Τρίτη 4 Οκτωβρίου 2016
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ
φοβούμενοι τὸν Κύριον.
αʹ. Ὅρα αὐτὸν ἐντεῦθεν ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ
τοῦτο αὐτοὺς ἐμακάρισεν, ὅτι οὐ καταισχύνονται, τοῦ τὸν Θεὸν ἔχειν βοηθὸν,
καὶ μεθ' ἑαυτῶν· οὕτω
καὶ ἐνταῦθα ἐντεῦθεν
προοιμιάζεται, λέγων· Μακάριοι
πάντες οἱ φοβούμενοι τὸν Κύριον. Καὶ πάλιν καθολικὸν
ποιεῖται τὸν λόγον, ἀπ' ἐκείνων
λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες· κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης,
κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων κωλύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός
φησι. Τὸν μὲν γὰρ ἄλλον τὸν ψευδῆ καὶ
πεπλασμένον, καὶ ὃν πολλοὶ ζηλοῦσι, πολλὰ συνελθόντα μόλις ποιεῖ· κἂν μὴ πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό τις μακάριος παρ' ἀνθρώποις·
οἷόν τι λέγω· ἐάν τις ᾖ πλούσιος,
οὐκ ἀρκεῖ τοῦτο
αὐτῷ πρὸς μακαρισμὸν, ἀλλὰ δεῖ καὶ
ὑγίειαν προσεῖναι.
Κἂν γὰρ πλούσιος μὲν ᾖ,
τὸ σῶμα δὲ πεπηρωμένος, χωλεύει τὰ τῆς μακαριότητος αὐτῷ,
καὶ τῶν πενομένων
ἐστὶν ἀθλιώτερος. Πολλοὶ γοῦν πλουτοῦντες, καὶ νόσῳ παλαίοντες, τοὺς διὰ τῶν στενωπῶν χωροῦντας πένητας μακαρίζουσι,
καὶ ἀθλίους ἑαυτοὺς εἶναι νομίζουσι μετὰ τῶν μυρίων ταλάντων. Πάλιν ἂν ὑγιαίνῃ μὲν τὸ σῶμα, καὶ πλούσιος ᾖ,
δόξης δὲ μὴ ἀπολαύῃ, ἕτερον κώλυμα πάλιν. Καὶ γάρ εἰσί τινες χρήματα μὲν κεκτημένοι πολλὰ, καὶ τὸ σῶμα ἀσινὲς ἔχοντες, τὰ δὲ ἀνήκεστα
πάσχοντες ὑπὸ τῶν εἰς στρατείαν τελούντων, καὶ δυναστείαν περιβεβλημένων. Τῷ γὰρ μηδεμιᾶς μετέχειν
τιμῆς καὶ ἀθλιωτέρους πάντων
ἑαυτοὺς εἶναι νομίζουσιν, ὑποκύπτοντες, ὧν πολλάκις
δούλους ἔχουσιν εὐπορωτέρους. Πάλιν
ἂν δόξα μὲν ᾖ, καὶ πλοῦτος, καὶ ὑγίεια σώματος, ἀσφάλεια δὲ μὴ παρῇ, ἐπιβουλευόντων
μυρίων, φθονούντων, βασκαινόντων, μισούντων,
κατηγορούντων, συκοφαντούντων, πάντων ἀθλιώτερος
ἔσται, λαγωοῦ βίον ζῶν ὁ τοιοῦτος, καὶ τὰς σκιὰς ὑποπτεύων, καὶ πάντας τρέμων καὶ δεδοικώς. Ἂν δὲ καὶ τούτων ἀπαλλαγῇ,
φιλῆται δὲ παρὰ πάντων, καὶ κατὰ ῥοῦν
αὐτῷ φέρηται πάντα, καὶ δόξα, καὶ πλοῦτος, καὶ ἀσφάλεια, καὶ τιμὴ ὅπερ ἀμήχανον συνδραμεῖν, ἀλλ' ὅμως κείσθω τῷ λόγῳ, κἂν ἅπαντα
τοίνυν ταῦτα ἐπιῤῥέῃ, καὶ μηδὲν ᾖ τὸ
διακόπτον, ἀλλὰ καὶ εὔνοια δήμου, καὶ δόξης
μέγεθος, καὶ χρημάτων περιουσία, .366 καὶ
σώματος ὑγίεια, καὶ ἀσφάλεια πᾶσα, καὶ
τὸ ἀχείρωτον αὐτῷ συντρέχῃ, μοχθηρὰν
πολλάκις συνοικίσας ἑαυτῷ
γυναῖκα, καὶ διεστραμμένην, ἀθλιώτερος πάντων τῶν οὐδὲν ἐκείνων
ἐχόντων γίνεται. Ἐὰν δὲ καὶ αὐτὴ χρηστή τις ᾖ, καὶ κατὰ νοῦν αὐτῷ καὶ κατὰ γνώμην
συμβαίνῃ, παιδία κτησάμενον φαῦλα ἀθλιώτερον πάντων εἶναι ἀνάγκη τὸν τοιοῦτον· ἢ μηδ' ὅλως κτησάμενον θρηνεῖν
καὶ ὀδύρεσθαι.
Καὶ
ὅπουπερ ἂν ἴδῃ τις τῶν ἀνθρώπων, πολλοὺς ὄψεται τοὺς κρημνούς. Καὶ τί δεῖ τἄλλα
λέγειν; Πολλάκις οἰκέτης μοχθηρὸς πάντα ἀνέτρεψε καὶ συνέχεε, καὶ οὐδὲν οὕτω
σφαλερὸν, ὡς τὸ ἐν ἀνθρώποις κομᾷν. Ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ
τῶν κυμάτων ἀπηλλαγμένος,
ἐν γαλήνῃ κάθηται καὶ λιμένι,
τὴν ὄντως δρεπόμενος μακαριότητα. ∆ιὰ δὴ τοῦτο πάντα ἐκεῖνα
παραδραμὼν ὁ προφήτης τοῦτον
μακαρίζει μόνον. Ἐκεῖνος μὲν γὰρ
ὁ μακαρισμὸς, ἂν μὴ πάντα συνδράμῃ, οὐκ ἄν ποτε
σταίη· μᾶλλον δὲ καὶ ὅταν συνδράμῃ, τότε σαλεύεται
παρ' αὐτῶν ἐκείνων τῶν
τικτόντων αὐτόν. Καὶ γὰρ πλοῦτος ἀπώλεσε, καὶ γυνὴ πολλάκις εὔμορφος κατέλυσε, καὶ οἰκετῶν γένος προέδωκε,
καὶ παῖδες γενόμενοι πατραλοῖαι κατέστησαν·
καὶ ὅπερ ἔφθην εἰπὼν, πολλὰ πανταχόθεν ἔχει
τὰ σφαλερά. Ἐνταῦθα δὲ κἂν πάντα συῤῥέῃ τἀναντία, οὐ μόνον οὐδὲν παραβλάπτει τὸν
μακαρισμὸν τοῦτον, ἀλλὰ καὶ ἰσχυρότερον αὐτὸν καθίστησι καὶ ἀνδρειότερον. Κἂν γὰρ
πενία, κἂν ἀτιμία,
κἂν πήρωσις σώματος
ᾖ, κἂν γυναικὸς μοχθηρία, κἂν παῖδες μοχθηροὶ,
κἂν ὁτιοῦν εἴπῃς,
οὐχ ὑποσκελίζει τοῦτον
τὸν μακαρισμὸν, οὐδὲ παρασαλεύει. Οὐ γὰρ ἐξ ἐκείνων ἔχει τὴν γένεσιν, ἵνα
καὶ ὑπ' ἐκείνων σείηται τῶν παρασυρομένων, ἀλλ' ἄνωθεν τὴν ῥίζαν κέκτηται· διὸ
καὶ ἀχείρωτος μένει. Καὶ εἰ βούλεσθε, ἐπ' αὐτῶν
τῶν πραγμάτων μεταχειρίσωμεν τοῦτον.
Οὐχὶ δοῦλος ἦν Ἰωσήφ; οὐχὶ ξένος;
οὐχὶ ἄπολις; οὐχὶ
βαρβάρων οἰκέτης, πρότερον
μὲν Σαρακηνῶν, ὕστερον δὲ ἀγριωτέρων
τῶν Αἰγυπτίων; οὐχὶ
μοιχὸς ἐνομίζετο; οὐ κατηγορεῖτο; οὐκ ἐσυκοφαντεῖτο; οὐ δεσμωτήριον ᾤκει;
οὐχ ἅλυσιν περιέκειτο;
Καὶ τί τούτων αὐτὸν ἔβλαψεν; Ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα
μακάριος ἦν. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ὅτι οὐδὲν οὐ μόνον παραβλάπτεται ὁ μακαρισμὸς ἐντεῦθεν οὗτος, ἀλλὰ καὶ λαμπρότερος καὶ φαιδρότερος γίνεται.
Εἰ γὰρ μηδὲν τούτων ἔπαθεν, οὐκ ἂν
οὕτω μακάριος ἦν.
βʹ. Βούλει καὶ τοὺς
σφοδρότερον ἐν κακίᾳ
διατρίψαντας εἴπω, εἶτα ἀθρόον
μεταβαλομένους, καὶ πᾶσαν ἐκείνην τὴν κακίαν ἀποδυσαμένους; Τί τοῦ λῃστοῦ γέγονεν
ἀθλιώτερον; Ἀλλ' ἀθρόον
μακαριώτερος ἐφάνη πάντων.
Καίτοι μυρίους εἰργάσατο φόνους·
καὶ γὰρ σταυρῷ κατεδικάζετο, καὶ τὴν ἐπὶ
θάνατον ἤγετο, καὶ πάντες αὐτοῦ κατηγόρουν, καὶ ὁ
χρόνος ἅπας ἀνάλωτο,
καὶ ὁ βίος δεδαπάνητο
ἐν πονηρίᾳ· ἀλλ' ἐπειδὴ ἐν βραχεῖ
χρόνῳ τὸν Θεὸν ὡς χρὴ φοβηθῆναι ἐφοβήθη,
μακάριος γέγονε. Οὕτω καὶ ἡ πόρνη, καίπερ τὴν ὥραν ἐμπορευομένη, καὶ πᾶσιν εἰς ὕβριν
προκειμένη, καὶ διὰ τοῦτο πάντων οὖσα ἀθλιωτέρα, μακαρία κατέστη, τὸν Θεὸν ὡς δεῖ φοβηθεῖσα. Οὐδὲν
γάρ ἐστι κακὸν, ὃ μὴ σβέννυσιν ὁ τοῦ Θεοῦ φόβος· ἀλλὰ καθάπερ τὸ πῦρ οἷον ἂν λάβῃ
σίδηρον διεστραμμένον, ἢ ἰοῦ πολλοῦ γέμοντα,
καὶ λαμπρὸν .367 ἀποδείκνυσι καὶ φαιδρὸν, ἀποσμήχων, καὶ τελείως τὴν
διαστροφὴν ἀνορθοῖ· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἐν βραχεῖ χρόνῳ πάντα ἐργάσεται,
καὶ τοὺς ὑπ' αὐτοῦ βαφέντας οὐδενὶ τῶν ἀνθρωπίνων ἀφίησιν ὑποσκελίζεσθαι. Οὐκ ἀσθενὴς ἦν ὁ Τιμόθεος; οὐχὶ
διηνεκῶς ἐν νόσοις καὶ ταλαιπωρίαις; Τί
οὖν ἐκείνου μακαριώτερον γέγονε; τί δαὶ ὁ
Ἰώβ; εἰπέ μοι· οὐκ ἐν πενίᾳ κατέστη; οὐκ ἐν ἀπαιδίᾳ;
οὐκ ἐν πληγῇ σώματος χαλεπωτάτῃ; οὐκ ἐν ὀνείδεσιν; οὐκ ἐν ὕβρεσιν;
οὐκ ἐν λοιδορίαις;
οὐκ ἐν λιμῷ;
οὐκ ἐν ἅπασι
τοῖς ἀνθρωπίνοις κακοῖς; Ἀλλ' ὅμως
ἁπάντων καὶ οὗτος μακαριώτερος γέγονεν. Οὐ μόνον γὰρ οὐδὲν τούτων αὐτὸν ὑπεσκέλισεν, ἀλλὰ καὶ στερεώτερον εἰργάσατο.
Καὶ γυνὴ δὲ μετὰ πάντων ἐκείνων ἐπέκειτο
αὐτῷ ὀνειδίζουσα, καὶ ὅμως διὰ πάντων ἔλαμψε.
Ταῦτα οὖν ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μακάριοι πάντες οἱ φοβούμενοι
τὸν Κύριον, φησὶν, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἵνα γὰρ μὴ νομίσῃς
ἀρκεῖν σοι τὸν φόβον, προσέθηκε τὸ, Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, δηλῶν ἀμφότερα,
ὅτι Οἱ φοβούμενοι καὶ πορευόμενοι. Πολλοὶ γὰρ πίστιν ἔχοντες ἀκριβῆ, βίον δὲ
διεφθαρμένον, ἀθλιώτεροι πάντων γεγόνασιν.
Ἵνα οὖν μὴ δόξῃ ἐντεῦθεν ὁ λόγος ἐλέγχεσθαι, ἐπήγαγεν· Οἱ πορευόμενοι ἐν ταῖς
ὁδοῖς αὐτοῦ. Τίνες δὲ αἱ τοῦ Θεοῦ ὁδοὶ, ἀλλ' ἢ ἡ κατὰ ἀρετὴν πολιτεία;
∆ιὰ ταύτης γὰρ ἔστιν εἰς τὸν οὐρανὸν ἀνιέναι, καὶ τῆς μητροπόλεως ἐπιλαμβάνεσθαι,
καὶ αὐτὸν ὁρᾷν τὸν Θεὸν, ὡς ἀνθρώπῳ
δυνατὸν ὁρᾷν. Ὁδοὶ δὲ αὐτοῦ λέγονται, ἐπειδὴ δι' αὐτῶν ἔστιν ἀπελθεῖν πρὸς τὸν Θεόν. Καὶ οὐκ εἶπεν, ὁδὸς, ἀλλ' ὁδοὶ,
δεικνὺς ὅτι πολλαὶ αὐταὶ
καὶ διάφοροι. ∆ιὰ γὰρ τοῦτο πολλὰς αὐτὰς ἔτεμε, τῇ ἀφθονίᾳ τῶν ὁδῶν εὔκολον
ποιῶν ἡμῖν τὴν εἴσοδον.
Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἐν παρθενίᾳ λάμπουσιν, οἱ δὲ ἐν γάμῳ διαπρέπουσιν,
ἄλλοι χηρείᾳ κοσμοῦνται· καὶ οἱ μὲν τὰ πάντα ἀπεδύσαντο, οἱ δὲ τὰ ἡμίση· καὶ οἱ
μὲν δι' ὀρθοῦ βίου, οἱ δὲ διὰ μετανοίας· διὰ γὰρ τοῦτο πολλὰς ἔτεμεν
ὁδοὺς, ἵνα εὐκόλως ὁδεύῃς. Οὐκ ἴσχυσας
μετὰ τὸ λουτρὸν καθαρὸν διαφυλάξαι σου τὸ σῶμα; ∆ύνασαι διὰ μετανοίας σαυτὸν ποιῆσαι καθαρὸν, δύνασαι διὰ χρημάτων, δι' ἐλεημοσύνης. Ἀλλ' οὐκ ἔχεις χρήματα; Ἀλλ'
ἐπισκέπτεσθαι δύνασαι τὸν ἀῤῥωστοῦντα, ἀπιέναι πρὸς τὸν δεδεμένον, ψυχροῦ ποτήριον
διδόναι, καὶ ὁμωρόφιον ποιεῖν τὸν ξένον,
δύο παρέχειν ὀβολοὺς, ὡς ἡ χήρα, καὶ στενάζειν ἐπὶ τοῖς ὀδυνωμένοις. Καὶ γὰρ καὶ τοῦτο ἐλεημοσύνη. Ἀλλ' ἔρημος εἶ
καὶ πένης καθ' ὅλου, καὶ ἀσθενὴς τὸ σῶμα, καὶ οὐδὲ βαδίσαι δύνασαι; Φέρε πάντα
εὐχαρίστως ταῦτα, καὶ μέγαν ἐκαρπώσω τὸν μισθόν. Ἐπεὶ καὶ τοῦ Λαζάρου τοῦτο ἦν
τὸ κατόρθωμα. Οὐδὲ γὰρ ἀπὸ χρημάτων ἐκεῖνος ἐπεκούρησέ τινι. Πῶς γὰρ ὁ μηδὲ τῆς ἀναγκαίας εὐπορῶν
τροφῆς; Οὐκ εἰς δεσμωτήριον εἰσῆλθε.
Πῶς γὰρ ὁ μηδὲ ὀρθοῦσθαι δυνάμενος; Οὐκ ἄῤῥωστον
ἐπεσκέψατο. Πῶς γὰρ ὁ προκείμενος ταῖς γλώσσαις τῶν κυνῶν; Ἀλλ' ὅμως καὶ τούτων
χωρὶς τὸ βραβεῖον τῆς ἀρετῆς ἥρπασε τῷ πάντα γενναίως ἐνεγκεῖν,
τῷ τὸν .368 μὲν ὠμὸν καὶ ἀπάνθρωπον εὐδοκιμοῦντα
καὶ ἐντρυφῶντα ὁρᾷν, ἑαυτὸν δὲ ἐν
τοσούτοις κακοῖς, καὶ μηδὲν ἀπηχὲς ῥῆμα φθέγξασθαι. ∆ιὰ δὲ τοῦτο τοὺς κόλπους ἀπελάμβανε
τοῦ Ἀβραὰμ ὁ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, ἀλλ' ἀργὸς ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε ἐῤῥιμμένος, καὶ μετὰ τοῦ
τοσαῦτα κατωρθωκότος πατριάρχου ἐστεφανοῦτο·
καὶ ἀνηγορεύετο, καὶ τῶν κόλπων
ἀπέλαυε τῶν ἐκείνου, οὐκ ἐλεημοσύνας ποιήσας, οὐκ ἀδικουμένῳ χεῖρα ὀρέξας,
οὐ ξένους ὑποδεξάμενος, οὐκ ἄλλο
τῶν τοιούτων οὐδὲν ἐπιδείξασθαι δυνηθεὶς,
ἀλλ' ἐν πᾶσι μόνον εὐχαριστήσας,
καὶ τὸν τῆς ὑπομονῆς
λαμπρὸν ἀπενεγκὼν στέφανον.
Μέγα γὰρ ἔργον
εὐχαριστία καὶ φιλοσοφία,
καὶ καρτερία ἐν τοσούτοις
κακοῖς γυμναζομένη· καὶ πάντων μεῖζον
κατόρθωμα τοῦτο. Ὅθεν καὶ ὁ Ἰὼβ ἐστεφανοῦτο,
διὸ καὶ ὁ διάβολος ἔλεγε· ∆έρμα ὑπὲρ
δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Οὐ
γὰρ μικρὸν, ὀδυνωμένην χαλινῶσαι ψυχὴν, πρὸς τὸ μηδὲν ἁμαρτεῖν. Τοῦτο μαρτυρίου
ἴσον, τοῦτο κολοφὼν τῶν ἀγαθῶν.
γʹ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ,
πολλάκις ὑπὸ νόσου κατεχόμενος, ἢ πυρετῶν,
ἢ ἀλγηδόνων τῆς ὀδύνης σε ἀναγκαζούσης εἰπεῖν τι βλάσφημον, ἐὰν κατάσχῃς σαυτὸν, καὶ εὐχαριστήσῃς,
καὶ δοξολογήσῃς τὸν Θεὸν, τὸν αὐτὸν λήψῃ μισθόν. Τίνος γὰρ ἕνεκεν βλασφημεῖς, εἰπέ
μοι, καὶ πικρὸν ῥῆμα ἐκφέρεις; Μὴ κουφότερόν σοι γίνεται τὸ ἄλγος; Μάλιστα μὲν γὰρ εἰ καὶ
κουφότερον ἐγίνετο, οὐδὲ οὕτως
ἔδει τολμᾷν, οὐδὲ ψυχῆς σωτηρίαν ἀποδόσθαι, τῷ σώματί σου
τὴν παραμυθίαν ἐπινοοῦντα· νῦν δὲ οὐ μόνον οὐ κουφίζεταί σου τὸ ἄλγος,
ἀλλὰ καὶ χαλεπώτερον γίνεται.
Ὁ γὰρ διάβολος ὁρῶν ὅτι ἴσχυσέ τι, καὶ εἰς βλασφημίαν σε ἐξήγαγεν,
ἐπιτείνει τὴν κάμινον, ἀνάπτει τὴν ὀδύνην,
ὥστε αὐτῷ πληρῶσαι τὴν ἐπιθυμίαν. Μάλιστα
μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἐκουφίζετο, οὐκ ἔδει τοῦτο ποιεῖν· ὅταν δὲ μηδὲ
κερδαίνῃς τι, τίνος ἕνεκεν σαυτὸν κατασφάττεις; Ἀλλ' οὐκ ἀνέχῃ σιγᾷν; Οὐκοῦν
εὐχαρίστει τῷ Θεῷ· οὐκοῦν δοξολόγει τὸν δοκιμάζοντα ἐν τῇ καμίνῳ.
Ἀντὶ τῆς βλασφημίας
δοξολογίαν εἰπέ. Ὧδε καὶ μέγας
ὁ μισθὸς, καὶ κουφότερον γίνεται τὸ ἕλκος. Οὕτω καὶ ἐκεῖνος ὁ μακάριος φθεγγόμενος ἔλεγεν·
Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Καὶ πάλιν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ
Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀλλ' ἐμοὶ, φησὶν, οὐκ ἔδωκε πλοῦτον. Οὐκοῦν ἔλαττον
τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα
τῶν ἀπὸ τοῦ πλούτου γυμνωθῆναι τούτου, καὶ μηδὲ πεῖραν λαβόντα
ἐν πενίᾳ ζῇν. Εἰ γὰρ τὰ τῶν ἄλλων ὁρῶντες κακὰ, καὶ τοῖς ἑαυτῶν ἀντεπεξάγοντες λυπηροῖς,
χαλεπώτερα τῇ συγκρίσει τὰ ἑαυτῶν νομίζουσι πολλοὶ τῶν πενομένων· ὅταν μὴ ἑτέρωθεν, ἀλλ' ἐξ αὐτῶν ποιῶνται τὴν σύγκρισιν, ἐννόησον πῶς χαλεπώτερα τὰ τῆς
ἀθυμίας, ὅσῳ καὶ ἡ πεῖρα πλείονα παρασκευάζει τῆς ἀφαιρέσεως τὴν αἴσθησιν. Ταύτῃ
καὶ ἡ ἀπαιδία κουφοτέρα ἡ ἐξ ἀρχῆς τῆς μετὰ τὴν εὐπαιδίαν. Οὐ γάρ ἐστιν
ἴσον μὴ λαβεῖν,
καὶ μετὰ τὸ
λαβεῖν ἀφαιρεθῆναι. Φέρε
τοίνυν τὰ συμπίπτοντα πάντα
γενναίως· τοῦτο γάρ σοι μαρτύριόν ἐστιν.
Οὐ γὰρ τὸν κελευόμενον θῦσαι, τὸ μὴ θῦσαι,
ἀλλὰ καταξανθῆναι μᾶλλον,
ἢ τοῦτο ποιῆσαι, ποιεῖ μαρτύριον μόνον· ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἰς
βλασφημίαν ἐξαγούσης, ἑλέσθαι ἐγκαρτερῆσαι
τῷ πόνῳ, καὶ μηδὲν ἀπηχὲς εἰπεῖν, μάρτυρα ἐργάζεται. Ἐπεὶ καὶ ὁ Ἰὼβ, οὐκ ἐπειδὴ
κελευόμενος θῦσαι οὐκ ἔθυσε, διὰ τοῦτο ἐστεφανώθη, ἀλλ' ἐπειδὴ γενναίως ἤνεγκε τὰς ὀδύνας. Καὶ Παῦλος δὲ ἐντεῦθεν ἀνεκηρύττετο, ἀπὸ τῶν μαστίγων, ἀπὸ τῶν θλίψεων,
ἀπὸ τῶν ἄλλων ὧν ὑπέμεινε μετὰ εὐχαριστίας. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·
μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Τίνος ἕνεκεν διπλασιάζει
τὸν μακαρισμόν; Ἐπειδὴ οἶδεν αὐτοῦ
τὸ μέγεθος, ἐντρυφᾷ τῇ φαντασίᾳ τοῦ πράγματος. Καὶ τί τὸ, Καλῶς; εἰπέ μοι. Ἡ
γυνή σου ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Ἄλλος φησὶν, Ἐν τοῖς ἐσωτάτοις.
Ἄλλος, Ἐν τοῖς
μηροῖς. Υἱοί σου ὡς νεόφυτα ἐλαιῶν
κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ
οὕτως εὐλογηθήσεται ἄνθρωπος
ὁ φοβούμενος τὸν Κύριον. Τί λέγεις; εἰπέ
μοι· τοῦτο ὁ μακαρισμός; τοῦτο τὸ κέρδος; οἰκίας εὐθηνία,
καὶ τὸ τῶν οἰκείων ἀπολαῦσαι
πόνων, καὶ παίδων πλῆθος,
καὶ γυνή; Οὐ τοῦτο, ἀλλὰ
τοῦτο ἐκ περιουσίας. Ζητεῖτε γὰρ
πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ οὖν
ἀτελεστέροις ἔτι διελέγετο, ὥσπερ παιδία
μικρὰ ἀπὸ τῶν αἰσθητῶν ἐνάγει. Καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ Παῦλος τοῦτο
ποιεῖ ἐν τῷ καιρῷ τῆς τοσαύτης φιλοσοφίας πρὸς τοὺς ἔτι χαμαὶ βαδίζοντας ἀπὸ τούτων
διαλεγόμενος· πολλῷ μᾶλλον ὁ Προφήτης. Καὶ ποῦ
τοῦτο ὁ Παῦλος ποιεῖ; Πολλαχοῦ.
Καὶ γὰρ ὅταν περὶ παρθενίας διαλέγηται,
οὐδὲν περὶ τῶν μελλόντων αὐτοῖς λέγει· ἀλλὰ τὴν ἀπαλλαγὴν τῶν ἀπὸ τοῦ γάμου προσγινομένων λυπηρῶν
μόνον τίθησι· καὶ ὅταν δὲ περὶ τῆς
εἰς γονέας τιμῆς, τῷ αὐτῷ κέχρηται τρόπῳ, οὕτω λέγων· Ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν
ταῖς ἐπαγγελίαις. Τίς δέ ἐστιν ἡ ἐντολή;
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ἀλλὰ
καὶ ὅταν περὶ τῆς εἰς τοὺς ἐχθροὺς φιλοσοφίας γράφῃ, πάλιν αἰσθητὸν τίθησιν ἔπαθλον,
λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἀλλ' ὁ
Χριστὸς οὐχ οὕτως· οὐδὲ γὰρ αὐτὸς ἀσθενέσι διαλέγεται· ἀλλ' ἐπὶ μὲν τῇ παρθενίᾳ τὴν βασιλείαν τίθησιν, ἐπὶ δὲ τῷ τοὺς ἐχθροὺς
ἀγαπᾷν, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους
ὄντας ὁμοίους γενέσθαι ἔνι. Ὥσπερ οὖν καὶ ἐν τῇ Παλαιᾷ, ἔνθα διὰ τῶν αἰσθητῶν ἤγοντο,
τοὺς φιλοσοφεῖν εἰδότας ἀπὸ τῶν μειζόνων
ὀψόμεθα ἐναγομένους. Καὶ τοῦτο δηλῶν ὁ
Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι
μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες
καὶ ἀσπασάμενοι. Οὐ τοίνυν ὁ μισθὸς
τῶν φοβουμένων τὸν Θεὸν οὗτος μόνος, τῶν
οἰκείων ἡ ἀπόλαυσις, καὶ γυνὴ, καὶ παῖδες, καὶ εὐθηνία οἰκίας· ἀλλὰ ταῦτα μὲν ἐκ
περιουσίας καὶ ἐν τάξει προσθήκης· τὰ δὲ κεφάλαια καὶ μεγάλα, πρῶτον μὲν αὐτὸ τὸ φοβεῖσθαι τὸν Θεὸν, ἐν ἑαυτῷ τὴν ἀμοιβὴν
ἔχον· ἔπειτα δὲ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα, Ἃ
ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ.
Ἕτερος, Καὶ ὅρα ἐν ἀγαθοῖς
Ἱερουσαλήμ. Ἀγαθὰτὴν πόλιν λέγει,
τὸν πλοῦτον, τὴν εὐπρέπειαν, τὰς νίκας, τὰς
τιμὰς, τὴν εὐθηνίαν, τὴν εὐετηρίαν, τὴν ἀσφάλειαν, τὴν εἰρήνην.
δʹ. Πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καλῶς τῇ προσθήκῃ τῶν ἡμερῶν κέχρηται. Καὶ γὰρ
καὶ τοῦτο μάλιστα σημεῖον ἦν τοῦ παρὰ τοῦ Θεοῦ ταῦτα δίδοσθαι, καὶ τῆς προνοίας αὐτοῦ δεῖγμα, τὸ μὴ πάσχειν τι ἀνθρώπινον, μηδὲ μεταπίπτειν, καὶ μεταβολὴν ὑπομένειν, πλὴν εἴποτε ὀργισθεὶς αὐτὰ διέκοψε. Καὶ ἴδοις
υἱοὺς τῶν υἱῶν σου. Καὶ μὴν πολλοὶ, φησὶ, φοβούμενοι τὸν Θεὸν ἐν ἀπαιδίᾳ διετέλεσαν.
Καὶ τί τοῦτο; Οὐ γὰρ
ἐπὶ τοῖς παροῦσιν
ἀπεδυσάμεθα, ἀλλὰ προηγουμένως μὲν ἐπὶ τῷ ἀρέσκειν τῷ Θεῷ ἔπειτα δὲ ἐπὶ ταῖς
μελλούσαις ἐλπίσι. Καὶ τότε μὲν ταῦτα ἦν τὰ ἔπαθλα· νῦν δὲ οὐρανὸς καὶ τὰ ἐν οὐρανοῖς
ἀγαθά. Εἰ δὲ μὴ ἔσχες παῖδας, ὁ φοβούμενος τὸν Θεὸν, πόθεν οἶσθα, εἰ μὴ τῆς εὐπραγίας
ταύτης ἕτερα μείζονα ἔδωκεν; Οὐ γὰρ ἑνὶ τρόπῳ πάντας
εὐεργετεῖ, ἀλλὰ διαφόρως,
πλούσιος ὤν. Πόσοι παῖδας
ἐσχηκότες, τοὺς οὐκ ἔχοντας ἐμακάρισαν;
πόσοι πλοῦτον κτησάμενοι,
τῶν πενήτων ἀθλιώτερον κατέλυσαν; πόσοι δόξης ἀπολαύσαντες, καθάπερ
μαχαίρᾳ ταύτῃ περιεπάρησαν, καὶ τὰ ἀνήκεστα πεπόνθασι; Μὴ δὴ τὰ πράγματα ζήτει,
μηδὲ ἀπαίτει τὸν Θεὸν εὐθύνας, ἀλλὰ πάντα φέρε γενναίως καὶ μετὰ εὐχαριστίας· μᾶλλον δὲ μηδενὶ τῶν
παρόντων προσήλωσο. ∆ιὰ γὰρ τοῦτο τοιαύτην ἐκελεύσθης εὔχεσθαι εὐχὴν, ἐν ᾗ μόνον
ἓν αἴτημα αἰσθητὸν αἰτεῖς, καὶ πλέον οὐδέν. Ἀλλὰ καὶ τοῦτο τῷ μέτρῳ πάλιν γίνεται πνευματικόν. Τὰ μὲν γὰρ ἄλλα πάντα
περὶ οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας,
καὶ τῆς ἀκριβοῦς πολιτείας, καὶ τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς
ἡμῖν εἴρηται· ὑπὲρ δὲ
αἰσθητῶν μίαν λέξιν
κελευόμεθα λέγειν. Ποίαν
δὲ ταύτην; Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ πλέον οὐδέν.
Ἐπειδὴ γὰρ πρὸς ἑτέραν λοιπὸν καλούμεθα πατρίδα,
καὶ πρὸς μείζονα
μετεταξάμεθα ζωὴν, καὶ
τὰς αἰτήσεις καταλλήλους ἐκείνῃ δεῖ ποιεῖσθαι· ταῦτα δὲ κἂν ἐπιῤῥέῃ,
μετὰ πολλῆς τῆς ἀκριβείας διακρούεσθαι.
Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἄλλος, Καὶ ἴδε τοὺς υἱοὺς τῶν υἱῶν σου, εἰρήνην ἐπὶ τὸν Ἰσραήλ.
Κατὰ κοινοῦ ἡ εὐχή. Τοῦτο γὰρ μάλιστα ποθοῦσιν, ἅτε μακρῷ τεταριχευμένοι πολέμῳ.
Τί γὰρ ὄφελος αὐτοῖς
τῶν ἄλλων, εἰρήνης
οὐκ οὔσης; Τὸ τοίνυν κεφάλαιον τῶν ἀγαθῶν τῶν τότε, καὶ τὴν ἀσφάλειαν αὐτῶν ἐπαγγέλλεται, τὴν εἰρήνην, καὶ ταύτην διηνεκῆ· ὅπερ μάλιστα
τῆς τοῦ Θεοῦ προνοίας ἔργον, τὸ καὶ δοῦναι καὶ μὴ ἀφεῖναι διαπεσεῖν. Ἐπειδὴ γὰρ
αὐτὴ τῶν ἀνθρωπίνων ἡ φύσις ῥευστή τίς ἐστι καὶ οὐ διαρκὴς, δεικνὺς ὅτι οὐχ ἁπλῶς
αὐτοῖς ἔπεισι ταῦτα ἀλλ' ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, καὶ νεύοντος τοῦ Θεοῦ, Πάσας τὰς
ἡμέρας εἶπε, καὶ εἰρήνην ἐπηγγείλατε διαρκῆ. Καὶ γέγονε τοῦτο, τὸ γοῦν
εἰς τὸν Θεὸν ἧκον. Εἰ δὲ διεκόπη, πάλιν ἀπὸ
τῆς ἐκείνων πονηρίας γέγονε καὶ τοῦτο. Ὥσπερ γὰρ ὅταν ἀπειλῇ
κολάσεις τισὶ, καὶ διὰ τῆς μετανοίας ἀποκρούωνται τὴν ὀργὴν, ἵσταται
τὰ τῆς τιμωρίας·
οὕτω κἂν ἀγαθὰ ἐπαγγείληται,
ἀνάξιοι δὲ φανῶσιν οἱ τῆς ἐπαγγελίας
μέλλοντες ἀπολαύειν, ἀναχαιτίζεται τὰ τῆς
ὑποσχέσεως. Τὸ μὲν οὖν εἰς αὐτὸν ἧκον, πάσας τὰς ἡμέρας αὐτοῖς ἐπηγγείλατο· τῇ δὲ ἑαυτῶν
πονηρίᾳ διέκοψαν τὴν δωρεάν. Ταῦτα δὲ λέγω, ἵνα μήτε ἀπειλοῦντος αὐτοῦ ἀπογινώσκωμεν, ἀλλὰ τῇ μετανοίᾳ τὴν ὀργὴν
ἀποκρουώμεθα, μηδὲ χρηστὰ ἐπαγγελλομένου
ἀναπίπτωμεν, ἀλλὰ τῇ
σπουδῇ καὶ τῇ κατὰ τὸν βίον ἐπιμελείᾳ προκαλῶμεν εἰς ἔργον τὰς ὑποσχέσεις. Ἂν γὰρ μὴ τοῦτο ποιῶμεν,
οὐκ ἀρκεῖ ἡ ἐπαγγελία
σῶσαι μόνη. Ἐπεὶ καὶ τῷ Ἰούδᾳ ἐπηγγείλατο, ὅτι καθιεῖται
ἐπὶ τοῦ θρόνου μετὰ τῶν ἕνδεκα μαθητῶν·
καὶ οὐκ ἐκάθισεν· ἡ δὲ αἰτία οὐ
παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὸν ἀνάξιον τῆς ὑποσχέσεως φανέντα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες
βασιλείας ἐπαγγελίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ τὰ
παρ' ἑαυτῶν εἰσφέρωμεν, ἵνα
δυνηθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ. Πλεονάκις ἐπολέμησάν
με ἐκ νεότητός μου, εἰ πάτω δὴ Ἰσραήλ.
Πλεονάκις
ἐπολέμησάν με ἐκ νεότητός μου·
καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ' οὐκ ἠδυνήθησάν
μοι. Καὶ οὗτος τοῦ πρὸ αὐτοῦ ἔχεται ὁ ψαλμός. Ἐπειδὴ γὰρ διεκόπτετο τὰ τῆς οἰκοδομῆς, καὶ πρὸς τέλος τὸ ἔργον οὐκ ᾔει, ἄγων αὐτοὺς εἰς χρηστὰς ἐλπίδας, ἵνα μὴ ἀπογινώσκωσιν, ἐκ τῶν
παρελθόντων περὶ τῶν μελλόντων θαῤῥεῖν αὐτοὺς
παρασκευάζει, καὶ παιδεύει αὐτοὺς λέγειν
ταῦτα τὰ ῥήματα. Ποῖα δέ; Ὅτι
πολλάκις ἐπιθέμενοι, περιγενέσθαι
οὐκ ἴσχυσαν, οὐδὲ ὁλοσχερῆ νίκην ἤραντο. Καὶ μὴν ἔλαβον αἰχμαλώτους, φησὶ,
καὶ πρὸς τὴν ἀλλοτρίαν μετέστησαν, καὶ πολλοὺς πολέμους ἐνίκησαν. Μάλιστα μὲν
καὶ τότε οὐκ ἐκ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἐκ τῆς τῶν Ἰουδαίων
ἁμαρτίας περιεγένοντο. Ἄλλως δὲ οὐ μέχρι τέλους ἔμειναν
ὡς περιγεγονότες. Οὐδὲ γὰρ ἴσχυσαν
παντελῶς ἀφανίσαι τὸ γένος,
οὐδὲ ἐξαλεῖψαι τὴν πόλιν, οὐδὲ εἰς
τέλος ἀπολέσαι τὸ ἔθνος·
ἀλλὰ πρὸς ὀλίγον, ἐνδιδόντος
τοῦ Θεοῦ, περιγενόμενοι, πάλιν
ἡττῶντο. Πῶς δὲ ἡττῶντο;
Τῶν Ἰουδαίων ἐπὶ τὴν προτέραν εὐπραγίαν ἐπανιόντων. Ὃ καὶ δηλῶν ἕτερος ἑρμηνευτὴς, Ἀλλ' οὐχ ὑπερίσχυσάν μου,
εἶπεν. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ,
ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστι τοῦτο; Οὐχ ὡς ἔτυχεν ἐπεβούλευον, φησὶν, ἀλλὰ
πολλὰ ἐμηχανῶντο καὶ ἐπραγματεύοντο, δόλους
ῥάπτοντες, λάθρᾳ ἐπιτιθέμενοι. Τὸ γὰρ, Ἐπὶ
τὸν νῶτόν μου, ἢ τὸ δολερὸν καὶ ὕπουλον
δηλοῖ, ἢ τὸ κατὰ κράτος καὶ μετὰ πολλῆς
τῆς σφοδρότητος. Τουτέστιν, αὐτὴν
τὴν δύναμίν μου συνθλάσαι
ἐπεχείρουν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐτέκταινον, Ἠροτρίασαν, εἶπεν, ἵνα
δηλώσῃ, ὅτι ἔργον ἐποιοῦντο τὴν
κατὰ τοῦ δικαίου ἐπιβουλήν. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστιν ὃ λέγει;
∆είκνυσιν ὅτι οὐ μετὰ σφοδρότητος ἐπῄεσαν μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς
προσεδρίας, πολὺν δαπανῶντες χρόνον, καὶ
ἔργον ποιούμενοι τὴν ἐπιβουλὴν, καὶ ἐπιμένοντες διηνεκῶς. Ἀλλ' οὐδὲν αὐτοῖς ἐγίνετο πλέον. οὐ
παρὰ τὴν ἡμετέραν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ δύναμιν. ∆ιόπερ δεικνὺς τὸν ἱστῶντα
τὸ τρόπαιον, καὶ τὴν νίκην ἐργαζόμενον, ἐπήγαγε· Κύριος δίκαιος συνέκοψεν αὐχένας
ἁμαρτωλῶν. Ἕτερος δὲ ἀντὶ τοῦ, Αὐχένας, Βρόχους εἶπε, δηλῶν τὰς ἐπιβουλὰς, τὰς ἐφόδους,
τὰς μηχανάς. Καλῶς δὲ οὐ, διέλυσε,
εἶπεν, ἀλλὰ, Συνέκοψεν, ἵνα μᾶλλον ἐμφήνῃ ὅτι τοῦτο εἰργάσατο, ἄχρηστα εἰς τέλος ποιῶν
αὐτῶν τὰ βουλεύματα.
Καὶ γὰρ ἀρχομένης
τῆς πόλεως κτίζεσθαι
πάλιν, πολλοὶ πανταχόθεν ἐπιτιθέμενοι
ἦσαν τῷ φθόνῳ τηκόμενοι, καὶ οὐχ ἅπαξ,
οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τοῦτο ἐποίουν.
Τοῦτο γέγονε καὶ ἐπὶ τῆς Ἐκκλησίας. Ἀρχομένης
γὰρ αὐτῆς φύεσθαι, συνεχῶς ἐπετίθεντο
πάντες· παρὰ μὲν τὴν ἀρχὴν βασιλεῖς,
καὶ δῆμοι, καὶ τύραννοι· μετὰ δὲ ταῦτα τῶν αἱρέσεων αἱ ἐπιβουλαὶ,
καὶ πολὺς πανταχόθεν ὁ πόλεμος καὶ ποικίλος
ἀνεῤῥιπίζετο· ἀλλ' ὅμως οὐδὲν ἴσχυσεν· ἀλλὰ τὰ μὲν τῶν πολεμίων ἐλύθη, τὰ δὲ τῆς
Ἐκκλησίας ἀνθεῖ. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Ἄλλος,
Ἀνατραπήτωσαν εἰς τὰ ὀπίσω. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ
ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ
θερίζων. Ἕτερός φησι,
Τὴν δράκα αὐτοῦ.
Καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα
συλλέγων. Καὶ οὐκ εἶπαν οἱ παράγοντες, Εὐλογία
Κυρίου ἐφ' ὑμᾶς. Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι
Κυρίου. Εἰς εὐχὴν κατακλείει τὴν
παραίνεσιν ἀπό τε τῆς διηγήσεως τῶν παρελθόντων, ἀπό τε τῆς εὐχῆς θαῤῥεῖν παρασκευάζων τὸν ἀκροατὴν,
καὶ δεικνὺς τοῦ πολέμου τὴν ὑπόθεσιν
ἄδικον. Ἀπὸ γὰρ φθόνου καὶ μίσους τὰ τῆς μάχης ᾔρετο· διό φησιν, Αἰσχυνθήτωσαν
καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Μὴ μόνον ἡττηθείησαν, ἀλλὰ
καὶ αἰσχρῶς καὶ καταγελάστως. Εἶτα εἰπὼν, Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ἐνδιατρίβει
τῇ εἰκόνι, οὐχ ἁπλῶς χόρτῳ παραβάλλων, ἀλλὰ
τῷ ἐπὶ δωμάτων. Καίτοι γε καὶ ὁ ἐν πεδίῳ
λιπαρῷ, ταχέως διαῤῥεῖ, ἀλλ' ἐκεῖνος πλείονα
δεικνὺς τῶν ἐναντίων τὴν εὐτέλειαν, τῷ ἐπὶ τῶν δωμάτων αὐτοὺς παραβάλλει· ὥστε ἑκατέρωθεν δεῖξαι αὐτῶν
τὸ εὐκατάπτωτον, καὶ ἀπὸ τῆς φύσεως
τοῦ χόρτου, καὶ ἀπὸ τῆς φύσεως τοῦ τόπου.
Τοιαῦται, φησὶ, τῶν ἐναντίων αἱ ἔφοδοι, οὐκ ἔχουσαι ῥίζαν, οὐδὲ ὑπόστασιν·
ἀλλὰ πρὸς ὀλίγον μὲν δοκοῦσιν ἀνθεῖν, ὕστερον δὲ ἐλέγχονται, καὶ ἑαυτοῖς περιπίπτουσι. Τοιαύτη καὶ τῶν ἐν ἀδικίᾳ
ζώντων ἡ εὐημερία, τῶν βιωτικῶν ἡ φαιδρότης·
ὁμοῦ τε γὰρ φαίνεται καὶ ἀπόλλυται, οὔτε ὑπόστασίν τινα, οὔτε δύναμιν ἔχουσα. ∆ιόπερ οὐ δεῖ τούτοις
προσέχειν, ἀλλὰ τὸ εὐκατάλυτον αὐτῶν ἐννοοῦντας, τῶν ἀθανάτων
ἐφίεσθαι καὶ ἀκινήτων πραγμάτων,
καὶ οὐκ ἐχόντων μεταβολήν· ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ.Ἐκ βαθέων ἐκεκραξά
σοι, Κύριε· Κύριε, εἰσάκου σον τῆς φωνῆς μου.
αʹ. Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος,
οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας
πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ,
ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς
σπουδῆς καὶ τῆς προθυμίας,
ἐξ αὐτῶν τῆς διανοίας
τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν
θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν
ὁλόκληρον τὴν καρδίαν, μετὰ πολλῆς
τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες·
διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν,
οὐ περιτρεπόμεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ.
Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον
τὴν ῥίζαν, καὶ τοὺς κόλπους
αὐτῆς περισφίγγον, πρὸς ἅπασαν
πνευμάτων ῥύμην ἀνθίσταται,
τὸ δὲ περὶ τὴν ἐπιφάνειαν
κείμενον, μικρᾶς προσπεσούσης αὔρας
διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ
τῆς γῆς κεῖται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι,
κἂν μυρίοι προσέλθωσι λογισμοὶ, κἂν ἅπασα
ἡ τοῦ
διαβόλου παράταξις, ἐκτενεῖς
μένουσι καὶ ἀνένδοτοι, μὴ
περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι, καὶ μὴ ἀνερχόμεναι κάτωθεν,
οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος. Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρεψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας·
καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος. Ἀλλ' οὐχ οἱ ἅγιοι
οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύτης τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ σῶμα κατακάμπτειν. Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος,
πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν
μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν
ἀνακαίων τῆς θερμότητος, οὕτω τὰς
εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτεταμένον πρὸς τὸν οὐρανὸν,
καὶ οὕτως ἐκτεταμένον,
ὡς καὶ πῦρ ἄνωθεν
κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας
τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντείνας, τὴν ἀνάστασιν ἐκείνην
εἰργάζετο, οὐ διακλώμενος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερμαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν
καὶ τοὺς ἁγίους ἐκείνους; Γυναῖκας εἶδον πολλάκις
δι' ἀπόδημον ἄνδρα καὶ παιδίον ἀῤῥωστοῦν
οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ
τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ
παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται
γυναῖκες ἐν εὐχαῖς,
ποίαν ἕξει συγγνώμην
ὁ ἀνὴρ τῆς
ψυχῆς νενεκρωμένης μαλακιζόμενος;
∆ιά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας
ἠφίει πηγὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς. Ὁ γὰρ οὕτως εὐχόμενος,
καὶ πρὶν ἢ λαβεῖν ἅπερ αἰτεῖ, μεγάλα ἀπὸ
τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα,
θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν
τήκων, τῶν βιωτικῶν
τὸν ἔρωτα καταμαραίνων, ἐν πολλῇ
γαλήνῃ τὴν ψυχὴν καθιστὰς, εἰς αὐτὸν λοιπὸν
τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς
διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον, καὶ ὑετοῦ μᾶλλον
καταμαλάσσει καὶ διαβρέχει. Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ' ὅπερ
τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυμῷ πετρούμενον, τοῦτο
καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας
καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη
καὶ λίθος γινομένη. ∆εῖ τοίνυν ἡμῖν πολλῆς
θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν
μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον,
ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως
ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν. Καὶ γὰρ καὶ τοῦτο ἔργον
εὐχῆς. Ὁ οὕτως εὐχόμενος,
ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ διανοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. ∆ύο
ἐνταῦθα τίθησι, καὶ τὸ,
Ἐκ βαθέων, καὶ τὸ κράξαι· κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν
τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Ἐντεῦθεν
δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι
τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ' ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων
ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα
ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν
πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ' αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύριε,
εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά
σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς
μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ
πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε,
τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρτωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν,
οὐ δύναμαι προσιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν
φησίν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα
οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν
πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ
φιλανθρωπίας ποτέ.
βʹ.
Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς
εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν
καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
Καὶ τί λέγω
τοὺς
ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαιτῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων
ἐξέτασιν, οὐ δυνήσεται
ὑποστῆναι. Τί γὰρ καὶ
δυνήσεται ἐρεῖν; Προφήτας ἀνέγνω
κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη, ἕως τῆς θαυμαστῆς ἐκείνης
ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε πάντα φύρων
καὶ συγχέων. Ἀλλ' ὅμως πάντα ἐκεῖνα .375 παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος
ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον
τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα
καὶ σημεῖα, καὶ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο τὸ χαλεπὸν πεσόντα; Ἀλλ' ὅμως
κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. ∆ιὸ ἔλεγε· Σίμων, Σίμων,
ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ
ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι,
ἀλλ' ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας
ὑπευθύνους εὑρήσει πάντως. ∆ιὸ καὶ
Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας
παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασιασμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττομένου τὸν πολὺν
τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον,
καὶ τὸ ἀχανὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται; Καὶ οὐκ
εἶπε, τίς διαφεύξεται;
ἀλλὰ, Τίς ὑποστήσεται;
Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι
παρὰ σοὶ ὁ ἱλασμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ' ἐν τῇ ἀγαθότητι
τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κόλασιν. Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι
ὀργῆς. γʹ. Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς
ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρωπίας. Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν
τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν.
Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον
σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν,
Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ
λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ
εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων,
πάλαι ἂν ἀπήλπισα·
νῦν δὲ τῷ νόμῳ
σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας. Ποίῳ λόγῳ; Τῷ τῆς
φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων·
Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς,
οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς
βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος
τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ
ἔλεος αὐτοῦ ἐπὶ τοὺς
φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ' ὅσον ἀπέχουσιν
αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν,
ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Τουτέστιν, οὐ κατορθώσαντας ἔσωσα μόνον,
ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην,
καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν
ἐπεδειξάμην. Ἄλλος φησὶν,
Ὅπως ἐπίφοβος ἔσῃ, προσεδόκησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς,
τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πάλιν, Ἕνεκεν τοῦ ὀνόματός
σου; Ὅτι εἰ καὶ ἁμαρτωλὸς ἐγὼ, καὶ μυρίων
γέμων κακῶν, φησὶν,
ἀλλ' ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷ .376 Ἰεζεκιὴλ λέγει· Οὐ δι'
ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν. Τουτέστιν,
ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν
προσδοκίαν χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζεσθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα
Κύριον. Ἄλλος,Ἕνεκεν νόμου ὑπέμεινα Κύριον.
Ὑπέμεινεν ἡ ψυχή
μου εἰς τὸν
λόγον σου. Ἄλλος, Προσεδόκησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή
μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκαραδόκησα. Τουτέστιν,
ἀπὸ τῶν ἐπαγγελιῶν
καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν
περὶ φιλανθρωπίας καὶ χρηστότητος
ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον τὰ κατὰ ἐμαυτόν. Ἀπὸ
φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί·
τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν. Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμπίπτῃ τὰ εἰς ἀπόγνωσιν
ἐμβάλλοντα. Τοῦτο τεῖχος
ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο
πύργος ἄμαχος. Κἂν τὰ πράγματα
τοίνυν θάνατον ἀπειλῇ,
καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ' αὐτοῦ
σωτηρίαν. Ῥᾴδια γὰρ αὐτῷ
πάντα καὶ εὔκολα,
καὶ ἐξ ἀπόρων πόρον
εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν
φερομένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμμαχίας μόνον· ἀλλὰ
καὶ τότε μάλιστα, ὅταν κλυδώνιον ᾖ καὶ
χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέμαται κίνδυνος.
Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν
ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν
ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ
Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν
αὐτοῦ. Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ
φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας ἄπειρον
πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ
ἀπαγορεύειν. Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικάζοντος διὰ τὸν πολὺν
ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπὲς,
τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς
καὶ συγγνώμην διδόναι
ἐπιῤῥεπὲς καὶ πρόχειρον.
Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν
αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ
τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον
ὅτι καὶ τὸν λαὸν
αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ' οὖν
εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι,
καὶ μηδέποτε ἀποστῶμεν,
κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι
κύριός ἐστι,καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν
αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες
αὐτοῦ τῷ ἐλέει
καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε
τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν,
καὶ πάντως ἕψεται τὰ παρ' ἐκείνου,
ἐπειδὴ ἄφατον παρ' αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλανθρωπία· ἧς γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ
ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛʹ ΨΑΛΜΟΝ.Κύριε, οὐχ ὑψώθη ἡ καρδία
μου, οὐδὲ ἐμετεωρί σθησαν οἱ ὀφθαλμοί μου.
Ἄλλος· Οὐδὲ ὑψώθησαν. Οὐδὲ ἐπορεύθην ἐν
μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος,
Ἐν μεγαλωσύναις. Ἄλλος, Ἐν μεγαλειότησιν, οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Τί τοῦτο; Ὁ Παῦλος, καὶ ἀνάγκης οὔσης,
τὸ ἑαυτὸν ἐγκωμιάζειν ἀφροσύνην φησί· διὸ
καὶ ἐπήγαγε λέγων· Γέγονα ἄφρων
καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Πῶς οὖν
τοῦτο
ἠγνόησεν ὁ Προφήτης καὶ καυχᾶται νῦν οὐκ ἐπὶ δύο, καὶ τριῶν, καὶ δέκα, ἀλλ' ἐπὶ
τῆς οἰκουμένης ἁπάσης, καὶ καυχᾶται λέγων,
Ταπεινός εἰμι καὶ μέτριος, καὶ ταπεινὸς καθ' ὑπερβολὴν, καὶ ἁπλοῦς; Τοῦτο
γάρ ἐστι τὸ, Ὡς ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο
ποιεῖ; Ὅτι οὐ πανταχοῦ τὸ πρᾶγμα κεκώλυται, ἀλλ' ἔστιν ὅπου καὶ ἀναγκαῖόν ἐστι, μᾶλλον δὲ ἔστιν ὅπου οὐ καυχώμενοι, ἀλλὰ μὴ καυχώμενοι, ἄφρονες γινόμεθα. ∆ιὸ καὶ
ὁ Παῦλος λέγει· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ γὰρ ὁ ἐπὶ τῷ σταυρῷ μὴ
καυχώμενος πάντων ἐστὶν ἀφρονέστατος καὶ παρανομώτατος· ὁ ἐπὶ τῇ πίστει μὴ καυχώμενος πάντων
ἐστὶν ἀθλιώτερος· ὁ ἐπὶ τούτοις μὴ καυχώμενος καὶ παῤῥησιαζόμενος ἀπολεῖται πάντως. ∆ιὰ τοῦτο
θαῤῥῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ' ἐν
τούτῳ καυχάσθω, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Πῶς δὲ κακὸν τὸ καυχᾶσθαι;
Ἐὰν ὡς ὁ Φαρισαῖος αὐτὸ ποιῶμεν. Καὶ διὰ
τί, φησὶν, ὁ Παῦλος εἶπε, Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε; Ὅτι τὰ
κατορθώματα αὐτοῦ διηγεῖτο τὰ ἐπὶ τοῦ βίου καὶ τῆς πολιτείας, ἅπερ οὐκ ἔδει
προφέρειν ἀνάγκης μὴ οὔσης. Ἀλλαχοῦ δέ φησιν· Ἐὰν καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν
γὰρ ἐρῶ. Ὥστε ὁ τὰ ἀληθῆ λέγων,
τοῦ καιροῦ καλοῦντος, οὐκ ἔστιν ἄφρων. Οὐκ ἄρα οὐδὲ ὁ Προφήτης ἄφρων καυχώμενος· καὶ γὰρ ἀληθῆ
ἔλεγεν. Ἀλλὰ τίς ἡ αἰτία, δι' ἣν
εἰς τοῦτο κατήγαγε τὸν λόγον; Ὥστε παιδεῦσαι
τοὺς ἀκροατὰς μὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν
κακῶν εἰς ἀπόνοιαν ἐπανελθεῖν, μηδὲ ἐλευθερωθέντας τοῦ δεσμοῦ ἀποσκιρτῆσαι πάλιν, καὶ εἰς ἀνάγκην ἐμπεσεῖν ἑτέρας αἰχμαλωσίας. ∆ιὰ δὴ τοῦτο
ἐν τῷ τὰ οἰκεῖα
διηγεῖσθαι διορθοῖ τὸν ἀκροατήν· καὶ οὐ λέγει, ὅτι Ὑψώθην μὲν,
κατέσχον δὲ τοῦ πάθους, ἀλλὰ τί; Οὐχ ὑψώθη ἡ καρδία μου· τουτέστιν, οὐδὲ ἥψατό μου τῆς ψυχῆς ἡ πονηρία.
Οἷον γάρ τις λιμὴν ἀκύμαντος ἦν ἡ διάνοια, οὐ δεχομένη τὰ κύματα τοῦ νοσήματος,
ὃ πάντων αἴτιον τῶν κακῶν, καὶ ῥίζα παρανομίας ἐσχάτης. Τί ἐστιν ὃ λέγει, Κύριε,
οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν
οἱ ὀφθαλμοί μου; Οὐκ ἀνέσπασα, φησὶ,
τὰς ὀφρῦς, οὐδὲ ἀνέτεινα
τὸν αὐχένα. Ἀπὸ γὰρ τῆς ἔνδοθεν
πηγῆς τοῦ πάθους ὑπερβλύζον τὸ νόσημα
καὶ τὸ σῶμα συσχηματίζει πρὸς τὴν ἔνδοθεν φλεγμονήν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις
ὑπὲρ ἐμέ. Τί ἐστιν, Ἐν μεγάλοις;
Τοῖς ὑπερόγκοις ἀνδράσι, τοῖς
πλουτοῦσι, τοῖς ἀλαζόσι,
τοῖς ὑπερηφάνοις. Εἶδες
ἀκρίβειαν ταπεινοφροσύνης; Οὐ μόνον αὐτὸς ἦν ἐκτὸς τοῦ νοσήματος, ἀλλὰ
καὶ τοὺς οὕτω φλεγμαίνοντας ἔφευγε, καὶ τῶν τοιούτων ἀπεπήδα συλλόγων διὰ τὸ πολὺ πρὸς τὴν ἀλαζονείαν μῖσος. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχε πρὸς τὴν κακίαν
ταύτην, οὐ μόνον αὐτῆς ἀπεπήδα, οὐδὲ ἄβατον αὐτῇ τὸ χωρίον τῆς
διανοίας ἐποίει μόνον,
ἀλλὰ καὶ τοὺς
μετιόντας αὐτὴν ἐκ πολλοῦ
τοῦ διαστήματος ἔφευγεν, ὥστε μηδὲ ἐκεῖθέν τινα δέξασθαι
λύμην. Οὐ μικρὸν δὲ τοῦτο κατόρθωμα τὸ φεύγειν τοὺς ὑπερόγκους, τὸ μισεῖν τοὺς ἀλαζόνας, τὸ ἀποστρέφεσθαι
καὶ βδελύσσεσθαι· μεγίστη ἀρετῆς ἀσφάλεια, μεγίστη ταπεινοφροσύνης φυλακή. Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Οὐδὲ
ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν καρδίαν μου, ὡς τὸ
ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἀνταποδώσεις ἐπὶ τὴν
ψυχήν μου. Ἄλλος, Οὕτως ἀνταποδοθείη τῇ ψυχῇ
μου. Καθ' ὑπερβατόν ἐστι τὸ εἰρημένον, οἷον, Εἰ μὴ ἐταπεινοφρόνουν, ὡς τὸ
ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἀλλ' ὕψωσα τὴν καρδίαν μου, οὕτως ἀνταποδοθείη
τῇ ψυχῇ μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
οὐ μόνον τῆς κακίας καθαρὸς ἤμην, τῆς ἀλαζονείας λέγω, οὐδὲ μόνον τῶν ἐχόντων αὐτὴν ἀλλότριος, ἀλλὰ καὶ τὴν ἀρετὴν τὴν ἐναντίαν αὐτῇ μετὰ
πολλῆς ἐδεξάμην
τῆς ὑπερβολῆς, τὴν
ταπεινοφροσύνην, τὸ μετριάζειν,
τὸ συντετρίφθαι. Τοῦτο
ἐκεῖνο ὃ τοῖς
μαθηταῖς ὁ Χριστὸς ἐκέλευσε λέγων·
Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ
παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοιαύτην, φησὶν, ἐκτησάμην
ταπεινοφροσύνην, ὡς τὸ ὑπομάζιον παιδίον. Ὥσπερ γὰρ ἐκεῖνο ἔχεται τῆς μητρὸς,
τεταπείνωται, ἀλαζονείας ἁπάσης ἐστὶ
καθαρὸν, ἀφελείᾳ συζῇ καὶ ἁπλότητι· οὕτω καὶ ἐγὼ πρὸς τὸν Θεὸν ἤμην, ἐχόμενος αὐτοῦ
διηνεκῶς. Οὐχ ἁπλῶς δὲ τοῦ ἀπογεγαλακτισμένου
ἐμνήσθη, ἀλλὰ τὴν θλίψιν θέλων παραστῆσαι, τὴν στενοχωρίαν, τὴν ὀδύνην,
τὸ μέγεθος τῶν κακῶν. Καθάπερ οὖν τὸ παιδίον ἄρτι τοῦ μαστοῦ ἀποσπασθὲν, οὐδὲ οὕτως ἀφίσταται
τῆς μητρὸς, ἀλλ' ὀδυνώμενον,
θρηνοῦν, δυσχεραῖνον, ἀλῦον, κλαυθμυριζόμενον, ὅμως ἔχεται τῆς
τεκούσης, καὶ οὐκ ἂν
ἀποσταίη· οὕτω κἀγὼ, φησὶ, καὶ ἐν θλίψει, καὶ ἐν στενοχωρίᾳ, καὶ ἐν πολλαῖς ὢν
. συμφοραῖς, εἰχόμην τοῦ
Θεοῦ. Εἰ δὲ μὴ οὕτως ἤμην, ἀνταποδοθείη,
φησὶν, ἐπὶ τὴν ψυχήν μου, τουτέστι, δίκην δοίην τὴν ἐσχάτην.
Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς, ὅπερ ἔφην
ἐξ ἀρχῆς, ὅτι ἐν μὲν τοῖς περὶ πίστεως καὶ δογμάτων, καὶ αἰτίας οὐκ οὔσης, διηνεκῶς
δεῖ καυχᾶσθαι, καὶ ὁ μὴ
καυχώμενος ἀπόλωλεν· ἐν δὲ τοῖς κατορθώμασι
τοῦ βίου, τοῦ
καιροῦ καλοῦντος οὐδέποτε παραιτεῖσθαι δεῖ τὸ καυχᾶσθαι. Ποῖος
δὲ καιρός; Πολλοὶ καὶ διάφοροι, ὧν καὶ εἷς ἐστι τὸ παιδεῦσαι τὸν ἀκροατήν. Ὃ δὴ
καὶ οὗτος εἰδὼς, καὶ δεικνὺς, ὅτι διὰ τοῦτο λέγει αὐτοῦ τὰ κατορθώματα, ἵνα τὸν
ἀκροατὴν ἐπισπάσηται πρὸς τὸν αὐτὸν ζῆλον, ἐπήγαγε λέγων· Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Κἂν συμφοραὶ, φησὶ, κἂν ἀθυμίαι, κἂν πόλεμοι,
κἂν αἰχμαλωσίαι, κἂν ὁτιοῦν τῶν ἀδοκήτων περισταίη δεινῶν, σὺ τῆς ἐλπίδος ἔχου
τῆς εἰς τὸν Θεὸν, καὶ τῆς προσδοκίας ἐκείνης, καὶ πάντως ἐπιτεύξῃ χρηστοῦ τοῦ τέλους,
τοῦ Θεοῦ τῇ λύσει τῶν δεινῶν ἀμειβομένου σε τῆς καλῆς ταύτης ἐλπίδος,
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική δημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου