸ  διηγήσασθαι,  ἴσως  ἐπειγομένου   σου, φερώνυμε ἄνθρωπε.

{Ο ∆ΙΑΚ.} Καὶ τίς οὕτω τρισάθλιος τοῖς τῆς ἀρετῆς διηγήμασι μὴ διδοὺς χώραν; λέγε τοίνυν,  παρακαλῶ,  καὶ οἱῳδήποτε λόγῳ εὐλόγῳ ἀπάγαγέ μου τὸν νοῦν τῶν βιωτικῶν νοημάτων.

{Ο ΕΠΙΣΚ.} Ἔστι τοίνυν ἕτερος Ἱέραξ, Ἑλληνικῷ μὲν καλούμενος ὀνόματι, πνευματικοῖς δὲ κεκοσμημένος τρόποις· ὃς τὰ μὲν πρῶτα ἔξω πάσης Αἰγύπτου καὶ Θηβαΐδος ἐν τῷ Πορφυρίτῃ ὄρει μόνος ἀναχωρήσας, ἄνευ πνοῆς ἀνθρωπίνης,  τέσσαρα ἐκαρ τέρησεν ἔτη, μόναις ταῖς ἀρεταῖς ἀρκούμενος εἰς παράκλησιν·   ἔπειτα   δὲ   τῇ   τῆς   Νιτρίας  ἐρήμῳ   εἴκοσι  πέντε   ἔτη   ἅμα   τοῖς προειρημένοις πατράσιν. τούτῳ "δαίμονες" ἐπιστάντες (ὡς αὐτὸς ἡμῖν διηγήσατο), πολυχρόνιον ζωὴν ὑποβάλλοντες, ἀπὸ "τῆς προκειμένης ἐλπίδος" σαλεύειν ἐσπούδαζον,   "μετασχημα  τισθέντες   εἰς  ἀγγέλους   φωτός"·  "Πεντήκοντα   ἔτη," λέγοντες,  106 "ἔχεις ζῆσαι. πῶς καρτερήσεις ἐν τῇ ἐρήμῳ;" ὁ δὲ τῇ συνέσει διὰ τῆς πίστεως ἀνθυποφέρει, φήσας· "Ἐλυπήσατέ με, ἐλάτ τονα τῆς προθέσεως τὸν χρόνον εἰπόντες· διακοσίων γὰρ ἐτῶν παρασκευὴν ἐποιησάμην ἐν τῇ ἐρήμῳ." οἱ δὲ ἀκούσαντες ᾤχοντο ὀλολύζοντες. καὶ τοῦτον τὸν τοιοῦτον, ὃν οἱ δαίμονες οὐκ ἐσά λευσαν, πολυμήκη χρόνον εἰς ἀκηδίαν σοφισάμενοι, ὁ πάπας Θεόφιλος διὰ προστάγματος αὐτὸν μετανέστησεν καὶ εἰς τοσ αύτην περιέστησεν ἀνάγκην, ὡς καὶ στρατόπεδον καταλαβεῖν· ὃς νῦν μετὰ τὴν κοίμησιν Ἀμμωνίου τὴν πανέρημον πάλιν κατεί  ληφεν,   τὴν  τοῦ  ἀρότρου παραβολὴν  φοβηθείς.  ἄλλος  πάλιν  πρεσβύτερος Ἰσαὰκ λεγόμενος, μαθητὴς Μακαρίου τοῦ μαθη τοῦ Ἀντωνίου,  φιλέρημος εἰσάγαν, πεντηκοστὸν ἔτος ἄγων κατὰ διάνοιαν σώζων τὴν πᾶσαν Γραφήν, κεράστας ὄφεις ἐν ταῖς χερσὶν ἀκινδύνως  βαστάζων,  παρθένος ἐκ μήτρας, ἑπταετὴς καταλαβὼν  τὴν ἔρημον, μετὰ τεσσαράκοντα ἔτη σὺν τοῖς προει ρημένοις παρὰ τοῦ πάπα Θεοφίλου ἐσινιάζετο. ἕτερος Ἰσαὰκ πρεσβύτερος καὶ αὐτὸς μαθητὴς καὶ διάδοχος Κρονίου τοῦ πρεσβυτέρου, μαθητοῦ καὶ αὐτοῦ Ἀντωνίου, γνωστικὸς καὶ αὐτὸς ἐν Γραφαῖς ὑπερβαλλόντως, φιλόξενος εἰ καί τις ἄλλος, ὡς δι' ὑπερβολὴν φιλανθρωπίας ξενοδοχεῖον  κατασκευάσαι ἐν τῇ πανερήμῳ εἰς ἀνάψυξιν  καὶ τῶν  ἀῤῥωστούντων μοναχῶν  καὶ τῶν  ἐπιχωριαζόντων  ξένων  θέας ἕνεκεν  τῶν  μακαρίων  πατέρων– (φασὶ δέ) ὀργῆς ἀλλότριος,  τριακοστὸν ἔτος ἄγων ἐν τῇ ἀναχωρήσει,  σὺν τούτοις ἐκακουχεῖτο. τούτων ὁ μὲν πρό τερος Ἰσαὰκ ἑκατὸν πεντήκοντα  εἶχεν ὑφ' ἑαυτὸν ἀσκητάς· οὗ καὶ μαθητὰς ἐπισκόπους κατέστησεν ὁ Θεόφιλος ἕως ἑπτὰ ἢ ὀκτώ, ἡνίκα Θεόφιλος  ἦν· ὁ δ'  ἕτερος διακοσίους  δέκα,  οὗ καὶ  αὐτοῦ  πολλοὶ  ἐν  ἐπισκόποις μαθηταὶ κατηριθμήθησαν. οὗτοί εἰσι, περὶ ὧν τρίτην ἡμέραν διηγησάμεθα, Ἰσιδώρου χάριν τοῦ 107 πρεσβυτέρου τῆς ἐρήμου ἠλάσθαι παρὰ Θεοφίλου τοῦ πάπα.  οὗτοί εἰσιν, οὓς παρεῖδον ἱερεῖς καὶ Λευῗται, καὶ εἰς αἰσχύνην ἀνδρῶν ἀνδρεία γυνὴ ὑπεδέξατο καὶ εἰς κρῖμα ἐπισκόπων διά κονος θήλεια ἐξένισεν, ἧς ὁ ἔπαινος ἐν ταῖς ἐκκλησίαις ἐμπολι τεύεται πολλῶν ἕνεκεν, τὸν Σαμαρείτην ἐκεῖνον, ὅστις ποτέ ἐστι, μιμησαμένη,  ὃς τὸν ὑπὸ λῃστῶν  συντριβέντα,  ἡμιθανῆ,  ἐν τῇ καταβάσει Ἰερειχὼ εὑρών, ἐπὶ τὸ ἴδιον ἐπεβίβασεν ὑποζύγιον μέχρι τοῦ πανδοχείου ἐνηνοχώς,  καὶ τὸ τῆς φιλανθρωπίας  ἔλαιον σὺν τῷ στύφοντι οἴνῳ κεράσας ἰάσατο τὰ οἰδήματα. καὶ ταῦτα  μὲν  εἰρήσθω.  ὅσην δὲ περιουσίαν  χρημάτων  ἢ κτη  μάτων  τοῖς  δεομένοις διένειμεν,  οὐκ ἐμὸν τὸ λέγειν,  ἀλλὰ τῶν εὖ παθόντων  (ὑπερόριος γὰρ ὤν, ἀβαρὴς ἐφυλάχθην).  ἄκουσον δὲ τῆς μείζονος ἀρετῆς.  ὀρφανὴ  γὰρ ἀνδρὶ συναφθεῖσα οὐ συνε χωρήθη  παρὰ τοῦ προγνώστου  Θεοῦ, τοῦ  προορῶντος  τὰς  τῶν  ἀνθρώπων ἐκβάσεις, οὐδὲ εἴκοσι μῆνας δουλεῦσαι τῇ τῆς σαρκὸς ἡδονῇ τῆς πάντων βασιλευούσης,   τοῦ   συναφθέντος    αὐτῇ   συν   τόμως   τὸ   τῆς   φύσεως   χρέος ἀπαιτηθέντος. λέγεται δὲ παρθένος ὑπάρχειν, ὡς ἡ φήμη διδάσκει. δυναμένη γὰρ τῷ ἀποστολικῷ νόμῳ δουλεῦσαι τῷ, "Βούλομαι νεωτέρας χήρας γαμεῖν, οἰκο 108 δεσποτεῖν,"  οὐκ ἠνέσχετο,  καίπερ καὶ γένει  καὶ πλούτῳ  καὶ παιδείᾳ  μαθημάτων πολυτελῶν  καὶ εὐφυΐᾳ φύσεως καὶ ἄνθους ὥρᾳ κεκοσμημένη, δορκάδος δίκην τοῦ δευτέρου γάμου τὴν παγίδα ἀνεκτῶς ὑπερπηδήσασα. "δικαίῳ" γὰρ "νόμος οὐ κεῖται, ἀλλ' ἀνυποτάκτοις, βεβήλοις," ἀκορέστοις περὶ φθοράν. ἔτυχεν δὲ κατά τινα φθόνον σατανικὸν δηλατορευθῆναι ταύτης τὴν ἄωρον χηρείαν εἰς τὰς ἀκοὰς Θεοδοσίου τοῦ βασιλέως,  ὃς ἔσπευσεν αὐτὴν  Ἐλπιδίῳ  τινὶ  συγγενεῖ  ἑαυτοῦ Σπανῷ συνάψαι  εἰς γάμον. καὶ πολλὰ λιπαρήσας τὴν ἄνθρωπον, ἀποτυχὼν ἐλυπήθη, δηλωσάσης αὐτῆς· "Εἰ ἐβούλετό με ὁ ἐμὸς βασιλεὺς ἄῤῥενι συζῆν, οὐκ ἄν μου τὸν πρῶτον ἀφείλετο· ἀλλ' ἐπειδὴ ἀνεπιτήδειόν με τῷ πεφυρμένῳ βίῳ ἔγνω, μὴ δυναμένην ἀνδρὶ ἀρέσαι, κἀκεῖνον  τοῦ δεσμοῦ ἠλευθέρωσεν  κἀμὲ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς ἀνδρικῆς δουλείας  ἀπήλλαξεν,   τὸν  χρηστὸν  αὐτοῦ  ζυγὸν  τῆς  ἐγκρατείας  ἐπιθείς  μου  τῇ διανοίᾳ."   μετὰ  τὴν   ἀπό  κρισιν  ταύτην   προστάσσει  τῷ   ἐπάρχῳ   τῆς   πόλεως φρουρεῖσθαι  ταύτης  τὰ  πράγματα,  μέχρις  οὗ  πληρώσει  τριάκοντα  ἔτη  τὴν  τοῦ σώματος ἡλικίαν.  ὃς ἐξαυτῆς λαβὼν  τὴν  τοῦ βασιλέως ἐπιτροπήν,  εἰς τοσοῦτον αὐτὴν ἔθλιβεν,  ὑποβαλλόμενος  ὑπὸ τοῦ Ἐλπιδίου, ὡς μὴ ἔχειν ἐξουσίαν μηδὲ τοῖς ἐπισήμοις 109 συντυγχάνειν τῶν ἐπισκόπων μηδὲ ἐκκλησίᾳ παραβάλλειν, ἵνα στενωθεῖσα  ὑπὸ  τῆς  ἀκηδίας  καταπέσῃ  εἰς  τὴν  αἵρεσιν  τοῦ  γάμου.  ἡ  δὲ  πλέον ἡσθεῖσα καὶ τῷ Θεῷ εὐχαριστήσασα ἀντεδήλωσεν  τῷ βασιλεῖ ταῦτα· "Πρέπουσαν βασιλεῖ καὶ ἁρμόττουσαν ἀρετὴν ἐπισκόπῳ εἰς ἐμὲ τὴν ταπεινὴν ἐπεδείξω, δέσποτα, κελεύσας παραφυλαχθῆναί  μου τὸ βαρύτατον φορτίον,  περὶ οὗ ἐφρόντιζον,  ὅπως διοικηθῇ· μεῖζον δὲ ποιήσεις, προσ τάξας αὐτὸ τοῖς πενομένοις καὶ ταῖς ἐκκλησίαις διασκορπισθῆναι. ἐγὼ γὰρ ἀπηυξάμην πάλαι τὴν ἐκ τῆς διανομῆς κενοδοξίαν, ὅπως μὴ  ἀμελήσω  τοῦ  τῆς   φύσεως   πλούτου,   ἑλιττομένη   περὶ  τὴν   ὕλην."   οὕτως ἐπανελθὼν  ἀπὸ τοῦ  πρὸς Μάξιμον πολέμου  προσέταξεν ἐξουσιάζειν  αὐτὴν  τῶν πραγμάτων,  ἀκούσας τὸν τῆς ἀσκήσεως αὐτῆς τόνον.

{Ο ∆ΙΑΚ.} ∆ικαίως οὖν αὐτὴν ἐτίμα  ὁ  Ἰωάννης,   ἀσκουμένην  οὕτως.

{Ο  ΕΠΙΣΚ.}  Ἀπέχεται  μὲν  γὰρ  ἐμψύχων, ἀλουτεῖ δὲ τὸ πλεῖστον· ἂν δὲ χρεία γένηται δι' ἀῤῥωστίαν (πάσχει γὰρ συν εχῶς τὸν στόμαχον),σὺντῷ χιτωνίσκῳ τοῖς ὕδασι κατα βαίνει, αἰδουμένη καὶ ἑαυτήν, –ὥς φασιν.

{Ο ∆ΙΑΚ.} Λέγεται δὲ καὶ αὕτη πάνυ τεθεραπευκέναι τὸν μακάριον Ἰωάννην.

{Ο  ΕΠΙΣΚ.}  Καὶ τί  ἄξιον  τῆς  αὐτοῦ  ἀρετῆς  εἰς  αὐτὸν  ἐπε δείξατο; εἰ μὴ τὸἀπερίσπαστον τῆς καθημερινῆς μάζης παρα σχομένη· ὅπερ ἐστὶν οὐ μικρὸν τοῖς τοῦ

Χριστοῦ ἐργάταις νύκτωρ τε καὶ μεθ' ἡμέραν τὰ τοῦ Χριστοῦ μεριμνῶσιν· ὡς λέγει Παῦλος ἀσπαζόμενος Περσίδα, τὸ αὐτὸ τῇ Ὀλυμπιάδι τάχα καμούσῃ· "Ἀσπάσασθε," γράφων, "Περσίδα τὴν ἀγαπη τήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ–οἱ πάντες γὰρ τὰ ἑαυτῶν  ζητοῦσιν,  καὶ οὐ τὰ τοῦ Χριστοῦ." οἶδα ταύτην  τὸν μακάριον Νεκτάριον πλέον τεθεραπευκέναι, ὡς καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς αὐτῇ πείθεσθαι. Ἀμφιλόχιον δὲ καὶ Ὄπτιμον καὶ Γρηγόριον καὶ Πέτρον, τὸν ἀδελφὸν Βασιλείου, καὶ Ἐπιφάνιον τὸν Κύπρου, τοὺς ἁγίους,  τί δεῖ καὶ λέγειν,  οἷς καὶ κτήματα ἀγρῶν  καὶ χρήματα  ἐδωρήσατο; Ὀπτίμου δὲ τελευτῶντος  ἐν Κωνσταντι νουπόλει καὶ τοὺς ὀφθαλμοὺς ἰδίαις χερσὶν ἐκάμμυσεν. πρὸς τούτοις καὶ τοὺς ἐλεεινοὺς οὐ μετρίως ἀνέψυξεν ἐν πᾶσιν, Ἀντίοχον  καὶ Ἀκάκιον καὶ Σευηριανόν,  καὶ ἁπλῶς  ἐκ μέρους πάντας  τοὺς ἐπιδημοῦντας ἱερατικούς, ἀσκητῶν δὲ ἢ παρθένων ἀναριθμήτους. Ἰωάννης μέντοι, ἐπειδὴ κρίνας  ἦν–ὡς  εἰπεῖν–  τύπος ἀποσταλεὶς τοῖς μετέπειτα  ἐπισκόποις τὸ ὅπως ὀφείλουσι ζῆν, κατὰ τὸν Παῦλον, "ἐν ἰδίῳ μισθώματι κηρῦξαι τὴν μετά νοιαν," μηδενὸς ἁπτόμενος  τῶν  τῆς ἐκκλησίας, τὰ τῆς ἡμέρας μόνης ἐλάμβανε βρώματα, δραπετεύων ἀεὶ τὴν τοιαύτην φρον τίδα. λέγεται δὲ ὅτι καὶ αἰδουμένῳ ἐῴκει, τῆς αἰσθητῆς μεταλαμβάνων  τροφῆς. ὥσπερ γὰρ ἐπὶ τῶν μήλων,  ἐπὰν πεπανθῶσιν εἰς ἄκρον, οὐκ ἀνέχονται  παραμένειν τῷ κλάδῳ, τὴν τοῦ δεσπότου χεῖρα ἐπιζητοῦντα· οὕτω  καὶ ἐπὶ τῶν  ἁγίων,  ὅταν  ὑπερφυῶς  ἐρασθῶσι τοῦ κάλλους  τῶν  οὐρανίων πραγμά των, πρὸ τῆς ὡρισμένης ἐξόδου ἐπείγονται τυχεῖν τῆς ἐπαγ γελίας· καθάπερ καὶ ἐπὶ τῶν δεσποτικῶν παιδίων,  ἐκεῖνα γὰρ πολλάκις τῇ προσδοκίᾳ τῇ τῶν μελιπήκτων  ἀθίγουσι τῶν  προ κειμένων  βρωμάτων  ἐπὶ φυλακῇ  τῆς ὀρέξεως, ἵν' ἐμπλησθῶσι τῆς προσδοκωμένης γλυκύτητος.  γνωρίσωσι δὲ τοὺς λόγους οἱ εἰς τὸ αὐτὸ  ἴχνος  τῆς  πνευματικῆς  πορείας  ἐμβεβηκότες· "λόγον,"  γάρ,  "συνετὸν  ἐὰν ἀκούσῃ σοφός, αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει."


ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ


{Ο ∆ΙΑΚ.} Παρεκάλεσάς με, τίμιε πάτερ, πεπονημένως  μοι περὶ πάντων διηγησάμενος τὰ αὐτὰ τῆς προλαβούσης φήμης,  μετά τινος χάριτος ἀρτύσας τὰ εἰρημένα. τοῦτο δὲ λέγω, ὅτι οὐδὲν ἐβάρει τὴν ἐκκλησίαν ἡ τοῦ ἐπισκόπου τροφή, εἰ τῆς ἐκκλησίας μετελάμβανεν  ὁ ἅγιος  Ἰωάννης,  κατὰ τὸν  εἰπόντα·  " Αξιος" γὰρ "ὁ ἐργάτης  τῆς τροφῆς αὐτοῦ," καὶ πάλιν, "Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; τίς δὲ φυτεύει ἀμπελῶνα,  καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμ βάνει;" οὐ τῆς Γραφῆς ἐστι ταῦτα καὶ πολλὰ ἕτερα;

{Ο ΕΠΙΣΚ.} Πρεπόντως μὲν καὶ συνετῶς εἴρηκας,  ὦ Θεόδωρε· πρόσθες δὲ τοῖς εἰρημένοις  λόγοις  καὶ τὰ ἑπόμενα  ῥήματα. ἐξουσίας γὰρ διδομένης παρὰ τοῦ ἱεροῦ νόμου "τοὺς τὰ ἱερὰ ἐργαζομένους ἐκ τοῦ ἱεροῦ ἐσθίειν," ὁ πλεονέκτης τῶν ἀγαθῶν Παῦλος τί ἐπιφέρει; –"Οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ" ἐπὶ τοῖς  σωματικοῖς, "ἵνα συγκοινωνὸς  γένωμαι  τοῦ Εὐαγγελίου" ἐν τοῖς  πνευματικοῖς,  μὴ γενόμενος  "πρόσκομμα τοῖς  ἀσθενέσι," κατὰ τὸν  εἰπόντα, "Ἐὰν  γάρ  τις  ἴδῃ  σε τὸν  ἔχοντα  γνῶσιν"   ἐν  ἀσθενείᾳ  "κατακείμενον,   οὐχὶ  ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται" εἰς τὸ τὰ ἀσθενῆ μιμεῖσθαι; εἰ μὲν γὰρ μέχρις ἡμῶν εἱστήκει τὰ πράγματα, οὐδενὸς μεθ' ἡμᾶς διαδεξο μένου τὴν τοῦ λαοῦ θεραπείαν, ἦν εἰπεῖν πλημμελοῦντα· "Βιώ σωμεν ὡς βουλόμεθα, ἀπολαύσαντες τῶν βιωτικῶν  πραγμάτων."  ἐπειδὴ δὲ οἱ μεθ' ἡμᾶς ὡς διδασκάλοις ἡμῖν χρῶνται,  τὸν ἡμέ τερον προβαλλόμενοι νόμον καὶ ἔθος, ἀναγκαῖόν  ἐστι "μὴ μόνον ἑαυτοῖς ζῶντας, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι," καὶ [τὸ] τοῦ λαοῦ παραβιαζομένους  τὴν  ἀσθένειαν,  ἐπὶ τὸ σωφρονέστερον καὶ ἀπεριττότερον μέρος  ἄγειν  τὴν  τάξιν,  ἑαυ  τοὺς  νουθετοῦντας,   κατὰ  τὸν  λέγοντα·  "Τίς  ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετί σατο." τοῖς μὲν γὰρ προπετέσι καὶ ἐλεεινοῖς ἁμαρτάνουσιν ἀπερισκέπτως νομοθετεῖ ὁ ∆εσπότης, ὡς ἅτε τὸ τῆς "δουλείας" ἀσπαζομένοις "πνεῦμα," κατὰ τὸν ᾠδικὸν ∆αυείδ· "Νομοθε τήσει Κύριος ἁμαρτάνοντας  ἐν ὁδῷ,"  κολάσει δὲ παραβαίνοντας· ὁ δέ γε δίκαιος ὑπερβὰς τὰ μέτρα τοῦ τῆς δουλείας νόμου διὰ τὸ ἀγαπᾶν τὸν ∆εσπότην, ἐπὶ τὸ τῆς υἱοθεσίας ἐπειγόμενος μέρος, ἑαυτοῦ νομοθέτης γίνεται.  οἷος ἦν ὁ Ἰώβ, καὶ ποιῶν καὶ λέγων· "∆ιαθήκην ἐθέμην τοῖς ἀδελφοῖς μου, καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον." τίς  δ'  ἦν  ἡ διαθήκη; –τὸ αὐτοὺς  ἀτακτήσαντας  εἰς τὴν  σωφροσύνην  ἐκκοπῆναι· ὁμοίως λέγων  καὶ ὁ ∆αυείδ· " Ωμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιο σύνης σου"· τὸ ἐπαμφοτερίζον καὶ ἐνδυάζον τῆς γνώμης ὅρκῳ πεδήσας. ὧν μιμητὴς πατέρων ὡς γνήσιος υἱός, καὶ οὐ νόθος ὑπάρχων ὁ Ἰωάννης, πλαδῶσαν τὴν τῶν   ἀνθρώπων   ἀγέλην   ταῖς  διαφόροις   ἐπιθυμίαις   ῥαΐσαι  γλιχόμενος   ἐπὶ  τὸ στεγνότερον μέρος τοῦ βίου, ἑαυτοῦ δικαστὴς καὶ νομοθέτης ἐγίνετο,  ἀμετα θέτῳ κρίσει πυκνούμενος,  συμποσίων καὶ συλλόγων  εὐτραπέλων   καὶ γελωτοποιῶν καὶ  ματαιολόγων   ἀποσχονίσας  ἀνθρώπων,   θωρακίσας  ἑαυτοῦ  τὸν  τῆς  ψυχῆς ὀφθαλμὸν  τῇ τοῦ πνεύματος  πανοπλίᾳ,  ἵνα  μὴ διὰ συμποσίου ἢ ἀκαίρου λόγου παρείσδυσιν εὑροῦσα ἡ ἀφροσύνη ἐξαφανίσῃ τὴν σωφροσύνην, κατὰ τὸν εἰπόντα· "Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί." διὸ καὶ συνεσκευάσθη· βαρὺς γὰρ αὐτοῖς ἦν καὶ φαινόμενος,  καθάπερ λύχνος  λημιῶσιν  ὄμμασιν. τοιοῦτός τις ἦν ὁ συμπαθὴς Ἰερε μίας, ὁ δάκρυσιν ὀλοφυρόμενος τῶν ἀρχόντων  καὶ τῶν ἱερέων τὴν ἀπιστίαν, ἐπιλέγων· "Τίς δώσει μου τῇ κεφαλῇ ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὰς δακρύων, καὶ κλαύσομαι  τὸν  λαόν  μου  ἡμέρας  καὶ  νυκτός;"  πάλιν,   "Τίς  δώσει  μοι  σταθμὸν ἔσχατον ἐν τῇ ἐρήμῳ, καὶ καταλείψω  τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; διότι πάντες μοιχῶνται"· "σύνοδον ἀθετούντων"  τὸν σύλλογον ὀνομάζων τῶν ψευδοπροφητῶν  καὶ ἱερέων· ὡς καὶ ἀλλαχοῦ  προσφωνεῖ  τῷ Θεῷ, οὐχ ὡς αὐτοῦ ἀγνοοῦντος,  ἀλλ' ὡς ἡμῶν ὀφειλόντων  μιμεῖσθαι· "Κύριε, εἰ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων,  ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην."  συνῳδὰ δὲ τούτοις καὶ ∆αυείδ· "Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιό  τητος,"  λέγων,  "καὶ μετὰ παρανομούντων  οὐ μὴ εἰσέλθω"· καὶ ἐπιφέρει σαφηνίζων· "ἐμίσησα ἐκκλησίαν πονηρευομένων,  καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου" –τὰς πρακτικὰς δυνάμεις–"καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε." οἱ δὲ ἔλαττον φροντίσαντες τοῦ θυσιαστηρίου καὶ δόντες αὐτῷ νῶτα,  οὐ προθέσει, ἀλλ' ᾗ βιοῦσιν, οὐ μόνον ἀνίπτοις  χερσὶ καὶ ᾑμαγμέναις, δωροδοκίᾳ, δωροληψίᾳ, καὶ ψευδογραφίᾳ, ἀλλὰ καὶ πεπηλωμένοις  ποσὶ λὰξ πατοῦντες· περὶ ὧν αἰνιττόμενος  ὁ προφήτης Ἰεζεκιήλ φησιν· "Εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς,  καὶ εἶδον,  καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ.  καὶ εἶπεν  πρός με· "∆ιόρυξον, υἱὲ ἀνθρώπου." καὶ διώ ρυξα, καὶ εἶδον, καὶ ἰδοὺ θύρα μία. καὶ εἶπεν πρός με· "Εἴσελθε, καὶ ἴδε τὰς ἀνομίας τὰς πονηράς, ἃς ποιοῦσιν ὧδε." καὶ εἰσῆλθον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ καὶ κτήνους, καὶ εἴδωλα μάταια βδελύγματα. καὶ εἶπέν μοι· "Ἑόρακας, υἱὲ  ἀνθρώπου,    ἃ ποιοῦσιν  οἱ  πρεσβύτεροι οἴκου  Ἰσραὴλ  ἐν σκοτεινῷ ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;"" –τὴν ἀκάθαρτον αὐτῶν διάνοιαν αἰνιττόμενος–"διότι  εἶπον· "Οὐχ ὁρᾷ Κύριος ἡμᾶς, ἐγκαταλέ λοιπε Κύριος τὴν γῆν." καὶ εἶπεν πρός με· "Ἔτι ὄψει ἀνομίας μείζονας ἃς οὗτοι ποιοῦσι." καὶ εἰσήγαγέ με εἰς ἕτερον  τόπον,  καὶ  ἔδειξέ  μοι· καὶ  ἰδοὺ  ἐκεῖ  γυναῖκες  καθήμεναι  κλαίουσαι  τὸν Θαμμούζ·" καὶ πάλιν· "Εἰσήγαγέ με εἰς τὸν οἶκον Κυρίου τὸν ἐσώτερον· καὶ ἰδοὺ ἐκεῖ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι, καὶ τὰ πρόσωπα αὐτῶν διεστραμμένα, καὶ τὰ νῶτα αὐτῶν ἐπὶ τὸ θυσιαστήριον. καὶ εἶπεν πρός με· "Μὴ μικρὰ ταῦτα ἃ ὁ οἶκος Ἰσραὴλ ποιεῖ;"" ἠναγκάσθημεν δὲ τῆς τοῦ προφήτου περικοπῆς μνημονεῦσαι διὰ τοὺς ἀφειδεστέρους "τῶν οἰομένων εἶναί τι, καὶ ἑαυτοὺς φρεναπατούντων," καὶ τὴν ἐκκλησιαστικὴν εἰρήνην συγχεόντων,  διὰ τὸ νῶτα δοῦναι τῇ τοῦ Κυρίου τραπέζῃ, "οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει"· "οἱ τὰ ἐπίγεια φρονοῦντες,"  περὶ ὧν Ἰούδας ὁ ἀδελφὸς  Ἰακώβου φησίν· "Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευω χούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι,  ὑπὸ  ἀνέμων  φερόμεναι·  καὶ  κύματα  ἄγρια  θαλάσσης,  ἐπαφρίζοντα  τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται,  οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται." ᾗ μὲν γὰρ "νεφέλας ἀνύδρους" ἐκάλεσεν, τὴν πονηρὰν αὐτῶν ᾐνίξατο χάλαζαν, τὴν τῆς ἀμπέλου ἀντίδικον· ᾗ δὲ "πλανήτας ἀστέρας," τὸ τῆς νηὸς ἐπίβουλον ὑπῃνίξατο· ἥτις ναῦς καὶ ἄμπελός ἐστιν ἡ ἐκκλησία. τίνα δέ ἐστιν, ἃ τοῖς τοιούτοις ἕψεται ἐξ ἀνάγκης; ἄκουσον πάλιν τοῦ αὐτοῦ διηγου μένου προφήτου Ἰεζεκιήλ· "Καὶ ἔδειξέ μοι, καὶ ἰδοὺ ἄνδρες ἓξ ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἀνὴρ εἷς ἐν μέσῳ αὐτῶν, ἐνδεδυκὼς  ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ· καὶ εἰσῆλθον καὶ ἔστησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ. καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβίμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου.  καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώνην, καὶ εἶπεν  Κύριος πρὸς αὐτόν· "∆ίελθε μέσην τὴν  πόλιν  τὴν  Ἰερουσαλήμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατω δυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις  ἐν μέσῳ αὐτῶν."  καὶ αὐτοῖς εἶπεν"  –δηλαδὴ τοῖς ἓξ τοῖς ἔχουσι τοὺς πέλυκας–"ἀκούοντός μου· "Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ"" –δηλαδὴ τοῦ τὰ σημεῖα τιθέντος  ἐπὶ τῶν μετώπων–  ""καὶ κόπτετε καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς  ὑμῶν,  καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε." καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων οἳ ἦσαν ἐν τῷ οἴκῳ Κυρίου." εἰ δέ τις νομίζει περὶ τῶν κατὰ τὴν  Ἰουδαίαν  προφητεύεσθαι  ταῦτα,  οὗτος ἔοικε καὶ τὴν  τοῦ Σωτῆρος ἐπι δημίαν ἠγνοηκέναι· οὐ γὰρ πρὸ τῆς αἰχμαλωσίας ἱεράτευσεν ὁ Ἰεζεκιήλ. παῖς γὰρ ἔτι νεαρὸς συναιχμαλωτισθεὶς κατὰ οἰκονομίαν Θεοῦ τῇ φυλῇ τοῦ Λευΐ, τῷ τριακοστῷ ἔτει τῆς ὁράσεως καταξιοῦται τῶν  μελλόντων,  ἱερατεύων  ἐν τῇ αἰχμα λωσίᾳ, ὡς αὐτὸς ὑφηγεῖται· "Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνί, πέμπτῃ τοῦ μηνός· καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ"· καὶ πάλιν μετ' ὀλίγα· "Ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζί, τὸν ἱερέα ἐν γῇ Χαλδαίων  ἐπὶ  τοῦ  ποταμοῦ  Χοβάρ." εἰ  δὲ  ἐντεῦθεν  στενούμενός  τις  ἐρεῖ  ἡμῖν· "Προηγησαμένου τοῦ Σωτῆρος, ὃς καὶ τὸ σημεῖον δέδωκεν  ἐπὶ τῶν  μετώπων  τοῦ σταυροῦ, ἐπηκολουθηκέναι ἀπιστηθέντος τοῦ Σωτῆρος, τὴν βασιλείαν Ῥωμαίων ἐπὶ Οὐεσπασιανοῦ συγκόψαντος τῷ τεσ σαρακοστῷ ἔτει τὴν τὰ παράνομα ἐργασαμένην συναγωγήν"· ἀποδεχόμεθα μὲν  τὸν  ταῦτα  νοοῦντα,  παρακαλοῦμεν  δὲ αὐτόν,  ὡς υἱὸν τῆς Καινῆς ∆ιαθήκης, πείθεσθαι τῷ τῶν  τοιούτων  μύστῃ Παύλῳ τῷ λέγοντι περὶ πάντων  τῶν  τοιούτων  βιβλίων,  τό· "Ταῦτα δὲ τυπικῶς  συνέβαινεν  ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων  κατήντηκεν."  ταῦτα δὲ λέγω,  οὐχὶ δι' εὐχῆς ἔχων  σιδηρᾶν ῥομφαίαν ἐλθεῖν   ἐπὶ τοὺς ἐχθροὺς τοῦ Θεοῦ, –ἄπαγε. οὔτε γὰρ περὶ σιδηρᾶς ὁ προφήτης σημαίνει, ἀλλὰ περὶ ἑτέρας τινὸς κολαστικῆς δυνάμεως, περὶ ἧς ὁ αὐτὸς Ἰεζεκιὴλ λέγει· "Γῆ ἐφ' ἣν ῥομφαίαν ἐπάγω ἐπ' αὐτήν" (τὸ δέ, "ἐπάγω," ἀντὶ τοῦ, "συγχωρήσω"), "καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνδρα ἕνα, καὶ δῶσιν ἑαυτοῖς εἰς σκοπόν, καὶ ἴδῃ ὁ σκοπὸς τὴν ῥομφαίαν ἐρχομένην,  καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ, καὶ ἀκούσῃ ὁ ἀκούων καὶ μὴ φυλάξηται, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά, τὸ αἷμα αὐτοῦ ἐξ αὐτοῦ ἐκζητήσω, ὅτι οὐκ ἤκουσεν τῆς φωνῆς τῆς σάλ πιγγος"· καὶ πάλιν· "Ἐὰν δὲ ὁ σκοπὸς ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην  καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι,  καὶ τῷ λαῷ μὴ σημάνῃ, ἐπελθοῦσα δὲ ἡ ῥομφαία καταλάβῃ τινά,  τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρὸς τοῦ σκοποῦ [τῆς σάλπιγγος] ἐκζητήσω, ὅτι ἰδὼν τὴν ῥομφαίαν οὐκ ἐσάλπισεν." τοῦτον τὸν κίνδυνον οὐχ ὑπνῶν τὸν τῆς ἀπιστίας ὕπνον, οὐδὲ ὀκνῶν τὸν τῆς φιλη δονίας ὄκνον ὁ μακάριος Ἰωάννης πρὸ ὀφθαλμῶν ἔχων, ὑψη λότερον σάλπιγγος ἐβόα, οὐκ ἄδηλον φθόγγον σημαίνων, ἀλλ'  εὔδηλον γνῶσιν  παρέχων  τῆς διαβολικῆς ῥομφαίας, παρεκάλει φεύγειν  τοὺς πάντας.  καὶ ὅσοι μὲν  τὸ συνειδὸς καθαρὸν καθάπερ σημεῖον ἐπὶ  τοῦ τῆς  ψυχῆς μετώπου ἔσχον, χάριτι Θεοῦ σὺν ὑμῖν τοῖς πιστοῖς Ῥωμαίοις διεσώθησαν· ὅσοι δ' αὖ πάλιν μεμολυμμένον,  τοὺς λαοὺς καὶ τοὺς ἱερεῖς εἰς τὴν κατ' ἀλλήλων φιλονεικίαν ἐξέκαυσαν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ' ἑαυτοὺς συσκιάσωσιν.

{Ο ∆ΙΑΚ.} Θαυμασίως μὲν  εἴρηκας· ὡμολόγηται  δὲ ὅτι  ἀμή χανόν  ἐστι πρᾶγμα,  ἄνθρωπον ἄμεμπτον  ἐν  τῷ  περιγείῳ  βίῳ  τούτῳ  εὑρεθῆναι  τέλειον·  τῆς  Γραφῆς λεγούσης πολλαχῶς· "Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιά σεται καθαρὸς εἶναι  ἀπὸ  ἁμαρτίας;"  πλὴν  ὅμως  οὐκ  ἔγνω  χρήσασθαι  τῷ  καιρῷ  ὁ  μακάριος Ἰωάννης· τοῖς γὰρ κεκρατη μένοις οὐ δεῖ παρεγχειρεῖν.


 {Ο ΕΠΙΣΚ.} Ἔοικάς μοι, καλὲ Θεόδωρε, πανοῦργος  ὑπάρχειν.  συμπάθειαν γάρ,  ὡς ἔπρεπέν  σοι, ἀπ'  ἀρχῆς ἡμῖν προβαλλό   μενος   μετά  τινος   κατανύξεως,   ἐκ  τοῦ  κατὰ  μικρὸν   εὑρίσκῃ   φιλοσκώπτης ὑπάρχων. οὔτε γὰρ οἱ νομιζόμενοι ἐχθροὶ οὕτω δεινῶς τὰ κατ' αὐτὸν διεμέμψαντο.


{Ο ∆ΙΑΚ.} Πρὸς τί ἠχθέσθης, φιλαλήθως  ἀκούσας, πάτερ, ὅτι εἶπον "Οὐ προσέσχε τῷ  καιρῷ  ὁ μακάριος Ἰωάννης"; –  τῆς  Γραφῆς λεγούσης· "Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο"· καὶ πάλιν· "Τὸν καιρὸν ἐξαγοραζόμενοι," μάλιστα ἐπὶ τῶν παραίνεσιν ἢ ὠφέλειαν  μὴ δεχομένων.


{Ο ΕΠΙΣΚ.} Μακάριοί ἐστε, οὕτω τὰς Γραφὰς ἑρμηνεύοντες.  τὸ γάρ, "Ἐν τόποις δυναστῶν μὴ ὑφίστασο," παρὰ τῷ ἐκκλη σιαστῇ, πρὸς τοὺς ἀναξίους  καὶ ἀδυνάτους  ἱερωσύνης εἴρηται,  ἵνα  μὴ ταύτην  ἁρπάζωσι. "δυνάστας"  γὰρ τοὺς  κατ'  ἀρετὴν  διδασκάλους  λέγει·  πρῶτον  τοὺς  ἀποστόλους, οἵτινες  ἦσαν "δυνάσται,"  τὸ τῆς "δυνάμεως"  ἠμφιεσμένοι  "πνεῦμα,"  ἔπειτα  τοὺς μιμητὰς τούτων. καὶ τό, "ἐξαγοράζειν δὲ τὸ καιρόν," τοιοῦτόν ἐστιν, οὐχ ἵνα ὑποκριθῶμεν,  κλέπταις  συντρέχοντες,  καὶ μετὰ μοιχῶν  τὴν μερίδα τιθέντες,  ἀλλ' ἵνα κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας διὰ τῆς ἀρετῆς "ἀγοράσωμεν τὸν καιρόν,"  μὴ πωλήσαντες  αὐτὸν  τῇ ἁμαρτίᾳ.  ὁ δὲ κατὰ μικρὸν  τούτῳ  τῷ  τρόπῳ "τὸν  καιρὸν ἐξαγοράζων," ὅλον ἑαυτοῦ τὸ ζῆν ἐξηγόρασεν, παραχωρήσας τὰ τοῦ βίου ἡδέα, ἵνα τὰ ὑπὲρ βίον εὑρήσῃ. ὥσπερ καὶ οἱ μάρτυρες πεποιήκασι, δόντες τὸ ζῆν τὸ αἱμάτινον, τὴν ἀφθαρσίαν ἐκληρονόμησαν, κυρίως αὐτοὶ "τὸν καιρὸν ἐξα γοράσαντες." εἰ δὲ μὴ οὕτως ταῦτα νοεῖται, ἔσονται καὶ οἱ περὶ Μωϋσέα καὶ Ἠλίαν καὶ Μιχαίαν καὶ ∆ανιὴλ καὶ Ἰωάννην  τὸν βαπτιστὴν καὶ Ἠσαίαν καὶ Πέτρον καὶ Παῦλον–ἵνα μὴ πλείονας εἴπω–τὸν  ἑαυτῶν  καιρὸν  ἀγνοήσαντες·  ἐπειδὴ  ὁ μὲν  φυγῇ  τὴν  σωτηρίαν  ἑαυτῷ πορίζεται, διὰ τὸν ἔλεγχον  τὸν πρός τινα, ἐν ὄρεσιν ἐθνικοῦ πρόβατα νέμων· ὁ δὲ ὑπὸ  κάρου τῇ  λύπῃ  πιεσθεὶς  εἰς  ὕπνον  κατέπεσεν,  οὔτε  τοίχου  ἢ πέτρας  σκιὰν εὑρίσκων,  ἀλλ'  ὑπὸ φυτὸν  ἀρκεύθινον,  ὃ καὶ αὐτὸ ἀμυδρῶς κατα σκεπάζει· ὁ δὲ ἐπρίζετο· ὁ δὲ εἰς λάκκον λεόντων  ἐχαλᾶτο ὑπὲρ εὐσεβείας· ὁ δὲ ἐν φυλακῇ (ἤγουν μυχῷ τινι)  δέσμιος ἐφυλάσσετο, "ἄρτον θλίψεως"  καὶ ὕδωρ στενὸν καταδικασθεὶς  λαμβάνειν, ἵν' ἐπὶ μακρὸν κατατηκόμενος χρόνον, βίᾳ τὸ ζῆν ἀποῤῥήξῃ διὰ τὴν πρὸς  βασιλέα  τινὰ  παῤῥησίαν.  τί  δέ  μοι  λέξεις  περὶ  τοῦ  ἀζύγου  "ἐν  γεννητοῖς γυναικῶν"  Ἰωάννου; ἆρα οὐκ ἔγνω τῷ καιρῷ χρήσασθαι, ἐπειδὴ διὰ τὸν ἀνεπισκίαστον ἔλεγχον  τῆς Ἡρῴδου μοιχείας τὴν κεφαλὴν  ἀπετμήθη, κηδό μενος τοῦ Ἡρῴδου ὡς ἰατρὸς νοσοῦντος τὸ ἀνίατον πάθος ἢ καίων ἢ τέμνων; ᾧ λόγῳ καὶ Ἰωάννης ἐλεῶν ἢ φιλῶν,  ἤλεγχε τοὺς νοσοῦντας. εἰ δὲ ὁ βαπτιστὴς τὸν καιρὸν οὐκ ἔγνω, πῶς τὸν τεχνίτην  τῶν αἰώνων καὶ ποιητὴν ἐπέγνω, φήσας· "Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου"; πῶς δὲ οὐκ ἔγνω Παῦλος καὶ Πέτρος τὸν καιρόν, οἱ στῦλοι τῆς ἐκκλησίας, οἱ καὶ μετὰ θάνατον κλείοντες καὶ ἀνοίγοντες τοὺς τῆς μετανοίας καιροὺς τοῖς βουλομένοις καὶ κρούουσιν; –ἐπειδὴ μάλιστα ὁ μὲν ἐπὶ πόδας σταυροῦται, εἰς οὐρανὸν τὴν πορείαν σημαίνων, ὁ δὲ καρατομεῖται διὰ τὴν ἐν Χριστῷ παῤῥησίαν, ἵνα τῆς ὄντως κεφαλῆς μὴ ἐκπέσῃ. μὴ τοίνυν ἀποδέχου τοὺς μετ' ἐπισκήψεως τὴν τῶν ἁγίων διαβάλλοντας παῤῥησίαν. ἐθνικῶν γὰρ καὶ οἰησισόφων ἡ  συνήθεια  αὕτη,   φιλοζωούντων   καὶ  φιλοσκωπτούντων   τὴν   τῶν   μαρτύρων ἀδειλίαν.  οὔτε  γὰρ μάχαιραν  ἀμβλεῖαν  οὔτε  παῤῥησίαν ἄπρακτον  εἶναι  δεῖ.  καὶ ὥσπερ τοῦ μύρου ἀχώριστος ἡ εὐωδία,  οὕτω τῆς παῤῥησίας ἡ εὔνοια.  καὶ εἰ μὲν ἰδιωτικῶς   ἐπὶ  οἰκετῶν  ἢ  φίλων   ἢ  ἰδίων  οἱ  ἔλεγχοι  ἐγίνοντο,   ἐφ'  ὧν  καὶ  τὸ ἐρυθριᾶσαι φορτικόν,  ἔγκλητος  ἴσως ὁ παῤῥησιαζόμενος, οὔτε καιρὸν οὔτε τόπον γνωρίσας·  εἰ δὲ καθάπερ ἐν  μακέλλῳ  τῇ  ἐκκλησίᾳ καὶ οἱ ἔπαινοι  γίνονται  τῶν κατορθούντων καὶ οἱ ψόγοι τῶν ἀμελούντων,  τί τραχυνό μεθα πρὸς τοὺς ἐλέγχους ἀνωνύμως καὶ ἐπωφελῶς ἡμῖν γινο μένους; σιτεύοντες τὰς αἰτίας οὐ πειθόμενοι τῷ εἰρηκότι· "Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον  ἐσθίετε, μηδὲν ἀνακρίνοντες."  εἰ δὲ μὴ τοῦτο ἔσται, ἔσονται πάλιν οἱ ἅγιοι σκανδαλίσαντες μέν τινας πόλεις ἢ χώρας ἐπὶ τοῖς  ἐλέγχοις,   ἐκτραχηλίσαντες  δὲ  τοῖς  ἐπαίνοις  ἄλλας.   πρῶτος  ὁ  ἅγιος  Ἰώβ, Φοινίκην τινὰ διαβάλλων  χώραν, ὡς ἐπισπωμένην τὸν αὐτῷ προσπολεμοῦντα Σατανᾶν, καθὼς λέγει· "Μεριτεύονται δὲ αὐτὸν γένη Φοινίκων;" ἔπειτα Μωϋσῆς καὶ οἱ προφῆται τὴν Αἴγυπτον διαβάλλοντες,  καὶ "κάμινον σιδηρᾶν" προσαγορεύοντες καὶ "σκότος," καὶ τὴν Παλαιστίνην ἐγκωμιάζοντες καὶ "γῆν ἐπαγγελίας" ἀποκα λοῦντες,  εὑρισκομένην τὴν  μὲν Αἴγυπτον τῷ σπουδαίῳ "γῆν  ἐπαγγελίας,"  τῷ δὲ ῥᾳθύμῳ τὴν Παλαιστίνην οὐ μόνον "κάμινον σιδηρᾶν," ἀλλὰ καὶ "σκότος ἐξώτερον" τῇ ἀπιστίᾳ· ὁπότε οὐ τὰ χωρία ψεκτὰ ἢ ἐπαινετά, ἀλλὰ τὰ ἐπιτηδεύματα. τί δέ μοι καὶ εἰς μῆκος ἐκτείνειν τὸν λόγον, καὶ μὴ ἀπὸ τῶν συντόμων ἄρχεσθαι; ἆρά γε ὁ Παῦλος "ψεύστας" Κρῆτας ἀποκαλῶν  καὶ Γαλάτας "ἀνοήτους"  καὶ Κορινθίους "πεφυσιωμένους" καὶ ἄλλους ἄλλα, τούτοις μόνοις συνέγνω τὰ πάθη, ὡς μόνοις τὸν ἔλεγχον ἐπαγαγών, ἢ καὶ τοῖς πᾶσιν; ἢ ἀνάπαλιν "πιστοὺς" Ῥωμαίους ἀποκαλῶν καὶ "μύστας" Ἐφεσίους, οἷς καὶ ὑψηλότερον ἐπιστέλλει, καὶ "φιλαδέλφους" Θεσσαλονικεῖς, μόνοις περιέγραψεν τοὺς ἐπαίνους; οὐ πάντως· ἀλλ'  ὡς πνευματο φόρος τέθεικεν  καὶ τοὺς ψόγους καὶ τοὺς ἐπαίνους,  ἵνα ὁ μὲν ἄξιος τῶν ἐπαίνων ἐπιγνούς, τονωθῇ τῇ προθυμίᾳ, ὁ δὲ ἕτερος ἐντυχών,  ὀδυνήθῃ τῇ ὑπομνήσει, ἀποτριψάμενος τοῦ ψόγου τὸ αἴτιον.  οὔτε οὖν μόνοι Γαλάται ἀνόητοι οὔτε Κρῆτες ψεῦσται οὔτε Κορίνθιοι ὑπερήφανοι· πανταχοῦ γὰρ τὰ πάντα ὑπάρχει, τοῦ μίαν εἶναι καὶ τὴν ἁμαρτάνουσαν καὶ τὴν κατορθοῦσαν φύσιν, καὶ ἐκεῖνο καὶ τοῦτο ἐν τῷ αὐτῷ γιγνομένην  οἰκείᾳ προαιρέσει. τούτῳ τοίνυν  τῷ τρόπῳ ἐν τῇ ἐκκλησίᾳ ἐπαῤῥησιά ζετο ὁ Ἰωάννης· μᾶλλον δὲ ἐκρεοκόπει τὴν ἀρετὴν τοῖς πεινῶσιν,  ἐξοστεΐζων τὴν ἁμαρτίαν  τοῖς  φανεροῖς  ἐλέγχοις,   πειθόμενος  τῷ  εἰρηκότι·  "Τὸν  ἁμαρτάνοντα ἐνώπιον  πάντων  ἔλεγχε,  ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι." εἰ δέ τινες ἐπὶ πλεῖστον ὑπερηφανίαν   ἢ  ἀφροσύνην  νοσοῦντες  βούλονται  αὐτῶν  καὶ  τὰς  ἡδονὰς  ἐγκωμιάζεσθαι,  "ταύτην  τὴν  συνήθειαν  οἱ  τοῦ  Θεοῦ δοῦλοι  οὐκ  ἔχουσιν."  οἱ  γὰρ ἀγανακτοῦντες  ἐπὶ  τῷ  ψόγῳ  τῆς  πλεονεξίας  καὶ  τῆς  πορνείας  καὶ  ἄλλης  τινὸς μυσαρᾶς ἡδονῆς,  οὐδὲν  ἄλλο   λέγουσι δυνάμει  ἢ τὸ δεῖν  ἀποδέχεσθαι ταῦτα δηλητήρια ὄντα.


ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ


{Ο ∆ΙΑΚ.} Χάρις πλείστη, πάτερ, τῇ ἐνδημίᾳ τῆς σῆς φιλα  δελφίας·  γεγένηται  γὰρ  ἡμῖν  ὀνησιφόρος  καὶ  μνημόσυνον  τῆς  ζωῆς. Ἡσυχάσαντος δὲ μετὰ τοὺς πολλοὺς  ἐπαίνους  τοῦ Θεοδώρου, τῶν  παρόντων  τις ἔῤῥηξεν ῥῆμα, λέγων· Πῶς οὖν τοσούτοις προτερήμασι κεκοσμημένος, ὑπερήφανος ἦν;


{Ο ΕΠΙΣΚ.} Αὐτὸς παρὼν ἔγνως αὐτὸν ὑπερήφανον, ἢ ἄλλος σοι ἀφηγήσατο; Ὁ δὲ ἀπεκρίθη·  Οὐκ οἶδα  τὸν  ἄνδρα  (φησίν),  ἀλλ'  ἤκουσα παρά  τινος  βυρσο δέψου διηγουμένου,  ὅτι  σπανίως  ἦν  αὐτῷ  συναγελάσαι  δίχα  τῆς  ἐκκλησίας, στενοχωρουμένῳ τὸ συνδιάγειν ἐπὶ πολὺ τοῖς βου λομένοις. τοῦτο δὲ δεῖγμα ὑπεροψίας καὶ τύφου,  τὸ φεύγειν  τὰς τῶν βουλομένων  συνουσίας.


 {Ο ΕΠΙΣΚ.} Καὶ τίνος  ἦν  ἄλλου  ψέξαι  τὴν  Ἰωάννου  φιλοσο  φίαν  ἢ  βυρσοδέψου,  τοῦ  καὶ  τὴν δυσωδίαν  τοῦ  ἰδίου  ἐργαστηρίου σύντροφον  οὖσαν ἀποδεχομένου;  εἰ  δὲ  δεῖγμα ὑπεροψίας τὸ φεύ γειν τοὺς ὄχλους, ἔσται καὶ ὁ βαπτιστὴς Ἰωάννης ὑπερόπτης κατὰ τὸν λόγον τὸν σόν, ὑποχωρῶν εἰς τὰς ἐρήμους. ἔπειτα δὲ καὶ ὁ Σωτήρ· ἀναγέγραπται γάρ,  ὅτι  "Ἰδὼν  τοὺς  ὄχλους  ὁ Ἰησοῦς ἀνέβη  εἰς  τὸ ὄρος· καθίσαντος  δὲ αὐτοῦ προσῆλθον  αὐτῷ  οἱ μαθηταὶ  αὐτοῦ,"  καὶ οὐχ  οἱ ὄχλοι·  –καὶ πάλιν·  "Ἰδὼν  τοὺς ὄχλους ἀνεχώρησεν κατ' ἰδίαν." ὃν μιμούμενος κατὰ δύναμιν ὁ καλὸς Ἰωάννης, καὶ αὐτὸς   ὑπεχώρει   τοὺς   ὄχλους,   συνηδόμενος   τοῖς   κατὰ   ἀλήθειαν   μαθεῖν   τι βουλομένοις.


{Ο ∆ΙΑΚ.} Καλῶς μὲν γὰρ ἀπὸ γραφικῶν παραδειγμάτων πείθεις· τί δὲ ἔχεις εἰπεῖν, ὅτι ὑβριστὴς ἦν, καὶ οὐ μόνον τοὺς πολλοὺς ὑπεχώρει, ἀλλὰ καὶ ἕνα καὶ δύο;

{Ο ΕΠΙΣΚ.} Μάλιστα μὲν καὶ εἰ ἀνωφελὴς  καὶ ἀγύρτης ὄχλος ἐστίν· οἷος ἦν ὁ εἰπὼν  τῷ Ἰησοῦ· "∆ιδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ." οὐ φυγὼν  τὸν ὄχλον ὁ Σωτὴρ εἶπεν τό,  "Αἱ ἀλώπεκες," καὶ τὰ ἑξῆς; οὐκ ἔχεις δέ με πεῖσαι, ὅτι ποτὲ Ἰωάννης ἀφ' οὗ ἐβαπτίσθη, ἢ ὤμοσεν ἢ ὥρκισεν ἢ κατελάλησεν ἢ ἐψεύσατο ἢ κατηράσατο ἢ εὐτραπέλων ἠνέσχετο.

{Ο ∆ΙΑΚ.} Οὔτε γὰρ ἐγὼ λέγω τούτων τι, ἀλλ' ὅτι  ὕβριζεν.

 {Ο  ΕΠΙΣΚ.}  Ὦ βέλτιστε,  καὶ ὁ τούτων  μηδὲν  ποιήσας,  πῶς  ὕβριζεν, ἀφειδῶν τῆς γλώσσης τῆς ἑαυτοῦ; ἐν μικρῷ γὰρ καὶ μεγάλῳ ὁ μολυσμὸς ἴσος ἐστιν.

{Ο ∆ΙΑΚ.} Τί οὖν ἐστιν, παρακαλῶ, ἃ λαλοῦσιν οἱ ἄνθρωποι· καὶ πότε παύσονται τοῦ  λαλεῖν;

{Ο ΕΠΙΣΚ.} Ἄκουσον τοίνυν περὶ πάντων, καὶ μηκέτι ἕπου ταῖς φλυαρίαις· οὐ  γὰρ ἕξεις ἀπολογίαν  οὐδέποτε. οἱ ἄνθρωποι ὀρθῶς μὴ βιοῦντες,  ὀρθὰς οὐκ ἔχουσι  τὰς  ὑπολήψεις,   ἀεὶ  εἰκο  τολογοῦντες  καὶ  εἰς  τοῦτο  σχολάζοντες,  μάλιστα  νῦν

οὐδενὸς  τολμῶντος  ἄλλο  τι  λέγειν.   καὶ  ἐπὶ  τοῦ  Σωτῆρος  γὰρ  Θεοῦ, καὶ  ὑπὲρ  ἄνθρωπον  καὶ ὑπὲρ προφήτην  αὐτοῦ  καὶ βιοῦντος  καὶ λαλοῦντος  καὶ δρῶντος, ἀλλόκοτα ἐλάλουν, χοίρων δίκην ἢ μυιῶν τὰ περὶ αὐτοῦ συναθροίζοντες (τοῦτο γὰρ ἤθελον  οἱ  τότε  καιροί).  οἱ  μὲν  γὰρ  ἔλεγον·  "Πλανᾷ  τὸν  κόσμον"·  οἱ  δέ,  "Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια"· ἕτεροι, "Ἰδού, ἄνθρωπος  φάγος καὶ οἰνοπότης"· ἄλλοι,  "Σαμαρείτης ἐστι, καὶ δαιμόνιον  ἔχει." καὶ τί με δεῖ λέγειν συναγαγόντα τοὺς ὕθλους; – ὡς καὶ αὐτὸν τὸν Σωτῆρα εἰδότα τοῦτο λέγειν  τοῖς ἀποστόλοις· "Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;" ᾧ προσαποκρίνονται οἱ μαθηταὶ τὰς εὐφημοτέρας περὶ αὐτοῦ ὑπο λήψεις διηγούμενοι· "Οἱ μὲν  Ἠλίαν,  οἱ  δὲ  Ἰερεμίαν,  ἄλλοι  δὲ  Ἰωάννην   τὸν  βαπτιστὴν  φήσαντες"· ἡσυχάσαντες τῶν ἐπὶ πλεῖστον φαύλων  τοὺς λόγους.  οἷς ἀντεπερωτᾷ  διαχωρίζων αὐτοὺς "τῶν ἀνθρώπων" (οὐκέτι γὰρ ἦσαν τὴν γνώμην "ἄν θρωποι," ἀλλ' υἱοὶ Θεοῦ, "ἔδωκεν"  γὰρ ἡμῖν ὁ λόγος "ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι")· "Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;" ἀπο κρίνονται οὐ πάντες, ἀλλὰ μόνος ὁ Πέτρος, ἑρμηνεύων τὴν πάν των  γνώμην·  "Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος."  ἧς  ἀποκρίσεως ἀποδεχόμενος τὸ ὀρθὸν ὁ Σωτὴρ ἀπεφήνατο, εἰπών· "Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ" (τοῦτ' ἔστι, τῇ ὁμολογίᾳ) "οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅδου οὐ κατ ισχύσουσιν αὐτῆς." τούτῳ τοίνυν τῷ χαρακτῆρι εὑρήσεις καὶ νῦν, οὐ μόνον ἐπὶ Ἰωάννου,  ἀλλὰ καὶ ἐπὶ πάντων τοὺς ψόγους καὶ τοὺς ἐπαίνους. καὶ ὥσπερ κατ' ἐκεῖνο καιροῦ κακῶς ἐλαλεῖτο τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων, βοώντων Ἐφεσίων·  "Οὗτοί εἰσιν  οἱ  ἀναστατώσαντες  τὴν  οἰκουμένην,"   πέπαυται  δὲ  νῦν, δοξαζομένων  αὐτῶν·  οὕτως  εὑρήσεις  μετὰ  τὴν  γενεὰν   ταύ  την  ὡς  μάρτυρα τιμώμενον   τὸν   Ἰωάννην,    καταλυθέντων   τῶν   ἀντικειμένων   ταῖς  περὶ  αὐτοῦ εὐφημίαις· καὶ ὅσοι μὲν χοιρώ δεις ἢ κυνώδεις φήσουσι τό, "Πλανᾷ τὸν κόσμον," καὶ τὰ ἑξῆς, ὅσοι δὲ μαθηταί, γνησίως καὶ ἐπιστημόνως αὐτὸν ἐκζητοῦντες, τό, "Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." εἰ δὲ ἐπὶ τοῦ Σωτῆρος Χριστοῦ ἐν τοσαύταις μυριάσιν   ἀνδρῶν   δώδεκα   εὕρηνται   ἐν   ἀρχῇ   οἱ   τὸν   Ἰησοῦν   ἐπιστημόνως γνωρίσαντες,  τῶν πολλῶν  εἰσέτι καὶ νῦν φλυαρούντων, τί ἀκριβολογούμεθα περὶ Ἰωάννου,  ἀνθρώπου πρὸς τὸν σίελον τοῦ Χριστοῦ μὴ ὄντος; τί δὲ λέγω,  πρὸς τὸν σίελον; –πρὸς τὸ κράσπεδον· "πάντα" γὰρ "τὰ ἔθνη," κατὰ τὸν Ἠσαίαν, "ὡς σταγὼν ἀπὸ  κάδου,  καὶ  ὡς  σίελος  λογισθήσονται."  ὃν  δὲ  τρόπον  εἶπας  αὐτὸν  ὑβρίζειν, τοιοῦτός   ἐστιν.   πρῶτον   μὲν   γὰρ   ἀμήχανον   ἦν   πρᾶγμα   πρὸς   τὸν   τυχόντα χαριεντίζεσθαι αὐτόν,  μήτι γε δὴ καὶ ὑβρίσαι· εἰ δέ πού τινας τῶν γνησίων αὐτοῦ μαθητῶν ἢ κληρικῶν ἢ ἐπισκό πων εἶδεν ἐπὶ ἀποχῇ τινος ἢ κατορθώματι σωματικῆς ἀρετῆς μεγαλοφρονοῦντας,  τὸ ἐναντίον πρὸς αὐτοὺς ἐπισκώπτων ἀπε κάλει, ὡς τὸν ὑδροπότην  μέθυσον,  καὶ  τὸν  ἀκτήμονα  πλεονέκτην,   καὶ  τὸν  ἐλεήμονα  κλέπτην λέγων  (εἶδος γὰρ χαρίεν  καὶ τοῦτο διδασκαλίας πρὸς τοὺς γνησίους,  διὰ τῶν  μὴ προσόντων  κυ  ροῦντος  τὸ  προσόν).  τὸ  δὲ  ἀληθές,  ἐτίμα  σώφρονα  νέον  ὑπὲρ ἀκόλαστον γέροντα  καὶ γέροντα  φιλομαθῆ  ὑπὲρ νεώτερον  ἀμαθῆ καὶ ἀκτήμονα ἰδιώτην  ὑπὲρ πεπαιδευμένον  φιλάργυρον  καὶ  κοσμικὸν ἐνάρετον  ὑπὲρ μοναχὸν ἄπραγον. ἃ ἴσως ὕβρεις λέ γουσιν οἱ τὰς τιμὰς ἐπιζητοῦντες· καίπερ τῆς Γραφῆς καὶ τὰς ὕβρεις ποσῶς ἐχούσης, Ἰωάννου μὲν λέγοντος τοῖς προσελθοῦσι  μαθητευθῆναι· "Γεννήματα ἐχιδνῶν,  τίς ὑμῖν ὑπέδειξεν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" Παύλου δὲ πάλιν λέγοντος ἐν ταῖς Πράξεσι τῷ ἀρχιερεῖ· "Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκο νιαμένε"· τοῦ δὲ Σωτῆρος πῆ μὲν τοῖς Ἰουδαίοις· "Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ"· πῆ δὲ πᾶσι τοῖς ἀποστόλοις· " Ω ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ"· πῆ δὲ τὸν  Πέτρον Σατανᾶν ὀνομάζων· "Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι σκάνδαλόν μου εἶ"· –οὐκ οὔσης οὐδεμιᾶς αἰτίας βαρείας, ἐφ' ἧς γεγόνασιν αἱ ὕβρεις. ὡς  γοῦν  σιγῇ τὴν  φιλομάθειαν  ἀσπασώμεθα, οὐ δυνά  μενοι  τοὺς  πνευματικοὺς ἀνακρίνειν. οὔτε γὰρ μισοῦντες ὑβρί ζουσιν οὔτε φυσιούμενοι φιλερημοῦσιν, πάντα ἐξ ἀγάπης τὰ χρήσιμα ἀσκοῦντες. τούτου τοίνυν ἕνεκα καὶ πάντες ὅσοι σπου δαῖοι ἡμῖν  ἀνεγράφησαν  ἐν τοῖς ἱεροῖς λόγοις,  ἐκκλίνοντες  καὶ ἐκτρεπόμενοι  τὸν  τῶν ἀπαιδεύτων ὅμιλον εὕρηνται, τοῦ μὴ τῷ χρόνῳ διὰ τῆς συνηθείας ἢ μειῶσαί τι τῆς ἀρετῆς  ἢ σπάσαι τῆς  ἀπ'  αὐτῶν  κακίας.  Σάῤῥα πρώτη  παρῄνει  τῷ  ἀνδρὶ  αὐτῆς Ἀβραὰμ τὸν τῆς θεραπαινίδος  παῖδα,  ἔτι κομιδῇ νέον ὄντα,  ἐξορίζειν τῆς κοινῆς ἑστίας· συμπαίζειν  γὰρ τῷ  υἱῷ  αὐτῆς  Ἰσαὰκ ἀπαξιοῖ,  μή πως  τῷ  συνασμενισμῷ ὑποσυρῇ τοῖς  αὐτοῦ  ἐπιτηδεύμασί  τε καὶ ἤθεσιν.  καὶ Ἰακὼβ  δὲ αὐτὸς  φυγῇ  τὴν σωτηρίαν  πορίζεται,  τὴν  εἰς  Μεσοποταμίαν στειλάμενος  ἀποδημίαν.  καὶ Λὼτ δὲ προτρέπεται ὑπὸ τῶν  ἀγγέλων  ἐξοικίζεσθαι τῶν  δυσσεβῶν Σοδομιτῶν· ἀλλὰ  καὶ Μωϋσῆς, ὡς προεῖπον, "μέγας γενόμενος καὶ ἀρνησάμενος λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ," τῆς ἀπὸ τοῦ τυράννου καὶ τῶν δορυφόρων αὐτοῦ προνοεῖται διαζεύξεως καὶ προτρέπεται τοὺς συμφρονοῦντας αὐτῷ συναπάραι καὶ τῆς ἐξόδου ἐπιμελεῖσθαι. καὶ οἱ προφῆται δὲ τὸν τῶν μοχθηρῶν ὄχλον περιϊστάμενοι ἐν ἐρημίαις τὰ πολλὰ ἐζητήθησαν, περὶ ὧν καὶ ὁ ἀπόστολός φησιν· "Ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις πλανώμενοι  καὶ ταῖς ὀπαῖς τῆς γῆς,"  διὰ τὴν τῶν  ἀνόμων  ἐπι μιξίαν,  καὶ ἄλλως ἐπιστάμενοι,  ὅτι ἱκανὸν  ἡ συνήθεια ἐξαπατῆ σαι καὶ εἰς τὰ αὐτὰ καθέλκειν  τοὺς συνημερεύοντας· οὐ μόνον,  ἀλλ'  ὅτι  καὶ καθ'  ἑαυτὴν  ἡ ὁμιλία  ἐπίψογός  τε καὶ δηλητήριος,  πρὸς δὲ καὶ αἰσχρά. οὐ γὰρ φύσιν ἔχει τὸ μὴ ἡδόμενον  ἐπί  τινι ὑπομεῖναι, κἂν ἐπὶ βραχὺ τούτῳ συνδιατρίβειν· ἀεὶ γὰρ "τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον," ὡς καὶ λέγεται· "Πᾶν ζῶον τὸ ὅμοιον ἀγαπᾷ"· τὸ δὲ ἀνόμοιον ἐχθρὸν καὶ ἀλλότριον. τίς γάρ ποτε πείσει τὴν σπερμολόγον περιστερὰν ἢ τρυγόνα ἰκτῖσιν ἢ κόραξι συννεμηθῆναι   τοῖς   κρεοφάγοις,   ἢ   τὸν   ποηφάγον   χῆνα   καὶ   γέρανον   γυψὶν ὀστογλύφοις συναγελάσαι; –"τίς" γὰρ "κοινωνία  φωτὶ πρὸς σκότος," ἢ ἀρετῇ πρὸς κακίαν,   κακοῖς  δὲ  πρὸς  καλούς;

 {Ο  ∆ΙΑΚ.} Πῶς  οὖν  ὁ  ἀπόστολος  λέγει,   ὅτι "Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίουςκερδήσω· τοῖς  ἀσθενέσιν ὡς ἀσθενής,  ἵνα  ἀσθενεῖς κερδήσω· τοῖς  ἀνόμοις  ὡς ἄνομος,  ἵνα ἀνόμους κερδήσω";

 {Ο ΕΠΙΣΚ.} Αὕτη ἡ μαρτυρία, ὦ βέλτιστε, οὐ συντελεῖ πρὸς τὰ λεγόμενα· οὐ γὰρ εἶπεν ὁ Παῦλος· "Ἐγενόμην τοῖς ἀμελέσιν ἀμελής, ἢ τοῖς φλυάροις φλύαρος,   ἢ  τοῖς  φιλαργύροις   φιλάρ  γυρος,"  ἢ  ἕτερόν  τι  τῶν  τοιούτων,   ἀλλ' "Ἐγενόμην  ὡς  τὸ  ἢ  τό,"  οὐχὶ  "τό"  (τὸ  γὰρ  "ὡς  τὸ"  οὐ  ταὐτόν  ἐστι τῷ  "τό"). "τοιοῦτον"   δέ  ἐστι  τὸ  λεγόμενον   ἢ  γινόμενον   παρὰ  τοῦ  ἀποστόλου·  οὗ  ἡ συγκατάβασις κἂν μὴ μέγα κέρδος ἐνεποίει, ἀλλ' οὖν γε οὐ παρεῖχε βλάβην· "ἐγενόμην"   γὰρ  "Ἰουδαίοις  ὡς  Ἰουδαῖος,   ἵνα  Ἰουδαίους  κερδήσω."  καίπερ  ἐξ Ἰουδαίων  ἦν, ἐμπερίτομος ὤν· πῶς οὖν λέγει,  "ὡς Ἰουδαῖος" καὶ οὐχὶ "Ἰουδαῖος"; συσσαββατίζων γὰρ  καὶ  συννηστεύων  πολλάκις  εὑρίσκετο,  μὴ  παραφθείρων  τὰ δόγματα τοῦ Σωτῆρος, ἵνα τῇ συνηθείᾳ καὶ τῷ συμβαδισμῷ ἐφελκύσηται αὐτοὺς εἰς τελειοτέραν ἐπίγνωσιν· καθάπερ οἱ ἰατροὶ τοῖς νοσοῦσιν οὐκ ἀεὶ συνόντες, οὔτε τοῦ αὐτοῦ νοσή ματος ἀπολαύοντες  οὔτε ταῖς αὐταῖς ἐπιθυμίαις λυττῶντες.  πρέπουσα γὰρ αὕτη διδασκάλῳ διαγωγὴ  τὸ μὴ ἐγχρονίζειν  τοῖς ὄχλοις,  ἀλλ'  ἠρεμοῦντα καὶ ἐξερευνῶντα  ζητεῖν  τῶν  πολυτρόπων  ἠθῶν  τὴν  διάγνωσιν,  ὥσπερ καὶ  ἐπὶ  τῶν ἐπιστημόνων ἰατρῶν. ἐκεῖνοι γὰρ τὰ πολλὰ τοῖς βιβλίοις ἐνδιατρίβοντες καὶ τὰ αἴτια τῶν  νοσημάτων  προλέγουσι καὶ τὰς λύσεις παραδιδόασι, τοσ οῦτον πλησιάζοντες τοῖς νοσοῦσιν, ὅσον τὸ πάθος εὑρεῖν καὶ τὸ φάρμακον παρασχεῖν, οὐ συμπαίζοντες οὐδὲ συναριστοῦντες αὐ τοῖς. οὐ γὰρ τοῦτο ἰατρικῆς ἐστιν ἀρετῆς τὸ ἐπάγγελμα, τὸ συνεσθίειν ἢ τὸ συμπαίζειν,  ἀλλὰ τὸ εἰς ὑγείαν  τὸν κάμνοντα  ἐπανάγειν.  παῦσαι τοίνυν, παρακαλῶ, καὶ περὶ τῶν αὐτῶν μὴ  βασάνιζε, τῆς ἀρετῆς οὐδέποτε νικωμένης τοῖς τῶν ἀθυροστόμων ψόγοις· ἀλλὰ μᾶλλον δέξαι μου γνώμην καὶ τοῖς ὠσί σου θυρω  ρὸν προσκατάστησον, ἵνα  μὴ ἅπαντα  λόγον  σημαίνωσιν  καὶ ἔσω ταμείου εἰσδέχωνται  τὸν νοῦν σου ταράσσοντα. ἐμοὶ δὲ συγχώρησον τὰ λείποντα προσαναπληρῶσαι τοῦ διηγήματος· ἐπείγομαι γὰρ τὴν ὁδόν μου. Καὶ ὁ Θεόδωρος εἶπεν·

 {Ο  ∆ΙΑΚ.} Ἐν τίσιν  οἱ  ἐπίσκοποι,  οἱ  μετὰ  τῶν  ἡμετέρων  ἀπο  σταλέντες, Εὐλύσιος καὶ Παλλάδιος καὶ Κυριακὸς καὶ ∆ημήτριος; ἀμυδρῶς γὰρ ἠκούσαμεν ὅτι ἐξωρίσθησαν.


 {Ο ΕΠΙΣΚ.}  Εἰ τὰ πρῶτά σοι παρ' ἡμῶν σαφῆ κατεφάνη  τὰ περὶ τοῦ μακαρίου   Ἰωάννου,    οὐδὲν   ὑποτυποῦντα   ψεῦδος,   καὶ   εἰ   μέμνησαι   τούτων, διηγήσομαι  καὶ  περὶ  ὧν  πυνθάνῃ. 


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |