ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

Τρίτη 4 Οκτωβρίου 2016

∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.


Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρ ίστησιν· καὶ ναύτας παρ' ὅρμον βαίνειν ἐπὶ νηὸς ἡ τοῦ χειμῶνος ἔκβασις κατηνάγκασεν. Καὶ ἡμᾶς ὁ μελῳδὸς ∆αυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον. Τί γάρ φησιν; ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ, ἀλαλάξωμεν  τῷ  Θεῷ τῷ  σωτηρίῳ ἡμῶν.  Προφθάσωμεν τὸ πρόσωπον  16 αὐτοῦ  ἐν  ἐξομολογήσει. Ὢ ∆αυϊδικῆς φωνῆς·    κλήσεως  ἀγαθῆς·    πνευματικῆς  ἐδωδῆς·  ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν   ἐξομολογήσει.     δεσποτικῆς   εὐσπλαγχνίας·      προφητικῆς   παραινέσεως καλούσης εἰς μετάνοιαν.
Εἶδες, ἀγαπητὲ, δεσποτικῆς εὐσπλαγχνίας  ἀγαθότητα, καὶ προφητικοῦ κηρύγματος  ἱλαρότητα·  πῶς  πάντας  ἡμᾶς  προτρέπεται  εἰς  μετά  νοιαν  καὶ  πρὸς εὐσέβειαν καλεῖ  καὶ σωτηρίαν,  λέγων·  ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ. Κύριος ἐκέλευσε, προφήτης  ἐκάλεσεν, ἡμεῖς ὑπακούσωμεν. Οὐ γὰρ ἐπὶ φθαρτὸν  ἄριστον



ἐκάλεσεν,  γαστρὸς  ἐπιθυμίαν  κορέσαι  βουλόμενος.  Οὕτως  ἡμᾶς  διὰ  τῆς ἡδυφώνου  λύρας  καλεῖ·  ∆εῦτε,  ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ. Πάντες  οὖν  οἱ  ταῖς σειραῖς τῆς ἀγάπης αὐτοῦ συσφίγξαντες, καὶ τὸν ζυγὸν τῆς ὑπακοῆς βαστάζομεν, προσέλθωμεν   τῷ   ∆εσπότῃ,  καθάρσιον   τῶν   ἐν   ἡμέρᾳ   πεπραγμένων   κακῶν ποιήσαντες.  Μετανοίας γὰρ  ὁ παρὼν  βίος, ἀπειλῆς  δὲ  καὶ  κρίσεως ἡ  μέλλουσα
παρουσία. Ἄκουσον αὐτοῦ τοῦ προφήτου λέγοντο· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογή σεταί σοι; Μὴ τρίνυν  πολυπλόκοις  σειραῖς δεσμείσθω ἡμῶν    διάνοια,  ἀλλ'  ἐξ  ὅλης καρδίας ἱκετεύσωμεν αὐ τόν· ἕτοιμος γάρ ἐστιν ἀκούειν δεήσεως αἰτούντων· μόνον
σὺ μὴ ὀλιγωρήσῃς τοῦ αἰτήσασθαι αὐτόν. Ἑτοι μότερός σου ὁ Θεὸς πάρεστιν. Οὐ χρεία σοι ὁδοιπορίας πολλῆς, οὐδὲ πελάγη διατεμεῖν· ἀλλ' ἄκουσον αὐτοῦ λέ γοντος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Οὐ χρεία σοι ἀναλωμάτων  πολλῶν καὶ
δαπανῶν, ἀλλ' ἀποστραφεὶς στέναξον, καὶ εὐθέως ἵλεω τὸν ∆ε σπότην κατέστησας. Ἐστράφη ποτὲ Ἐζεκίας πρὸς τὸν τοῖχον, οὐ τὸν ἐκ λίθων συγκείμενον, ἀλλὰ τὸν διὰ προφητικῆς καὶ ἀποστολικῆς διδασκαλίας οἰκοδομούμε νον. Τοῖχον ἐκεῖνον λέγω,
περὶ οὗ Παῦλος καυχᾶται λέ γων· Ὡς σοφὸς ἀρχιτέκτων  θεμέλιον τέθεικα· τοῖχον ἐκεῖνον λέγω, ἐφ' ᾧ ὁ ἀκρογωνιαῖος λίθος ἐτέθη· λέγω δὴ Χριστὸν, περὶ οὗ εἶπεν ἡ Γραφὴ, ὅτι  Λίθοι ἅγιοι  κυλισθήσονται· τοῖχον  ἐκεῖνον  λέγω,  δι'  ὃν  ὁ τοῦ  Θεοῦ
ᾠκοδομήθη ναός.Τί ποιεῖς, ὦ Ἐζεκία; τί ἀποστρέφῃ πρὸς τοῖχον; Φησὶν, ὅτι ἐκεῖνον ζητῶ, τὸν ζωῆς δω τῆρα καὶ θανάτου λυτῆρα· ἐκεῖνον ζητῶ, καὶ ἐπ' αὐτὸν καταφεύγω. Ὅμως στραφεὶς καὶ μετανοήσας τὴν  ζωὴν  ἐκαρπώσατο, καὶ ἀπόφασιν  Θεοῦ κατ' αὐτοῦ ἐξενεχθεῖσαν ἔφυγε, καὶ δεκαπέντε ἔτη ζωῆς προσέθηκεν αὐτῷ ὁ Θεός· καὶ πολεμίων κύκλῳ   περιτειχισαμένων,   καὶ  κυ  κλωσάντων   τὴν  πόλιν,   ἄγγελος   ὑπέρμαχος ἐγένετο, καὶ τὰ τοσαῦτα πλήθη τῶν Ἀσσυρίων κατεστρώννυεν. Τοσοῦτον ἴσχυσεν ἡ μετάνοια· Ἐξῆλθεν γὰρ, φησὶν, ἄγγελος Κυρίου, καὶ εἰς τὴν παράταξιν τῶν  Ἀσσυ ρίων  ἀνεῖλεν  ἑκατὸν  ὀγδοήκοντα  πέντε  χιλιάδας·  τὸν δὲ τούτων  ἡγούμενον  τὸν Σεναχηρεὶβ ζῶντα  ἀπέλυ  σεν, δι' οὐδὲν  ἕτερον, ὡς ἔγωγε  νομίζω, ἀλλ' ἢ εἰς με τάνοιαν  αὐτὸν  προσκαλούμενος  ὁ Θεός. Ἀμέλει γοῦν  ὡς εἶδεν  αὐτὸν  ὁ Θεὸς μὴ πεισθέντα,  μηδὲ  ἀποστραφέντα,  τῆς  αὐτοῦ  κακίας,  ἀλλ'   ἀμειλικτόν   τινα  καὶ
δυσέντευ κτον ὄντα, ὑπὸ τῶν δύο υἱῶν αὐτοῦ τοῦτον ἐθανάτωσεν. Ὅταν γὰρ προσεδόκησε τὸν πανώλεθρον  καὶ θεήλατον  ἐκφυγεῖν  θάνατον, καὶ εἰς τὴν αὐτοῦ τυγχάνειν  γῆν, καὶ τὰ τῆς εἰρήνης αὐτῷ ἐν ἀσφαλεῖ γενέσθαι, τότε Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ δύο υἱοὶ αὐτοῦ σφάζουσιν αὐτὸν, καὶ φεύγουσιν  ἐπὶ τὰ ὄρη Ἀραράτ. Θεωρεῖς, ἀγαπητὲ,  πόσον τῷ  Ἐζεκίᾳ συνεβάλετο  ἡ ἐξομολόγη σις; πόσον δὲ τὸν Σεναχηρεὶβ εἰργάσατο κακὸν τὸ ἐπι μένειν  ταῖς ἁμαρτίαις; Θέλεις σοι καὶ ἄλλην ὑποδείξω μετανοίας ὁδὸν, καὶ θύραν ἐξομολογήσεως;
Μίμησαι τὴν τῶν  βαρβάρων ἐκείνων  μετάνοιαν,  τῶν  Νινευιτῶν  λέγω  δή. Ἐκεῖνοι γὰρ προφήτου κατήκοοι γεγονότες, οὐκ εὐαγγελικὰ δεξάμενοι ῥήματα, οὐ προφήτην Θεοῦ ἀκούσαντες, οὐ βασιλείας οὐρανῶν εὐαγγελισμὸν δεξά μενοι, βλέπε πως προσέρχονται Θεῷ, πῶς δυσωποῦσι Θεὸν, πῶς ὀργιζόμενον αὐτοῖς ἀντικαταλλάσσουσιν  τὸν  Κύριον·  πῶς  ἀπόφασιν  Θεοῦ ἔλυσαν·  πῶς  ὀργὴν  Θεοῦ ἀπώσαντο, καὶ φιλανθρωπίαν ἐπεκαλέσαντο· πῶς βά ραθρον καὶ κατάπτωμα  τὴν πόλιν  αὐτῶν  τυγχάνουσαν,  τείχους  αὐτὴν ἰσχυροτέραν ἐποίησαν, καὶ παντὸς ἀδά μαντος  στεῤῥοτέραν. Οὐκ ἐδυσώπησε Θεῷ πορφύρας ἀξίωμα, ἀλλὰ  σάκκος· οὐδὲ διάδημα βασιλικὸν, καὶ κράτος, ἀλλὰ σποδὸς μετὰ σάκκου· οὐ χρυσοκόλλητος  θρόνος ἐκ λίθων  συγκείμενος, ἀλλ' ἐξομολόγησις. Ὦ σάκκου δύναμις παρευδοκιμοῦσα καὶ νικῶσα πορφύραν βασιλικήν· ὦ σποδοῦ δύναμις  διαδήματος καὶ θρόνου βασιλικοῦ ἰσχυροτέρα. Ἐν γὰρ τῷ διαδήματι τυγχά νοντος τοῦ βασιλέως, καὶ ἐν τῇ πορφύρᾳ καὶ τῷ θρόνῳ τῷ κατέχοντι αὐτῷ τὸ κράτος, τουτέστι τὴν ῥάβδον τὴν  βασιλικὴν,  κύκλῳ  τῶν  στρατοπέδων  αὐτῷ  περιεστώ  των,  καὶ  δορυφορίας πολλῆς περιστοιχειουμένης, εἰσέρ χεται εἰς τὸ μέσον ὁ προφήτης γυμνὸς, κεκονιαμένος  ποσὶν, ἱδρῶν τῷ προσώπῳ, καί φησιν· Ἔτι τρεῖς ἡμέ ραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ προ φῆτα; Εἰ ὅλως Πνεῦμα Θεοῦ ἐν σοὶ, διὰ τί οὐ γινώ σκεις τὸ βούλημα τοῦ Θεοῦ, ὅτι οὐκ ἀποκτεῖναι  βουλό μενος, ἀλλ'  εἰς μετάνοιαν ἐπανακαλέσασθαι, διὰ τοῦτο ἔδωκε τὴν ἀπόφασιν; Οὐδέν μοι, φησὶν, εἶπεν ὁ Θεὸς ἕτερον,   ἀλλ'      τοῦτο   μόνον   εἶπεν,   ὅτι   Ἔτι   τρεῖς   ἡμέ   ραι,   καὶ   Νινευὶ καταστραφήσεται.
Τί ποιεῖς, ὦ Ἰωνᾶ; διὰ τί καὶ διδασκαλίαν ἑτέραν οὐ προστιθεῖς; Τί γὰρ ἄλλο ἤκουσεν Ἡσαΐας παρὰ τοῦ Θεοῦ εἰπεῖν πρὸς τὸν Ἰσραήλ; Οὐδὲν ἕτερον ἢ λόγον ἕνα. Ποῖον δὲ τοῦτον; Εἰπὸν, φησὶ, τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες  βλέψετε,  καὶ οὐ μὴ ἴδητε. Καὶ βλέπεις  πόσην ἄλλην  διδασκαλίαν  καὶ κατήχησιν  εἰς αὐτοὺς ἐνήχησεν; πόσην προτροπὴν  καὶ παράκλησιν καὶ ἔλεγχον; Ἔλεγχον μὲν ἐν τῷ λέγειν αὐτόν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ  κυρίου  αὐτοῦ.  Ἰσραὴλ δέ  με οὐκ  ἔγνω,  καὶ  ὁ λαός  με οὐ  συνῆκεν.  Ταῦτα ἐλέγχοντος ἦν. Ἄκου σον δὲ καὶ προτρεπομένου αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Πῶς δὲ πάλιν παρακαλεῖ· Ἐὰν θέλητε, φησὶν,  καὶ  εἰσακούσητέ μου, τὰ  ἀγαθὰ  τῆς  γῆς  φάγεσθε.  Καὶ ἕτερα  δὲ  τούτων πλείονα  προσδιαλέγεται αὐτοῖς, βιβλίον  ὁλόκληρον  γράψας μαρτυρίας χάριν. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ μάρτυρας ἐν ἀρχῇ τῆς διδασκαλίας ἐπάγει λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐν ωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Τί ἐλάλησεν; εἰπὲ τρανῶς, ὦ Ἡσαΐα. Υἱοὺς, φησὶν,  ἐγέννησα  καὶ ὕψωσα, αὐτοὶ  δέ με ἠθέτησαν. Σὺ δὲ οὐδὲν τούτων ἐποίησας, ὦ Ἰωνᾶ, ἀλλὰ τὴν μὲν καταστροφὴν ἐκήρυξας εἰπών· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Περὶ δὲ Θεοῦ οὐδὲν πρὸς αὐτοὺς εἶπες, οὐδὲ εἶπες, Ὅτι Κύριος ἐλάλησεν,  κατὰ τὸν  Ἡσαΐαν· ἀλλ' ἀνήμερον  καὶ ἀπάνθρωπον ἐκφέρεις τὴν ἀπόφασιν.
Ἀλλ' ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον
καὶ ἀπάνθρωπον  ἔχοντες  ἦθος, ἀκούσαντες τὴν  ἀπόφασιν, εὐθέως  ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς. Τί γὰρ, ἔλεγον, Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ μετανοήσει, καὶ σώσει ἡμᾶς; Οὐ γὰρ ἴσασι πρὸς ἑτέρους μετανοήσαντας καὶ σωθέντας ἀποβλέψαι, οὐ πρὸς Νινευίτας ἑτέρους, ἀλλ' ἔτι περὶ τῆς σωτηρίας αὐτῶν ἀμφιβάλλουσιν· ὅμως μετανοοῦσι.  Καὶ εὐθέως    βασιλεὺς  διάδημα  ῥίψας  καὶ  πορφύραν,  σάκκον  καὶ σποδὸν περιβάλλεται, καὶ πᾶσα δὲ ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καὶ οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ δὴ καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα. Τί ποιεῖς, ὦ βασιλεῦ; ὅτι ἄνθρωποι ἥμαρτον, τί δὲ καὶ τὰ κτήνη νηστεύειν κατεδίκασας; τί δὲ καὶ αὐτὰ σάκκον καὶ σποδὸν περιβάλλεις;
Ἡμεῖς,  φησὶν,   πολλαῖς   περιεπάρημεν   ἁμαρτίαις,   καὶ  οὐκ  ἐσμὲν  ἄξιοι παρακαλέσαι Θεόν. Ποίῳ γὰρ προσώπῳ προσελθόντες ἀξιώσωμεν Θεόν; ∆ιὰ τοῦτο τὰ  μὴ  ἡμαρτηκότα  ὑπὲρ  ἡμῶν  πρεσβεύειν  ἐποιήσαμεν.  Καὶ γὰρ  καὶ  ἐπὶ  τῶν
ἀνθρώπων τοῦτο ἴδοι τις ἂν γενόμενον. Ὅταν γάρ τις προσκεκρουκὼς ᾖ τινι τῶν ἐν ὑπεροχῇ  ὄντων,  οἱ μὴ προσκεκρουκότες ὑπὲρ αὐτοῦ  ἀξιοῦσιν, ὅπως  συγχωρηθῇ αὐτοῦ τὸ πλημμέλημα. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν.  Ἀναπολόγητα  ἡμάρτομεν, οὐκ ἐσμὲν ἄξιοι τοῦ παρακαλέσαι περὶ ἑαυτῶν  καὶ δυσωπῆσαι Θεόν· καὶ διὰ τοῦτο τὰ κτήνη καὶ τοὺς βόας καὶ τὰ πρόβατα προσκυνεῖν καὶ λιτανεύειν Θεὸν ἐποιήσαμεν. Ὦ μετανοίας ἰσχύς· ὦ ἐξομολογήσεως δύναμις. Ἐστήριξε τὴν πόλιν ἡ μετάνοια, λύσασα τὴν ἀπόφασιν τοῦ Θεοῦ. Ἀλλ' ὅμως πρὸς τούτοις ὁ προφήτης  ἐπὶ τὴν Νινευιτῶν σωτηρίαν ἀπιστεῖ· καὶ πορευθεὶς ἀπέναντι τῆς πόλεως ἐκαθέζετο σκοπῶν τί ἀποβήσεται τῇ πόλει·  πότερον ἡ ἀπόφασις νικήσει, ἢ ἄρα ἡ μετάνοια. Καὶ ἦν ὡς ἐν ζυγῷ καὶ ὡς ἐν ῥοπῇ πλάστιγγος  κείμενα τὰ ἀμφότερα· ἔνθεν ἡ ἀπόφασις, κἀκεῖθεν ἡ μετάνοια· καὶ ἡ μετάνοια νικήσασα τὸν θάνατον, τὴν πόλιν ἀνέστησεν. Εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον, ἐλυπεῖτο Ἰωνᾶς ὡς ψεύστης μέλλων φαίνεσθαι. Εἶτα τί ποιεῖ  αὐτῷ    πάνσοφος  Θεός;  Κελεύει τῷ  ἡλίῳ  πυριφλόγους  ἀκτῖνας  ἐπὶ  τῆς κεφαλῆς αὐτοῦ βαλεῖν, πρὸς τὸ μὴ φέρειν αὐτὸν τὴν τοῦ ἡλίου θερμότητα. Φλεγομένου δὲ αὐτοῦ ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ  ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς  Ἰωνᾶ. Ἐνταῦθα ἡδέως ἐροίμην τὸν Ἰουδαῖον, λέγων πρὸς αὐτόν· Εἰπέ μοι, ὦ Ἰουδαῖε, ὁ λέγων, Πῶς ἄνευ ἀνδρὸς ἡ παρθένος ἐγέννησε, καὶ πῶς γεννήσασα, πάλιν παρθένος ἔμεινεν; εἰπέ μοι σὺ πρῶτον, πῶς ἡ γῆ ἐν μιᾷ ὥρᾳ τῆς ἑωθινῆς τὴν κολόκυνταν ἀφ' ἑαυτῆς ἐξέφυσε, καὶ πῶς ἐν μιᾷ ῥοπῇ τοῖς φύλλοις ἐκόμα, καὶ τὸν προφήτην ἐσκίαζε· κἀγώ σοι λέγω πῶς ἡ παρθένος ἔτεκεν, καὶ μετὰ τὸ γεννῆσαι παρθένος ἔμεινεν. Ἀλλὰ μὴ βάλλωμεν τὰ ἅγια τοῖς κυσίν. Ἐκβαλλέσθωσαν τοῦ ἡμετέρου καταλόγου οἱ ἄπιστοι Ἰουδαῖοι. Εἶτα τῆς κολοκύντης σκιαζούσης αὐτὸν, Ἐκέλευσεν πάλιν ὁ Θεὸς σκώληκι ἑωθινῇ, καὶ ἐπάταξεν τὴν κολόκυνταν, καὶ εὐθέως ἐξηράνθη. Ἴδε, Ἰουδαῖε, καὶ μὴ ἀπίστει, ὅταν Θεὸς μέγιστόν τι κατεργάζηται. Ὑπὸ νύκτα ἐγένετο, καὶ ὑπὸ νύκτα ἀπώλετο. Εἶτα ξηρανθείσης τῆς κολοκύντης, ἀπεδυσπέτει ὁ Ἰωνᾶς καὶ ἀπωδύρετο, καὶ ἀπελέγετο τὸ πνεῦμα αὐτοῦ, λυπούμενος ἐπὶ τῇ κολοκύντῃ, καὶ ἔλεγε· Καλόν μοι τὸ ἀποθανεῖν μᾶλλον ἢ ζῇν. Πρὸς ὃν πορευθεὶς ὁ πάνσοφος Θεὸς παραμυθεῖται λέγων· Σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύντῃ; Καὶ εἶπεν ὁ Ἰωνᾶς· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ Θεός· Σὺ ἐλυπήθης ἐπὶ τῇ κολοκύντῃ, εἰς ἣν οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτὴν, ἣ ἐγενήθη  ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν,  οἵτινες  οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους  τῶν οἰκούντων,  δεξιὰν    ἀριστερὰν,  καὶ  κτήνη  πολλά;  Ὃ δὲ  λέγει  τοιοῦτόν  ἐστι· Φιλάνθρωπος,  φησὶν,  ἐγὼ  τυγχάνω,  καὶ  μὴ  βουλόμενος  ἀπολέσαι  τὰ  ἔργα  τῶν χειρῶν μου, ἃ ἀγαπῶν ἐποίησα.
∆ιὰ τοῦτο ἠπείλησα καταστροφὴν καὶ θάνατον, οὐχ ὡς ἀποκτεῖναι βουλόμενος, ἀλλ' εἰς μετάνοιαν προτρέψασθαι. Τοσαύτας περιόδους ἐτῶν ἐκδεχόμενος τὴν  τούτων  ἐπιστροφὴν, ἡνίκα δ' ἂν ἐπεστράφησαν, παριδεῖν ὤφειλον; Οὐκ ἔστι παρ' ἐμοὶ τοῦτο, ὦ Ἰωνᾶ. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος καταδικάζειν βούλει, ἐγὼ δὲ ὡς Θεὸς τὸ φιλανθρωπεύσασθαι ἔχω. ∆όξα σοι, Κύριε, δόξα σοι. Πόσος φιλανθρωπίας  καὶ ἐλεημοσύνης πλοῦτος  παρὰ σοί. Οἱ πρῴην  θανασίμῳ ὑποβληθέντες  ψήφῳ νῦν διδάσκαλοι τῆς οἰκουμένης καθεστήκασι. Πάντες γὰρ εἰς αὐτοὺς  ἀποβλέποντες  χειραγωγοῦνται,  καὶ τὴν  ἐκείνων  λαμβάνοντες  μετάνοιαν ἀναυάγητοι διαμένομεν. Θεωρεῖς, ἀγαπητὲ, πόσον ἰσχύει μετάνοια; Μὴ οὖν ὑπερτιθέμεθα  ἡμέραν ἐξ ἡμέρας· Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἡμέρα γὰρ Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
∆εῦτε οὖν, ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ, ἀλαλάξωμεν  τῷ Θεῷ τῷ  σωτηρίῳ ἡμῶν.  Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἄδηλος  γάρ ἐστιν ἡ ἔκβασις τοῦ βίου ἡμῶν, οὐ καιρὸν ἐκδεχομένη, οὐ χρόνον τεταγμένη ἐφ' ἡμῶν. Ἀλλ' ἡνίκα  δ' ἂν  κελεύσῃ    δεδωκὼς  πᾶσι πνοὴν,  τότε    ψυχὴ  ἀποπτᾶσα  ἀπὸ  τοῦ σώματος, καταλιμπάνει αὐτὸ ἔρημον. Ἕκαστος τοίνυν εἰδὼς τὸ τῆς ἐξόδου ἄδηλον, περιμένωμεν  τὸν  νυμφίον,  καὶ κρούσαντος αὐτοῦ τῇ θύρᾳ, ἀνάψωμεν  αὐτῷ  τὰς λαμπάδας ἡμῶν διὰ παντὸς ἀνειμένας, ἔχοντες καὶ ἔλαιον μεθ' ἑαυτῶν, ἵνα ἡνίκα δ' ἂν ἦχος γένηται λεγόντων, ὅτι Ὁ νυμφίος ἔρχεται, συνεισέλθωμεν αὐτῷ, μήποτε καὶ ἡμεῖς μετὰ τῶν πέντε μωρῶν παρθένων ἔξω τοῦ νυμφῶνος εὑρεθῶμεν. Μὴ ἀπονυστάξωμεν, ἀγαπητοὶ, ἀλλ' ἔχωμεν ἀεὶ ἔλαιον ἐν ταῖς λαμπάσιν ἡμῶν. Οὐ γὰρ συγχωρήσει ἡμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ ἀπελθοῦσιν ἔλαιον ἀγοράσαι παρὰ τῶν πωλούντων· ἐνταῦθα γὰρ πωλεῖται, καὶ ἐκεῖ ἀναλίσκεται.
Τίνες  δὲ οἱ πωλοῦντες,  ἀλλ'  ἢ οἱ πένητες;  ∆ὸς ἄρτον,  καὶ  λαμβάνεις  Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν  αὐτόν. ∆εῦτε τοίνυν,  ἀγαλλιασώμεθα  τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα τοῦ ἀδήλου βίου ἤγγικεν. Εἴη δὲ πάντας ἡμᾶς φῶς ἐκ φωτὸς ὑπάρχοντας ἐν τῷ φωτὶ  τῆς δόξης Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν  περιπατῆσαι, ἐν αὐτῷ  τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   


Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |