ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον.

Τρίτη 4 Οκτωβρίου 2016

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΛ∆ʹ ΨΑΛΜΟΝ.
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.

αʹ. Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ τὴν διὰ τῶν αἴνων.  Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς,  μεγαλυνῶ  αὐτὸν  ἐν  αἰνέσει· καὶ ἀρέσει τῷ  Θεῷ ὑπὲρ μόσχον  νέον, κέρατα  ἐκφέροντα   καὶ  ὁπλάς.  Συνεχῶς   δὲ  μέμνηται   τοῦ  οἴκου  καὶ  τῶν   αὐλῶν, προσηλῶν  αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν.  Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν  διὰ τοῦτο  αὐτὸν  ἐνομοθέτησεν  ἀνεγείρειν,  ὥστε πάσης ἀσεβείας τε καὶ  εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ μὴ ἀπαυθαδιαζομένους  καὶ ἐλευθεριάζοντας  πανταχοῦ  πλανᾶσθαι,  καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς,  καὶ ὄρη ὑπόθεσιν  λαμβάνειν  εἰς  ἀσεβείας ἀφορμὴν,  θύοντας  ἐκεῖ, καὶ σπένδοντας  ἐπὶ τῶν ὑψηλῶν.  ∆ιὰ δὴ τοῦτο καὶ φόνῳ  κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ, λέγων· 


 Ὃς ἂν  μὴ ἐνέγκῃ  εἰς τὴν  σκηνὴν  καὶ θύσῃ, αἷμα αὐτῷ  λογισθήσεται. Τούτου χάριν πανταχόθεν αὐτοὺς εἰς τὸν τόπον ἐκεῖ συνάγει, ἵνα καὶ ἀκούοντες σωφρονῶσιν, καὶ τῆς πεπλανημένης  ἀπέχωνται διανοίας. Ἄδειν δὲ καὶ ψάλλειν παρακελεύεται  καὶ αἰνεῖν,  ὅτι οἱ αἶνοι οἱ εἰς τὸν Θεὸν γινόμενοι  καὶ εὐσεβείας ἦσαν ὑποθέσεις αὐτοῖς, τὰ παλαιὰ ἔχοντες διηγήματα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας,  τὰ περὶ τοῦ νόμου, τὰ ἐν τῷ Σινᾷ ὄρει, τὰ τῶν πολέμων· καὶ τὸ αὐτὸ ὁμοῦ τε εἰς τὸν Θεὸν εὐφημία ἐγίνετο, ὁμοῦ τε τοῖς ᾄδουσι διδασκαλίας ὑπόθεσις, καὶ  τὸν  βίον  ῥυθμίζουσα, καὶ  πρὸς δογμάτων  ἀκρίβειαν  χειραγωγοῦσα.  Αἰνεῖτε  τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος. Ἄλλος  φησὶν, Ὅτι χρηστός. Ὅπερ μάλιστα τοῖς ἀκούουσι ποθεινὸν,   τοῦτο  συνεχῶς  τίθησι,  τὴν  φιλανθρωπίαν,  τὸν  ἔλεον,  τὴν  χρηστότητα. Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τοῦτό φησι δεικνὺς ὅτι ἔχει τινὰ καὶ καθ' ἑαυτὸ ἡδονὴν τὸ πρᾶγμα μετὰ τῆς ὠφελείας.  Τὸ μὲν γὰρ κέρδος αὐτοῦ τὸ προηγούμενον,  τὸ εἰς  τὸν  Θεὸν ὕμνους  λέγειν,  τὸ  τὴν  ψυχὴν  ἐκκαθαίρειν,  τὸ  μετάρσιον  ποιεῖν  τὸν λογισμὸν, τὸ παιδεύεσθαι δόγματα ἀκριβῆ, τὸ φιλοσοφεῖν  περὶ τῶν παρόντων  καὶ περὶ τῶν  μελλόντων.   Ἔχει  δὲ  μετὰ  τούτων  διὰ  τῆς  μελῳδίας  καὶ  ἡδονὴν  πολλὴν  καὶ παραμυθίαν τινὰ καὶ ἄνεσιν, καὶ σεμνὸν ποιεῖ τὸν ᾄδοντα. Καὶ ὅτι τοιούτους ἐργάζεται, δῆλον  ἐκ  τοῦ  τὸν  μὲν  τῶν  ἑρμηνευτῶν   εἰπεῖν,  Ὅτι  εὐπρεπὲς,  τὸν  δὲ,  Ὅτι  ἡδύ.
 Ἀμφότεροι δὲ τὰ ἀληθῆ λέγουσι. Κἂν γὰρ μυριάκις ἀσελγὴς ὁ ψάλλων  ᾖ, αἰδούμενος τὸν   ψαλμὸν,   κατακοιμίζει   τῆς  ἀσελγείας   τὴν   τυραννίδα·   κἂν  μυρίοις     κακοῖς βεβαρημένος, καὶ ὑπὸ ἀθυμίας κατεχόμενος, κατακηλούμενος  ὑπὸ τῆς ἡδονῆς, κουφίζει τὸν λογισμὸν, πτεροῖ τὴν διάνοιαν, καὶ μετάρσιον ἐργάζεται τὴν ψυχήν. Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο  ἑαυτῷ    Κύριος, Ἰσραὴλ  εἰς  περιουσιασμὸν  ἑαυτῷ.  Οὐ λέγει  τὰς  κοινὰς εὐεργεσίας, ἃς μετὰ τῶν ἄλλων  ἔχουσιν, ἀλλὰ τὴν ἰδίαν  καὶ ἐξαίρετον αὐτῶν. Τίς δὲ αὕτη ἦν; Τὸ τὸν λαὸν ἐκλέξασθαι, καὶ ἑαυτῷ ἀναθεῖναι, καὶ ἰδιάζουσάν τινα παρὰ τοὺς ἄλλους εἰς αὐτοὺς πρόνοιαν  ἐπιδείξασθαι. Καὶ πανταχοῦ  τοῦτο ποιοῦσιν οἱ προφῆται, ἀπὸ τῶν  εἰς ἑαυτοὺς  εὐεργεσιῶν  τὰ πολλὰ  τῶν  λόγων  ὑφαίνοντες.  Τί δέ ἐστιν, Εἰς περιουσιασμὸν ἑαυτῷ; Εἰς πλοῦτον,  εἰς περιουσίαν. Εἰ γὰρ καὶ ὀλίγον  τὸ ἔθνος, ἀλλὰ τοῦτο ὡς πλοῦτον ἑαυτῷ ἐξελέξατο, οὐ τῇ ὀλιγότητι, ἀλλὰ τῇ ἀρετῇ προσέχων, πρὸς ἣν αὐτοὺς χειραγωγῆσαι  βουλόμενος  ἐκλέγεται,  ὡς τῶν  ἄλλων  ἀνθρώπων  οὐ τοσοῦτον αὐτῷ  ποιούντων   πλοῦτον,  ὅσον  οὗτος  ὁ δῆμος,  ὡς  τοῦτο  καὶ  γέγονεν  ἀπό  τε  τῆς εὐνοίας τοῦ ἑλομένου, ἀπό τε τῆς παιδαγωγίας  αὐτῶν. Οἶδε γὰρ πλοῦτον ὁ Παῦλος τὴν σωτηρίαν  τῶν  ἀνθρώπων  καλεῖν,  ὡς  ὅταν  λέγῃ·  Ὁ γὰρ αὐτὸς  Κύριος πλουτῶν  εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους  αὐτόν. Καὶ πάλιν· Τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Ὁρᾷς πῶς τὴν ἀγάπην ἐνεδείξατο τοῦ Θεοῦ τὴν περὶ αὐτοὺς, τὴν πρόνοιαν, τὴν κηδεμονίαν,  τὴν  διάθεσιν,  ὅπου  γε  περιουσιασμὸν  αὐτοὺς  ἐκάλεσε.  ∆ι'  ἀμφοτέρων τοίνυν  τούτων δείκνυσιν αὐτοῦ τὴν ἐξαίρετον περὶ αὐτοὺς πρόνοιαν, ὅτι τε ἐξελέξατο, ὅτι τε εἰς περιουσιασμὸν ἑαυτῷ. Εἶδες πῶς .παρέστησεν αὐτοῦ τὴν φιλανθρωπίαν;
∆ιὰ τοῦτο ἀρχόμενος  ἔλεγεν· Αἰνεῖτε αὐτὸν, ὅτι ἀγαθὸς Κύριος. Ὅτι ἐγὼ ἔγνωκα,  ὅτι μέγας ὁ Κύριος. Ἰδοὺ καὶ ἄλλην αἰτίαν τίθησι τοῦ ὑμνεῖν. Εἰπὲ δή μοι· σὺ ἔγνωκας, οἱ δὲ ἄλλοι  οὐκ  ἴσασι; Ἴσασι μὲν,  οὐχ  οὕτως  δὲ  ὡς  ἐγώ.  Τῶν  γὰρ  μάλιστα  ἁγίων  καὶ ἀναβεβηκότων  ἐστὶ τὸ ἀκριβέστερον εἰδέναι αὐτοῦ τὴν μεγαλωσύνην,  οὐ πᾶσαν, ἥτις ἐστὶ τοῦτο  γὰρ  ἀδύνατον,  ἀλλὰ  τῶν  ἄλλων  σαφέστερον. Καὶ ὁ Κύριος ἡμῶν  παρὰ πάντας τοὺς θεούς. Ἰδοὺ, φησὶν, ὁ εἰπὼν ὅτι μέγας Κύριος, καὶ ὅτι σὺ ἔγνωκας, προϊὼν ἐλαττοῖ  τὸν λόγον, καὶ συγκρίνει αὐτὸν τοῖς ἄλλοις, καὶ κατὰ σύγκρισιν αὐτῷ δίδωσι τὴν  ὑπεροχήν.  Οὐδαμῶς,  φησὶν,  ἀλλὰ  πρὸς  τὴν  ἀσθένειαν  τῶν  ἀκουόντων   τότε διελέγετο,  κατὰ μικρὸν  αὐτοὺς ἀναβιβάζων  ἐπὶ τοῦτο. Οὐ σφόδρα γὰρ παραστατικὸν τοῦτο τοῦ μεγάλου, τὸ μείζονα τὸν Θεὸν λέγεσθαι, καὶ ὑπὲρ ἐκείνους εἶναι μέγαν· ἀλλ', ὅπερ ἔφθην  εἰπὼν,  συμμετρεῖ τὸν λόγον  ἐν τῇ εὐτελείᾳ  τῶν  ἀκροατῶν,  κατὰ μικρὸν αὐτοὺς ἀνάγων. Καὶ γὰρ ἀγαπητὸν ἦν αὐτοὺς τέως τοῦτο ἀκοῦσαι, καὶ πεισθῆναι.

βʹ. Ἐπεὶ ὅτι πάντων  ἀσυγκρίτως ὑπερέχει, διὰ τῶν ἑξῆς δηλοῖ, τεκμήριον αὐτοῦ τῆς δυνάμεως  τιθεὶς  μέγιστον, καὶ δηλῶν,  ὅτι καὶ τὰ πρότερα διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν   εἴρηται·  διά  τοι  τοῦτο   ὅταν   μὲν  ἀποφαίνηται,   μικρὰ  λέγει·  ὅταν   δὲ κατασκευάζῃ καὶ ἀποδεικνύῃ  καὶ παρέχῃ  τῆς μεγαλωσύνης  αὐτοῦ τὴν  ἀπόδειξιν,  τὰ μεγάλα τίθησι. Τί τοίνυν τίθησι μετὰ ταῦτα ἄξιον αὐτοῦ, καὶ ὃ Θεοῦ μόνον ἐστίν; Ὅρα· ἐπάγει γάρ· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἶδες παναρκῆ δύναμιν; εἶδες πηγὴν ζωῆς; εἶδες ἰσχὺν ἄμαχον; εἶδες ἀσύγκριτον ὑπεροχήν; εἶδες ἐξουσίαν οὐδαμοῦ κωλυομένην; εἶδες πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα; Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν, ἐποίησεν. Εἰπὲ καὶ ποῦ; Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Τουτέστιν, οὐκ ἐνταῦθα  μόνον, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ. Οὐκ ἐν τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ. Οὐκ ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ Ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. ∆ιὰ γὰρ τῆς ἀβύσσου τὰ ὑποκάτω λέγει τῆς γῆς,  ὥσπερ διὰ τοῦ εἰπεῖν, Ἐν τῷ οὐρανῷ, τὰ ὑπεράνω τῶν οὐρανῶν. Ὑφ' ὧν καὶ τοσούτων ὄντων οὐδαμοῦ τὸ θέλημα αὐτοῦ ἐμποδίζεται, ἀλλὰ πάντα ἔπεισι, καὶ τὸ δὴ θαυμαστὸν, ὁ ποιήσας, οὐ πόνῳ,  οὐ μόχθῳ,  οὐκ ἐπιτάγματι,  ἀλλὰ  θελήματι  ἐποίησε· μόνον  γὰρ ἐβουλήθη,  καὶ  τὸ  ἔργον  εἵπετο.  Εἶδες  πῶς  καὶ  τὴν  εὐκολίαν   παρέστησε,  καὶ  τὴν ἀφθονίαν  τῶν δημιουργημάτων,  καὶ τὴν ἐξουσίαν τὴν ἀκώλυτον; Εἶτα ἀφεὶς εἰπεῖν τὸν οὐρανὸν  καὶ τὴν  θάλασσαν, τὰ ἐν αὐτοῖς τίθησι, καὶ οὐδὲ τὰ ἐν αὐτοῖς  πάντα,  ἀλλὰ παραδραμὼν τὰ ἐν τῷ οὐρανῷ, καίτοι θαυμαστότερα ὄντα, λέγει τὰ περὶ τὸν οὐρανόν. Τί δήποτε; Ὅτι τὰ μὲν, εἰ καὶ μεγάλα ἦν, ἀλλ' ἄδηλα ἦν τοῖς πολλοῖς· ταῦτα δὲ, εἰ καὶ ἐλάττονα, ὅμως φαινόμενα, καὶ πάντας ἔχοντα θεωρούς. Ἐπεὶ οὖν πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ, οὐ τοσοῦτον πίστει παιδευομένους  τῶν ἀφανῶν  ἔχειν ἔννοιαν,  ὅσον ἀπὸ τῶν  φαινομένων  χειραγωγουμένους.   .390 ἐντεῦθεν   ὑφαίνει   τὸν  λόγον,  καὶ  τῆς διδασκαλίας ἄρχεται, ὃ τοῖς ἄλλοις παρῄνεσε ποιεῖν, τοῦτο καὶ αὐτὸς ποιῶν. Ποῖον δὴ τοῦτο;  Τὸ αἰνεῖν  τὸν  Θεὸν ἀπὸ  τῶν  ἔργων  αὐτοῦ,  καὶ  εὐφημίας  ἀναφέρειν  αὐτῷ, ἕκαστον  τῶν  γενομένων  καταμανθάνοντα, καὶ ὑπὲρ ἑκάστου δοξολογοῦντα.  Ἐπειδὴ γὰρ  περὶ  τοῦ  τὸν  Θεὸν αἰνεῖν  παραινῶν,  συνεχῶς  εἶπεν,  Αἰνεῖτε  τὸ  ὄνομα  Κυρίου, αἰνεῖτε, δοῦλοι, τὸν Κύριον· δείκνυσι καὶ πῶς δεῖ αἰνεῖν, ἐπιόντα τὸ σῶμα τῆς κτίσεως, καὶ θαυμάζοντα, καὶ ἐκπληττόμενον τὴν σοφίαν, τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν κηδεμονίαν. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μία τίς ἐστι θάλασσα αὕτη ἡ καθ' ἡμᾶς, ἀλλὰ πολλαὶ  καὶ διάφοροι, καὶ πελάγη  ἄπειρα. Ἔφη γὰρ, Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Ἥ τε γὰρ Κασπία, ἥ τε Ἰνδικὴ, ἥ τε Ἐρυθρὰ διῃρημέναι  σχεδὸν ταύτης εἰσὶ, καὶ ἔξωθεν περικείμενος ὁ Ὠκεανός. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Ἄλλος, Ἀναβιβάζων. Ἕτερος, Ἀνασπᾷ ἀπ' ἄκρων. Ἄλλος,Ἐκ τελέσματος. Τοῦτο καὶ ἐν τῷ Ἰὼβ εἴρηται·  Ὁ δεσμεύων  ὕδωρ  ἐν  νεφέλαις  αὐτοῦ.  Καὶ ὁ Σολομῶν·  Συνέχων  ὕδωρ  ἐν ἱματίῳ.  Οὗτος  δὲ  οὐ  τοῦτό  φησιν,  ἀλλ'  ἕτερον  θαυμαστόν.  Ποῖον  δὴ  τοῦτο;  Ὅτι παχύτερος  ὢν ὁ ἀὴρ, τὴν ἄνω φέρεται φορὰν, καὶ διαβαστάζεται, καὶ ἄνεισι τὸ βαρὺ, τὴν ἐναντίαν  ἐρχόμενον ὁδόν. Θαυμαστὸν μὲν οὖν καὶ τὸ στέγεσθαι τὸ ὕδωρ ἐν αὐτῷ, πολὺ δὲ θαυμαστότερον τὸ φέρεσθαι στεγόμενον ἐπὶ τοῦ κούφου· καὶ τὸ δὴ ἔτι παραδοξότερον, ὅτι τὸ στεγόμενον  ὑπ' ἐκείνου τοῦ ἀέρος, ἐπειδὰν  ἐκρυῇ τοῦ νέφους, οὐκέτι κατέχεται τῷ μετ' αὐτὸν ἀέρι, καὶ στέγεται, ἀλλὰ διαῤῥεῖ πανταχόθεν, καὶ εἰς τὴν γῆν  φέρεται.  Καὶ μὴν  εἰ κατὰ φύσιν  ἐστέγετο τοῦτο, ἔδει καὶ ἐν τῷ  ἀέρι στέγεσθαι. Ὥσπερ γὰρ ἀσκὸν εἴ τις εἴασεν εἰς τὸν ἀέρα πεπληρωμένον ὕδατος, εἶτα ἐφέρετο ὑπὸ τοῦ ἀέρος, ἠνέχθη  ἂν καὶ τὸ ἔνδον  στεγόμενον  ὕδωρ διαῤῥυὲν  ἐκ τοῦ ἀσκοῦ· οὕτως ἀκόλουθον καὶ ἐνταῦθα γίνεσθαι. Ἀλλ' ἐπειδὴ πάντα θαύματος γέμει, καὶ παράδοξα τὰ γινόμενα, ὑπὲρ ἀκολουθίαν, ὑπὲρ λόγον ἅπαντα ταῦτα γίνεται. Καὶ γὰρ τὸ στεγόμενον ἐν τῷ ἀέρι τῆς νεφέλης, οὐ στέγεται ἐν τῷ ἀέρι τῷ μετὰ ταῦτα. Εἶδες τὸ παράδοξον, καὶ πῶς ὃ δοκεῖ τῶν ἄλλων  εἶναι καταδεέστερον, τοῦτο θεὶς, ἔδειξεν ὂν θαυμαστόν; Εἶτα καὶ ἄλλο δείκνυσι θαυμαστὸν, Ἐξ ἐσχάτων, λέγων,  τῆς γῆς, ἢ, Ἀπ' ἄκρων τῆς γῆς. Οὐ γὰρ δὴ μόνον ἀνιᾶσιν, ἀλλὰ καὶ βαδίζουσιν, οὐδ' ἔνθα ἂν φανῶσιν, ἐκεῖ καὶ τὸν ὑετὸν ἀφιᾶσιν, ἀλλὰ πολλὰ  πολλάκις  παραδραμόντα  χωρία ἀλλαχοῦ  τὸν ὑετὸν ἐργάζονται, καὶ πόλεις καὶ ἔθνη παρελθοῦσαι. Οὐ τοῦτο τοίνυν τὸ θαυμαστὸν μόνον, ὅτι ἀνάγονται, ἀλλ' ὅτι καὶ βαδίζουσι καθάπερ ἐν ὑπερῴοις, ὄγκον φέρουσαι τοσούτων ὑδάτων.

γʹ. Ἀστραπὰς εἰς ὑετὸν  ἐποίησεν. Ὅρα παράδοξον ἕτερον πάλιν,  καὶ ἐναντίας φύσεις συνιούσας. Οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὑδάτων ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυνται αὗται, καὶ οὐ συγχέονται,  οὐδὲ κεράννυνται,  ἀλλὰ τοὺς οἰκείους
 ἑκάστη διατηρεῖ ὅρους. Μένον γὰρ τὸ πῦρ ἐν τῷ ὕδατι,  καὶ τὸ ὕδωρ ἐν τῷ πυρὶ, οὔτε τοῦτο  ἐκεῖνο  ἀνεξήρανεν,  οὔτε ἐκεῖνο  τοῦτο  κατέσβεσε. Καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ  πυρὸς  ὀξύτερον,  φανότερον,  τομώτερον.  Καὶ μαρτυροῦσιν  αἱ  ὄψεις  αὐταῖς ἀκτῖσι διηνεκῶς  προσβάλλουσαι· ἐκείνης  δὲ τὴν  φορὰν  οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν.  Καὶ ὁ μὲν ἥλιος  διὰ πάσης ἡμέρας διατρέχει  τὸν  οὐρανὸν,  αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην  ἅπασαν· καθάπερ καὶ ὁ Χριστὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ πορεύεται  ἐξ ἀνατολῶν,  καὶ  φαίνεται  ἕως  δυσμῶν.  Ὁ ἐξάγων  ἀνέμους  ἐκ θησαυρῶν  αὐτοῦ. Αὕτη πάλιν  ἑτέρα φύσις, χρείαν  οὐ μικρὰν  ἡμῖν  παρέχουσα, ἀλλὰ τοσαύτην, ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν,  καὶ κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα, καὶ καταψύχειν,  καὶ τὸν ἀέρα κουφότερον  ποιεῖν. Τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναῤῥιπίζειν  τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον  ὄντα φθείρεσθαι,  πεπαίνειν  τοὺς καρποὺς, τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, τοὺς καιροὺς, καθ' οὓς τεταγμένως  ἐφίστανται,  καὶ παραχωροῦσιν  ἀλλήλοις,  χορεύοντες  ἐν τῷ πελάγει,  καὶ τοὺς  πλωτῆρας  διαβιβάζοντες;  Καὶ ὁ μὲν  παρέπεμψεν,  ὁ δὲ διεδέξατο,  καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται,  καὶ ἡ μάχη αὐτῶν τῷ βίῳ πάλιν γίνεται  χρήσιμος. Καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. Ἀλλ' ὅμως ταῦτα πάντα παραδραμὼν ὁ Προφήτης, καὶ καταλιπὼν  τῷ  ἀκροατῇ ἀναλέγεσθαι,  αὐτὸς μόνον  τὴν  εὐκολίαν  τῆς δημιουργίας παρέστησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιστατοῦντος,  τὸ ἕτοιμον τῆς κτίσεως, τὸ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἐν θησαυρῷ ἔχων, μετ' ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται· οὕτω καὶ ὁ τοῦ παντὸς  δημιουργὸς πάντα εὐκόλως  ἐποίησε, καὶ τῇ φύσει παρέδωκεν. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ, πολλαὶ  ἐναλλαγαί;  Καὶ γὰρ τοῦ ὕδατος τὸν μέν ἐστι πηγαῖον,  τὸ δὲ θαλάττιον,  τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ οὐράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον. Καὶ ἐν τῷ πυρὶ, τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δέ ἐστιν ἐν σελήνῃ, τὸ δέ ἐστιν ἐν ἄστροις, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς, καὶ τὸ λυχνιαῖον,  τὸ δὲ ἀπὸ γῆς· καὶ  γάρ  ἐστι  πολλαχοῦ  τοιοῦτον  ἀπὸ  γῆς  ἀναδιδόμενον,  ὥσπερ αἱ  πηγαὶ  τῶν ὑδάτων· τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων, καὶ αὐτῶν παρατριβομένων,  τὸ δὲ ἐν κεραυνοῖς. Οὕτω δὴ καὶ ἐν ἀέρι, ὁ μέν ἐστι παχύτερος, ὁ περὶ ἡμᾶς· ὁ δὲ λεπτότερος, ὁ δὲ ἀνώτερος πάλιν πυρωδέστερος. Καὶ τῶν ἀνέμων πολλαὶ αἱ διαφοραί· ὁ μὲν γὰρ λεπτότερος, ὁ δὲ παχύτερος· ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος· ὁ μὲν  ὑγρότερος,    δὲ  θερμότερος.  Ἀὴρ δὲ  καὶ  νέφος,  τὸ  μὲν  σχολαιότερον,  τὸ  δὲ ταχύτερον  χωρεῖ, καθάπερ ἐφ' ἵππων.  Οὕτω δὴ καὶ ἐπὶ νεφελῶν  καὶ ἀνέμων  αἱ μὲν ἐοίκασιν   ὑδροφόροις   σκεύεσι,  ποτὲ   μὲν   ὑδάτων   ἐμπεπλησμέναι,   ποτὲ   δὲ  κεναὶ φερόμεναι· αἱ δὲ ῥιπίδι ἐοίκασι. Σὺ δὲ ταῦτα ὁρῶν καὶ τὴν διαφορὰν καὶ τὴν ποικιλίαν αὐτῶν,  θαύμαζε  τὸν  δημιουργόν.  Ὃς  ἐπάταξε  τὰ  πρωτότοκα  Αἰγύπτου.  Εἰπὼν  τὰ καθόλου, καὶ δείξας τοῦ Θεοῦ τὴν πρό .392 νοιαν τὴν περὶ τὴν οἰκουμένην  ἅπασαν, διὰ τῶν ἀστραπῶν, διὰ τῶν ἀνέμων, διὰ τῶν ἀέρων, διὰ τῶν νεφελῶν,  διὰ τῶν ὑετῶν, καὶ ἐλέγξας τὴν ληρωδίαν τῶν μέχρι σελήνης πρόνοιαν λεγόντων εἶναι, ἐπὶ τὸ μερικὸν ἔρχεται τὸ περὶ Ἰουδαίους μέρος. Ὅτι μὲν γὰρ γῆ, καὶ οὐρανὸς, καὶ τὰ ὁρώμενα πάντα τῆς  αὐτοῦ  φιλανθρωπίας  ἀπολαύει,  ἔδειξε  διὰ  τῶν  εἰρημένων·  ἵνα  δὲ εὐγνωμονεστέρους   Ἰουδαίους   ἐργάσηται,  καὶ  τὰ  μερικὰ  διηγεῖται,   δεικνὺς   ὅτι  ὁ καθόλου Θεὸς, καὶ τῶν ἁπάντων  προνοῶν,  ἰδικὰς αὐτοῖς τινας εὐεργεσίας ἐχαρίσατο. Καίτοι καὶ τὰ εἰς ἐκείνους  γινόμενα,  καθολικὰ  πάλιν  ἦν. Τό τε γὰρ ἐκ τῶν  ἄλλων αὐτοὺς ἐξειλέχθαι,  παραζηλοῦν  ἐκείνους ἐποίει· ὅπερ καὶ ὁ Παῦλος δεικνὺς λέγει· Τῷ  αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Καὶ γὰρ ὥσπερ πατὴρ ἐπὶ παιδίων  ἀφισταμένων  αὐτοῦ, λαβὼν ἓν ἐξ αὐτῶν ἐπὶ τῶν γονάτων  καθίζει, καὶ οὐ δι' ἐκεῖνο τοῦτο ποιεῖ, ἀλλὰ πολλῷ μᾶλλον διὰ τὰ ἄλλα, ὥστε δηχθέντα αὐτὰ τῇ τιμῇ προσδραμεῖν πρὸς τὸν πατέρα τῆς αὐτῆς ἀπολαύσοντα θεραπείας· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν  Ἰουδαίων  ἐποίησε. Λαβὼν γὰρ αὐτοὺς  οὐκ ἐπὶ τῶν  γονάτων,  ἀλλ' ἐπὶ τῶν βραχιόνων  καθάπερ    προφήτης  φησὶ,  καὶ  ἐπὶ  τῶν  μεταφρένων   ἀνέλαβεν  αὐτοὺς, χαρίζεται  τὰ ἐκείνοις  ποθεινὰ,  ναὸν,  θυσίας, ἃ μάλιστα  ἐζήτουν  μετὰ  πλείονος  τῆς ἀκριβείας, προστασίας τὰς ἐν πολέμοις, νίκας, τρόπαια, τὴν ἀπὸ τῆς γῆς εὐθηνίαν, τὴν τῆς  φύσεως  εὐετηρίαν,  τούτοις  τε τούτους  καλλωπίζων, καὶ τοὺς  ἄλλους  εἰς ζῆλον ἄγων.  Ἀλλ' ἐπειδὴ  ἔμελλον  φαῦλοι  γίνεσθαι  διαπαντὸς  κολακευόμενοι,  καὶ διὰ τῶν τιμωριῶν  αὐτοὺς ῥυθμίζει. Πολλὴ γὰρ ἡ τοῦ Θεοῦ σοφία, καὶ ἐξ ἀμηχάνων  εὑρίσκει πόρους.

δʹ. Καὶ ὅρα Προφήτου σύνεσιν· ἀπὸ τῶν καθόλου εἰς ταῦτα τὸν λόγον ἐξαγαγὼν, ἵνα μή τις τῶν ἀνοήτων  μερικὸν νομίσῃ τὸν Θεὸν εἶναι, ὅτε ἐπὶ τὰ καθόλου ἦλθε, τότε τούτων  ἅπτεται  τῶν  λόγων,  καί φησιν· Ὃς ἐπάταξε τὰ πρωτότοκα  Αἰγύπτου. Ἆρα οὐ δοκεῖ μᾶλλον ὑμῖν διὰ τοὺς Ἰουδαίους γεγενῆσθαι ταῦτα; Ἂν τοίνυν δείξω, ὅτι καὶ δι' ἑτέρους ταῦτα ἐγένετο, τί ἐροῦσιν οἱ μὴ καθόλου τοῦ Θεοῦ τὴν πρόνοιαν λέγοντες; Πῶς οὖν ἔστι δεῖξαι; Μάλιστα μὲν γὰρ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἀπόφασις, ἡ σαφῶς αὐτὸ δηλοῦσα, καὶ λέγουσα· Ὅπως ἐνδείξωμαι  ἐν σοὶ τὴν δύναμίν  μου, καὶ ὅπως διαγγελῇ  τὸ ὄνομά μου  ἐν  πάσῃ  τῇ  γῇ.  Εἶδες  εὐαγγέλιον   τὸν  θάνατον   γινόμενον,   καὶ  κήρυγμα  τὴν θεήλατον  πληγὴν  ἐκείνην,  πανταχοῦ  περιιοῦσαν, καὶ ἀνακηρύττουσαν  τὴν  τοῦ Θεοῦ δύναμιν; Προνοεῖ τοίνυν τῆς οἰκουμένης ἁπάσης, καὶ ἡνίκα τὰ Ἰουδαίων διοικεῖ. Καίτοι γε ἐγνώρισε τὴν δύναμιν  αὐτοῦ καὶ πάλαι, οἷον ἐπὶ τοῦ Ἰωσὴφ, ἐπὶ τοῦ Ἀβραὰμ, ἀλλ' ὅμως νῦν σαφέστερον. Πῶς; Τότε μὲν δι' εὐεργεσίας· ὕστερον δὲ καὶ διὰ πληγῆς· καὶ οὐ διαλιμπάνει,     καὶ   πολλάκις   ἔφθην   εἰπὼν,   συνεχῶς   καὶ   καθ'  ἑκάστην   γενεὰν ἀναδεικνὺς  ἑαυτὸν διὰ τῶν πραγμάτων,  καὶ γνωρίζων.  Οὐχ ὁμοίως δὲ ἀεὶ τοῦτο ποιεῖ, ἀλλὰ ποικίλως  καὶ διαφόρως· τότε μὲν γὰρ διὰ τῆς γυναικὸς τοῦ Ἀβραὰμ, πηρώσας τὰς ὠδῖνας τῆς φύσεως, ὕστερον δὲ διὰ λιμοῦ, καὶ δι' εὐετηρίας· μετὰ δὲ ταῦτα διὰ τῶν  πληγῶν  τῶν  ἐπαλλήλων.  Ἐπειδὴ οὖν  ἀσθένειαν  τοῦ Θεοῦ κατεψηφίζοντο,  καὶ ἀνῄρουν αὐτοὶ τὰ πρωτότοκα, καὶ τὸν ποταμὸν ἐφοίνιξαν· δείκνυσι μὲν αὐτοῖς καὶ παρ' αὐτὸν  τὸν  καιρὸν  δι' ἀμυδροτέρων  αὐτοῦ  τὴν  ἰσχύν.  Αἱ γὰρ  μαῖαι  τῶν  Αἰγυπτίων καταφρονήσασαι τῶν ἐπιταγμάτων τῶν ὠμῶν ἐκείνων, καὶ παραλογισάμεναι τὸ ἀπηνὲς τοῦ βασιλέως  δόγμα, πολλῆς  ἀπέλαυσαν  τῆς εὐετηρίης.  Ταῦτα δὲ ἀμφότερα  τῆς τοῦ Θεοῦ προνοίας  ἦν·  τό  τε  γὰρ  γυναῖκας  ἀνδρειοτέρας  ἀποφῆναι  τῶν  τὰ  διαδήματα φορούντων,  τό τε ἀμοιβὰς ταύταις ἀποδιδόναι, καὶ εἰς πλῆθος αὐτὰς ἐκτεῖναι πολύ. Τὸ γὰρ,  Εὖ ἐποίει  ταῖς  μαίαις,  τοῦτό  ἐστιν,  ἐξετάθη  αὐτῶν    συγγένεια·  δι'  ὧν  γὰρ εὐηργέτουν τοὺς Ἰουδαίους, διὰ τούτων ἐλάμβανον παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοίνυν οὐκ ἀνῄρουν αὐτῶν τὰ τέκνα, καὶ αὐταῖς πολυπαιδίαν  ὁ Θεὸς ἐχαρίσατο. Ἐπειδὴ δὲ ἐπέμενον ἀναισθήτως διακείμενοι, ὀξυτέραν ἐπήγαγε τὴν πληγὴν, καὶ ἐμάνθανε μὲν ἡ οἰκουμένη, ἐμάνθανον  δὲ καὶ οἱ Αἰγύπτιοι· καὶ ἐκεῖνοι μὲν ἐξ ἀκοῆς, οὗτοι δὲ ἐν τοῖς οἰκείοις πάθεσι, καὶ ὄψει, καὶ πείρᾳ τοῦ Θεοῦ τὴν δύναμιν  ἑώρων. ∆ιὰ γὰρ τοῦτο καὶ προέλεγεν  αὐτοῖς,  ἵνα  μὴ συντυχίας  τινὸς  εἶναι  νομισθείη  ἡ πληγὴ  καὶ  αὐτομάτου θανάτου.  Ὅπερ οὖν ἀλλαχοῦ  εἴρηται περὶ τοῦ Σωτῆρος, τοῦτο δὴ καὶ ἐνταῦθα  ἔστιν εἰπεῖν. Ποῖον δὴ τοῦτο; Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν  σου. Οὐ γὰρ εἰς ἔρημον αὐτοὺς ἐξαγαγὼν, οὐδὲ ἀλλαχοῦ που, ἀλλ' ἐν αὐτῇ τῇ πόλει τὴν πληγὴν  ἐπήγαγε. Καὶ ὅρα καὶ ἐν τῇ πληγῇ  φιλανθρωπίαν. Ἀπὸ γὰρ κτηνῶν  πρότερον ἤρξατο, καὶ τότε ἐπὶ τοὺς ἀνθρώπους  ἐχώρησε. Τίς οὖν οὐκ ἂν ἀγάσαιτο τὴν δύναμιν,  πῶς ἅπαντα  ἐν μιᾷ καιροῦ  ῥοπῇ  κατήνεγκε,  τὴν  φειδὼ,  τὴν  σοφίαν  τὴν  ἀπόῤῥητον;  Οὔτε γὰρ  πρώτην αὐτὴν ἐπήγαγε πληγὴν, δι' ἑτέρων αὐτοὺς διορθῶσαι βουλόμενος, οὔτε ἐπειδὴ ἐπήγαγε, χωρὶς  προῤῥήσεως ἐπήγαγε.  Τί δήποτε; Ἵνα τοῖς ῥήμασιν αὐτοὺς σωφρονίσῃ, καὶ μὴ ἔλθωσιν  εἰς  πεῖραν  τῶν  πραγμάτων·  οὔτε  πάλιν  ἐπειδὴ  οὐ  διορθώθησαν,  ἀφῆκεν ἀμφίβολον  γενέσθαι τὴν πληγήν. Ἵνα γὰρ μή τις αὐτόματον αὐτὴν νομίσῃ ἢ νόσον, ἢ λοιμὸν αὐτὴν ἐπιοῦσαν, ὅρα πόσα γίνεται.  Πρῶτον ὅτι ἐν μιᾷ νυκτὶ πάντες. ∆εύτερον ὅτι τὰ πρωτότοκα  πάντα. Εἰ γὰρ λοιμὸς ἦν, οὐκ ἂν τῶν  πρωτοτόκων  πάντων  μόνον ἥψατο, καὶ τῶν δευτέρων ἐφείσατο· ἀλλ' ἀδιακρίτως ἂν ἐπὶ πάντας ἦλθε. Τρίτον, ὅτι εἰ λοιμὸς ἦν, οὐκ ἂν τῶν Ἰουδαίων ἀπέσχετο καθόλου, καὶ τῶν Αἰγυπτίων ἥψατο μόνον, ἀλλ' ἐκεῖνα  πολλῷ  πλέον  ἂν κατειργάσατο τὰ σώματα, τὰ πόνῳ  καὶ ταλαιπωρίᾳ  καὶ τοσούτοις κατειργασμένα κακοῖς, τὰ ἐν πενίᾳ καὶ λιμῷ ἐπὶ τοσοῦτον ταριχευθέντα· οὐχὶ τὰ βασιλικὰ, οὐδὲ τὰ ἐν ἀξιώμασι, τὰ πολλῆς ἀπολαύοντα ἀδείας, καὶ πολλῆς μετέχοντα τῆς θεραπείας. Εἰ λοιμὸς ἦν, οὐκ ἂν ἀθρόον ἐπῆλθεν, ἀλλὰ πάντα τὰ προοίμια ἐπιδεικνύμενος   τῆς  ἐλεύσεως  πρότερον.  Νῦν  δὲ  ὁμοῦ  ταῦτα  . γίνεται,   ἵνα ἐλέγχηται  τῶν  Αἰγυπτίων  ἡ ἀγνωμοσύνη.  Καὶ γὰρ μετὰ τὴν  πληγὴν  ταύτην,  καὶ τὸ σαφῶς μαθεῖν, ὅτι θεήλατος ἦν ἡ πληγὴ, ἀπελθόντας κατεδίωκον τοὺς Ἰουδαίους, ὅπερ τῆς ἐσχάτης ἦν αὐτῶν  ἀγνωμοσύνης  σημεῖον, καὶ ὑπὲρ τοῦ Θεοῦ μεγίστη ἀπολογία. Ἐπειδὴ γὰρ ἔμελλε παύεσθαι τὰ σημεῖα, ἐν τοιούτῳ αὐτὰ σημείῳ ἔπαυσεν, ἐν ᾧ καὶ περὶ τῶν  ἔμπροσθεν  ἀπελογήσατο  τοῖς  βουλομένοις  προσέχειν.  Ἵνα  γὰρ μή τις  λέγῃ,  Τί δήποτε  πάντες  κολάζονται,  τοῦ  βασιλέως  κατέχοντος  τοὺς  Ἰουδαίους  καὶ διαμαρτάνοντος;  διὰ τοῦ ἐσχάτου λύει τὴν ἀπορίαν ταύτην. Πῶς διὰ τοῦ ἐσχάτου; Ὅτι ἡνίκα  τὰ  πρωτότοκα   αὐτῶν   ἐπλήγη,   καὶ  ἄκοντος  τοῦ  βασιλέως  τοὺς  Ἰουδαίους ἐξέβαλλον. Ὥστε εἰ καὶ ἐκ προοιμίων ἐβούλοντο, ἴσχυσαν ἂν περιγενέσθαι ἐκείνου. Οὐκ ἄρα παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι, οὐκ ἐκράτουν τοῦ βασιλέως. Καὶ ἡ δίωξις δὲ ἡ μετὰ ταῦτα κατηγορίας ἐπίτασις.

εʹ. Τοῦτο δὴ καὶ ἐπὶ Σαοὺλ συνέβη. Ὅτε μὲν γὰρ ἔδει τὸν υἱὸν ἐξελέσθαι, πάντες κοινῇ   κολακεύοντες   τὸν   βασιλέα,  καὶ  παρανομήσαντα   ἐξείλοντο·   ὅτε  δὲ  ἱερέας ἐβούλετο  σφάξαι τοσούτους, οὐδὲ φωνὴν  ἔῤῥηξαν, οὐδὲ προέστησαν. Εἰ δὲ τότε τὴν φύσιν εἶχον συμπράττουσαν, ἀλλὰ καὶ ἐνταῦθα τοῦ δικαίου τὴν φύσιν. Ἱερεῖς γὰρ ἦσαν, καὶ ἡ σφαγὴ παράνομος ἦν, καὶ θυμὸς κρίσεως οὐκ ὀρθῆς. Ἀλλ' αἴτιον ἦν ἡ ῥᾳθυμία, καὶ τὸ μὴ σφόδρα ἀλγεῖν ὑπὲρ τῶν ἱερέων. Ὅρα γοῦν οἷα αὐτοὺς μετὰ ταῦτα κατελάμβανε κακά·  τῆς  γὰρ  ὀλιγωρίας   ἐκείνης   οὐ  τὴν  τυχοῦσαν   ἔτισαν  δίκην.  Ὅταν  οὖν  τι παράνομον γένηται, μηδεὶς ἔστω νωθὴς, ἀλλὰ πυρὸς θερμότερος, καὶ τῶν ἀδικουμένων μὴ ἔλαττον  ἀλγείτω,  καὶ οὕτω τὰ πλείονα  στήσεται τῶν  κακῶν. Ἀπὸ ἀνθρώπου  ἕως κτήνους. Τί δή ποτε καὶ τὰ κτήνη; Ἐπειδὴ δι' ἀνθρώπους ταῦτα ἐγίνετο, δι' ἄνθρωπον καὶ κολάζει αὐτὰ, ὥστε αὐξῆσαι τὸν φόβον, ὥστε ἐπιτεῖναι  τὴν συμφορὰν, ὥστε δεῖξαι θεήλατον  οὖσαν τὴν πληγὴν,  καὶ ἐκ τῶν οὐρανῶν  τὸν πόλεμον  ἥκοντα. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Τί ἐστι τὸ, Ἐν μέσῳ σου; Ἢ τὸν τόπον φησὶν, ἢ τὸ φανερῶς.  Τὸ γὰρ, Ἐν μέσῳ, πανταχοῦ  τὸ φανερῶς  δηλοῖ, ὡς ὅταν ἀλλαχοῦ  λέγῃ· Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς· ἐπειδὴ τὸ μέσον ἅπασι κατάδηλον.  Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἰκότως· πρὸς γὰρ διόρθωσιν  τὰ γινόμενα  ἐγίνετο,  καὶ πρὸς ἐπίδειξιν  τῶν  ὀφειλόντων κερδαίνειν·  οὐ γὰρ ἁπλῶς  συνέβαινεν, ἀλλὰ  μετὰ  πολλῆς  τῆς  παραδοξοποιίας,  ὥστε  καὶ  τῷ  πλήττειν,  καὶ  τῷ  παραδόξως, διπλῆν  ἐμποιεῖν  τὴν ὠφέλειαν.  Ἐν Φαραὼ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. Εἶδες τὴν δύναμιν  τὴν ἄφατον;  πῶς ὁμοῦ πάντων  ὄντων,  τούτους  ἐπεγίνωσκεν  ἡ τιμωρία,  καὶ ἔπασχον μὲν ἐκεῖνοι, ἐκέρδαινον δὲ ἕτεροι; Πῶς δέ φησιν, Ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ; Καίτοι γε οὐ πάντες εἶχον πρωτότοκα· ἀλλὰ περὶ τῶν ἄλλων σημείων λέγει, καὶ ἐν μὲν Αἰγύπτῳ πληττομένων τούτων ἐκέρδαινον οἱ Ἰουδαῖοι· ἐν δὲ τῇ ἐρήμῳ εὐεργετουμένων Ἰουδαίων,  ὠφελοῦντο   ἕτεροι·  καὶ  τὰς  μὲν  πληγὰς  τοῖς  πολεμίοις  ἐπήγαγε,  τὰς  δὲ εὐεργεσίας  τούτοις,   δι'  .395 ἑκατέρων   πάντας   ὠφελῶν.   Καὶ  τίνος   ἕνεκεν   οὐκ εὐεργετεῖ καὶ τούτους; Ὅτι εἰώθασιν οἱ πλείους τῶν ἀνθρώπων  πληττόμενοι  μᾶλλον ἢ εὐεργετούμενοι  τὸν Θεὸν ἐπιγινώσκειν.  Ἐπεὶ ὅτι γε αὐτὸς οὐκ ἐβούλετο κολάζειν, ὅρα αὐτὸν  συνεχῶς  ἀνέχοντα  τὰς  πληγὰς,  καὶ  δι' ἑκατέρων  αὐτοῦ  δεικνύντα   καὶ  τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν. Καίτοι γε ἤρκει μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην, ὡς ἀνίατα  νοσοῦντας  ἀπολέσαι  πάντη·  ἀλλ'  οὐκ  ἐβούλετο,  ἀλλὰ  καίτοι  τὰ  μέλλοντα προειδὼς, καὶ ὅτι οὐδὲ πέμπτῃ, οὐδὲ ἕκτῃ, οὐδὲ δεκάτῃ γενήσονται βελτίους, τὰ αὐτοῦ ποιῶν οὐκ ἐπαύετο· ὅθεν μάλιστα καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν κηδεμονίαν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα  ἔστι θαυμάσαι. Τὴν δύναμιν,  ὅτι ἔπληξε· τὴν κηδεμονίαν, ὅτι ἀνέσχε· τὴν  σοφίαν, ὅτι εἰδὼς  τὰ μέλλοντα  τὸ αὐτοῦ ἐποίει· ὃ μάλιστα καὶ αὐτὸ φιλανθρωπίας ἐστὶ, τὸ ἀπὸ τῶν  μικροτέρων  ἄρχεσθαι, τὸ ἀπὸ τῶν  ἀλογωτέρων.  Καὶ προϊὼν   δὲ   καὶ   τοῦ   βασιλέως   ἥπτετο,     καὶ   μάλιστα   ἐκκηρυχθῆναι   ἐποίει   τὰ συμβαίνοντα.  Τὰ μὲν  γὰρ  ἐπὶ  τῶν  ἰδιωτῶν   γινόμενα,  εἰκὸς  καὶ  λαθεῖν·  ὅταν  δὲ  ὁ δεχόμενος   τὴν   πληγὴν   περιφανὴς   ᾖ,  τὸ  κωλύον   οὐδὲν   πανταχοῦ   τὰ  πράγματα ἐξηχηθῆναι.  Εἰπὼν τοίνυν  τὴν αἰτίαν,  δι' ἣν ἐπάταξε, λέγει καὶ τὰς πληγὰς, καὶ οὐδὲ ταύτας καταλέγει πολλάκις, οὐδὲ κατ' εἶδος, ἀλλ' ἑνὶ ῥήματι πάσας αὐτὰς αἰνιξάμενος παρέδραμε τῷ εἰπεῖν, Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἶτα πάλιν ἐξ Αἰγύπτου τὸν λαὸν ἐξάγει εἰς τὴν ἔρημον, πανταχοῦ  δεικνὺς ὅτι οὐ μερικὸς ὁ Θεὸς, οὐδὲ εἰς μίαν χώραν κρατῶν, ἀλλὰ πανταχοῦ  τῆς οἰκουμένης. ∆ιὸ ἐπήγαγε λέγων· Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε  βασιλεῖς κραταιούς· διὰ πάσης τῆς ὁδοῦ ἐνέχυρα ποικίλως  τῆς δυνάμεως αὐτοῦ διδοὺς, καὶ ἐν τῷ διδάσκειν αὐτοὺς διὰ τῶν πραγμάτων στρατηγῶν. Καὶ γὰρ διὰ τῶν πολέμων  καὶ τὰ πρότερα ἐδίδασκεν, ὅτι οὐκ ἀέρος φύσις, οὐ  στοιχείων  δύναμις,  οὐκ  ἄλλο  τῶν  τοιούτων  οὐδὲν,  ἀλλ' ἡ  στρατηγοῦσα  αὐτῶν ἐπολέμει χείρ· καὶ δι' ἑκατέρων ἑκάτερα ἐδείκνυτο, διὰ τῶν ἐν Αἰγύπτῳ τὰ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τῶν ἐν ἐρήμῳ, τὰ ἐν Αἰγύπτῳ. Ὅτε γὰρ αὐτοὶ χωρὶς ὅπλων, καὶ παρατάξεως, καὶ μάχης, ἔβαλλον τοὺς πολεμίους, δῆλον αὐτοῖς ἐποίει, ὅτι καὶ ἐν Αἰγύπτῳ οὐ στοιχείων δεόμενος ταῦτα ἐκίνησε κατ' αὐτῶν, ἀλλὰ ποικίλως καὶ διαφόρως τὴν ἑαυτοῦ δύναμιν ἐνδείξασθαι θέλων, τοῖς οὖσιν εἰς ταῦτα ἐκέχρητο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν  Ὢγ βασιλέα τῆς Βασάν. Οὐκ ἔπεισι τὰς πόλεις,  οὐδὲ κατὰ μικρὸν  λέγει  τὴν παράταξιν,    ἀλλὰ    πάλιν    μεγαλοψύχως    παρατρέχει    μυρίας   νιφάδας    θαυμάτων.∆υνάμενος  γὰρ ἐνδιατρῖψαι,  καὶ τὴν  τραγῳδίαν  ἐκείνην  ἐξογκῶσαι,  τοῦτο  οὐ ποιεῖ·ἀλλὰ  καὶ ἐν πλήθει  ὢν  καὶ περιουσίᾳ τῶν  ἔργων  τοῦ Θεοῦ, ἐκ παραδρομῆς ἅπαντα ἔπεισι. Καίτοι γε οἱ μὲν ὡπλισμένοι ἦσαν, καὶ τειχήρεις πόλεις οἰκοῦντες, καὶ τὰ τακτικὰ μεμελετηκότες·  οἱ δὲ φυγάδες,  πολέμων  ἄπειροι, δουλείας  μακρᾶς ἀπηλλαγμένοι  καὶ τυραννίδος  χρονίας, λιμῷ ἀναλωθέντες καὶ τιμωρίᾳ, πᾶσι προκείμενοι  πρὸς τὸ κακῶς πά .396 σχειν· ἀλλὰ πάντων ἦσαν δυνατώτεροι διὰ τὴν στρατηγοῦσαν αὐτῶν χεῖρα.

ς   ʹ. Εἶχε δὲ καὶ τὸ δίκαιον ὁ πόλεμος. Οὐ γὰρ αὐτοὶ ἐπῄεσαν, ἀλλ' ἐκείνων  τὰς αἰτίας  παρεχόντων,  ἀποτειχιζόντων αὐτοῖς τὴν ὁδὸν, ὅπερ ἐσχάτης ἀπανθρωπίας  ἦν· τούς τε Ἰδουμαίους οὐκ ἀφῆκεν εἰς πόλεμον εἰσελθεῖν. Ἵνα γὰρ μὴ τῇ σιγῇ θαῤῥοῦντες μετὰ ταῦτα πάλιν ἐπίωσιν, ἀλλ' εἰδῶσι τίσι μὲν πολεμεῖν, τίνων δὲ φείδεσθαι χρὴ, ἐν τῇ ἐρήμῳ τοῦτο ποιεῖ, διὰ τῶν  πραγμάτων  νόμον  αὐτοῖς τιθεὶς,  πῶς δεῖ κεχρῆσθαι τοῖς ἀπαντῶσι.  Καὶ πάσας τὰς βασιλείας Χαναάν. Εἶδες τὴν  οἰκουμένην  ἅπασαν ἐντεῦθεν παιδευομένην;  Καθάπερ γὰρ πῦρ ἀκάνθαις,  οὕτως  ἐπῄεσαν ἅπασι, καὶ οὐδεὶς αὐτοὺς φέρειν  ἐδύνατο.  Ἄκουε γοῦν  τί φησιν  ὁ Βαλαὰμ, οὐκ ἀπὸ τῶν  προφητῶν,  οὐκ ἀπὸ Μωϋσέως μαθὼν, ἀλλ' ἀπὸ τῶν πραγμάτων· Τὸ ἔθνος τοῦτό ἐστι τὸ ἐκλεῖχον πᾶσαν τὴν γῆν. Εἶδες τὴν μεταφορὰν  κυρίως εἰρημένην; Οὐκ εἶπε, Τὸ πολεμοῦν, τὸ καταβάλλον, ἀλλὰ,  Τὸ ἐκλεῖχον  τὸ ἀπονητὶ  τῆς  νίκης  παραστῆσαι βουλόμενος,  καὶ  τὰ  ἀναιμωτὶ γινόμενα τρόπαια, καὶ τὴν ἐξ ἐπιδρομῆς κράτησιν. Οὐδὲ παρατάξεως δέονται, φησὶ, καὶ συμβολῆς, ἀλλ' ἀρκεῖ μόνον ἐπελθεῖν, καὶ ἅπαντα ἐξίσταται καὶ παραχωρεῖ. Οὐ γὰρ δὴ μόνον  νόμῳ  πολέμου  καὶ  παρατάξεως  κρατεῖν  αὐτοὺς  ἐποίει,  ἵνα  μή  τις  αὐτοῖς λογίσηται  τὰ γινόμενα,  ἀλλὰ  τὰ στοιχεῖα  τῆς οἰκουμένης  κατ' αὐτῶν  ἐκίνει· διὸ καὶ προκατέβαλλεν  αὐτῶν  τὰς διανοίας,  καὶ χάλαζα κατενεχθεῖσα  πολλοὺς  ἀπώλεσε, καὶ ἥλιος ἔστη, καὶ τῷ πολέμῳ μῆκος ἔδωκε, καὶ πολλὰ παράδοξα τοιαῦτα ἐγίνετο, καὶ ἠχὴ σαλπίγγων  πυρὸς σφοδρότερον τοῖς πύργοις προσβάλλουσα τὰ τείχη κατήνεγκε. Τοῦτο δὲ  ἑκατέρους  ὠφέλει.  Ἐκεῖνοί  τε  γὰρ  ἐμάνθανον,   ὡς  οὐ  παρ'  ἀνθρώπων   ἐστὶν  ὁ πόλεμος· καὶ οὗτοι ἐπαιδεύοντο πρὸς τὸν Θεὸν βλέπειν, καὶ μηδέποτε ἐπὶ τοῖς κατορθώμασι   μεγαλοφρονεῖν,  ἀλλὰ   καὶ  καλλωπίζεσθαι   καὶ  μετριάζειν.   Τοῦ  γὰρ κρατῆσαι  τὸ  οὕτω  κρατῆσαι  μᾶλλον  αὐτοὺς  ἐκόσμει, ὅπερ  καὶ  σεμνοὺς  ἐποίει,  καὶ μετριάζειν ἐδίδασκε· σεμνοὺς μὲν, ὅτι τοιοῦτον εἶχον στρατηγόν· μετριάζειν δὲ, ὅτι οὐκ οἰκείοις ἐφυσῶντο κατορθώμασι. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ  λαῷ  αὐτοῦ.  Καὶ τοῦτο  μέγιστον  θαῦμα,  τὸ  μὴ  μόνον  ἐκβάλλειν,  ἀλλὰ  καὶ δυνηθῆναι κατασχεῖν τὴν γῆν, καὶ πόλεις νείμασθαι· ὃ καὶ πολλὴν παρεῖχεν αὐτοῖς τὴν ἡδονήν, πολὺν τὸν κόσμον, πολλὴν τὴν φαιδρότητα. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ μικρὸν  κατασχεῖν  πολεμίων  χώραν,  ἀλλὰ  πολλῆς  καὶ ἐνταῦθα  χρεία ῥοπῆς. Κύριε, τὸ ὄνομά  σου εἰς τὸν  αἰῶνα,  καὶ τὸ μνημόσυνόν  σου εἰς γενεὰν  καὶ γενεάν. Ἄλλος, Ἡ ἀνάμνησίς σου. Ἐνταῦθα τῇ δοξολογίᾳ τὸ συνεχὲς διακόπτει τοῦ λόγου, ὅπερ τοῖς ἁγίοις ποιεῖν ἔθος ἀεί. Ἐπειδὰν γὰρ ἀρξάμενοί τι λέγειν  τῶν τοῦ Θεοῦ θαυμάτων. πυρωθῶσιν, οὐ πρότερον ἐπὶ τὸ τέλος ἔρχονται, ἕως ἂν ὑπὲρ τῶν εἰρημένων  δοξάσωσι τὸν  Θεὸν, καὶ εὐφημήσωσι,  καὶ τὴν  ἐπιθυμίαν  ἐμπλήσωσι  τὴν  ἑαυτῶν.  Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ· καὶ ἐν προοι .397 μίοις δὲ μάλιστα τῶν Ἐπιστολῶν, ὡς ὅταν λέγῃ ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν  ἡμῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους· Ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ λατρεία, καὶ ἡ ἐπαγγελία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν  ἀλλαχοῦ·  Τῷ δὲ βασιλεῖ τῶν  αἰώνων  ἀφθάρτῳ,  ἀοράτῳ, μόνῳ  σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας  τῶν αἰώνων.  Ἀμήν. Οὕτω δὴ καὶ ὁ προφήτης  ἐνταῦθα ἐννοήσας  τὴν  πρόνοιαν  τὴν  καθόλου,  τὴν  ἐν  Αἰγύπτῳ  πληγὴν,  τὰς  ἐπὶ  τῇ  ἐρήμῳ γενομένας εὐεργεσίας, τὰς ποικίλας καὶ διαφόρους, τὰς εἰς Ἰουδαίους, τὰς ὑπὲρ ἐκείνων εἰς τοὺς πολεμίους,  καὶ πυρωθεὶς  ἀπὸ τῆς ἀφάτου  αὐτοῦ φιλανθρωπίας, δοξολογίαν ἀνήνεγκε, λέγων· Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν  καὶ γενεάν. Τουτέστιν, ἡ δόξα σου διηνεκής. Οὐδὲν γὰρ αὐτὴν λυμαίνεται, οὐδὲν αὐτὴν διακόπτει, ἀλλ' ἔστιν ἀεὶ, καὶ μένει ἄτρεπτος, ἀμετάβλητος, ἀνθοῦσα, ἀκμάζουσα. Τί δέ ἐστι,  Τὸ  μνημόσυνόν   σου  εἰς  γενεὰν   καὶ  γενεάν;    μνήμη,  φησὶν,    περὶ  σοῦ, ἀτελεύτητος  καὶ πέρας οὐκ ἔχουσα. Ὅτι κρινεῖ  Κύριος τὸν  λαὸν  αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις  αὐτοῦ παρακληθήσεται.  Ἢ ἀμφότερα  ταῦτα  περὶ τοῦ λαοῦ  ἔστιν εἰπεῖν,  ὅτι δίκην ἀπαιτήσει, καὶ μετὰ ταῦτα παύσεται καὶ ἀνακτήσεται αὐτούς· ἢ διελόντας, τὸ μὲν Παρακληθήσεται, περὶ τοῦ λαοῦ· τὸ δὲ Κρινεῖ, περὶ τῶν πολεμίων.  Τουτέστι, τοὺς μὲν ἀνακτήσεται· τοῦτο γάρ ἐστι τὸ, Παρακληθήσεται· Κρινεῖ δὲ τοὺς πολεμίους, τουτέστι, δίκην ἀπαιτήσει ὑπὲρ αὐτῶν.

ζʹ. Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν  εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων. Εἰπὼν δὲ, Παρακληθήσεται,  δείκνυσι  τῆς  τοῦ  Θεοῦ  φιλανθρωπίας  τὴν  καταλλαγὴν,   οὐ  τῆς ἐκείνων ἀξίας. Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία· ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων,  ἀλλὰ  φιλανθρωπίας καιρός. Ἐπειδὴ τοίνυν  εἶπεν  ἀνωτέρω· Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο  τότε, τοιοῦτόν τι αἰνίττεται  διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ σωτηρία ἐπὶ τὸν λαὸν  τὴν  δόξαν τὴν  παρὰ τοῖς πολλοῖς  περὶ σοῦ οὖσαν δείκνυσιν.  Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων  ᾖ, μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος·  ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων   ἡμῶν  τὴν  πόλιν,  καὶ  τὸ  ἱερὸν,  καὶ  τὸν  ναὸν,  καὶ  ἐπὶ  τῆς  προτέρας γενομένων πολιτείας πάλιν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.  Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων,  ὅρα τοῦτο πῶς ἐπιτείνει  τῷ λόγῳ. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνά .398 μεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰκείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων. τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν  χρηστότητα,  τὴν  φιλανθρωπίαν, τὴν  κηδεμονίαν,  τὴν  σοφίαν,  τὴν  δύναμιν,  καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰκουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν  καὶ τῶν εἰδωλικῶν  θεῶν  τὴν  ἀσθένειαν,  καὶ  εὐθέως  ἀπὸ  τῆς  φύσεως  αὐτῆς  καταφορικῶς κέχρηται  τῷ  λόγῳ·  μᾶλλον  δὲ καὶ τὸ ὄνομα αὐτῶν  εἰς κατηγορίαν  παράγει. Τὸ γὰρ εἴδωλον   οὐδὲν   ἕτερόν   ἐστιν,     ἀδρανές   τι   καὶ   εὐτελὲς,   καὶ   ἀσθενείας   ὄνομα ἐπιτεταμένης.  ∆ιόπερ ἐντεῦθεν  ἄρχεται  λέγων·  Τὰ εἴδωλα  τῶν  ἐθνῶν  ἀργύριον  καὶ χρυσίον. Πρῶτον, ὅτι εἴδωλον· δεύτερον, ὅτι ἄψυχος ὕλη καὶ κωφή· τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ' ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν  ἀνθρώπων.  ∆ιὸ καὶ ἐπήγαγεν,  Ἔργα χειρῶν  ἀνθρώπων,  ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων  αὐτούς· ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν  αὐτοῖς  τῆς  σωτηρίας  τὰς  ἐλπίδας   ἔχουσι.  Στόμα  ἔχουσι,  καὶ  οὐ  λαλήσουσιν. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται. Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Στόμα, φησὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν. Εἶδες πῶς ἐπιτείνει τὴν κωμῳδίαν,  καὶ διελέγχει  τὴν  ἀπάτην;  Ἐπειδὴ γὰρ πολλάκις  αὐτὰ δαίμονες  κινοῦσιν, ἀπαμφιέννυσι  τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.  Καὶ τίνος  ἕνεκεν  ὁ πονηρὸς  δαίμων  οὐ χωρὶς  ἐκείνων  δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων,  παιδεύων  τοὺς ἀπατωμένους  διὰ τῆς ὄψεως τῶν  ξοάνων  μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσεδρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν. Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων· Ὅμοιοι αὐτοῖς γένοιντο  οἱ ποιοῦντες  αὐτά. Ἐννόησον  ἡλίκοι  θεοὶ,  ὧν  ἡ ὁμοίωσις  ἐν  τάξει  κεῖται  ἀρᾶς. Ἀλλ' οὐ τὰ  παρ' ἡμῖν τοιαῦτα. Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν,  τὸ πρὸς τὸν  Θεὸν ὁμοιωθῆναι,  κατὰ τὸ ἐγχωροῦν  ἡμῖν.  Παρὰ δὲ ἐκείνοις  ἡ λατρεία, φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης. Ὥστε καὶ δι' ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι' ὧν παρὰ τῶν  θεραπευόντων γίνονται, καὶ δι' ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι' ὧν ἀναίσθητα κεῖται, καὶ δι' ὧν ἐν τάξει ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν· διὰ πάντων γὰρ δείκνυται τῆς πλάνης ἡ  ὑπερβολή.  Εἰπὼν  τοίνυν  αὐτῶν  τὴν  ἀσθένειαν,  τὴν  ἀπάτην,  τὴν  τῶν  δαιμόνων πονηρίαν,  τὴν  τῶν  ποιούντων  αὐτὰ ἄνοιαν,  καὶ ταχέως  αὐτῶν  ἀπαλλαγεὶς,  ἐπὶ τὴν δοξολογίαν  κατακλείει  τὸν  λόγον,  οὐκέτι  διηγούμενος  τὰ  περὶ  τοῦ  Θεοῦ, ἀλλ'  ὡς ἀποδείξας  σαφῶς,  ἐπὶ  ὡμολογημένοις   πᾶσι  τὴν  εὐφημίαν   ἀπαιτῶν   παρὰ  τῶν  τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ· διὸ καὶ καλεῖ  πάντας  εἰς δοξολογίαν,  οὕτω  λέγων· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον. Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύριον. Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον. Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν  Ἱερουσαλήμ. Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ' εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλογίας. Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως  ὁ Λευίτης, ἄλλως  ὁ λαϊκὸς, ἄλλως  ὁ πολὺς λαὸς εὐλογεῖ. Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος  ἐστὶ τὴν μακαρίαν καὶ ἀκήρατον φύσιν ἐκείνην.  Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων  ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν  ἐπέγνωτε.  Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν,  οὐ δεόμενος τῆς παρ' ἑτέρων  εὐφημίας·  πλὴν  καὶ ὑμεῖς εὐλογεῖτε,  οὐχ ὡς ἐκείνῳ  τι προστιθέντες,  ἀλλ' ὡς αὐτοί  τι μέγα καρπούμενοι.  Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ' ἡμῶν εὐλογεῖσθαι. Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται,  καὶ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ ἐκεῖ τὰ τῆς πολιτείας  αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο,  βούλεται  ποιῆσαι  τοὺς  τόπους  σεμνοὺς  τῇ  ἐπωνυμίᾳ  τοῦ  Θεοῦ, ἵνα αἰδέσιμοι ὄντες, μᾶλλον  αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς  ἐφέλκωνται,   ἐφελκόμενοι  δὲ,  προσηλῶσι  τῇ  λατρείᾳ,  προσηλοῦντες  δὲ,  εἰς μείζονα  ἄγωσιν  ἀρετὴν,  δι' ἢν πάντα  ἐγένετο  Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Τούτῳ δὴ καὶ ἡμεῖς ὦμεν, παρακαλῶ, προσηλωμένοι,  ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛΕʹ ΨΑΛΜΟΝ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

αʹ. Εἰπὼν ἄνω περὶ τῆς εὐεργεσίας τοῦ Θεοῦ τῆς εἰς ἀνθρώπους  γενομένης,  καὶ περὶ τῆς ποσότητος τοῦ ἐλέους αὐτοῦ διαλέγεται, οὐ μετρῶν οὐδὲ γὰρ δυνατὸν, ἀλλὰ τῷ ἀπείρῳ  τὸ  μέγεθος  αὐτοῦ  παραστῆσαι βουλόμενος,  καὶ  παρακαλεῖ  πρὸς  δοξολογίαν ἅπαντας,   καλῶν   καὶ  λέγων·   Ἐξομολογεῖσθε   τῷ   Κυρίῳ·  τουτέστιν,   εὐχαριστεῖτε,
 εὐφημεῖτε αὐτόν. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί δέ ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ ποτὲ μὲν, φησὶν, εὐεργετεῖ, ποτὲ δὲ ἀφίσταται, οὐδὲ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ παύεται, ὅπερ ἐπ' ἀνθρώπων   συμβαίνει,  καὶ  πάθει  κωλυομένων,  καὶ  εὐτελείᾳ   διακοπτομένων,   καὶ θεραπείᾳ ἐμποδιζομένων,  καὶ περιστάσει πραγμάτων  οὐ συγχωρουμένων·  ἀλλ' ὁ Θεὸς οὐ τοιοῦτος, ἀλλὰ διηνεκῶς  ἐλεεῖ, καὶ οὐδέποτε παύεται τοῦτο ποιῶν,  κἂν διαφόρως καὶ ποικίλως  ἐπιτελῇ. Ἀεὶ οὖν ἐλεεῖ, καὶ οὐδέποτε ἵσταται τοὺς ἀνθρώπους εὐεργετῶν. Εἶτα εἰπὼν, ὅτι ἐλεεῖ διαπαντὸς, δείκνυσι καὶ τὰ δείγματα τοῦ ἐλέους, καὶ τοῦ διαπαντὸς μένειν αὐτοῦ τὸν ἔλεον, ἐκ τῶν ὁρωμένων  ποιούμενος τὴν ἀπόδειξιν· καὶ ἐπειδὴ πρὸς εὐσέβειαν  αὐτοὺς   ἐχειραγώγει,   ὅρα  πῶς   πάλιν   πρὸς  τοὺς  τῶν   Ἑλλήνων   θεοὺς ἀποτείνεται,  πάλιν  τῇ  αὐτῇ  συγκαταβάσει  κεχρημένος.  Τί γάρ φησιν;  Ἐξομολογεῖσθε τῷ Θεῷ θεῶν, καθ' ἕκαστον ἐπιλέγων, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ, Τῷ Κυρίῳ τῶν κυρίων. Ἐν μὲν οὖν τῷ προτέρῳ ψαλμῷ ἔλεγεν, ὅτι παρὰ πάντας τοὺς θεούς ἐστιν· ἐνταῦθα δὲ ἔτι πλέον, ὅτι καὶ Κύριος αὐτῶν καὶ ∆εσπότης αὐτῶν ἐστιν, ἄν τε   τῶν   εἰδώλων    λέγῃς,   ἄν   τε   τῶν   δαιμόνων.    Εἰ  γὰρ   καὶ   ἠτιμωμένοι,    καὶ προσκεκρουκότες οἱ δαίμονες, ἀλλὰ δοῦλοι καὶ ὑποκύπτοντες. ∆ιὰ τοῦτο οὖν ἐξομολογεῖσθε,  φησὶν,  ὅτι  Θεὸν ἔχετε  πάντων  ἀνώτερον,  οὗ ὅμοιος οὐδεὶς, πάντων∆εσπότην, πάντων  Κύριον. Καίτοι τῶν  εὐαρεστούντων  καλεῖται  Θεὸς, ὡς ὅταν  λέγῃ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Πῶς οὖν ἐνταῦθα τῶν δαιμόνων φησίν; Ἀλλ' ἑτέρως ἐκεῖνο, καὶ ἑτέρως τοῦτο. Ἐκεῖ μὲν γὰρ ἵνα τὴν οἰκείωσιν παραστήσῃ,  καὶ  τὴν  πολλὴν   πρὸς  αὐτοὺς  ἀγάπην·  ἐνταῦθα  δὲ,  ἵνα  τὴν  ὑπεροχὴν γνωρίσῃ. Τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπειδὴ ἀπεφήνατο,  ὅτι Κύριός ἐστι τῶν θεῶν, καὶ ∆εσπότης, τῇ ἀποφάσει παρέχει λοιπὸν τὴν ἀπόδειξιν,   καὶ   κατασκευάζει   τὸ   εἰρημένον,    ἀπὸ   τῆς   δυνάμεως    αὐτὸν   πάλιν ἀνακηρύττων.  Καὶ οὐκ εἶπε, Τῷ ποιήσαντι, ἀλλὰ, Τῷ ποιοῦντι, δεικνὺς αὐτὸν διηνεκῶς εὐεργετοῦντα, καὶ θαυματοποιοῦντα,  καὶ παράδοξα ἐργαζόμενον. Καὶ δύο ταῦτα αὐτοῦ τίθησιν ἐξαίρετα, ὅτι τε ποιεῖ, καὶ ὅτι μόνος ποιεῖ· μᾶλλον δὲ καὶ τρία, καὶ τέσσαρα· καὶ γὰρ ὅτι ποιεῖ, καὶ ὅτι θαύματα, καὶ μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ Παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν  εἴρηται τῶν δαιμόνων.  Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα, ἴδωμεν, τὰ μεγάλα, ἃ μόνος ποιεῖ. Καίτοι γε ἀρχόμενος οὐ περὶ δυνάμεως διελέχθη ἡμῖν, ἀλλὰ περὶ φιλανθρωπίας καὶ ἀγαθότητος. Ἐξομολογεῖσθε γὰρ, φησὶ, τῷ Κυρίῳ, ὅτι ἀγαθός. Πῶς οὖν εἰς τὸν περὶ δυνάμεως  ἐμπίπτει  λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τίνα δέ ἐστι τὰ θαύματα δεικνὺς,  ἐπάγει  λέγων·  Τῷ ποιήσαντι  τοὺς οὐρανοὺς ἐν συνέσει, τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων.  Ἕτερος, Τῷ πιλήσαντι  τὴν γῆν παρ' ὕδασι, τῷ ποιήσαντι  φῶτα  μεγάλα  μόνῳ,  τὸν ἥλιον  εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν  σελήνην  καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ταῦτα εἰ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν ἐμφαίνει, ἀλλ' ὅμως καὶ πολλὴν τὴν φιλανθρωπίαν δείκνυσι. Τὸ μὲν γὰρ οὕτω μεγάλα γενέσθαι, καὶ καλὰ καὶ διαρκῆ, τὴν ἰσχὺν ἀνακηρύττει,  καὶ τὴν σοφίαν· τὸ δὲ δι' ἡμᾶς αὐτὰ γενέσθαι, καὶ τὴν χρείαν τὴν ἡμετέραν, τὴν φιλανθρωπίαν καὶ τὴν ἀγαθότητα τὴν διηνεκῆ.  Ὁρᾷς πῶς  εἰς τὸν  αἰῶνα  τὸ ἔλεος αὐτοῦ; Οὐ γὰρ πρὸς δέκα καὶ εἴκοσι ἔτη πεποίηκεν αὐτὰ, οὐδὲ πρὸς ἑκατὸν, καὶ διακόσια, καὶ χίλια, ἀλλὰ παρὰ πᾶσαν τὴν ζωὴν ἡμῶν  ἐξέτεινεν  αὐτά. ∆ιὸ καὶ τοῦτο  δηλῶν,  ἐν  ἑκάστῳ στίχῳ  ἐπιλέγει,  Ὅτι εἰς τὸν αἰῶνα  τὸ ἔλεος  αὐτοῦ. Καὶ τὸ δὴ ἐκπλῆττον,  ὅτι ἐποίησε μὲν, καὶ ἔδωκεν  ἐξ ἀρχῆς γενόμενα·  ἐπειδὴ  δὲ  παρέβη    ἄνθρωπος,  οὐδὲ  οὕτως  αὐτὸν  ἐξέβαλεν·  ἀλλὰ  ἅπερ ἔδωκεν οὐχ ἁμαρτόντι, τούτοις . ἀφῆκε καὶ μετὰ τὴν ἁμαρτίαν ἐνδιαιτᾶσθαι, καὶ  οὐκ ἐκώλυσεν αὐτῶν τὴν χρῆσιν μετὰ τὴν ἁμαρτίαν ἐκείνην. Καὶ οὐκ ἐποίησεν οὐρανὸν ἕνα μόνον, ἀλλὰ καὶ ἕτερον, ἐκ προοιμίων δεικνὺς, ὅτι οὐκ ἐναφίησιν ἡμᾶς τῇ γῇ, ἀλλ' ἐκεῖ μεταστήσει. Εἰ γὰρ μὴ ἔμελλεν ἐκεῖ μεθιστᾷν, τίνος ἕνεκεν καὶ οὐρανὸς παρήγετο; Οὐ γὰρ δὴ αὐτῷ χρήσιμον τοῦτο τὸ στοιχεῖον· οὐδενὸς γὰρ δεῖται· ἀλλὰ τοὺς ἀπὸ γῆς ἐκεῖ μεθιστᾷν βουλόμενος, παρεσκεύασε τὰ οἰκήματα.

βʹ. ∆ιὸ καὶ ὁ Προφήτης ταῦτα εἰδὼς, ἐφ' ἑκάστῳ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐπιλέγει,  ἐκπληττόμενος  αὐτοῦ τὴν φιλανθρωπίαν. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ὅρα πάλιν κἀνταῦθα τὴν φιλανθρωπίαν. Ἐπειδὴ γὰρ ἐγενόμεθα θνητοὶ, καὶ ἐν πολλαῖς  χρείαις κατέστημεν, οὐδὲ οὕτως ἐγκατέλιπεν,  ἀλλὰ καὶ ἐνταῦθα κατάλληλον ἡμῖν  καταγώγιον  δέδωκε  τὸν  μεταξὺ  χρόνον,  καὶ τοσούτων  τὴν  γῆν  δειγμάτων  τῆς αὐτοῦ   φιλανθρωπίας  ἐνέπλησεν,   ὡς   μηδὲ  λόγῳ   παραστῆναι   δύνασθαι.     γοῦν προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων  τούτων, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας καὶ εἰπών· Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸν ἥλιον δὲ εἴ τις κατίδοι, καὶ τὴν σελήνην, καὶ τὴν διάταξιν τῶν  καιρῶν, πάλιν  ὄψεται αὐτοῦ τὴν φιλανθρωπίαν ἅπασαν. Οὐ γὰρ μικρὸν ἡμῖν εἰς εὐταξίαν ζωῆς, καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖ τὰ στοιχεῖα, τρέφοντα, καρποὺς πεπαίνοντα,  ὧν  ἄνευ  ζῆσαι οὐκ ἦν, καιροὺς  ἡμῖν  δεικνύντα,  ὥρας  χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς  διαστέλλοντα,  ὁδοιπόρους γῆς καὶ θαλάττης  ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχόμενα.  Εἶδες πῶς εἰς τὸν αἰῶνα  τὸ ἔλεος αὐτοῦ, καὶ πῶς καθ'  ἕκαστον  τῶν  στίχων  τοῦτο  ἐπιλέγει    Προφήτης;  Ἕτερος δὲ  ἑρμηνευτὴς,  Εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἐπικρατεῖν  εἶπε τῆς ἡμέρας. Ἄλλος, Εἰς ἐξουσίαν ἐν νυκτί. Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν· καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν. Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. Συνεχῶς περιστρέφει τὸ θαῦμα τὸ ἐν Αἰγύπτῳ, διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ ἀεὶ τούτων ἀκούοντας ἐπιλανθάνεσθαι. Οὐ μικρὸν δὲ καὶ τὸ ἔλεος σημεῖον· τοῦτο γὰρ ἀπήλλαξεν αἰχμαλωσίας ἐκείνους,  δουλείας,  καὶ τοῖς μετὰ ταῦτα  γέγονε  θεογνωσίας  ὑπόθεσις. Καὶ ἕτερον  δὲ ἐνταῦθα  αἰνίττεται.  Ποῖον δὴ  τοῦτο;  Ὅτι καὶ  μετὰ  τὴν  πληγὴν  ἐκείνην  τῆς  αὐτοῦ δυνάμεως γέγονε τὸ ἀπαλλάξαι αὐτοὺς τῆς δουλείας, κατασείσαντος αὐτοὺς τῷ φόβῳ, καὶ καταποντίσαντος  τῇ θαλάσσῃ. Ταῦτα δὲ λέγει, ἵνα μή τις τῶν ἀνοητοτέρων  νομίσῃ, ὅτι κελεύων αὐτοῖς τὸ χρυσίον λαβεῖν, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ, δι' ἀσθένειαν ἐκέλευε. Καὶ γὰρ καὶ τοῦτο ἐποίησε πανταχόθεν  βουλόμενος  εἶναι φοβερὸς τοῖς πολεμίοις, καὶ δεῖξαι  ὅτι  καὶ  δυνάμει  καὶ  μετὰ  αὐθεντίας  ἅπαντα  δύναται  ἐργάζεσθαι, καὶ  ἀπατᾷν αὐτοὺς, καὶ παρακρούεσθαι. Ἅ τε γὰρ φανερῶς ἐποίησεν, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος ἀπατῆσαι· ἅ τε ἀπατήσας, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος φανερῶς λαβεῖν, ἀλλ'  ἐν ἑκατέρῳ τῷ μέρει τὴν ἰσχὺν τὴν ἑαυτοῦ δεικνύς.  Ὅτι γὰρ καὶ τοῦτο μέγαν φόβον ἐνέθηκε . τοῖς ἀλλοφύλοις, ἄκουσον τί φασι μετὰ ταῦτα οἱ μάντεις οἱ Ἀζωτίων· Οὗτος ὁ Θεὸς ὁ σκληρὸς, ὃς ἐπάταξε τὴν Αἴγυπτον, καὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξήγαγεν αὐτούς. Ὁρᾷς αὐτοὺς καὶ διὰ τοῦτο τρέμοντας αὐτὸν, διὰ τὴν κλοπὴν, διὰ τὴν ἀπάτην, διὰ τὸ ἀποχρήσασθαι αὐτούς; Τῷ καταδιελόντι  τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἕτερος, Εἰς τομάς. Ἄλλος, Εἰς τμήματα. Τινὲς γάρ φασιν, ὅτι οὐ μία γέγονεν ἡ ὁδὸς, ἀλλὰ καθ' ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις. Ἀλλὰ ταῦτα πάντα εἰ καὶ πολλὴν τὴν ἰσχὺν ἐπεδείκνυτο, καὶ φοβερὸν αὐτὸν ἀπέφαινε καὶ μέγαν, ἀλλ' οὖν πολλὴν καὶ τὴν φιλανθρωπίαν εἶχεν, οὐχὶ τοῖς ἀπολαύουσι μόνον, ἀλλ', εἰ προσέχειν ἐβούλοντο, καὶ τοῖς ἐναντίοις.  Οὐ γὰρ ἁπλῶς κατεπόντισεν  αὐτοὺς, ἀλλὰ μετὰ τοσαύτην θαυματουργίαν  βουλομένους  κατατολμῆσαι  τῶν ὑδάτων· ἔδει δὲ αὐτοὺς, εἰ καὶ πάντων ἦσαν ἀναισθητότεροι, τά τε πρότερα ἐννοήσαντας, τά τε παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν,  ἐκπλαγῆναι  αὐτοῦ τὴν ἰσχὺν, καὶ προσκυνῆσαι, καὶ παύσασθαι τῆς  ἀκαίρου  φιλονεικίας.   Οἱ δὲ  τὴν  κτίσιν  ἅπασαν  ὁρῶντες  πρὸς  τὸ  δοκοῦν  αὐτῷ μεταστοιχειουμένην, καὶ πολεμοῦσαν αὐτοῖς, οὐδὲ οὕτως ἔληξαν τῆς μανίας, ἀλλὰ καὶ τὸ παράδοξον  ἐκεῖνο  θαῦμα βλέποντες,  κατετόλμησαν  τῆς ξένης  ἐκείνης  καὶ καινῆς ὁδοιπορίας. ∆ιὸ καὶ τάφος αὐτοῖς τὸ πέλαγος γίνεται· οὐδὲ γὰρ φύσεως ἦν ἔργον, ἀλλὰ θεηλάτου  πληγῆς  τὸ  γενόμενον· διὰ  δὴ  τοῦτο  ἐν  βραχείᾳ  καιροῦ  ῥοπῇ  τὰ  ἐναντία εἰργάζετο· καὶ οὐ καθ' ἓν ἐτέμνετο μέρος, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπασῶν. Καθ' ἕκαστον δὲ τῶν σημείων ἐλέους μνημονεύει, ὅτι τοῦτο μάλιστα ἦν τῷ Θεῷ περισπούδαστον, ἐπειδὴ διὰ τῶν στοιχείων ἐγίνετο τὸ θαύματα, μὴ φυσικῆς τινος ἀκολουθίας εἶναι νομισθῇ τὰ γινόμενα,  ἀλλὰ τῆς ἄνωθεν  ῥοπῆς παραδοξοποιούσης τὰ θαύματα. Ὃ δὴ καὶ ἐπὶ τῆς θαλάττης συνέβαινε, καὶ δῆλον ἐγίνετο, οὐκ ἐκ τοῦ συμβῆναι τότε, ἀλλ' ἐκ τοῦ μετ' ἐκεῖνο μηκέτι γενέσθαι· πάλιν  δὲ τὰ φυσικῶς γινόμενα,  συνεχῆ καὶ πυκνὰ, καὶ κατὰ καιρὸν ἐπιτελεῖσθαι πέφυκε. Καὶ διαγαγόντι  τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

γʹ. Ὁρᾷς πῶς  δικαίως  καθ' ἕκαστον στίχον  λέγει  τὸ, Εἰς τὸν  αἰῶνα  τὸ ἔλεος αὐτοῦ; Ταῦτα γὰρ ἅπαντα  τὴν  διηνεκῆ  κηδεμονίαν  ἐδείκνυ.  Εἰ γὰρ καὶ τὰ γενόμενα τέλος  εἶχεν,  ἀλλ'  αἱ  μνῆμαι  αὐτῶν  τοῖς  μετὰ  ταῦτα  πολλὴν  θεογνωσίας  παρεῖχον ὑπόθεσιν. Καὶ γὰρ τῇ μνήμῃ εἰς ἐγγόνους παραπεμπόμενα ἐχειραγώγει πρὸς φιλοσοφίαν πολλήν.  Ἄλλως  δὲ οὐκ ἐκεῖνα ἐπράχθη μόνον, καὶ ἐπαύσατο ἡ τοῦ Θεοῦ κηδεμονία, οὐδὲ  μέχρι  τῶν  Αἰγυπτιακῶν  ἔστη τὰ  τῆς  φιλανθρωπίας,  ἀλλ' ἕκαστος  καιρὸς  καὶ χρόνος ἅπας ἔχει παρατεινόμενα  τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὰ δείγματα. Ὑπὲρ ὧν καὶ αὐτὸς ἐκπληττόμενος,  συνεχῶς ἐπιλέγει τὸ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ καλῶς  ἐπήγαγε, Τῷ διαγαγόντι  τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ἐπεὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ ἤρκει τὸ τὴν θάλασσαν ὑπονοστῆσαι, καὶ ῥᾳδίαν αὐτοῖς ποιῆσαι τὴν δίοδον· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἂν αὐτοὺς ἐξέπληξε, καὶ ἐφόβησε, καὶ  ἀπεῖρξε  τολμᾷν,  τῷ  παραδόξῳ  πολλὴν  δειλίαν  ἐμποιοῦν·  ἀλλὰ  τῆς  τοῦ  Θεοῦ δυνάμεως ἐγένετο τὸ καὶ μετὰ τὴν ἀναχώρησιν  τῆς θαλάσσης θάρσος αὐτοῖς ἐνθεῖναι, καὶ πεῖσαι διαβῆναι τὴν καινὴν  ἐκείνην  καὶ ξένην ὁδόν. Καὶ γὰρ ἐν ἑκατέρῳ τμήματι κορυφουμένων  τῶν  ὑδάτων,  ὑψηλῆς  τινος  καὶ γενναίας  ἔδει ψυχῆς  αὐτοῖς, ὥστε μὴ δεῖσαι τὴν διάβασιν, μηδὲ ὑποπτεῦσαι, ὅτι κορυφούμενα ἑκατέρωθεν τὰ πελάγη ἐπελεύσεται αὐτοῖς, καὶ καταποντίσει τὸ στρατόπεδον ἅπαν. Καὶ ἐκτινάξαντι  Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Τὴν εὐκολίαν βουλόμενος δεῖξαι τοῦ καταποντισμοῦ, τῇ λέξει ταύτῃ ἐχρήσατο. Σὺ δέ μοι σκόπει, πῶς μετὰ τῆς δυνάμεως καὶ τῆς  ἀγανακτήσεως  καὶ  τὴν  μακροθυμίαν  ἐπεδείξατο,  οὐ  πρότερον  αὐτοὺς  ἀνελὼν, καίτοι  οὕτως  ἀναισχύντως   καὶ  φιλονείκως  διακειμένους,  ἕως  ὅτε  φέροντες  αὐτοὶ ἑαυτοὺς  ἑκόντες  κατεκρήμνισαν.  Οὐδ' εἰκῆ  δὲ  καὶ  τὸ  στρατόπεδον  κολάζεται·  ἀλλ' ἐπειδὴ τῶν ἁμαρτημάτων ἐκοινώνησαν,  καὶ τῆς διώξεως μετέσχον, κοινωνοῦσι καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας.  Τῷ διαγαγόντι  τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο οὐκ ἔλαττον  τοῦ διὰ τῆς θαλάττης  διαγαγεῖν.  Εἰ γὰρ καὶ ξηρὰ ὑπέκειτο  γῆ, δυναμένη  στέγειν  τὸ στρατόπεδον, ἀλλ' ὅμως πολλὰ  ἕτερα ἦν τὰ λυποῦντα.  Καὶ γὰρ ἱκανὰ πάντα  καταναλῶσαι,  καὶ θανάτῳ  παραδοῦναι  χαλεπωτάτῳ, καὶ λιμὸς,  καὶ αὐχμὸς,  καὶ δίψος,  καὶ ἀκτὶς  θερμοτέρα τοῦ  δέοντος  ἐπικειμένη,  καὶ
 θηρίων  πλήθη,  καὶ ἡ τῶν  ἐπιτηδείων  ἁπάντων  ἐρημία. Οἶδας δὲ ὅσων  ὁ ἄνθρωπος δεῖται. Ἀλλ' ὅμως ἁπάντων  ἐκείνων  γυμνωθέντες,  καὶ οὐ στέγην ἔχοντες, οὐ τροφὰς, οὐκ ἐνδύματα ἀρκοῦντα, οὐχ ὑποδήματα, οὐκ ἄλλο τῶν τοιούτων  οὐδὲν, ὡς ἐν μέσαις χορεύοντες  πόλεσιν, οὕτω διὰ τῆς ἐρήμου πάσης ἐκείνης  ἐβάδιζον. Σὺ δέ μοι σκόπει, πόσα παρέδραμε θαύματα τὰ ἐν τῇ ἐρήμῳ γινόμενα, καὶ πόσων ἐτῶν δημαγωγίαν·  καὶ δύο τινῶν  μέμνηται θαυμάτων, τῶν ἐπὶ τῶν βασιλέων ἐκείνων  γεγενημένων. Καὶ γὰρ παρεὶς εἰπεῖν τὴν καινὴν  τράπεζαν ἐκείνην,  τὴν στέγην τὴν παράδοξον, τὴν λαμπάδα τὴν μηδέποτε μὴ φανεῖσαν,  τῶν ἱματίων  τὸ διαρκὲς, τῶν ὑποδημάτων  τὸ ἀνένδοτον, τὰς ἀπὸ τῶν πετρῶν πηγὰς, τὰ ἄλλα τὰ καινὰ καὶ παράδοξα, δι' ὧν ῥᾳδίαν ἐποίει τὴν ὁδοιπορίαν αὐτοῖς, δύο μόνον μέμνηται, πῶς τοὺς βασιλέας τῶν βαρβάρων ἀνεῖλε, καὶ πῶς  τὸ τρόπαιον  ἔστησε, καὶ τὴν  νίκην  αὐτοῖς  ἐχαρίσατο, τὰ λοιπὰ  παραχωρῶν  τῷ ἀκροατῇ μετὰ ἀκριβείας  ἀναλέγειν·  διό φησι· Τῷ πατάξαντι  βασιλεῖς  μεγάλους.  Καὶ ἀποκτείναντι βασιλεῖς  κραταιούς·  τὸν  Σηὼν  βασιλέα  τῶν  Ἀμοῤῥαίων,  καὶ  τὸν  Ὢγ βασιλέα τῆς Βασάν. Καὶ ἐφ' ἑκάστῳ τούτων ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, δεικνὺς ὅτι εἰ καὶ ἀπὸ πολεμίων πολέμιοι διεδέχοντο, ἀλλ' οὐδεὶς αὐτοὺς ἐχειροῦτο. ∆ιὰ τί; Ὅτι διηνεκῶς  τῆς  φιλανθρωπίας αὐ τοῦ  ἀπέλαυον.  Τοῦτο γὰρ αἰνίττεται λέγων   συνεχῶς,  Ὅτι  εἰς  τὸν  αἰῶνα   τὸ  ἔλεος  αὐτοῦ.  Καὶ δόντι  τὴν  γῆν  αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. ∆ιπλᾶ τὰ τῆς εὐεργεσίας, καὶ τὸ κρατῆσαι τῶν  πολεμίων,  καὶ  τὸ γενέσθαι  κυρίους  τῶν  ἐκείνων.  Καὶ γὰρ καὶ  τοῦτο δυνάμεως  πολλῆς  ἦν,  οὐ  τὸ  ἐκβαλεῖν  τοὺς  ἐνοικοῦντας,   ἀλλὰ  καὶ  τὸ  δυνηθῆναι κατασχεῖν  καὶ περιγενέσθαι  τῆς ἀλλοτρίας. Εἶτα πάλιν  σαφέστερον τοῦτο δεικνὺς, ὅτι οὐκ  ἀπ'  ἀξίας  τούτων   γεγόνασι  κύριοι,  ἀλλ'  ἀπὸ  τῆς  ἀγαθότητος   αὐτοῦ  μόνης, ἐπήγαγεν· Ὅτι ἐν τῇ ταπεινώσει  ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος· δηλῶν  ὡς οὐκ ἐν τοῖς κατορθώμασιν,  οὐκ ἐν τῇ εὐπραγίᾳ, ἀλλ'  ἐν τῇ ταπεινώσει  ἡμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἤρκεσεν ἡ συμφορὰ ἐπικάμψαι  αὐτὸν, καὶ τὸ κακῶς πάσχειν ἡμᾶς. Ἐπεὶ καὶ ἐξ ἀρχῆς, ὅτε αὐτοὺς ἀπήλλαττεν  Αἰγύπτου, οὐκ εἶπεν, Ἰδὼν εἶδον τὴν καταβολὴν αὐτῶν τὴν ἐπὶ τὸ βέλτιον· ἀλλ', Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἵνα μὴ κατὰ μικρὸν καταλέγῃ τοὺς πολέμους, τὰς ἐφόδους, τὰς νίκας, τὰ τρόπαια, πάλιν ἑνὶ ῥήματι κατορθωμάτων ὁρμαθὸν παραδραμὼν, καὶ τὰ μερικὰ ἀφεὶς τὰ εἰς Ἰουδαίους γινόμενα, ἐπὶ τὴν καθολικὴν  αὐτοῦ πρόνοιαν  ἔρχεται  λέγων·  Ὁ διδοὺς  τροφὴν  πάσῃ σαρκί. Ἄλλος,  Ὃς δίδωσιν  ἄρτον. Ἄλλος, ∆ιδοὺς ἄρτον. Οὐκ ἄρα γῆς, οὐδὲ ὑδάτων, οὐδὲ ἀέρων, οὐδὲ ἀκτῖνος, οὐδὲ ἄλλου τινός εἰσι τῶν καρπῶν αἱ γοναὶ, ἀλλ' αὐτοῦ τὸ πᾶν. Καὶ ὅρα κἀνταῦθα οὐ τὴν δύναμιν μόνον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ὅπερ γὰρ ὁ Χριστός φησιν, Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· τοῦτο καὶ οὗτος ἐνταῦθα ᾐνίξατο, εἰπών· Ὁ διδοὺς τροφὴν  πάσῃ σαρκί· τουτέστιν, οὐχὶ τοῖς δικαίοις, οὐδὲ τοῖς κατορθοῦσι μόνον, ἀλλὰ καὶ ἁμαρτωλοῖς  καὶ ἀσεβέσι, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων  φύσει· ὃ καὶ μάλιστα αὐτοῦ τὴν δεσποτείαν ἀνακηρύττει.  Εἶδες ὅτι διὰ τοῦτο μάλιστα ὁ ψαλμὸς σύγκειται, ὥστε πρὸς θεογνωσίαν χειραγωγῆσαι; ∆ιὰ δὴ τοῦτο καὶ ἀρχόμενος ἀπὸ τῶν καθόλου ἤρξατο, καὶ τελευτῶν  εἰς ταῦτα κατέληξεν· ἀνωτέρω μὲν εἰπὼν ἥλιον καὶ σελήνην, καὶ ἀστραπὰς καὶ ὑετοὺς, ἅπερ οὐκ ἐν μέρει γίνεται τῆς οἰκουμένης·  ἐν  δὲ  τῷ  τέλει  εἰς  τὴν  κοινὴν  ἁπάντων  καταλήξας  τροφήν.  Εἶτα ἀπὸ τούτων  κατασκευάσας τὴν καθόλου πρόνοιαν,  ἐπήγαγεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τούτων κἀκεῖνο δῆλον, ὅτι καὶ τῶν ἄνω καὶ τῶν κάτω πάντων  αὐτός ἐστι ∆εσπότης, καὶ πανταχοῦ  τὰ τῆς προνοίας αὐτοῦ καὶ   τῆς   κηδεμονίας   ἐκτέταται.   Ὑπὲρ   ἁπάντων    τοίνυν    αὐτῷ   τὴν   εὐχαριστίαν ἀναφέρωμεν,  τῶν κοινῶν,  τῶν ἰδικῶν, ὑπὲρ τῆς ἀγαθότητος, ὑπὲρ τῆς φιλανθρωπίας, ὑπὲρ τῆς δυνάμεως, ὑπὲρ τῆς κηδεμονίας, καὶ διηνεκῶς  τοῦτο ποιοῦντες  διατελῶμεν, καθὼς καὶ ὁ Ψαλμῳδός φησιν, Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τοῦτο μάλιστα ἡμῖν ἵλεων  αὐτὸν καθίστησι,  καὶ  τῆς  εὐνοίας  ἀπολαῦσαι  ποιεῖ  τῆς  ἐκείνου·  ἧς  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟΝ ΡΛ ʹ ΨΑΛΜΟΝ. Ὑπὲρ τῶν  ποταμῶν  Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.

αʹ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως, πολὺς ὁ ἔρως τῆς ἐπανόδου. Ἕως μὲν γὰρ εἶχον  τὰ ἀγαθὰ ἐν χερσὶν, ἀκκιζόμενοι  καὶ ὑβρίζοντες  διετέλουν·  ἐπειδὴ  δὲ ἐξεβλήθησαν αὐτῶν,  τότε λοιπὸν  ἐν ἐπιθυμίᾳ  κατέστησαν. ∆ιὰ γὰρ τοῦτο αὐτοὺς καὶ ἐξέβαλεν, ἵνα αὐτοὺς εἰς πόθον ἀναγάγῃ  μείζονα. Καὶ τοῦτο πολλαχοῦ  ποιεῖν  ὁ Θεὸς εἴωθεν. Ὅταν γὰρ ἐντρυφῶντες αὐτοῦ τοῖς ἀγαθοῖς μὴ αἰσθανώμεθα, ἐν ἐρημίᾳ αὐτῶν ἡμᾶς  καθίστησιν,  ὥστε τῇ  στερήσει σωφρονισθέντας  ζητῆσαι πάλιν  τὴν  ἀπόλαυσιν. Τίνος  δὲ  ἕνεκεν  παρὰ  τοὺς  ποταμοὺς  ἐκάθηντο;  Ἅτε  αἰχμάλωτοι   ὄντες,  καὶ  ἀπὸ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερος, Κιθάρας ἡμῶν. Ἄλλος, Λύρας. Καὶ τίνος ἕνεκεν  τὰ  ὄργανα  ἐπήγοντο   εἰς  αἰχμαλωσίαν   ἀπιόντες,  καὶ  οὐ  μέλλοντες   αὐτοῖς χρῆσθαι; Ὠκονόμητο καὶ τοῦτο ὑπὸ Θεοῦ, ὥστε καὶ ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπομνήματα τῆς πολιτείας  τῆς προτέρας, καὶ μᾶλλον  αὐτοὺς δάκνεσθαι  ὁρῶντας  τὰ σύμβολα τῆς θρησκείας  ἐκείνης.  Ὅτι  ἐκεῖ  ἐπηρώτησαν  ἡμᾶς  οἱ  αἰχμαλωτεύσαντες  ἡμᾶς  λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες  ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν  Σιών. Οὐ μικρὰ καὶ ἐντεῦθεν  ἐκέρδαινον  ἐν τῷ  τοὺς βαρβάρους ἐπικεῖσθαι,  καὶ τῶν  ᾀσμάτων  ἐπιθυμεῖν ἀκούειν τῶν παρ' αὐτῶν. Ὅρα δὲ κἀντεῦθεν  πόσην ἀπὸ τῆς αἰχμαλωσίας ἐδέξαντο τὴν διόρθωσιν. Οἱ γὰρ ἐξορχησάμενοι, καὶ τῆς οἰκείας ἀποσκιρτήσαντες λατρείας, καὶ παντὶ τρόπῳ τὰ νόμιμα καταπατήσαντες, τοσαύτῃ ἀκριβείᾳ κέχρηνται  ἐπὶ τῆς ἀλλοτρίας, ὡς καὶ τῶν  βαρβάρων ἐπικειμένων,  καὶ ἀπειλούντων, καὶ πανταχόθεν  περιστοιχιζόντων αὐτοὺς, καὶ ἐπιθυμούντων ἀκοῦσαι, μηδὲ οὕτως χαρίσασθαι αὐτῶν  τῇ ἐπιθυμίᾳ, ἀλλὰ προτιμῆσαι τὸν νόμον, καὶ διατηρῆσαι μετὰ ἀκριβείας. Τὸ δὲ, Οἱ ἀπαγαγόντες,  ἕτερος εἶπεν, Οἱ καταλαζονευόμενοι ἡμῶν, μονονουχὶ  τοῦτο δηλῶν· Οἱ πρὸ τούτου ἐπεμβαίνοντες,  καὶ κατεξανιστάμενοι, οὕτω τῷ χρόνῳ γεγόνασι πρᾶοι καὶ ἐπιεικεῖς καὶ ἥμεροι, ὡς καὶ τῶν ᾠδῶν ἐπιθυμεῖν  ἀκούειν τῶν ἡμετέρων. Ἀλλ' ὅμως οὐκ ἐνέδωκαν οὗτοι.  Εἶδες  πῶς  ἰσχυροὺς    θλίψις   ἐργάζεται;  πῶς  κατανενυγμένους  ποιεῖ;  πῶς συντρίβει  τὴν  διάνοιαν;  Καὶ γὰρ  ἔκλαιον,  καὶ  τὸν  νόμον  διετήρουν,  καὶ  οἱ  τῶν προφητῶν   δακρυόντων   γελῶντες,   καὶ  κωμῳδοῦντες,   καὶ  χλευάζοντες,   οὗτοι  νῦν μηδενὸς  ὑπομιμνήσκοντος  αὐτοὺς πρὸς δάκρυα ἐτρέποντο,  καὶ ἐθρήνουν.  Ἐκ τούτου καὶ  οἱ  πολέμιοι  τὰ  μεγάλα  ἐκέρδαινον.  Καὶ γὰρ  ἑώρων  αὐτοὺς  οὐ  τῇ  αἰχμαλωσίᾳ πιεζομένους, οὐδὲ τὴν δουλείαν θρηνοῦντας, οὐδὲ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν, ἀλλὰ τὸ τῆς οἰκείας ἐκπεσεῖν λατρείας. ∆ιὰ τοῦτο προστίθησιν· Ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.
 Καὶ γὰρ οὐχ ἁπλῶς θρηνοῦσιν, ἀλλ' ἔργον τοῦτο ποιοῦνται.  ∆ιὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγεν, Ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, δηλονότι, διὰ τοῦτο συνηδρεύσαμεν, . ὥστε κινῆσαι θρήνους  καὶ ὀλολυγάς.  Τίνος δὲ ἕνεκεν  οὐκ ἐφεῖτο  ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας; Ὅτι οὐκ ἔδει βέβηλα ὦτα  ἀκούειν  τῶν  ἀποῤῥήτων  ἐκείνων.  Πῶς ᾄσομεν τὴν  ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, Τουτέστιν, οὐκ ἐφεῖται  ἡμῖν ᾄδειν. Εἰ γὰρ καὶ τῆς πατρίδος ἐξεπέσομεν, ἀλλὰ τὸν νόμον μένομεν διατηροῦντες, καὶ τὴν ἀκρίβειαν αὐτοῦ διαφυλάττοντες. Ὥστε κἂν τῶν  σωμάτων  κρατῆτε, τῆς γνώμης  οὐ περιέσεσθε. Εἶδες φιλόσοφον  ψυχὴν  γινομένην   ἀπὸ  τῆς  θλίψεως,  καὶ  ὑψηλοτέραν  τῶν  δεινῶν; Ἐὰν ἐπιλάθωμαί  σου, Ἱερουσαλὴμ, ἐπιλησθείη  ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου. Ὅρα κἀντεῦθεν  πολλὴν  τὴν μεταβολήν. Καὶ γὰρ οἱ καθ' ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι τῆς πόλεως ἐκπεσοῦνται, καὶ οὐ φροντίζοντες,  ἑαυτοῖς ἐπαρῶνται  νῦν, εἰ ἐπιλάθωνται  αὐτῆς. Τί δέ ἐστιν, Ἐπιλησθείη  ἡ δεξιά μου; Ἡ ἰσχύς μου, φησὶν,  ἡ δύναμίς μου ἐπιλάθοιτό μου, καὶ γενοίμην  ἄφωνος  ἀπὸ τοῦ μεγέθους τῶν κακῶν, Ἐὰν μή σου μνησθῶ· ἐὰν μὴ προανατάξωμαι  τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τί ἐστιν, Ἐὰν μὴ προανατάξωμαι  τὴν Ἱερουσαλήμ; Οὐχ ἁπλῶς  σου μνημονεύσω, φησὶν,   ἐν   τοῖς   ἄλλοις,   ἀλλὰ   καὶ   ἐν   τοῖς   ὕμνοις,   καὶ   ἐν   ταῖς   ᾠδαῖς.   Τὸ  δὲ, Προανατάξωμαι,   προανακρούσωμαί   ἐστι·  σφόδρα  ποθούντων   ῥῆμα  φθεγγόμενοι, μᾶλλον δὲ ἐρώντων, καὶ ἐκκαιομένων περὶ αὐτήν. Ἀκούωμεν πάντες ταῦτα, καὶ παιδευώμεθα.  Καθάπερ γὰρ οὗτοι  ἐκπεσόντες,  τότε  ζητοῦσιν  αὐτήν·  οὕτω  καὶ ἡμῶν πολλοὶ  τοῦτο  πείσονται  ἐν ἐκείνῃ  τῇ ἡμέρᾳ τῆς ἄνω  Ἱερουσαλὴμ ἐκπίπτοντες.  Ἀλλ' οὗτοι  μὲν  ἐκπεσόντες  ἐλπίδας  ἔσχον  ἐπανόδου,  ἡμᾶς  δὲ ἐκπεσόντας  οὐκ  ἔνι  πάλιν ἐπανελθεῖν.     γὰρ  σκώληξ  αὐτῶν   οὐ  τελευτήσει,   φησὶ,  καὶ  τὸ  πῦρ  αὐτῶν   οὐ σβεσθήσεται. ∆ιὸ δὴ ἀκριβέστερον δεῖ τοῖς καθ' ἡμᾶς αὐτοὺς προσέχειν, καὶ τὸν παρόντα βίον οὕτως οἰκονομεῖν,  ὥστε μὴ γενέσθαι αἰχμαλώτους  μηδὲ ἀλλοτρίους, μηδὲ ξένους τῆς μητροπόλεως  ἐκείνης. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν  λεγόντων,  Ἐκκενοῦτε,  ἐκκενοῦτε  ἕως  τῶν  θεμελίων  αὐτῆς.  Ἕτερος, Τοῖς υἱοῖς Ἐδώμ. Καὶ τοῦτο  τὸ ῥῆμα ἐκκαιομένων  περὶ τὴν  πόλιν.  Ὃ δὲ λέγουσι, τοῦτό  ἐστιν· Ἀπαίτησον δίκην τοὺς οὐ βουληθέντας στῆναι μέχρι τῆς ἁλώσεως, μηδὲ κορεσθέντας τῇ κατασκαφῇ, ἀλλ' ἐφισταμένους καὶ λέγοντας· Κατασκάπτετε ἕως ἂν ᾖ θεμέλιος ἐν αὐτῇ. Ἐπεθύμουν γὰρ μηδὲ τὰ βάθρα αὐτὰ μεῖναι τῆς πόλεως, ἀλλὰ καὶ τοὺς θεμελίους αὐτῆς ἀνασπασθῆναι. βʹ. Οὗτοι δὲ ἦσαν Ἀράβιοι, οἱ συνεπιθέμενοι  τοῖς Ἰουδαίοις  τότε μετὰ τῶν Βαβυλωνίων, ὧν καὶ συνεχῶς μέμνηται ὁ προφήτης, καὶ σφόδρα αὐτῶν κατηγορεῖ, ὅτι καὶ δικαίας συγγενείας  ἔχοντες  πρὸς αὐτοὺς, τῶν  πολεμίων  ἐγένοντο  πικρότεροι. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.  Ἕτερος, Ἡ προνενομευμένη.  Ἕτερος, Ἡ διαρπασθησομένη. Ἐνταῦθαδεικνὺς  τοῦ Θεοῦ τὴν ἰσχὺν, οὐκ ἐν τῇ τῶν κακῶν  ἀπαλλαγῇ,   ἀλλὰ   καὶ   ἐν   τῇ   τῶν   πολεμησάντων   ἐπιβουλῇ,   προλέγει   τὰ συμβησόμενα τῇ Βαβυλῶνι κακὰ ὁ προφήτης,  καὶ ἀθλίαν  αὐτὴν  ἀπὸ τῶν καταληψομένων κακῶν  καλεῖ, κἀν τούτῳ  παιδεύων  τοὺς Ἰουδαίους, καὶ δεικνὺς  τοῦ Θεοῦ τὴν  ἰσχὺν  πανταχοῦ  τῆς  γῆς  ἐκτεταμένην.  Μακάριος ὃς  ἀνταποδώσει  σοι τὸ ἀνταπόδομά  σου, ὃ  ἀνταπέδωκας  ἡμῖν.  Ἄλλος,  Ὃ προεποίησας  ἡμῖν.  Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταῦτα εἰ καὶ πολλοῦ γέμει θυμοῦ καὶ πολλῆς  κολάσεως καὶ τιμωρίας, ὅμως τοῦ πάθους τῶν αἰχμαλωτισθέντων ἐστι τὰ ῥήματα, πολλὴν  ἀπαιτούντων τὴν τιμωρίαν,  καὶ ξένην  τινὰ  καὶ παράδοξον κόλασιν. Πολλὰ γὰρ οἱ προφῆται  οὐκ οἴκοθεν  φθέγγονται,  ἀλλὰ τὰ ἑτέρων  πάθη διηγούμενοι, καὶ εἰς μέσον φέροντες.  Ἂν  μὲν γὰρ τὴν  αὐτοῦ γνώμην  ζητῇς, ἀκούσῃ λέγοντος,  Εἰ
 ἀνταπέδωκα  τοῖς ἀνταποδιδοῦσί  μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων  δεδομένην  αὐτῷ συμμετρίαν ὑπερβαίνοντος.  Ὅταν δὲ τὰ ἑτέρων διηγῆται  πάθη, τὸν θυμὸν ὑπογράφει, τὴν ὀδύνην· ὃ δὴ καὶ νῦν πεποίηκε, τὴν ἐπιθυμίαν τὴν τῶν Ἰουδαίων εἰς μέσον ἄγων, οἳ καὶ μέχρι τῆς ἀώρου ἡλικίας τὴν ὀργὴν ἐξέτεινον. Ἀλλ' οὐ τὰ τῆς Καινῆς τοιαῦτα· ἀλλὰ καὶ ποτίζειν  καὶ τρέφειν  τοὺς ἐχθροὺς κελευόμεθα, εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. Τοῦτο δὲ ποιοῦμεν διὰ τὴν ὡρισμένην νομοθεσίαν. Ποίαν δὲ ταύτην; Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη  ὑμῶν, φησὶ, πλέον  τῶν  γραμματέων  καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πολλὴν τοίνυν  ἐπιδειξώμεθα  τὴν σπουδὴν καὶ μετὰ περιουσίας ἅπασαν φυλάξωμεν,  ἅτε λοιπὸν ὡς ἐν οὐρανῷ πολιτευόμενοι  ἐπὶ γῆς,  καὶ  μετὰ  ἀγγέλων   χορεύοντες.  Οὕτω  γὰρ  καὶ  τῶν  μελλόντων  ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |