ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΨΑΛΜΟΣ ΡΒʹ.

Τρίτη 4 Οκτωβρίου 2016

ΨΑΛΜΟΣ ΡΒʹ.




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΒʹ.
∆οκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος  εἶναι τῷ προτε ταγμένῳ  καὶ κατ' αὐτὴν τὴν  ὑπόθεσιν. Ἐν ἐκείνῳ  μὲν γὰρ οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι,  τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχη κότες ὧν ᾔτησαν, ὑμνοῦσι τὸν εὐεργέτην.  Ἐγὼ  δὲ  οἶμαι  πᾶσιν  ἀνθρώποις   ταύτην   ἁρμόττειν   τὴν  ὑμνῳδίαν   καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιω θεῖσιν ἐλευθερίας. ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὕτη μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα.
αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέση οὖσα ἡ ψυχὴ, τὸ μὲν σῶμα πρὸς ἡδονὰς κατασπᾷ, τὸ δὲ πνεῦμα πρὸς Θεὸν ἀνέλκει, προστάττον αὐτὸν εὐλογεῖν, τουτ έστι θεολογεῖν καὶ δοξάζειν διαπαντός. Τῶν δὲ  τριῶν  καὶ  Παῦλος  ἐμνήσθη  λέγων·    δὲ  Θεὸς καταρτίσαι  ὑμᾶς  ὁλοτελεῖς,  καὶ ὁλόκληρον τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη. Τοῦτο δὲ λέγεται τὸ πνεῦμα τὸ ἀνθρώπου τὸ ἐν αὐτῷ, περὶ οὗ πάλιν φησί· Προσεύξο μαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Μέ μνηται δὲ καὶ Μωϋσῆς σώματος μὲν ἐν τῷ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν  ἄνθρωπον· ψυχῆς  δὲ ἐν  τῷ, Ποιήσωμεν ἄνθρωπον  κατ' εἰκόνα ἡμετέραν· τοῦ δὲ πνεύματος,  λέγων·  


 Καὶ ἐνεφύσησεν  ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Πάσας δὲ τῆς ψυχῆς τὰς δυνάμεις παρακαλεῖ τὸ πνεῦμα τὸν Θεὸν εὐλογεῖν, οἷον τὴν νοερὰν, τὴν λογικὴν,  τὴν θυμι κὴν, τὴν ἐπιθυμητικὴν,  τὴν δοξαστικὴν, τὴν φαντασια στικὴν, τὴν αἰσθητικὴν, ἃς δὴ πάσας εἶπεν, Ἐντός· ὅπερ ἑρμηνεύων ὁ Παῦλός φησιν·  Εἴτε ἐσθίετε, εἴτε  πίνετε,  πάντα  εἰς δόξαν  Θεοῦ ποιεῖτε.  Καὶ τὰ ἐντὸς  δὲ τοῦ σώματος, ὕμνον προξενεῖ τῷ Θεῷ· ἀλλὰ καὶ διὰ τῶν ὀργανικῶν τοῦ σώματος μερῶν τὰς ἐνεργητικὰς  τῆς ψυχῆς δυνάμεις πρὸς ὕμνον κινεῖ. Καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες εἶναι τοῦ  πνεύματος,  οὐχ  ὡς  ψυχοῦσαν  αὐτό  φασιν,  ἀλλ' ὡς  ὑπὸ  τὴν  αὐτοῦ  κηδεμονίαν τυγχάνουσαν.  Τὴν λογικὴν  δὲ δύναμιν ἐντὸς εἶναι λέγει, καθ' ἃ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν  ἐντὸς ἡμῶν ἔλεξεν ὁ Σωτήρ. Καὶ αἱ ψυχικαὶ  δὲ δυνάμεις  ἠρεμοῦσαι μὲν, ὧν δύνανται ποιῆσαι καλῶν, ἐντὸς εἶναι λέγονται· κινηθεῖσαι δὲ ταῖς ἐνεργείαις εἰς ἄτοπα, τῶν  ἐντὸς  ἐξιέναι. Ὃν δὴ νῦν  πρὸς ὕμνον  ἀνακινεῖ  τοῦ Θεοῦ. Ἁρμόττει οὖν πᾶσι τὸ λέγειν,  Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ γὰρ εὐγνωμόνως  περὶ τὰς θείας χάριτας διακείμενοι,   εἰς   ὑμνῳδίαν    ἑαυτοὺς   διεγείρουσι,   τὸν   εὐεργέτην   οἷς   δυνα   τὸν ἀμειβόμενοι.  ∆υνατὸν  δὲ ὑμνεῖν  ἀεὶ, καὶ  τῶν  εὐερ γεσιῶν  ἔναυλον  περιφέρειν  τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν.  Ἐντὸς γὰρ ἐκάλεσε τοὺς  λογισμοὺς  καὶ τὰς ἐνθυμήσεις  καὶ πάντα  τῆς ψυχῆς τὰ κινήματα. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν  θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Πάλιν ἑαυ τὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν  τὸ  νέφος,  καὶ  τῶν  εὐεργεσιῶν  ἀνανεοῦσθαι  τὴν  μνήμην.    γὰρ  τῶν  θείων εὐεργεσιῶν  μεμνημένος   οὐ  παύεται  τοῦτον  ὑμνῶν.  Τὰς  μέντοι  Ἀνταποδόσεις,  Εὐ εργεσίας    Σύμμαχος  εἴρηκεν.  Εἶτα ταύτας  κατὰ  μέρος  διέξεισι.  Τὸν  εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρ ειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ, Ἀφέωνταί  σοι αἱ ἁμαρτίαι σου· καὶ, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οὕτως ἡ ἁμαρτωλὸς  γυνὴ τετύχηκε  τῆς ἰάσεώς  τε  καὶ  ἀφέσεως·  οὕτως    λῃστὴς,  οὕτως  οἱ  τελῶναι,   οὕτως  ἅπαντες   οἱ πιστεύσαντες. Τὸν λυτρούμενον  ἐκ φθορὰς τὴν  ζωήν σου. Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυ αλώτους  δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς·  ἡμῖν  δὲ  κεχάρισται  τῆς  ἀναστάσεως  τὰς  ἐλπίδας,  καὶ  τὸν  ἀῤῥαβῶνα  τοῦ Πνεύματος ἔδωκε, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. Τὸν στε φανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Χάριτί ἐστε σεσωσμένοι, βοᾷ ὁ θεῖος Ἀπόστολος· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται· καὶ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρ τωλοὺς  σῶσαι, ὧν  πρῶτός  εἰμι ἐγώ· ἀλλ' ἠλεήθην,  ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται   Χριστὸς Ἰησοῦς  τὴν  πᾶσαν  αὑτοῦ  μακροθυμίαν  πρὸς  ὑποτύπωσιν   τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.  Χάριτος τοίνυν  καὶ φιλανθρωπίας  ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή  μου ἐπὶ τῷ  Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον  σωτηρίου, καὶ χιτῶνα  εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ  περιέθηκέ με μίτραν, καὶ ὡς νύμφην  κατεκόσμησέ με κόσμῳ· καὶ μετ' ὀλίγα, Καὶ ἔσῃ στέφανος κάλλους  ἐν χειρὶ Κυρίου, καὶ διά δημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσ ενήνοχε μόνην. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι θυμίαν σου. Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν καὶ ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ, Ἐν ἀγαθοῖς, προσ τέθεικε· τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ ∆εσπότης πληροῖ. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζη τεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται  ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν  λαμβάνει,  καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Αἰτεῖτε δὲ τὴν βασι λείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην  αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν. Ἀνα καινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην δὲ πάλιν τὴν νεουργίαν ἡμῖν ὁ ∆εσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τού τοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· Οἱ δὲ ὑπομένοντες  μεταλλάξουσιν  ἰσχὺν, πτεροφυήσουσιν  ὡς ἀετοί. Ἐπειδὴ γὰρ τοὺς θείους  καὶ βασιλικοὺς  δη μιουργηθέντες  ἐδεξάμεθα  χαρακτῆρας,  εἶτα  τούτους  ἠμαυ ρώσαμέν   τε   καὶ   διεφθείραμεν   τοῖς   παντοδαποῖς   τῆς   ἁμαρ  τίας   ἐπιτηδεύμασιν, ὑπισχνεῖται  ἡμῖν  ὁ προφητικὸς  λόγος  τὴν  τῆς  βασιλείας  ἀνάκτησιν.  Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν  τὴν βασιλείαν πεπιστευμένος. ∆ιδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας  τὸν τρόπον, ὥστε ἀνα καινίζεσθαι αὐτὴν τὸν παλαιὸν  ἀποτιθεμένην ἄνθρωπον, τὸν δὲ νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν  τοῦ κτί σαντος ἀναλαμβάνουσαν.  Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς ἀεὶ παραμένειν ἐν   τῷ   νεάζειν   ἐν   τῇ  ἀφθάρτῳ   ζωῇ.  Ἐπειδὴ    ἀετὸς   πάντων   ὀρνέων   ἐστὶ  τὸ βασιλικώτατον  καὶ ὑψιπετέστατον, μόνον δὲ ζῶον ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸν, καὶ ἀτενὲς ἀφορᾷν αὐτῶν, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν  πτῆσιν, τόν τε βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ  γενησόμενον,  ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, κρῖμα πᾶσι τοῖς ἀδι κουμένοις.
βʹ. Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀδικίας διαβόλου, τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενή νοχε ψῆφον. Ὡς γὰρ πατὴρ  οἰκτίρμων  καὶ μόνος  ὢν  ἀγαθὸς,  τῶν  καταδυναστευομένων  ὑπὸ τοῦ Σατανᾶ λυ τρούμενος τὰς ψυχὰς ἐξ ἀδικίας καὶ τόκου, τὸ καθ' ἡμῶν ἄρας χειρόγραφον καὶ τῷ σταυρῷ προσηλώσας, ἀπέδει ξεν ἐλευθέρους. Τοῦτο γὰρ κατέχων  ὁ διάβολος, ὑπο χρέους εἶχεν  ἡμᾶς, δι' ὧν  ἐπράττομεν,  τοῦτο ποιήσαντας  43 ἡμᾶς. Τοῦτο τὸ κρῖμα πεποίηκεν ὁ Θεὸς ἀδικουμένοις  ἡμῖν, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ καθαρίσας ἡμᾶς  ἀφ' ὧν  τε ἠδικοῦμεν,  καὶ ἠδικούμεθα  παρὰ τοῦ  διαβόλου.  ∆ιόπερ ἡμᾶς  καὶ ὁ Παῦλος ἐδίδαξεν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν. Τοῖς μὲν γὰρ ἀδικουμένοις  ὁ Θεὸς ποιεῖ κρῖμα  δι'  εὐεργεσίας·  τοῖς  δὲ  ἀδικοῦσι,  διὰ  κολάσεως,  ὡς  ἐκπίπτειν   αὐτοὺς  τῆς ἐπαγγελίας.  Ἄδικοι  γὰρ, φησὶ,  βασιλείαν  Θεοῦ οὐ  κληρονομήσουσιν.  Ἐγνώρισε  τὰς  ὁδοὺς αὐτοῦ Μωϋσεῖ, τοῖς υἱοῖς  Ἰσραὴλ τὰ θελήματα  αὐτοῦ. Οὐκ ἐκ μεταμελείας  δὲ ταῦτα ὑμῶν ἐπραγματεύσατο, τὴν σωτηρίαν, ἀλλ' ἄνω θεν ταῦτα διὰ τῶν  προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωϋσέως τὴν ἡμετέραν ἐσκιαγράφησε σωτη ρίαν. Καὶ τοῦ παναγίου  βαπτίσματος ἡ θάλασσα τύπον  ἐδέξατο, ἡ πέτρα δὲ τῶν  ἀθανάτων κρουνῶν  ἀπεφάνθη  σκιὰ, τῆς ἐπουρανίου  δὲ τρυφῆς εἰκὼν  τὸ μάννα, καὶ τὰ ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι,  οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις  ἐσκιαγραφημένα. Ὁδοὶ τοίνυν καὶ θελήματα τὰς ἀρετὰς ἄμφω σημαίνουσι, κατὰ τὸ, Κύριε, γνώρισόν μοι τὰς ὁδούς σου· καὶ τὸ παρὰ Παύλου πρὸς Ἐλύμαν· Οὐ παύσῃ διαστρέφων  τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;  Τοιοῦτον  καὶ τὸ, Εὗρον ∆αυῒδ τὸν  τοῦ Ἰεσσαὶ, ἄνδρα  κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Λέγει τοίνυν,  ὅτι τὰς μεταβάσεις τὰς ἀπὸ τῶν τυπικῶν τοῦ νόμου καὶ τῆς σκιᾶς ἐπὶ τὰ μέλλοντα ἀγαθὰ, ἅπερ ἐστὶ πνευματικὰ καὶ πρωτότυπα,  τὸν Μωϋσέα, διδοὺς αὐτῷ τὸν νόμον, ἐδίδαξεν, οἷον τίς ἡ περιτομὴ, τίνα τὰ σάββατα, τίνες αἱ θυσίαι, ταῦτα διδάξας καὶ τὸν ὅστις ἐστὶν υἱὸς Ἰσραὴλ, περὶ οὗ λέλεκται· Ἰσραὴλ ὁ ἐκλεκτός μου. Ταῦτα γὰρ γνωρίζει  τοῖς διορατικοῖς ὁ Θεὸς, τὸν ἐν κρυπτῷ Ἰου δαῖον, καρδίας περιτομὴν,  θυσίαν αἰνέσεως καὶ δικαιο σύνης. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Ταῦτα γὰρ καὶ τῆς τοσαύτης εὐεργε σίας καὶ πάλαι γέγονε καὶ νῦν αἴτια, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος καὶ πολυέλεος,  καὶ ἀληθινὸς,  ποιῶν  ἔλεος εἰς χιλιάδας.  Ταύτας οὖν αὑ τοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσεῖ λεγομένας  ὁδοὺς, καὶ τὰς ἀρετὰς κατὰ τὰ πάντα διέπει τῆς θείας ἀγα θότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐκοῦν οὔτε διὰ παντὸς τῷ θυμῷ (τοῦτο γάρ ἐστι τὸ, Εἰς τέλος) χρήσεται, οὔτε τὸν ἔλεον διηνεκῶς τοῖς ἀναξίοις χαρίζεται. Ἐπεὶ πῶς, ὅτι Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, πῶς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Κιρνᾷ τοίνυν  τῷ ἐλέῳ τὴν ὀργὴν, ὅτε μὲν ἐλέους καιρὸς, αὐτὸν προβαλ λόμενος, ὅτε δὲ ὀργῆς, ἐπιφέρων αὐτὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας, ἐν ᾗ, φησὶν ὁ Παῦλος, Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιόπερ φησὶν, Οὐκ εἰς τὸν αἰῶνα μηνιεῖ, τὸν παρόντα λέγων  αἰῶνα· τῷ μέλ λοντι  γὰρ τὴν κρίσιν καὶ τὴν ὀργὴν ἐφύλαξεν.  Οὐ κατὰ τὰς ἀνομίας  ἡμῶν  ἐποίησεν  ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν  ἀνταπέδωκεν ἡμῖν.  Οὐκ ἠνέσχετο  γὰρ ταῖς  ἡμετέραις  ἁμαρτίαις  μετρῆσαι τὴν  τιμωρίαν,  οὐδὲ ἐπὶ πλεῖστον  καθ' ἡμῶν  ἐκτεῖναι  τὴν ἀγανάκτησιν.  Ἀλη θινὸς γὰρ ὢν ὁ Θεὸς, ταύτας οὐ καθ' ἕξιν ἔχει τὰς ἀρε τὰς, πηγὴ δὲ ὢν αὐτῶν  καὶ οὐσία· ὅθεν οὐκ ἐπὶ τῷ συν τελέσαι κολάζει, τῇ ὀργῇ μέχρι φθορᾶς ἐπιμένων. Αὐτὸς γὰρ ὁ λέγων· Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐλαττοῖ δὲ καὶ τὰς τιμωρίας, μὴ πρὸς ἀξίαν κολάζων. Ὅτι κατὰ τὸ  ὕψος  τοῦ  οὐρανοῦ  ἀπὸ  τῆς  γῆς  ἐκραταίωσε  Κύριος τὸ  ἔλεος  αὐτοῦ  ἐπὶ  τοὺς φοβουμένους αὐτόν. Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάν τως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας βουλόμενος ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀνθρώπινος  λογισμὸς οὔτε οὐρανοῦ ὑψηλότερον  μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον. Ἐν σκότῳ δέ εἰσι καὶ δυσμαῖς οἱ ἐν ἁμαρτίαις τυγχά νοντες ἄνθρωποι·  ἀπαλλαγέντες  δὲ  τῶν  πλημμελημάτων,  ἐν  φωτὶ  δῆλον  ὅτι  μεταθέντες γίνονται.  Ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν,  μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς  κέκληκεν,  ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος. Καθὼς  οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φο βουμένους αὐτόν.

γʹ. Πατρὸς ἀγαθότητα  δείκνυσιν  ὁ ∆ημιουργός τε καὶ Ποιητὴς, μᾶλλον  δὲ τοὺς φοβουμένους  αὐτὸν οἰκτεί ρων εἰς υἱῶν  ἔθετο τάξιν. Οὐδὲ γὰρ μισῶν κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων,  ἃς κατὰ μόνας ἔπλασεν, οἶδε τί ἑκάστῳ συμφέρει· καὶ ὧν  ἔχομεν  δύναμίν  τε καὶ ἀφορμὴν,  ταῦτα  δίδωσιν,  ἐπὶ τῷ κατ' ἐνέρ γειαν  ἔχοντας  αὐτὰ  υἱοὺς  αὐτοῦ  γενέσθαι.  Λέγοι δ' ἂν  καὶ  ὡς  πεῖραν  ἔλαβε  τοῦ πλάσματος ἡμῶν γενόμενος σὰρξ, καὶ φυσικὴν ἔσχε διάθεσιν, υἱοὺς ἡμᾶς λογισάμε νος. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Οἶδε γὰρ ὁ ∆ημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν· οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. Ὡς ἐν ἱκετείᾳ δὲ, τῶν ἐν ἡμῖν τὸ χεῖ ρον προτείνουσιν. Οὐ γὰρ τὸ πᾶν ἐσμεν χοῦς, ἀλλὰ καὶ  κατ'  εἰκόνα  Θεοῦ καὶ  ὁμοίωσιν.    χοῦς  οὖν  ἐλεεινῶς   δηλοῖ  τὴν  ἀσθένειαν. Ἄνθρωπος, ὡσεὶ χόρτος ἡ ἡμέ ρα αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν  ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται  ἔτι τὸν τόπον αὐτοῦ. Οὐδὲν  χόρτου  καὶ  ἄνθους   διενηνόχαμεν,    ἐν  ἔαρι  μὲν  τέθηλε,  μετὰ  δὲ  βραχὺ μαραίνεταί  τε καὶ διαῤῥεῖ· περὶ γὰρ τοῦ ἔξω πά λιν ὁ λόγος ἀνθρώπου. Κατὰ γὰρ τὴν ἔνυλον  ζωὴν,  καθ' ἥν  ἐσμεν  χοῦς,  ἐφ' ἡμέρας  τινὰς  τὸν  παρόντα  παρεκτεί  νοντες χρόνον,  παραβαλλόμεθα  χόρτῳ  ξηραινομένῳ.  Καὶ κατὰ τὸν  Ἡσαΐαν γὰρ, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξ έπεσε· δι' ὧν τὰς δοκούσας ἀνθρώπων  εὐημερίας παρ ίστησι, πλοῦτον, δόξαν, ἀξίας, ἃ δὴ χόρτου δίκην μα ραίνεται. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Ὅτι  πνεῦμα  διέρχεται  αὐτὸν,  εἶτα  οὐχ  ὑπάρχει.  Πνεῦμα  δὲ  τὴν  ψυχὴν   λέγει,  ἧς παρούσης καὶ ζῇ τὸ σῶμα καὶ ἐνεργεῖ· ἀπο πτάσης δὲ, κατασβέννυταί  τε καὶ φθείρεται, ὡς  μηδὲ  τοὺς  προτέρους  ἐπιγινώσκεσθαι  χαρακτῆρας,  μηδὲ  εἰ  δέναι,  ὡς  τοῦτο  τοῦ δεῖνος, ἐκεῖνο δὲ τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον, διακύψας εἰς τάφον.   Πάντα   γὰρ   ὁμοίως   φθορᾶς   γίνεται   παρανάλωμα,   καὶ   τοὺς   προτέρους χαρακτῆρας οὐ διασώζει. Τὸ δὲ ἔλεος τοῦ Κυ ρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φο βουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην  αὐτοῦ, καὶ με μνημένοις  τῶν ἐντολῶν  αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα  χαρίζεται βίον, καὶ μέχρις ἐγγόνων  διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην  τῆς δικαιοσύνης ἀντί δοσιν. Τοιγαροῦν διὰ τοὺς πατριάρχας τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσεν. Ὅπερ διὰ Μωϋσέως ἐδήλωσε, λέγων· Μὴ εἴπῃς· ∆ιὰ τὰς δικαιοσύνας μου ἐξελέ ξατό με Κύριος· σὺ γὰρ λαὸς σκληροτράχηλος· ἀλλὰ διὰ τὸ ἀγαπᾷν τοὺς πατέρας σου. Νοήσεις δὲ καὶ ἄλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν, τοὺς τῶν ἔργων αὐτῶν ζηλωτάς. Παρατείνει δὲ διὰ παντὸς τὸ ἔλεος αὐ τοῦ· ἀεὶ γὰρ ὡς φύσει ὢν ἀγαθὸς ἐλέους, τὴν σύζυγον ἔχων τῷ ἐλέῳ τούτῳ δικαιοσύνην  ἐπὶ τοὺς φυλάσσοντας τὴν  διαθήκην  αὐτοῦ,    καὶ  ἐνεγράφησαν  δι' ἀρετῆς  κλη  ρονόμοι  τῶν  μελλουσῶν ἐπαγγελιῶν.  Οὐ γὰρ ἁπλῶς μέ μνηνται τῶν ἐντολῶν, ἀλλὰ πράττουσιν, ἐφ' ᾧ καὶ δέδον ται· καὶ τοῦ Σωτῆρος εἰπόντος, Ὁ ἔχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν  με. Κληρονομεῖ δὲ τὰς ἐπαγγελίας  οὐχ ὁ μεμνημένος,  ἀλλ' ὁ ποιήσας τὰς ἐντολάς.  Οὕτω τῷ  Ἰοὺ μέχρι  τετάρτης  γενεᾶς  τὴν  βασιλείαν  τετήρηκε,  καίτοι  μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ  τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ ∆αυῒδ ἄσβε στον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολ λῶν  δυσσεβῶν  ἐν  μέσῳ βεβλαστηκότων.  Τοῦτον  δὲ, φησὶν,  ὀρέξει  τὸν  ἔλεον  Τοῖς φυλάσσουσι τὴν  διαθήκην  αὐ τοῦ, καὶ οὐχ ἁπλῶς  μεμνημένοις  τῶν  ἐντολῶν  αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. Κύριος ἐν τῷ οὐρανῷ ἡτοί μασε τὸν θρόνον  αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάν των  δεσπόζει. ∆εσπόζειν  πάντων,   ἀλλ'  οὐ  βασιλεύειν  εἴρηται,  ἐπεὶ  μὴ  πάντες   ἄξιοι  τῆς  αὐτοῦ βασιλείας. ∆ιὸ τοῖς τὸν εὐαγγελικὸν  κατορθοῦσι βίον τὴν τῶν οὐ ρανῶν  βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο· κρατεῖ δὲ καὶ  τῶν ἀναξίων, ὡς Κύριος. Ἔοικε δὲ τοῦτο τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν. Καὶ γὰρ ἐνταῦθα  ὁ προφητικὸς  ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον  τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων  ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ ∆εσπότης. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦ σαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. δʹ. Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύ  σις ἀξίως  ὑμνῆσαι  τὸν  εὐεργέτην·  αἱ  δὲ  ἀσώματοι  καὶ  ἅγιαι  φύσεις  ἐλευθέραν ἔχουσαι παθημάτων  ζωὴν,  ἱκαναὶ  πληροῦν  τὰ θεῖα  προστάγματα.  Λέγει δέ τινα  καὶ ἑτέραν ἔννοιαν  ὁ προφήτης.  Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ' ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέ ρους δὲ τοῦτο ὅμως ποιείτω. Ἴσθι δὲ ὅτι οἱ ἄγγελοι αὐ τοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ὄντες ἀκούειν αὐτοῦ τῆς φω νῆς καὶ τῶν αὐτοῦ λόγων, πρεπόντως  καὶ κατ' ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις  εἶέν τινες  ἰσάγ γελον  βίον μετερχόμενοι,  κατὰ τὸν φήσαντα, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ οὗτοι εὐ λογείτωσαν αὐτόν· μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ, καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προ πετέστερον  τολμάτω  τοῦτο  ποιεῖν.  Εὐλογεῖτε  τὸν  Κύ ριον, πᾶσαι αἱ δυνάμεις  αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ· ἀγγέλους εἰπὼν, ἵνα μὴ κατὰ μέρος τὰ ἐν οὐρανῷ τάγματα καταλέγῃ, ὧν ἐμνη μόνευσεν ἐκ μέρους ὁ Παῦλος, Ὑπεράνω πάσης, εἰπὼν, ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·  καὶ πάλιν,  Εἴτε ἀόρατα, εἴτε ὁρατὰ, εἴτε θρόνοι, εἴτε κυριότητες,  εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· ἑνὶ λόγῳ πάντα περιλαβὼν,  δυνά μεις ἐκάλεσε. Ποιοῦντας δὲ τὸ θέλημα αὐτοῦ λειτουργοὺς  εἰπὼν, ἀντιδιέστειλε  ταῖς ὁμωνύμοις  ἐναντίαις  δυνάμεσιν. Οὐ γὰρ καὶ ταύτας καλεῖ πρὸς τὸν ὕμνον, τὰς ἀρχὰς τού του καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκό τους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας.Πάντα δὲ τὰ οὐράνια τάγματα ἀγγέλους  καὶ δυνάμεις  ἐκάλεσε· τὸ μὲν ὡς τοῖς θείοις ὑπουργοῦντας  προστάγμασι καὶ τοὺς θείους λόγους διαπορθμεύοντας·  δυνάμεις δὲ,  ὡς  ἱκανοὺς  τὸ  κελευόμενον   πράττειν  καὶ  τὸ  δυνατὸν   ἐν  τῇ  φύσει  παρὰ  τοῦ πεποιηκότος λαβόντας. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. ∆ιὰ τούτων πείθει τὴν ψυχὴν μὴ ἀπ οκνεῖν πρὸς τὸν ὕμνον ὡς πολὺ λειπομένην τῶν οὐρανίων. Οὐ γὰρ αὐτὰ μόνα, πάντα δὲ προστέτακται τὰ ἔργα Κυ ρίου κοινῶς πρὸς τὸν Κύριον εὐλογεῖν πρὸς δύναμιν ἕκα στον. Πρὸς γὰρ τὸν ὕμνον  πᾶς τόπος, ἀλλ' οὐ μόνος οὐρα νὸς ἐπιτήδειος· διὰ πράξεων γὰρ ἀγαθῶν     τοῦ  εὐλογεῖν   ἐστιν  ἀξία.  Καὶ πᾶν  δὲ  ἄψυχον,  καὶ  ἄλογον,  κἂν  δοκῇ βλαπτικὸν, ὡς δι' ἀῤῥήτου σοφίας λυσιτελεῖ τῷ παντὶ, πρὸς δοξολογίαν συντείνει Θεοῦ, ὡς ἕκαστον κατ' ἀξίαν τοῦ ἐν ᾧ ἐστι τόπου τὸν Θεὸν εὐλογεῖν.  Ὃ δὴ ποίει, φη σὶν, ὦ ψυχὴ, ἐν ᾧ τυγχάνεις διατρίβουσα τόπῳ, κἄν τε ἐν τῇ γῇ, κἄν τε κρείττονι χωρίῳ. Κἀκεῖ γὰρ  εὐλόγει  σὺν  ἀγγέλων  χοροῖς  ὑπὲρ  ἐπουρανίων  ἀγαθῶν  καὶ  τε  λείων.  Τοῖς  δὲ Ἰουδαίοις οὐδὲ τοῦτο ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων  ᾆσαι προσταχθέντες  ἐκ τῶν  ᾠδῶν  Σιὼν, ἔφασαν  ἔννομα  δρῶντες,  Πῶς ᾄσομεν τὴν  ᾠδὴν Κυρίου ἐπὶ  γῆς  ἀλλοτρίας;  Ἡμῖν  δὲ    θεῖος  Ἀπόστολος  παρεγγυᾷ  ἐν  παντὶ  τόπῳ προσευχομένους αἴρειν ὁσίους χεῖρας. Τοῦτο δὲ ∆εσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη· Ἀμὴν, ἀμὴν, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τὸ δὲ, Εὐ λόγει, ἡ ψυχή μου, τὸν Κύριον, σύμφωνον ὑπάρχει τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς  ὑμνῳδίας   τὰς  νοητὰς  οὐσίας,  διδάσκει  καὶ  ἡμᾶς,  ὡς  δυνατὸν,   γεραίρειν  τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον, ὅτι αὐτῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |