Τρίτη 4 Οκτωβρίου 2016
Εἰς τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας
Ομιλίαι είς τους Ψαλμούς
Εἰς τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας
∆αυῒδ, καὶ περὶ τῆς τοῦ Οὐρίου.
Psalmum 50 (homilia 1)
[Sp.]
αʹ. Οἱ ζωγράφοι μιμοῦνται
τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων,
καὶ ποιοῦσιν ἀνθρώπους,
καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους,
καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον
βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην,
καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης
μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι
τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γρά φουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν
δί καιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον. Καὶ καθάπερ οἱ ζωγράφοι ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι
ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν,
νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα,
ποτὲ δὲ καὶ νικώμενον.
Ἐπεὶ οὖν τοιαύτη αὐτῶν ἡ
τέχνη, μετὰ ἀκριβείας αὐτὴν καταμάθωμεν. Τοὺς μὲν γὰρ τῶν ζωγράφων πίνακας ὁρῶντες,
οὐδὲν κερδαίνοντες ἀπερ χόμεθα. Τί γάρ μοι ὄφελος βασιλέως καὶ ὑπάτου εἰκόνα δεῖν;
Βασιλεὺς γὰρ γενέσθαι οὔτε δύναμαι, οὔτε βούλο μαι. Τί μοι οὖν ὄφελος τῆς θεωρίας,
ἧς τὴν ἐπιθυμίαν οὐκ ἔχω, ἧς κἂν ἐπιθυμήσω, κολάζομαι; Τί μοι τὸ ὄφε λος ἄνθρωπον
ἰδεῖν πλουτοῦντα; Κἂν πένης ὦ, φθονῶ· κἂν πλούσιος ὦ, βασκαίνομαι. Πάλιν τὰ αὐτὰ
πάσχων, καὶ ὀδύρομαι. Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν. Ἐὰν
ἴδω ὕπατον, τί πρὸς ἐμέ; Ἐὰν ἴδω ἁμαρτωλὸν
καταπεσόντα, καὶ πάλιν ἀνα στάντα,
ἡ θεωρία διδασκαλίας ὑπόθεσίς μοι γίνεται.
Ἐὰν ἴδω δίκαιον
ἑστῶτα, ἡ θεωρία
πρὸς φιλοσοφίαν χειραγωγεῖ με. Ἀπὸ τῆς θεωρίας μανθάνω τὴν μά χην, καὶ παιδεύομαι τὴν νίκην. Ἐὰν ἴδω δίκαιον
ὑποσκε λιζόμενον, πάλιν σοφώτερος ὑπὸ τῆς θεωρίας γίνομαι. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς
οὐδὲ εἰκῆ εἴρηται, ἀλλ' ἐπειδὴ τοῦ ψαλμοῦ τοῦ σήμερον ἀναγνωσθέντος ἡ εἰκὼν
εἰς
ταύτην ἡμᾶς ἄγει τῆς διδασκαλίας
τὴν ὑπόθεσιν. Τί γάρ φησιν ὁ προφήτης; Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός
σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Αὕτη ἡ εἰκών.
Τὸν γὰρ ψαλμὸν εἰκόνα καλῶ. Βλέπω γὰρ διάφορα
πρόσωπα ἐν τῷ ψαλμῷ· ἁμαρτίαν ἐπιοῦσαν
καὶ σφαττομένην, με τάνοιαν παρεστῶσαν
καὶ συμμαχοῦσαν Θεῷ, φιλανθρω
πίαν ἄνωθεν λάμπουσαν, φιλοσοφίαν
παρέχουσαν, καὶ πολλὰς ἔχουσαν δακρύων πηγὰς ἐξ ὁμολογήσεως.
Ταῦτα τὰ πρόσωπα τῆς εἰκόνος.
Ἀλλὰ πρὶν τοῦ ψαλμοῦ ἄρξω μαι, ἀναγκαῖον αὐτοῦ
τὴν ἐπιγραφὴν ἀκριβέστερον
ὑμῖν διηγήσασθαι. Ὥσπερ γὰρ
αἱ εἰκόνεςἐπιγραφὰς ἔχουσιν,
66 οὕτω καὶ ἐπὶ τῶν ψαλμῶν.
Καὶ γὰρ αἱ εἰκόνες ἄνω ἑστῶσαι, κάτω ἔχουσι φοινικίδας σανίδας, τίς
ὁ βασιλεὺς, καὶ τίνος, καὶ ποῖον πόλεμον
κατώρθωσεν· ἐπὶ δὲ τοῦ ψαλμοῦ ἄνωθεν ἡ ἐπιγραφὴ ἔγκειται, τίς ἡ ὑπόθε σις, καὶ
τίς ἡ διδασκαλία, καὶ τίς ἡ ῥίζα, καὶ τίνος ἕνεκεν ὁ ψαλμὸς εἴρηται. Παρέχετέμοι
μετὰ ἀκριβείας τὴν ἀκοὴν τῷ λόγῳ. Οὖ γὰρ περὶ τῶν τυχόντων ἡμῖν ἐστιν ἡ διήγησις. Ψαλμὸς τῷ ∆αυῒδ, ἐν τῷ
εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ὅτε εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν γυναῖκα
τοῦ Οὐρίου. Αὕτη ἡ ἐπιγραφή. Μάθωμεν τοίνυν τίς ἐστιν ὁ Νάθαν, καὶ τίς ἡ
Βηρσαβεέ. Τίς ἄρα ἐστὶν ἡ γυνὴ τοῦ Οὐρίου; καὶ πότε εἰσῆλθε πρὸς αὐτὴν ὁ προφήτης;
καὶ τίνος ἕνεκεν τὸν ψαλμὸν τοῦτον ἔγραψεν; Οὐ γὰρ ἅπαν τες οἱ ψαλμοὶ εἰς τὸν
∆αυῒδ εἰρημένοι εἰσίν. Ἅπαντες μὲν γὰρ παρ' αὐτοῦ, οὐ πάντες δὲ εἰς αὐτὸν εἴρηνται.
Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν.
Οἷον, Ἐπὶ τῶν πο ταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσα μεν· εὔδηλον ὅτι
οὐ περὶ αὐτοῦ ὁ ψαλμὸς εἴρηται· οὔτε γὰρ εἰς Βαβυλῶνα ἀπῆλθεν, οὔτε εἶδε γῆν
βαρβάρων, οὔτε ἐκάθισεν εἰς ἀλλοτρίαν γῆν καὶ ἔκλαυσεν· ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων
διηγεῖται. Πάλιν ὅταν λέγῃ· Ὤρυξαν
χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· οὐ τὸ ἑαυτοῦ πάθος ἐξηγεῖται,
ἀλλὰ τὸν σταυρὸν, τὴν θυσίαν τῆς οἰκουμένης ἐκήρυττε, τὴν ἐπὶ σωτηρίᾳ τοῦ γένους
τοῦ ἡμετέρου. Εἰκὼν γάρ ἐστι ποι κίλην ἔχουσα διδασκαλίαν. Ποτὲ μὲν οὖν τὰ ἑαυτοῦ,
ποτὲ δὲ τὰ ἀλλότρια διηγεῖται. Ἐπεὶ οὖν ὁ ψαλμὸς οὗτος καὶ τὰ ἀλλότρια διηγεῖται, διὰ τοῦτο, Ὅτε
εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, ἐπιγέγραπται. Ὥστε ἡ ἐπι γραφὴ οὐ συγχωρεῖ ἡμῖν ληθαργῆσαι,
οὐδὲ ἀλλαχοῦ πε ριφέρειν τὴν διάνοιαν· ἀλλ'
ἕστηκε τὰ τοιαῦτα προστάτ των καὶ διδάσκων, διδάσκει δὲ καὶ ἕτερα νοήματα, ἅπερ
ἡμῖν ἡ ἐπιγραφὴ λέγει.
βʹ. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας,
οἵ τε δίκαιοι, οἵ τε ἁμαρτωλοί. Ἑκατέρῳ γὰρ
τῷ μέρει χρήσιμος
ὁ ψαλμός· τῷ μὲν δικαίῳ,
ἵνα μὴ ᾖ ῥᾴθυμος· τῷ δὲ ἁμαρτωλῷ,
ἵνα μὴ ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀμφότερα γὰρ δυσεπίληπτα. Ὅ τε γὰρ δίκαιος
ῥᾳθυμήσας καταβάλλε ται, ὅ τε ἁμαρτωλὸς ἀπογνοὺς
οὐκ ἀνίσταται. Ἵνα οὖν μήτε οὗτος ἐν πτώματι μείνῃ, μήτε ἐκεῖνος εἰς πτῶμα
καταπέσῃ, ἑκατέρῳ τῷ μέρει σωτηριώδης αὕτη δίδοται τοῦ
μελῳδοῦ τούτου ἡ ψαλμῳδία. Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ
προφήτου μέγα καὶ χαλεπόν. Ἀλλὰ μηδεὶς ἡμῶν καταγινωσκέτω. Ἡ γὰρ τοῦ Θεοῦ
φιλανθρω πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων
πρόνοιαν ποιου μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή 67 ματα εἰς φάρμακα
μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου
ναυ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ. Ὅταν γὰρ ὁ δίκαιος ἁμάρτῃ, οὐκέτι ἀπογινώσκω
τῆς ἐμαυτοῦ σωτηρίας· ὅταν ἴδω, ὅτι ἀπὸ τῶν οὐρανῶν κατηνέχθη, τὸ ἐκείνου πτῶμα
ἐμοὶ ὑπόθεσις ἀναστάσεως γίνεται.
∆ιὰ γὰρ τοῦτο καὶ ἡ τοῦ
Πνεύματος χάρις οὐ μόνον τῶν κατορθωμάτων τῶν δικαίων ἐμνημόνευσεν, ἀλλὰ
καὶ τῶν ἁμαρτημάτων. Οὐ
γὰρ ἐκείνωνπροεμνημόνευσε μόνον,
ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γινομένων. Θέλω
τοίνυν δεῖξαι τοῦτον τὸν
γεν ναῖον ἄνδρα
τρωθέντα, πεσόντα, ἀναστάντα,
παλαίσαντα, ἡττηθέντα, νικήσαντα, στεφανωθέντα.
Οὐ γὰρ δείκνυμι αὐτὸν
κείμενον ἐν τῷ πτώματι
μόνον, ἀλλὰ καὶ ἐγερθέν τα, ἵνα ἑκατέρωθεν
σὺ κερδάνῃς, ἵνα, ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς, ἀλλὰ παραυτὰ ἐπὶ τὴν
ἀνάστασιν δράμῃς· μηδὲ εἴπῃς· Οἴμοι ἀπωλόμην, ἐμοίχευσα, ἐπόρνευσα, ἐφόνευσα. Ἔχεις
γὰρ σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρ τίαν. Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον
τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν
τρέχε, καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς
ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς. Οἷόν τι λέγω· Πολλοὶ
πολλάκις περιέπεσον, καὶ ἄνδρες καὶ γυναῖκες, χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. ∆ά κρυα
ἐξεχύθη, φάρμακα ἐδαπανήθη,
ἰατρικὴ ἠπόρησε τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρ χεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; Χρήματα ἀνήλωσα,
ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη· μένει τὸ νόσημα, οὐκ ἰάθη τὸ ἕλκος.Πολλάκις
συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν· Κἀγὼ τοιούτῳ πάθει περι έπεσον, καὶ ὁ δεῖνα,
ἢ ἡ δεῖνα περιέθηκάν μοι φάρμα κον, καὶ ἀπήλλαξάν με τῆς ὀδύνης. Εἶτα παρακαλεῖ· ∆εῖξόν μοι τὴν
γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπόν. Οὕτω δὴ καὶ νῦν, ἐπειδὴ ἐμοίχευσε, καὶ φόνον ἐποίησε,
τὸ δὲ ἕλκος χαλεπὸν, δείκνυμί σοι πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον
ἐπέθηκεν. Καὶ οὐ λέγω· Ἄπελθε
ἐπὶ τὸν στενωπὸν, ἐρώτησον
τόνδε, ἢ τήνδε.
Οὐ χρεία καμάτου, οὐ χρεία πόνου,
οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ καῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ
φάρμακον. Μόνον πρόσεχε τοῖς λεγομένοις. Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν
χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν,
καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε.
Οὗτος τοίνυν ὁ ∆αυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ
προσέχων καὶ τοῖς ποι μνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ
ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ' ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ
καθήμενος, τῇ τῶν
προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέ τησεν. Οὗτος
τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν
τῇ ἡλικίᾳ, πεπολιωμένος
δὲ τῇ διανοίᾳ·
καὶ τὸ ἀτελὲς
τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν
σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πί στεως. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας
τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος
ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ.
Ἐλθόντος τοίνυν τοῦ Σα
μουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα ∆αυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ.
Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδεί
ξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ
πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ
∆ανιὴλ δωδεκαετὴς ὢν, τοὺς
λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν
μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺς ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς
τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος
ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος,
καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ
γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε,
ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότη
τος.
γʹ. Μὴ οὖν τὸν νέον διάβαλλε,
μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ
κακία, ἀλλ' ἐν τῇ διαφορᾷ τῆς γνώμης· κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον
τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες
λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν νέος
ὢν ὥριμον τὸν
καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, οὐ πλημμύραν
σωμάτων περιβεβλημένος, ἀλλὰ τὸ κέρας, ἔνθα ἦν τὸ ἔλαιον τὸ ἅγιον, ἔχων. Καὶ τί
φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα,
νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶ τον υἱόν. Πάραγε αὐτὸν,
φησίν· οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, τὸν
τέ ταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο.
Λέγει αὐτῷ· Ἔχεις ἄλ λον;
Ἠσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρότερον καὶ εὐτελῆ, ποιμένα. Βασιλέα ζητεῖς
μικρὸν καὶ εὐτελῆ ποιῆ σαι; Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ' ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς
ὄψεται ἄνθρωπος, ὄψεται
Θεός· ἄνθρωπος εἰς πρόσωπον, ὁ δὲ
Θεὸς εἰς καρδίαν. Μὴ γὰρ πολυσαρ κίαν ζητοῦμεν; Ψυχῆς εὐγένειαν ἐπιποθοῦμεν. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Οὐκ εἶπεν αὐτῷ
ὁ Θεὸς, Ἄπελθε, χρῖσόν μοι τὸν ∆αυΐδ· ἀλλ',
Ἄπελθε, χρῖσόν μοι ἕνα τῶν υἱῶν Ἰεσσαί. Καὶ διὰ τί ἀπορεῖ; καὶ διὰ τί οὐ λέγει τὸ ὄνομα; Ἵνα μὴ πάθῃ ∆αυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ.
Ὥσπερ γὰρ
μαθόντες ἐκεῖνοι τὸν
ζητούμενον αὐτῶν βασιλέα,
ἐπεβούλευσαν,ἐπολέμησαν, ἐπώλησαν· οὕτω
δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἱστήκει
ὁ προφήτης ἀπο ρῶν· ∆ός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν
ποιμαῖνον τὰ πρόβατα. Οὐχ οὕτως ὄψε ται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ εἰσιν οἱ καλλωπιζόμενοι ἐπ' εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος,
ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν
εὔμορφος γυνή; Τάφος
κεκονια μένος, ἐὰν μὴ σωφρονῇ.
Κάλλος δέ ἐστι βάραθρον ὀρω
ρυγμένον, ἑτέροις δὲ
δηλητήριον κατεσκευασμένον, ἐὰν μὴ
σωφρονῇ· ἢ νόσῳ μαραίνεται καὶ θανάτῳ διακόπτε ται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον
μένει καὶ ἀκηλί δωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδεί κνυται, ὅταν
παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν,
μὴ θαυμάσῃς.
Ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος
ἀνατεταμέναι καρπὸν οὐκ ἔχουσιν ἀνθρώποις
χρήσιμον, ἀλόγοις δὲ μόνον· ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων.
Τί οὖν βούλει, ἄμπελον ἔχειν, ἢ δρῦν; ∆ῆλον ὅτι ἄμπε λον· ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα
θηρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; τί δὲ ταῶνος ὡραιότερον;
Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών; ∆ῆλον ὅτι μέλιττα. Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλα ψας· ἄνελε μέλιτταν, καὶ χωλεύει
πολλά. Ἦλθε τοίνυν ὁ ∆αυῒδ, ἐκχεῖται
τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας,
καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο
αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος,
οὐδὲ δόρατα, ἀλλ' ἔχων αὐτὴν τὴν τοῦ Θεοῦ ψῆφον, τὴν πάντων δυνατωτέραν. Οὗτος
δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων
τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν
τὴν παράταξιν καὶ τὸν
βάρβαρον προσκαλούμενον εἰς
μονομαχίαν. Καὶ οὐδεὶς ἐτόλμα
προπηδῆσαι καὶ ἐξελθεῖν. Ἦλθεν ὁ
∆αυῒδ, εἶδεν ἀστράπτοντα, καὶ ἀφό
ρητον ὄντα τὸν
πολέμιον, καὶ πάντας
κατεπτηχότας. Ὁ ποιμὴν ἐν τῷ πολέμῳ,
καὶ οἱ ἐν πολέμῳ μεμελετηκότες οὐδὲ τὴν φωνὴν ἔφερον τοῦ πολεμίου· ὁ δὲ δένδρεσι
καὶ 69 σκιαῖς καὶ πηγαῖς προσομιλῶν, ἐπὶ ταῖς ὄψεσιν αὐτοῦ εἱστήκει, καὶ λέγει·
Τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσι πρὸς αὐτόν· Πόθεν
σοι ἡ ἀπόνοια αὕτη; Ὁ δέ· Οὐκ ἀπόνοια, ἀλλὰ πίστις· οὐχ ὑπερηφανίαν, ἀλλ' εὐσέβειαν κέκτη μαι· θώρακα οὐχ ὁπλίζομαι,
ἀλλὰ πίστιν ἐνδέδυμαι· οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας·
οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς
γάρ ἐστι τοῦ Θεοῦ), κἂν μυριάκις δυνατὸς ᾖ. ∆ιὰ γὰρ τὴν ἄνωθεν ῥοπὴν πάντων
ἀσθενέστερός ἐστιν ὁ ἀπερίτμητος οὗτος. Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ ∆αυΐδ;
Οὐ σαρκικοῖς, ἀλλὰ πνευμα
τικοῖς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευ ματικά. Καὶ πῶς, ὅτι σὺ μικρὸς
καὶ ἀσθενὴς εἶ; Ἀλλὰ μέγας ὁ ∆εσπότης. Εὐτελὲς τὸ ὅπλον· ἀλλ' ὁ πέμψας
ἰσχυρός. Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε·
πολλῷ μᾶλλον ἑνὸς ἀνδρὸς περιγίνεται.
δʹ. Ἦλθε τοίνυν πρὸς τοὺς
ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί δοθήσεται τῷ ἀνδρὶ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ;
Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ' ἵνα τούτους εἰς πίστιν ἀγάγῃ.
Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πά λιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα
ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ
τὴν κακίαν τῆς καρδίας σου. Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε νον!
Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω
καὶ ὁ φθόνος τὸν μὲν
φθονοῦντα διατήκει, τὸν δὲ φθο νούμενον λαμπρότερον κατασκευάζει. Οὕτω
καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν ἀδελφῶν
αὐτοῦ ἐγένετο. Οἱ μὲν
γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν
καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν
οὖν οἱ ἀδελφοί·
Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν
καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν,
ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ' αὐτῶν ὑποτεμνόμενος
τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ
τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; καὶ εἰσήγαγον
αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν
βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ
κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ
πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφα λὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι
παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεό τητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα,
ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ' ὅτι μέγας τῷ φρονή ματι. Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς·
ἀναγ κάζεται ὁ ∆αυῒδ λοιπὸν αὐτῷ τὰ
κατορθώματα αὐ τοῦ λέγειν. Ἐγὼ, φησὶ,
παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος,
καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα
ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν
ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος.
Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν ∆αυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ. Καὶ ἔδωκεν αὐτῷ ὅπλα,
καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ ∆αυῒδ βαστάσαι. ∆ιὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα
γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορ θωμάτων, ἵνα μὴ λέγῃ
ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνί κησαν. Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν·
ἐξέρ χεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρ χεται ποιμὴν, καὶ οὐ
στρατιώτης· ἀφίησι βόλον,
οὐ τῇ φύσει
τοῦ σώματος θαῤῥῶν
ἀλλὰ τῇ δυνάμει τῆς πί στεως τὴν
νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ
ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
Καὶ ἐπληρώθη τὸ γεγραμμένον·
Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν
βασκα νία. Συνεχῶς ἀνορύττω τὴν πηγὴν, ὥστε αὐτὸν εὑρεῖν τὸν ὀφθαλμόν. Οὗτος τοίνυν
ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν
ὁ Θεός· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα
κατὰ τὴν καρδίαν
μου. Ὢ ἐγκώμιον ὑψηλόν! ὢ ἀπόδειξις ἀρετῆς! Ὁ ∆εσπότης αὐτοῦ λέγει· Εὗρον
∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν
μου. Οὗτος τοίνυν ὁ τῶν
θηρίων περιγε νόμενος, ὁ τὸν Γολιὰθ
ἀποκτείνας, ὁ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος,
ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τῷ πνεύματι, ὁ ἐν τῇ βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος·
ἔλουε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ' ἀπὸ δακρύων καθ' ἑκάστην νύκτα βρέχων τὴν
στρωμνὴν αὐτοῦ.
Οἱ μὲν γὰρ νῦν ἄνθρωποι
καὶ ἐν ἡμέρᾳ καθεύδουσιν, ἐκεῖνος
δὲ καὶ ἐν
νυκτὶ ἐμμέριμνος ἦν. ∆ιὰ τί ἐν
νυκτί; Ἐπειδὴ ἐν ἡμέρᾳ βασιλεὺς
ὢν ὑπὸ μυρίων περιηντλεῖτο πραγμά των· ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων,
τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ
πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν
ἑαυτοῦ. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος,
ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος,
ὁ τῆς ἁψῖδος τῶν οὐ ρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας
δωρεᾶς καὶ χάριτος,
ὁ πολέμους καταλύσας,
ὁ μυρία κατορθώματα κατὰ τοῦ
διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν,μετὰ σεμνότητα, ὅτε
κατέσχε τὴν βασι λείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν, ὅτε εἰρήνη
πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μά
θητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις. Καὶ πότε; Ἐν μεσημβρίᾳ μέσῃ. Μετὰ ἄριστον
ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφό δρα. Ἀλλὰ οὐκ ἔγκλημα
τὸ κάλλος· τὸ γὰρ κάλλος Θεοῦ δῶρον. Εἶδε γυναῖκα
λουομένην ἐν ὑπερῴῳ,
γυναῖκα στρατιώτου,καλὴν, ὡραίαν.
Εἶδεν, ἐπτερώθη τῷ ὄμ ματι, ἐδέξατο τὸ βέλος.
εʹ. Ἀκουέτωσαν οἱ περίεργοι,
οἱ τὰ ἀλλότρια περιερ γαζόμενοι καὶ καταμανθάνοντες κάλλη. Ἀκουέτωσαν οἱ περὶ τὰ θέατρα μεμηνότες,
οἱ λέγοντες· Θεωροῦμεν μὲν, οὐδὲν δὲ βλαπτόμεθα. Ὁ ∆αυῒδ ἐβλάβη, καὶ σὺ οὐ βλά
πτῃ; Ἐκεῖνος ἐνικήθη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; Ὁ τοσαύτην ἔχων Πνεύματος χάριν, βέλος
ἐδέξατο· καὶ σὺ ἄτρωτος διαμένεις ἐν τῇ τῶν ἀτόπων θεωρίᾳ; Καίτοι ἐκεῖνος οὐκ εἶδε
πόρνην, ἀλλὰ σώφρονα γυναῖκα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ' ἐν οἰκίᾳ· σὺ δὲ
ἐν θεά τρῳ, ὅπου καὶ ὁ τόπος κολάζει ψυχήν· ὅπου οὐ βλέπεις μόνον, ἀλλὰ καὶ ἀκούεις
ῥημάτων αἰσχρῶν, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικά· καὶ πανταχόθεν
πλήττεταί σου ἡ διάνοια· τῇ ὄψει ἀφ' ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ' ὧν ἀκούεις· τῇ ῥινὶ, ἀφ' ὧν ὀσφραί νῃ.
Τοσαῦται φθοραὶ, τοσαῦτα βάραθρα, καὶ
ἔχω σοι θαῤῥῆσαι, ὅτι οὐ γίνῃ
θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος εἶ; Ἅνθρωπος εἶ, τῇ κοινῇ τῆς φύσεως
ἀσθενείᾳ ὑποκείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον
εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος; Ὅπερ ἐστὶν ὁ χόρτος,
τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν αὐτὴν λουομένην γυ μνὴν, ἑάλω τῷ κάλλει, ἐδέξατο
τὸ βέλος, ἔλαβε τὸ τραῦ μα, ἔπεμψεν ἐπ' αὐτήν· καὶ ὡς μόνον ἦλθε πρὸς αὐτὸν,
εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν
ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν
εἰς τὴν ἰδίαν
οἰκίαν. Ταῦτα δὲ λέγων καὶ εἰς μέσον φέρω
τὸν τετραυματισμένον, ἵνα οἱ
περιεστῶτες ἴδητε πάντες,
πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει τοὺς περιεστῶτας
πάντας, ἵνα βλέπωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον· πολλῷ μᾶλλον προφήτου
χειρουργουμένου πάντας χρὴ συνδραμεῖν, ἵνα ἴδωμεν
πῶς ὀφείλομεν ἀπαλλαγῆναι
τῆς σηπεδόνος καὶ τῶν
σκωλήκων.Χαλεπὸν τὸ ἁμάρτημα· ἐπιθυμία ἐπληρώθη, ἡ ἁμαρτία ἀπηρτίσθη, ὁ
θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμιζε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης
ἦν, ἀλλ' ὅλως ἡ ἐπιθυμία αὐτὸν ἐσκότισε. Συνέλαβεν ἡ γυνὴ, ἔγκυος ἐγένετο·
δρομαία ἐπὶ τὸν βασιλέα ἔρχεται. Βασιλεῦ, ἀπωλόμην. Τί ἔχεις;
Ἔγκυός εἰμι. Ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησε· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ βαστάζω· ὁ ἔλεγχος ηὐξήθη τοῦ ἁμαρτήματος·
οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; ἢ τί λαλήσω;
Ἐννόησον πόσον κακὸν ἡ ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι
δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. ∆ιάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος.
Οὐχὶ σὺ βασιλεύς; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ναὶ, ἀλλὰ καὶ χαλεπὸν
ἁμάρτημα ἐποίησα. Ὢ ἁμαρτία δειλίας
μήτηρ !ὢ ἀτιμίας ἔλεγχος! ὢ σιωπῆς ὑπόθε σις! ∆έδοικα, τρέμω, ὅτι με κατῄσχυνας·
ἔνδον ἔχω τὸν ἔλεγχον. Ἐὰν ἔλθῃ ὁ ἀνήρ μου, τί εἴπω; τί λαλήσω; Εὑρήσει με ἔγκυον,
καὶ φονεύσει ἔνδον ἔχουσαν τὸν ἔλεγ χον
τῆς ἁμαρτίας. Βλέπεις τὸ ναυάγιον
μεμελετημένον; ὁρᾷς πόσον κακὸν ἡ ἁμαρτία; Τί οὖν ὁ βασιλεύς; Ἁμαρ τίαν ἐπὶ
ἁμαρτίαν προστίθησι.
∆εῖ γὰρ πλατῦναι τὸν λόγον τοῦ διηγήματος. Ἦλθεν Οὐρίας ὁ ἀνὴρ
αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθεν ὁ Οὐρίας πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ ὁ
βασιλεύς· Τί ἐστιν, Οὐρία; πῶς ὁ πό λεμος; Λέγει· Καλῶς· νενικήκαμεν. Ἤκουσεν ὁ
βασιλεὺς, ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλεμον ὑπέταξε,
καὶ ὁ βασιλεὺς ὑπὸ τῆς ἡδονῆς ἡττήθη· ὁ στρατιώτης τοῦ πολέμου περιεγέ νετο, αὐτὸς
δὲ ὑπὸ τῆς ἁμαρτίας
κατεβέβλητο· ὁ στρα τιώτης
ἔλεγε τὴν νίκην,
αὐτὸς δὲ ὑπὸ αἰσχύνης οὐδὲ τὴν ἧτταν εἰπεῖν ἐτόλμα.
Νενικήκαμεν, φησὶ, καὶ περιεγενό μεθα. Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς
νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην
τῆς ἥττης, ἧς αὐτὸς ἡτ τήθη. Λέγει τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν
σου· λοῦσαι, καὶ ἀπόλαυσον τραπέζης, καὶ ἀπόλαυσον τῆς γυναικός σου. ∆ιὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ
νομισθῇ τὸ παιδίον τίκτεσθαι. Ὁ δὲ ἀκοίμητος
ὀφθαλμὸς οὐ συνεχώρησε τοῦτο
γενέσθαι, φειδόμενος τοῦ
τετραυματισμένου. Τί οὖν ὁ
στρατιώτης φησί; Καὶ πῶς
δύναμαι καταλιπεῖν σε, καὶ
τρυφᾷν; Ἰσραὴλ ἐν τῷ
πολέμῳ, ὁ ἀρχιστράτηγος ἐν τῇ παρατάξει, ἡ κιβωτὸς τοῦ Κυρίου ἐν τῇ παρεμβολῇ·
καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ταῦτα ἔλεγεν ἀγνοῶν ὁ
στρατιώτης. Ὄνειδος δὲ ἐγένετο τῷ βασιλεῖ, ὅτι ὁ μὲν στρατιώτης οὐδὲ τὴν οἰκίαν
αὐτοῦ ἠβουλήθη ἰδεῖν
ἐλθὼν ἐκ τοῦ
πολέμου, ὁ δὲ
βασιλεὺς τοιαῦτα ἦν παρανομήσας, ὥστε ἀνάγκην ἐπιφέρειν τῷ ἰδίῳ
στρατιώ τῃ πρὸς τὸ θεάσασθαι τὴν ἰδίαν γυναῖκα, ἵνα δυνηθῇ τὸ ἴδιον τραῦμα καλύψαι.
Ἀπῆλθεν ἐπὶ τὸν πόλεμον, καὶ ἐτέχθη τὸ παιδίον. Τί οὖν ποιεῖ; Ἐπειδὴ οὐκ ἐδύνατο
συσκιάσαι τὸ ἕλκος, γράφει τῷ στρατηγῷ τοῦ πολέμου· Λαβὼν τὸν Οὐρίαν στῆσον εἰς
τὸ κραταιὸν μέρος τοῦ πο λέμου. ∆ιὰ τί; Ὥστε αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει
αὐτῷ τὴν ἐπιστολήν. Ὢ τῆς ἀσελγείας! εἰς ὅσην ὠμό τητα τὸν πραότατον
ἐκεῖνον ἡ ἁμαρτία προήγαγε! Τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπι
στολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει. ∆εῖ γὰρ ἐπιτεμεῖν. Τί οὖν
γίνεται; Ἐν τῷ πολέμῳ
ἔπεσεν, ἐσφάγη. Ἰδοὺ δύο ἁμαρτήματα, μοιχεία καὶ φόνος. Ὁ φόνος καρπὸς τῆς μοιχείας ἐγένετο.
ςʹ. Ταῦτα δὲ λέγω διὰ τοὺς
ἁμαρτωλοὺς καὶ πολλὰ ἑαυ τοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες
μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας.
Γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς γὰρ δύο ταύτας
πρώτας ἐντολὰς παρ έβη. Ἐμοίχευσε. καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χα λεπὸν τὸ
ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν ὁ Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἐσφάγη, καὶ εὐθέως
ἐσκίρτησεν ἡ ἁμαρτία ἡ συνεσκιασμένη, τότε
λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης.
Ἀπηρτίσθη ἡ ἐπιθυμία, ἐπλη ρώθη ἡ παρανομία, ἀνῄρητο ὁ ἠδικημένος. Ὁ προφήτης
προφήτην ἐλέγχει. ∆ιὰ τί; Καίτοι ὁ ∆αυῒδ προφήτης ἦν· πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει;
Ὥσπερ οὖν οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν, καὶ ἡ ἀῤῥωστία τὴν τέχνην
λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος
οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν ἁμαρτίᾳ
διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ
προφήτης ἔξω. Λέγει· Εἰσέλθῃ. Εἰσέρχεται ὁ προφήτης. Ὁρᾷ αὐτὸν καθεζόμενον μετὰ
λαμπηδόνος πολλῆς καὶ τύφου
τοῦ βασιλικοῦ. Καὶ τί φησι; ∆ίκην ἔχω, βασιλεῦ. ἄκουσόν μου. Ὢ σοφίας ἰα
τροῦ! Εἰσῆλθε σιδήριον λαβὼν, ἵνα τέμῃ τὸ ἕλκος· ἀλλ' οὐ δείκνυσι τῷ νοσοῦντι, ἵνα
μὴ στερηθῇ τῆς ἰατρείας· κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον. ἀλλ' ὑπὸ τὸ δρᾶμα τῆς
διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ· Ὦ παράνομε, ὦ βέβηλε, ὦ μοιχὲ, ὦ
ἀνδροφόνε· οὐ γυ μνοῖ τὸν ἔλεγχον, οὐδὲ
χωρὶς προσωπείου τὴν παῤῥη σίαν· ἀλλὰ τὸν σίδηρον
ἐγκεκρυμμένον φέρει καὶ λέγει·
∆ίκην ἔχω, βασιλεῦ, ἄκουσόν
μου. Τί οὖν ὁ βασιλεύς; Εἰπὲ τὴν δίκην. Ὁ δὲ λέγει· Ἄνθρωπός τις ἦν πλούσιος·οὗτος
εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης. ∆ύο ἄνθρωποι, Οὐρίας
καὶ ∆αυΐδ. Μάνθανε τὰ προσωπεῖα ἐν τῇ ἀληθείᾳ. Ὁ μὲν πένης οὐκ εἶχεν
εἰ μὴ μίαν ἀμνάδα (τὴν
μοιχευθεῖσαν γυναῖκα λέγει),
ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου
αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν.
Ὁρᾶς τὴν πενίαν φιλοστοργίας
ὑπόθεσιν ἔχουσαν; Ἐπὶ μὲν γὰρ τῶν πλουτούντων πολὺς ὁ τῦφος· ἐπὶ δὲ τῶν πενή των
ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ
ἔξω, καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τῦ φος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται
τροφός. Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγέννησε γὰρ ἡμᾶς,
καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. ∆ιὰ τοῦτο
καὶ ἀντὶ βρωμάτων τὴν ἰδίαν σάρκα ἡμᾶς ἔθρεψε, καὶ ἀντὶ πόματος
τὸ ἴδιον αὐτοῦ αἷμα ἡμᾶς ἐπότισεν. Ἡ οὖν ἀμνὰς ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευ δεν. Ηὐξήθη
ἡ τραγῳδία τῇ διηγήσει τῆς φιλοστοργίας. Ἦλθε τοίνυν ξένος ἄνθρωπος πρὸς τὸν
πλούσιον ἐκεῖνον. Τίς ὁ ξένος;
Ἡ ἐπιθυμία. Ἵνα οὖν δείξῃ
αὐτοῦ τὴν σεμνότητα, ξένον τῇ μεθόδῳ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ δέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν. οὐδὲ ἀδί κοις ἐθεάσατο τοῖς ὀφθαλμοῖς·
ἀλλὰ τρωθεὶς δὴ εἰς ἐκεί νην τὴν γυναῖκα τὴν σεμνότητα ἀπώλεσε, καὶ μικρὸν ῥᾳθυμήσας
ἐξέπεσε τοῦ προσήκοντος
Ἦλθεν ὁ ξένος,
ἡ ἐπιθυμία ἡ ἀκόλαστος, ἡ θηριώδης ἐκείνη ἦλθε πρὸς αὐ
τόν. Ξένος πρὸς τὸν πλούσιον ἐκεῖνον ἦλθε, καὶ οὐκ ἔλα βεν ἀπὸ τῶν ποιμνίων
καὶ βουκολίων αὐτοῦ· ἀλλ' ἔπεμψε
καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ
τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς.
Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην
δικάζειν. Ὠργίσθη ὁ βασιλεὺς, καὶ τὸ δίκαιον ἐξεφώνησε μετὰ πολλῆς τῆς λαμπρότητος.
Οὐ γὰρ ἦν φιλοστοργία ἡ λυμαινομένη τὸ δίκαιον.
Ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται,
καὶ τὴν ἀμνάδα τετραπλάσιον
ἀπο τίσει. Ὑπὲρ τὸν νόμον κελεύει.
Ὁ γὰρ νόμος κελεύει
τὸν κλέπτοντα τετραπλασίονα ἀποδιδόναι· αὐτὸς δὲ ὑπερβέ
βηκε τὸν νόμον· κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν
τετραπλῷ ἀποτῖσαι. Ἐξήνεγκε τὴν ψῆφον, καὶ τὴν καταδίκην
ἀπήρτισε. Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προ φήτης, καὶ λέγει· Σὺ εἶ, βασιλεῦ.
Ὢ τομὴ, οὐ ξίφει τέ μνουσα τὴν αἴσθησιν τῆς ὀδύνης, ἀλλ' ἐν τῇ συντομίᾳ τοῦ ἐλέγχου!
Ὅτε γὰρ ἔδει, ὑπεκρίνατο τὸ δρᾶμα· ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ
ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος·
Σὺ εἶ, βασιλεῦ. Τί οὖν αὐ τός; Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν
τῆς ψυχῆς; Οὐκ εἶπε πρὸς αὐτόν· Ὦ ἄθλιε καὶ ταλαίπωρε, οὔτε φανερῶς ἐλέγξαι ἐβουλήθη.
Τί οὖν λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ Τί δὲ ὁ προ φήτης; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια· ἀλλ' ὀξυτέρα
ἡ συγχώρησις. Λέγε σὺ τὰς ἀνομίας σου, φησὶ, πρῶτος, ἵνα δικαιωθῇς. ∆ιὰ πρα γμάτων
ἥμαρτες, καὶ διὰ ῥημάτων μετανόει. ζʹ. Ταῦτα λέγω, ἵνα ἀκούσωσιν οἱ ἁμαρτωλοὶ
καὶ οἱ ἐμπεπτωκότες ἁμαρτήμασι, καὶ μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτηκα,
φησὶ, τῷ Κυρίῳ. Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπας· Ῥομφαία πεσεῖται
ἐπ' αὐτόν· ἀλλὰ ἐγὼ, Σὺ οὐκ ἀποθανῇ. Εἶδες πῶς ἔλυσεν ὁ Θεὸς τὴν δίκην τοῦ προφήτου;
Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἀλλ' ἐπὶ τὴν ἀρχὴν ἀναδράμωμεν.
Ψαλμὸς τῷ ∆αυῒδ, ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης.
Ἐνταῦθα δείκνυται αὐτοῦ ἡ
εὐγνωμοσύνη καὶ συγχώρησις. Ἰδὲ οὖν, ἔμαθες πῶς
ἐθεραπεύθη, καὶ ποῖον
φάρμακον ἐδέ ξατο, Ὅταν δὲ ὁ Θεὸς δικαιοῖ,
τίς κατακρίνει; Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ συγχωρῶ, ἀλλ', ὅτι Κύριος ἀφεῖλε τὸ
ἁμάρτημά σου. Ἔτεμε τὸ ἕλκος, διωρθώσατο τὸ τραῦ μα. Οὐ μὴ ἀποθάνῃς, φησί. Ταῦτα
εἰπὼν ἀπῆλθε. Θέλω δὲ δεῖξαι λοιπὸν καὶ τὴν τούτου εὐγνωμοσύνην, καὶ τὴν τῆς
διανοίας διόρθωσιν, ποίαν ἔλαβε συγχώρησιν τοῦ ἁμαρτήματος, ποίαν εὗρεν ἄφεσιν
τοῦ πλημμελή ματος. Καὶ γὰρ ὅτε ἦλθεν Οὐρίας ἀπὸ τῆς συμμαχίας, καὶ τὴν νίκην
τοῦ πολέμου τῷ βασιλεῖ ἐμήνυσε, βουλό μενος ὁ βασιλεὺς τὸν ἄνδρα λαθεῖν τὸν ἠδικημένον,
ὅτι ἐμοίχευσεν εἰς τὴν γυναῖκα αὐτοῦ, τοσαύτην ἔθετο σπουδὴν τοῦ κρύψαι τὴν ἁμαρτίαν,
ὅτι καὶ φόνον συν έπλεξε τῇ μοιχείᾳ· καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς
μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε·
καὶ μετὰ τὴν
συγχώρη σιν τὴν ἀπὸ τῆς τοῦ Θεοῦ ἐπινεύσεως γενομένην, μετὰ τὸ ἐλθεῖν τὸν
προφήτην, καὶ εἰπεῖν, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς, οὐ μόνον
οὐ κρύ πτει τὸ πάθος, ἀλλὰ καὶ μετὰ ταῦτα πάσαις ταῖς γενεαῖς
εὔδηλον κατέστησε, καὶ ψαλμὸν
ἔγραψεν, ἵνα καὶ οἱ μετὰ
ταῦτα μάθωσι, πόσην τραγῳδίαν ἔχει τὸ πάθος. Ἐπειδὴ γὰρ ἦλθεν ἡ μετάνοια,
ἐκόμισε τὴν παῤῥησίαν. Ἐγὼ ἐσώθην, φησί·
διὰ τί μὴ σώζονται καὶ ἄλλοι διὰ τοῦ ἐμοῦ διηγήματος; Ὁ Θεός μοι συνεχώρησε. ∆ιὰ
τοῦτο γράφω ταῦτα, ἵνα καὶ τὸ ἕλκος μάθωσι καὶ τὸ φάρμακον. Οὐ φοβοῦμαι
τὴν αἰσχύνην, ἐπειδὴ ἐπιθυμῶ τῆς ἐμαυ τοῦ σωτηρίας. Οὕτω καὶ Παῦλος ποιεῖ· τὰ ἀφεθέντα αὐτῷ ἁμαρτήματα στηλιτεύει, καὶ λέγει· Χάριν ἔχω
τῷ ἐνδυνα μώσαντί με Χριστῷ, ὅτι με πιστὸν ἡγήσατο· τὸν πρό τερον ὄντα βλάσφημον
καὶ διώκτην καὶ ὑβριστὴν, νῦν πιστὸν ἡγήσατο.
∆ιὰ τοῦτο ἐμαυτὸν στηλιτεύω, ἵνα ἐάν
τις ᾖ βλάσφημος ἀφόρητος, ἴδῃ ὅτι ἔχει ἐλπίδα
σω τηρίας.
Καὶ σὺ, ὦ ∆αυῒδ, ἐπειδὴ ἐμοίχευσας
καὶ φόνον ἐποίησας, καὶ συγχώρησιν παρὰ
Θεοῦ ἔλαβες, διὰ τοῦτο στηλιτεύεις σαυτόν; Ναὶ, φησὶν, ἵνα ἐάν τις ᾖ μοιχὸς καὶ
ἀνδροφόνος, μάθῃ πῶς δύναται
σωτηρίας τυχεῖν. ∆ιὰ τοῦτο ἀποτίθεται
τὴν ἁμαρτίαν, καὶ τὴν μετάνοιαν ἐδέξατο. Τοῦτο οὖν μόνον ἐστὶ τὸ ζητούμενον,
ὅτι εὔδηλον πᾶσιν ἐποίησε, καὶ διωρθώθη. Ἢ καὶ ἄλλο τι; Ναὶ, καὶ ἄλλο· καὶ πῶς,
ἐγὼ λέγω. Ὥσπερ γὰρ ἠκούσατε, ὅτι ἡ μετάνοια πολλὴν ἔχει τὴν συγχώρησιν, καὶ
μεγάλην καὶ πολλὴν κομίζει ἡμῖν τὴν παῤῥησίαν· οὕτω κἀκεῖνο ὑμᾶς μαθεῖν ἀναγκαῖον,
ὅτι καὶ ὁ πολλὰς ἁμαρτίας περιβεβλημένος, πολλὴν
αἰσχύνην κέκτηται, καὶ οὐ μό νον
ἀρκεῖται τῇ μετανοίᾳ, ἀλλὰ δέδοικε καὶ τρέμει τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν.Θέλω
τοίνυν δεῖξαι, ὅτι οὐ μόνον γνωρίζει σοι ὁ ψαλμὸς τὸν ἁμαρτάνοντα, ἀλλὰ καὶ τὸν μετανοοῦντα.
Καὶ τοῦτο ὑμῖν ἐρῶ, ἵνα μηδεὶς
ἑαυτῷ μετὰ τὴν
μετάνοιαν θαῤῥήσῃ, ἀλλὰ μᾶλλον ἀκρι βέστερον τὴν ἑαυτοῦ σωτηρίαν ἐν τῷ
λιμένι καταστήσῃ.
Θέλω οὖν δεῖξαι αὐτὸν, ὅτι
ἰάθη, καὶ βελτίων ἑαυτοῦ ἐγένετο, καὶ δυνατώτερος καὶ ἰσχυρότερος. Πῶς οὖν πά
λιν μετὰ τὴν ἐπιθυμίαν ταύτην
περιέπεσεν ἑτέρῳ νοσή ματι; Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πά
λιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία,
πάλιν πόλεμος συγκεκρότηται, πόλεμος
χαλεπὸς, καὶ στρατόπεδα ἕστηκε.Πηγὴ δὲ ἦν ἐν τοῖς τόποις ἐκείνοις. Καὶ πολέμου ὄντος
σφοδροῦ, εἶδεν αὐτὴν ὁ ∆αυῒδ, καὶ εἰς δί ψαν κατηνέχθη χαλεπωτάτην·
ἐπεθύμησε τοίνυν πιεῖν. Πάλιν ἐπιθυμία,
ἀλλ' οὐ κεκωλυμένη· τότε μὲν σώμα τος, νῦν δὲ ὕδατος. Ἐπεθύμησε πιεῖν, ἐφλέγετο
ὑπὸ τῆς δίψης, καὶ λέγει· ∆ιψῶ, ἀπόλλυμαι. Τινὲς οὖν τῶν βου λομένων αὐτὸν
θεραπεῦσαι ἀπῆλθον, καὶ ἤνεγκαν αὐτῷ ὕδωρ εἰς τὸ αἷμα αὐτῶν, καὶ διὰ τῶν πολεμίων ἐκόμι σαν τὸ ὕδωρ. Ὡς δὲ ἠνέχθη τὸ ὕδωρ, ἐνενόησεν ὁ βασι λεὺς, τί ἐποίησεν, ὅτι
ἐν τῷ πολέμῳ ἐκείνῳ τὴν δίψαν αὐτοῦ οὐ κατέσχε. Καὶ τί ἐποίησε; Λαβὼν τὸ ὕδωρ οὐκ
ἔπιεν, ἀλλ' ἔσπεισε τῷ Θεῷ. Οὐ γὰρ ὕδωρ ἐδόκει
εἶναι, ἀλλ' αἷμα, οὐ τῇ φύσει προσέχων, ἀλλὰ τῇ γνώμῃ. Ὁρᾷς οὖν πῶς παιδευθεὶς ὑπὸ τῆς προτέρας ἐπιθυμίας,
ὕστε ρον σωφρονέστερος
ἐγένετο; Ὁ σωμάτων
ἐπιθυμῶν, ὕδατος οὐκ ἐπιθυμεῖ· μᾶλλον δὲ ἐπεθύμει, ἐκράτει δέ. Οὐ γὰρ λέγω,
ὅτι ἐκτὸς ἦν τῆς ἐπιθυμίας, ἀλλὰ τῇ φιλο σοφίᾳ περιεγένετο τῆς ἐπιθυμίας, καὶ οὐχ
ἥψατο.
ηʹ. Ταῦτα παραινῶ διὰ τοὺς πορνεύοντας.
Ἠράσθης πόρνης; ἐπόρνευσας; θέλεις μετανοῆσαι; Μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν,
καὶ μή μοι εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι;
Ἐγώ σοι λέγω πῶς δύνασαι. Ἡ ἐπιθυμία
σε φλέγει; Ἀλλ' ἔχεις γυναῖκα· καὶ εἰ οὐκ ἔχεις, λάβε, ἵνα ἔχῃς
μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ' οὐ δύναμαι κρατῆσαι. Ἀλλὰ ῥᾳθυμίας ταῦτά ἐστιν.
Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον
μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν
συγγνώμην; Ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπομένει ναυάγιον, καὶ σὺ ἐν τῷ λιμένι ὑπομένεις
τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ
πορνεύεις, μᾶλλον δὲ
μοιχεύεις; Καὶ πῶς περιγένωμαι
τοῦ ἕλκους; φησίν. Ἀπόλαυε
τῆς γυναικός σου. Ἀπολαύσω τῆς
γυναικός; Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· ∆ιὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω,
καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Ἡ γυνὴ
τοῦ ἰδίου σώ ματος
οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει,
ἀλλ' ἡ γυνή. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα κατὰ σεαυ τὸν, καὶ εἰπὲ,
ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· καὶ τὸ ῥῆμα γράφε ἐν
τῇ καρδίᾳ σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου· οὐ τολμῶ οὖν τὸ ἀλλότριον
προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμῶ μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμῶ δαπανῆσαι, καὶ τὸ σῶμα τολμῆσαι ἔχω μιᾶναι; Πῶς;
Οὐ δύναμαι. Εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἐγγίσεις αὐτῷ· τοῦτο γὰρ οὐκ ἔστιν
ἐμὸν, ἀλλότριόν ἐστι. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι·
τοῦτο τῆς γυναικός μού ἐστι. Φοβήθητι τὸν
Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα ἡμῶν μέλη
Χριστοῦ ἐστιν. Ἀκουέτωσαν
τοῦτο καὶ αἱ
γυναῖκες, καὶ ἐννοείτωσαν, ποῦ αὐτὰς ἐκάλεσεν
ὁ Χριστὸς, ὅτι πάντως ἐν ἁγιασμῷ, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ
ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ. Ἐννόησον τὴν Παύλου σοφίαν τί λέγει.
Ἐπειδὴ πολλοὶ ἐγκρατεύονται,
καὶ ἔχουσι σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ
παρὰ τὸ δοκοῦν ἐγκρατεύονται, καὶ γίνε ται ἡ
τούτων φιλοσοφία μοιχείας ὑπόθεσις, διὰ τοῦτο λέγει·
Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός.
Καὶ οὐκ αἰσχύνεται, ἀλλ' εἰσέρχεται,
καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα
καὶ ἡμέραν, καὶ κατέχει τὸν ἄνδρα καὶ τὴν γυ ναῖκα, καὶ οὕτω συνάπτει,
καὶ κράζει καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ,
καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός
σου, ἐκεῖνος δὲ οὐκ ἀπολαύει σου; Ἀπέρχεται καὶ ἁμαρτάνει, καὶ λοιπὸν ἡ ἁμαρτία ἐκείνου τῇ
σῇ ἐγκρα τείᾳ λογίζεται. Βέλτιον μετὰ σοῦ αὐτὸν
καθεύδειν, ἢ μετὰ τῆς πόρνης. Ἡ ἀπόλαυσίς
σου οὐ κεκώλυται· ἡ δὲ ἐκείνης κεκώλυται.
Μετὰ σοῦ ἐὰν καθευδήσῃ, οὐκ
ἔστιν ἔγκλημα· μετ' ἐκείνης ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται οὖν
σχεδὸν εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς
γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλή λους, εἰ μή τι ἂν ἐκ συμφώνου. ∆ιὰ τοῦτο ἔλαβες
75 ἄνδρα, διὰ τοῦτο καὶ σὺ ἔλαβες γυναῖκα, ἵνα σωφρονῆτε. Θέλεις ἐγκρατεύεσθαι;
Πεῖσον καὶ τὸν ἄνδρα σου, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνη καὶ ὁμόνοια· ἵνα μὴ ᾖ
σωφροσύνη καὶ μάχη, ἵνα μὴ ᾖ εἰρήνη καὶ πόλεμος. Ὅταν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος
δὲ ὑπὸ ἐπιθυμίας φλέ γηται, λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυ
βεῖται, κυματοῦται. Μὴ ἀποστερῆτε ἀλλήλους,
εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ πάντα
τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σοφρωσύνη λάμπει·
ὅπου ὁμόνοια, καὶ ἐγκράτεια στεφανοῦται·
ὅπου δὲ πόλεμος,
καὶ ἡ σωφροσύνη ὑποτέμνεται. Μὴ οὖν
ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ πάντα νυμφαγωγὸν νικᾷ Παῦλος, ὁ νυμφαγωγὸς τῆς οἰκουμέ νης. ∆ιὰ
τοῦτο οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος.
Καὶ γὰρ ὁ ∆εσπότης
αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκε.
Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. ∆ράμε οὖν ὅσον βούλει· ὅταν δὲ ἀτονήσῃς, λάβε φάρμακον
τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.
Τρία γάρ ἐστι ταῦτα· παρθενία, γάμος, πορνεία. Ὁ γάμος μέσος, ἡ πορνεία
κάτω, ἡ παρθενία ἄνω. Παρθενία στέφανον ἔχει, ὁ γάμος ἔπαινον σύμμετρον, πορνεία
κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν πῶς ἐγκρατεύῃ,
εἰ δύνασαι τὴν ἀσθένειαν τοῦ σώματος ἐνέγκαι, καὶ μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι,
ἵνα μὴ ὑπὲρ τὸ μέτρον καταβῇς.
Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν,
εἰς τοσοῦτον εἰσέρχεται,
ὅταν δύναται ἐξελθεῖν· ὅταν δὲ εἰσέρχηται,
ἐννοεῖ πόσον ὀφείλει ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρόνησον, ὅσον δύνῃ
ὑπομεῖναι, ἵνα μὴ παρὰ
τὸ μέτρον καταβῇς.
Καὶ ὑπὲρ τούτων ἁπάντων εὐχαριστήσωμεν
τῷ Χριστῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου