ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.

Κυριακή 9 Οκτωβρίου 2016

Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.



MEGAS

Μέγας Βασίλειος

Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.

Adversus eos qui per calumniam dicunt dici a nobis tres deos


Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε,  φησὶν,  ὅτι ἐμὲ πρῶτον  ὑμῶν μεμίσηκε.» ∆ιὸ εἰ Ἀγαπητὸς μισεῖ ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ' ἀν θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ έχει μου τὸν λόγον μνήμη τῶν λυπηρῶν,   ὑποτρέ  χουσα  τὴν  καρδίαν·  καὶ  προπῖπτον  τὸ  δάκρυον  τὴν  φωνὴν ἐπικόπτει,  ὅταν  ἐνθυμηθῶ,  ὅτι ἀγάπης  καὶ εἰρήνης  ἡμῖν  παρὰ Κυρίου καταλειφθείσης,  οὐ ζητοῦμεν  τὸ καταλειφθέν.   Ἀφανές  ἐστι τὸ δῶρον  ἐν  οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με γάλην κατ' ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ ήψαμεν· ἕκαστος καθ' ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέ ραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον  δαψιλὲς  κα    ταῤῥῆξαι  καρδίαν  ὀδύναις  συντετριμμένην,   κατα χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακε χυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι λέλοιπεν  ἀγάπη ῥίζα τῶν ἐντολῶν;ιὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ  τοῦ  πνεύματος  συμπερι  πτύσσομαι  τοὺς  παρόντας,  ὅτι  θέαμα  ξένον ἔδειξαν  εἷς  ἑνὶ  συγκολλώμενοι.  


 Γεγενήμεθα  γὰρ  καθ'  ἑαυτὸν  ἕκαστος ὥσπερ ψάμμος, οὐ συνημμένοι ἀλ λήλοις, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν διῃρημένοι. Οὔτε γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων,  δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι,  μὴ συνδεδεμένην  τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγά πης. Μικρὸν ἡμῖν  μακροθύμως χρήσατε τὴν  ἀκοὴν,  οὐ πρὸς ἐπίδειξιν  διαλεγομένοις,  ἀλλ'  εἰς κοινωνίαν  τῶν  λυπηρῶν  συμπεριλαμβάνειν  ἐπειγομένοις·  φέρει  γὰρ παραμυθίαν ὀδυρομένοις κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν λύπη εὐτονώτερον ἂν διαβαίη. ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτο νίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖ νοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην  ἀλλοτρίωσιν διὰ τῆς τῶν και ρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερ ορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς  ἀρχὴν  φιλίας  καὶ  ἀγάπης  τὴν  συντυχίαν  παρ  έχειν.  Τοῦτο πνευματικὴ πανήγυρις  τὰ ἀρχαῖα ἀνα  νεουμένη·  τοῖς  μέλλουσιν  ἀρχὴν  παρεχομένη.  Οὐ γὰρ ἤλθομεν ὠνίων  ποιήσασθαι διάμειψιν,  ἀλλ' ἀγάπης ἀλλήλοις  δοῦναι ἀντάλλαγμα, πλήρη  δοῦναι,   καὶ  πλή  ρη  λαβεῖν  τὴν  ἀγάπην.   Ταῦτα  οἱ  πατέρες  ἡμῶν  κατ εστήσαντο.  Ἡμεῖς  δὲ  παραλαβόντες  εἰς  τί  κατελή  ξαμεν  δείξει  τὰ  ὁρώμενα.  Οἱ πλεῖστοι τῶν  παρόν των  κατάσκοποι μᾶλλόν  εἰσι κατάσκοποι τῶν  λεγο μένων  μαθηταὶ τῶν διδαγμάτων.  Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ   πρὸς  ἐπήρειαν  τῶν   ἐφεδρευόντων.    Κἂν  μέν  τι  λεχθῇ   συμβαῖνον  ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν γνώμην,  ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν  παρ'  ἡμῖν.  Ταῦτα ἐγγραφέσθω  ταῖς  ὑμετέραις  καρδίαις.  Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺς ἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν πα λαιὰν δωρεὰν ἀνενεωσάμεθα.  Ταῦτα γὰρ μὴ φοβουμένων  τὸν Κύριον τὰ ῥή ματα, ἀνοιγόντων  καθ' ἡμῶν στόμα, ὡς ἡμῶν τρεῖς θεοὺς καταγγελλόντων. τρεῖς θεοὺς κηρύττων   τί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα· καὶ ἀλλαχοῦ θεοσέβεια. τρεῖς λέγων  κατατολμάτω  καὶ τεσσάρων· ἐκτεινάτω  τὸν ἀριθμὸν εἰς

1
δώδεκα. Τίς οὖν μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντων κατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον,  ἀλλ' ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀν τικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτον τες· «Οἶδε Κύριος τοὺς ὄντας αὑτοῦ·»  καὶ,   «  συ  κοφαντῶν   πένητα   παροξύνει  τὸν  ποιήσαντα  αὐτόν   Εἰ μεταδίδωμι  τὴν πίστιν τῶν  Πατέρων, τί,  παρ εὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω  εἰς Πατέρα, εἰ ὁμολογῶ  τὸν  Υἱὸν, εἰ μὴ ἀθετῶ  τὸ Πνεῦμα. Εἰ Τριάδα ὁμολογῶν  τρεῖς ὀνομάζει θεοὺς, ἀθετεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατέλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, εσπότης; Τίνος τὰ ῥήματα; κήρυκος, τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσωπον εὐεπίβατον ταῖς συκοφαντίαις  εὑρὼν, δι' ἐμοῦ πολεμεῖς τῇ ἀληθείᾳ; δι' ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· δὲ πίστις ἄσειστος. «Εἷς Κύριοςμάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς διεῖλον τὴν κυριότητα. Κύριος Πατὴρ, Κύριος Υἱός· «Μία πίστιςἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκολουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βάπτισμαΟὕτως ἓν ἐξ ἑνὸς δι' ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκδέχομαι. Μὴ λέγε μὴ λέγω, καὶ ἴδωμέν  σου τῆς συκοφαντίας  τὸ πιθανόν.  Τί ὑποκρύπτεις  σεαυτοῦ τὴν  ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ' ἡμῖν τρεῖς θεοὺς καταγγέλλεσθαι,  καὶ οὐ λέγεις ἐκ τοῦ  προφανοῦς,  ὅτι  ἡμεῖς  ἐσμεν οἱ  τοὺς  κτίσμα  τὸ  Πνεῦμα τὸ  ἅγιον  λέγοντας ἀναθεματίζοντες.  Ταύτην τὴν κατηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονη- μένον ὑφίσταμαι. Κἂν τροχὸς καταῤῥάσσῃ, κἂν βασανιστήρια ἐπ' ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ  πληροφορίᾳ  δέχομαι  τὰ  βασανιστήρια,  ἐν    καὶ  οἱ  μάρτυρες  οἱ  ἐνταῦθα κείμενοι  τῶν  στεφάνων  ἠξιώθησαν.  Τοῦτο τοίνυν  ἐγκάλει  μοι,  ὅτι  μὴ  ἐν  τοῖς κτίσμασι συναριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέγοις, τῷ κριτῇ λόγον δώσεις. «Ὅταν ἔλθῃ Παράκλητοςνῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν  τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος, φησὶν, περὶ σοῦ παρακαλῶν. ∆ι' ὧν  εὐεργετεῖ,   διὰ  τούτων  ἀγνωμονεῖς.   Οὐ δέχῃ  τοίνυν   τοῦ  Παρακλήτου  τὴν εὐεργεσίαν. οὐχὶ Κύριος ἑαυτῷ ταύτην τὴν προσηγορίαν πρέπειν ἐνομοθέτησε;
«Πέμψω ὑμῖν καὶ ἄλλον Παράκλητον καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ' ἐμαυτοῦ λαλῶ,  μὴ ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω,
ὑπόκυψον τῇ ἀληθείᾳ. τέλειος οὔτε μειοῦται, οὔτε αὔξεται. Εἷς ἀγέννητος Θεός· εἷς τούτου μονογενὴς Υἱὸς καὶ Θεός. Ὥσπερ οὐκ ἔνι συναγέννητος Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος  Υἱὸς ἕτερος; Ὥσπερ οὐ λόγῳ  Πατὴρ, οὕτως οὐδὲ λόγῳ Υἱός. Θεὸς Πατὴρ, Θεὸς Υἱός· Θεὸς τέλειος Πατήρ· Θεὸς τέλειος καὶ Υἱός.  Ἀσώματος    Πατήρ· ἀσώματος    Υἱὸς,  ἀσωμάτου  χαρακτὴρ,   καὶ  εἰκὼν ἀσώματος.  Πιστεύεις, ὅτι γεγέννηται;  Μὴ ζήτει,  Πῶς; Εἰ γὰρ ἐνδέχεται  ζητεῖν,  ἀγέννητος πῶς ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ γεγεννημένος  πῶς γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ἀγέννητος,  πῶς ἀγέννητος· οὕτως οὐδὲ γεγεννημένος καταλείπει ζητεῖν, πῶς γεγέννηται.  Μὴ ζήτει τὰ ἀνεύρετα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θαλάττης; Οὐκ ἦν ὑγρά.  Παρ' οὐρανοῦ; Οὐκ ἦν  ἐπαρθείς.  Παρ' ἡλίου  καὶ σελήνης  καὶ ἄστρων; Οὐ δεδημιούργηντο.  Ἀλλὰ παρ' αἰώνων; Πρὸ αἰώνων  Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς,  καταγελῶ σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν. «Ἐν ἀρχῇ ἦν Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ΛόγοςΤὸ, «ἦνπεριγράφει τὸ, «οὐκ ἦν·» καὶ τὸ «Θεὸςπεριγράφει τὸ, «οὐ ΘεόςΤοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμένα μὴ ζήτει. Οὗτος Λόγος, Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ. ∆ιὰ τὸν Ἀδὰμ ἀσώματος ἐν σώματι. ∆ιὰ τὸ σῶμα ἔλαβε νέφος τὸ σῶμα Λόγος, ἵνα μὴ καταφλέξῃ  τὰ ὁρώμενα.  Συγκατέβη σαρκὶ, ἵνα  καὶ σὰρξ ἐκείνῳ συνεπαρθῇ. ἀόρατος ἐν ὁρατῷ, ἵν' ὑποδύῃ τὰ ὁρώμενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρόνων. Τὸ, «ὡςοὐχ ὁμοιώσει, ἀλλ' ἀληθείᾳ κατ' ἀμφότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἅνθρωπος ἐγένετο κατ' οἰκονομίαν. Οὐ πρότερον τὸ, «ἐγένετοκαὶ τότε τὸ, «ἦν·» ἀλλὰ πρότερον τὸ, «ἦνκαὶ τότε τὸ, «ἐγένετοΜὴ οὖν ἀναιρείτω  τὸ δι' οἰκονομίαν  τοῦ Μονογενοῦς τὴν θεότητα.  Ταῦτα γὰρ αἱρετικῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν   κείμενον,   ὅς  ἐστιν  Ἰησοῦς  Χριστός  Ἐγεννήθη   διὰ  γυναικὸς,   ἵνα  τοὺς γεννηθέντας   ἀναγεννήσῃ.  Ἐσταυρώθη ἑκὼν,  ἵνα  τοὺς  μὴ  σταυρωθέντας  ἑκοντὶ καθέλῃ. Ἀπέθανεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ. Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ θανάτου ζωοποιήσῃ. Κατέπιεν θάνατος ἀγνοῶν· καταπιὼν  ἔγνω  ὃν κατέπιεν.  Κατέπιε ζωὴν,  κατεπόθη ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων,  ἀπώλεσε διὰ τὸν ἕνα τοὺς πάντας.  Ἥρπασεν ὡς λέων,  συνεθλάσθη τοὺς ὀδόντας.  ιὰ τοῦτο  καὶ ὡς  ἀσθενὴς  καταφρονεῖται.  Οὐκέτι γὰρ ὡς  λέοντα φοβούμεθα, ἀλλ' ὡς δορὰν πατοῦμεν. τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς γεγεννηκὼς,  καὶ γεγεννημένος.  Εἰδέναι γὰρ ὀφείλομεν χρὴ λαλεῖν,  καὶ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ γλώττῃ,  ἵνα μὴ νοῦς, καθάπερ ὀφθαλμὸς  ὅλον τὸν ἥλιον  θέλων  ὁρᾷν, ἀπολέσῃ καὶ ἔσχε φῶς.  Ἐν γὰρ τούτῳ γινώσκεις,  ἐὰν γνῷς,  ὅτι μὴ κατείληφας.  Ἐκείνην μὲν οὖν τὴν γέννησιν,  ἄῤῥητον οὖσαν,  σιωπῇ τιμήσωμεν.  Ἐὰν δὲ καὶ περὶ ταύτην  ἀτονήσωμεν,  μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν  φύσιν,  αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον.  Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ' ἴσως φῄς·
ιὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ' εἰ μὲν δι' ἑαυτοῦ τὴν τιμὴν
εἶχεν, ἐντιμότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δεδωκότος χάρις. Οὐκ
ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀριστερῶν καθίσῃ. Εἷς ἀγέννητος  Θεὸς, εἷς καὶ τούτου
Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν,
ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. ∆ηλαδὴ ἀφωρισμένης τῆς παρ' ἡμῖν φύσεως, ἀφόρισον καὶ
τὰ νοήματα. μὲν γὰρ παρ' ἡμῖ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνα-
τροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ·
δὲ  Θεὸς,  σύνδρομον  ἔχων  τῇ  βουλήσει  τὴν  δύναμιν,   ἐγέννησεν  ἄξιον  ἑαυτοῦ,
ἐγέννησεν ὡς αὐτὸς οἶδεν· δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.




















3

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |