ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης.

Τετάρτη 5 Οκτωβρίου 2016

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νι κοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσεμινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν  ὅσιος, ὅτι ὠλιγώ θησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀνθρώπων.

αʹ. ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ   δὲ  πλέον   ὅταν  μόνος    ὁδοιπόρος  ᾖ,  καὶ  μηδένα  τὸν  κοινωνοῦντα  τῆς ὁδοιπορίας  ἔχῃ·  οὕτω  δὴ  καὶ  ἐνταῦθα.  Οὐδὲ  γὰρ  μικρὸν  ἀδελφῶν   κοινωνία   καὶ παράκλησις. ∆ιὸ καὶ Παῦλός φησι· Κατανοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν   ἔργων.   ∆ιὰ  δὴ  τοῦτο  μάλιστα  τοὺς  παλαιοὺς   μακαρίζειν   ἄξιον,  οὐχ  ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ' ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων  οὐδαμοῦ φαινομένων.



 Τοῦτο γοῦν καὶ ἡ Γραφὴ αἰνιττομένη  ἔλεγε· Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. ∆ιὰ τοῦτο τὸν Ἀβραὰμ θαυμάζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ  τοῦτο  τὸν  Μωϋσέα, ὅτι  καθάπερ  ἐν  βαθείᾳ  νυκτὶ  ἀστέρες ἐφαίνοντο,  καὶ  μεταξὺ  τῶν  ἀκανθῶν   ῥόδα,  καὶ  ἐν  μυρίοις  λύκοις  πρόβατα,  τὴν  ἐναντίαν   πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι. Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ  πολλῶν   τὴν  ἐναντίαν   ποιουμένων,     μόνος  ἀπεναντίας   τοῦ  πλήθους  βαδίζων πολλὰ  ὑπομένει  πράγματα,  καὶ εἰ ἐν ναυτιλίᾳ  δὲ χαλεπὸν,  τοῦ ῥοθίου τὴν  ἐναντίαν φερομένου, πρὸς τὴν ἐναντίαν  τὸ πλοῖον ἰθύνειν· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρετῆς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ δίκαιος  οὗτος, ἅτε δὴ μόνος αὐτῆς ἐπειλημμένος,  πάντων  τὴν  ἐναντίαν βαδιζόντων, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν  καταφεύγει,  λέγων·  Σῶσόν με, Κύριε. Οὐδὲν οὖν ἄλλο, ἢ τοῦτο ἐντεῦθεν δηλοῖ· Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν  οὐρανῶν,  τῆς συμμαχίας ἐκείνης. Τὴν γὰρ ἐναντίαν  πᾶσιν ὁδεύων  ὁδὸν, πολλῆς δέομαι  τῆς  προνοίας.  Καὶ οὐκ  εἶπε,  Σῶσόν  με,  ὅτι  οὐ  γέγονεν   ὅσιος,  ἀλλ',   Ὅτι ἐκλέλοιπεν  ὅσιος, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο,  ἐπειδὴ ἐπεκράτησεν ἡ κακία, καὶ περιεγένετο  ἡ νόσος. Τοῦτο καὶ Παῦλος φοβεῖται  λέγων·  Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον  τὸ φύραμα  ζυμοῖ; Καὶ πάλιν·  Φθείρουσιν ἤθη  χρηστὰ ὁμιλίαι  κακαί.  Τί ἐστιν, Ὠλιγώθησαν  αἱ ἀλήθειαι; Πολλαί εἰσιν αἱ ἀλήθειαι.  Καθάπερ ἐπὶ τῶν  χρωμάτων,  καὶ τῶν  ἄλλων  εἰδῶν,  τὰ μέν ἐστιν ἀληθῆ,  τὰ δὲ ψευδῆ, καὶ ἔστι πορφύρα  ἀληθὴς,  καὶ πορφύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν. Ἀλήθεια γὰρ τὸ ὄντως ὂν, ψεῦδος δὲ τὸ μὴ ὄν. Ἐπεὶ οὖν ταῦτα διέστραπτο καὶ ἠμαύρωτο, οὐ τὴν ὑπόστασιν ἀπολέσαντα  ἐξ ἑαυτῶν, ἀλλ' ὑπὸ τῶν ἀνθρώπων  φυγαδευθέντα·  διὰ τοῦτο οὐκ εἶπε μόνον, ὅτι Ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλ', Ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων,  προσέθηκε, τοῦτο αὐτὸ δηλῶσαι βουλόμενος. Σκόπει δέ· Ἔστι κόσμος ἀληθής· ἔστι καὶ ψευδής. Τίς οὖν ὁ ἀληθὴς κόσμος; Ὁ περὶ ψυχήν.  Τίς δὲ ψευδής; Ὁ περὶ σῶμα. Ἔστιπλοῦτος  ἀληθής·  ἔστι καὶ ψευδής. Ψευδὴς    τῶν  χρημάτων,  ἀληθὴς    τῶν  κατορθωμάτων.  Ἔστιν εὐφροσύνη,    μὲν ψευδὴς, ἡ δὲ ἀληθὴς, καὶ κάλλη, καὶ δυναστεῖαι, καὶ δόξαι. Ἀλλ' οἱ πλείους τῶν ἀνθρώπων,  τὴν  ἀλήθειαν  τούτων  ἀφέντες,  τὰ  ψευδῆ  διώκουσιν.  Ὥσπερ γὰρ  ἔστιν ἄνθρωπος   ἀληθὴς,   καὶ  ψευδής·  ἀληθὴς   μὲν    ζῶν   καὶ  ἐνεργῶν,   ψευδὴς   δὲ  ὁ γεγραμμένος· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔστιν ἰδεῖν.

βʹ. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν  καρδίᾳ ἐλάλησαν  κακά. Ἄλλος  φησὶν,  Ἐν καρδίᾳ ἄλλῃ  καὶ ἄλλῃ  λαλεῖ.  ∆ύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ  καὶ ἀνόνητα.  Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων·  Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι πάντες ἦσαν διεφθαρμένοι. ∆ιὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ',  Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς  ἐπιπόλαιος  ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ  ἄλλῃ  καὶ  ἄλλῃ,  εἶπε,  διδάσκων  ὅτι  πολλὴ  διπλόη  αὐτῶν  ἐν  καρδίᾳ.  Τοῦτο πολεμίων  πάντων  πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται·  οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι,  καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις  καθίστανται,  τῶν  τὰ ξίφη  κρυπτόντων  ὄντες  πολλῷ χαλεπώτεροι.  Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη  τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα,    τοὺς    εἰπόντας·    Τὴν   γλῶσσαν    ἡμῶν    μεγαλυνοῦμεν.     Ἄλλος,
∆υναστεύσομεν. Τὰ χείλη  ἡμῶν  παρ' ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ' αὐτῶν ἐστι τὸ  εἰρημένον, ἀλλ' ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν  αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι.  Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.

γʹ. Καὶ πάλιν  οὐχὶ  τὴν  οὐσίαν, ἀλλὰ  τὴν  γλῶτταν,  τὴν  ἀπόνοιαν,  τὸν  δόλον ἀναιρεθῆναι  ἀξιοῖ, τὴν ὑπερηφανίαν  ἐκκοπῆναι. Κωμῳδῶν δὲ αὐτῶν τὴν ἄνοιαν, φησί· Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι. Τίς ἡμῶν κύριός ἐστι; Μαινομένων  καὶ παραφρόνων  τὰ ῥήματα. ∆ιὰ δὴ τοῦτο  ὁ Παῦλος ἀπεναντίας  αὐτοῖς  φθεγγόμενος  παραινεῖ·  Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγοράσθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ ∆εσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐνέπνευσεν. Ἀλλὰ σὺ ἔχεις; Ἀλλ' οὐ πάνθ' ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ' ἵνα σπέρματα εἰς τὸ χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ' ἵνα ταπεινοφροσύνην,  ἀλλ' ἵνα εὐφημίαν, ἀλλ' ἵνα ἀγάπην ποιήσῃς δι' αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ' ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ ἵνα πλήττῃς, ἀλλ' ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν;  Ὢ διαβολικοῦ  ῥήματος!    ψυχῆς  δαιμονώδους!  Ὁρᾷς, ἄνθρωπε,  τὴν  φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ ∆εσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδεμονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν  ἀφιέντα καὶ ἀνακηρύττοντα  τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης  ψυχῆς. ∆ιὰ τοῦτο τὰ μυρία κακά. Ἀλλ' οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν∆εσπότην ὁμολογοῦσι, τὸν  δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι  λόγον  καὶ τῆς κολάσεως, βραχείας  χάριτος  μεγάλην   ὠνούμενοι   κόλασιν,  καὶ  βουλόμενοι  τῷ  μὴ  μεμνῆσθαι γεέννης  παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι  διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς  τῆς  ἀπωλείας   ἐμβάλλοντες.   ∆ιὸ  παρακαλῶ   καὶ  μεμνῆσθαι   γεέννης,   καὶ διαλέγεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐντεῦθεν  ἤδη δήλην ἐποίησεν, ἀλλ' ἵνα τῷ φόβῳ ποιήσῃ βελτίους. ∆ιὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται,   ἐξαιρεῖν  αὐτῆς  τὴν  μνήμην   βουλόμενος.  Μὴ  τοίνυν   ἔκβαλλε  τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο  δείκνυσιν  ὁ πλούσιος  ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς  οὐδὲν  ὤνησεν.  Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας  τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές. Μάθε πόση τῆς ταπεινοφροσύνης  ἡ ἰσχύς. Τῶν πενήτων  ἡ δύναμις  πενήτων  λέγω, τῶν  τὴν διάνοιαν συντετριμμένων,  τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις.  Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν  καὶ ἄμυναν. Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον  φέρειν  γενναίως,  τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ  πάσχειν  κακῶς  γινομένη.  Μεγάλη τοῦ στεναγμοῦ  ἡ ἰσχὺς, τὴν  ἄνωθεν  καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας  ἀδικεῖτε. Ἔχετε δύναμιν  ὑμεῖς, καὶ πλοῦτον,  καὶ χρήματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων  ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς  καὶ  τοὺς  θρήνους,  καὶ  αὐτὸ  τὸ  ἀδικεῖσθαι,  ἅπερ  τὴν  ἐκ  τῶν  οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον  οἰκίας ἀνορύττει,  τοῦτο θεμελίους  κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων  λέγω.  Αἰδεῖται τὴν  εὐγνωμοσύνην  αὐτῶν  ὁ Θεὸς, ὅταν  κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται  τὰ οἰκεῖα κακά. Τί δέ  ἐστι, Θήσομαι ἐν  σωτηρίῳ,  παῤῥησιάσομαι ἐν  αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν, αὐτῶν  προστήσομαι φανερῶς  καὶ δήλως,  ὥστε πάντας  μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει; Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων  δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν,  ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς,  ὡς  οὐκ  ἔχουσι  Θεὸν βοηθὸν,  ὥστε  κἀκείνους  σωφρονισθῆναι,  καὶ  γενέσθαι βελτίους,  τῇ πείρᾳ μαθόντας  τοῦ ∆εσπότου τὴν  συμμαχίαν,  Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν  σωτηρίαν,  φησί. Τὰ λόγια  Κυρίου, λόγια  ἁγνά·  ἀργύριον  πεπυρωμένον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομίσητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπηλλαγμένα  ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυρωμένος  οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ. ∆ιό φησιν· Ἀργύριον πεπυρωμένον,  δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον,  τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως.

δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν,  τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς. Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν  ἀνθρώπων.  Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι  τοῖς υἱοῖς τῶν  ἀνθρώπων.  Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ  Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις  ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς.  Ὅρα  συνεχῶς,  μᾶλλον   δὲ  διηνεκῶς   ἐπὶ  τὸν  Θεὸν  καταφεύγοντα,   κἀκεῖθεν ζητοῦντα  τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς  ἡ βοήθεια, οὐδενὶ  διακοπτομένη  χρόνῳ. Οὐδενὸς τῶν  ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς.  Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα  οὕτω  λεκτέον,  ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις  ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους   ποιεῖς.   Κατὰ  δὲ   τὸν   ἕτερον   ἑρμηνευτὴν    τοῦτο   ῥητέον·   Οἱ  ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων  ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους,  τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίουςσου ἐποίησας, ὡς ἀνθρώπῳ  δυνατὸν  εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον  κατ' εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος  ἄνω, οὕτως  οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου  κατὰ  ἀρετὴν  ὅμοιος.  Γίνεσθε, φησὶν,  ὅμοιοι  τοῦ  Πατρὸς ὑμῶν  τοῦ  ἐν  τοῖς οὐρανοῖς.  Καὶ τοῦ ὀνόματος  δὲ ἡμῖν  μετέδωκεν·  Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ  σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα  στοιχεῖα·  ἡμῖν  δὲ  ἐπέταξε  ναὸν  αὐτῷ  κτίζειν  ἡμᾶς  αὐτούς.  Κἂν τοίνυν   οὐ δημιουργῇς  οὐρανὸν,  ἀλλὰ  δημιουργεῖς   ναὸν  Θεοῦ. Ἐπεὶ  καὶ  οὐρανὸς  διὰ  τοῦτο λαμπρὸς,  ἐπειδὴ  Θεὸν ἔχει  κατοικοῦντα  ἐν  αὐτῷ·  μᾶλλον  δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε  γὰρ, φησὶ, καὶ συνεκάθισεν  ἡμᾶς  ἐν  δεξιᾷ ἐν  τοῖς  οὐρανοῖς·  καὶ  μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε. Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων  ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον  ἐχαλίνου,  ὁ δὲ τὴν  σελήνην  μένειν  ἐκέλευσεν, ὁ δὲ πάλιν  εἰς ἑαυτὸν  τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη  ἡ φλὸξ  ἐσίγα, καὶ δεδεμένη  ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι  Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα  γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν ∆ανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ   Θεοῦ  βλέποντες   ἐρχόμενον   πρὸς  ἡμᾶς,  οὐ  φιλοσοφοῦμεν.   Εἵλοντο   ἐκεῖνοι διαφθαρῆναι  λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμενον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες,  περιορῶμεν  τοὺς  ἁγίους.  Ἡ γῆ  πάλιν  ἑτέρῳ  Θεοῦ φίλῳ  τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν,  καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ' ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ ∆εσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν.  ∆ιὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας  τοὺς υἱοὺς τῶν  ἀνθρώπων.  Ἐννοήσαντες  τοίνυν  τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αυΐδ. Ἄλλος, Ἐπινίκιος ᾠδὴ τοῦ ∆αυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε,  Κύριε, ἐπιλήσῃ  μου  εἰς  τέλος;  Ἄλλος,  Ἐκλανθάνῃ   μου  τέλεον.  Ἕως  πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἄλλος, Κρύ πτεις. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλλος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέ ρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ δια νοίᾳ μου καθ' ἡμέραν.

αʹ. Οὐ μικρὸν  καὶ τοῦτο ἀγαθὸν,  τὸ λαμβάνειν  αἴσθησιν τῆς τοῦ Θεοῦ λήθης. Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Πολλοὶ γοῦν τοῦτο παθόντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, οὐδὲ ὀδύρονται· οὗτος δὲ ὁ μακάριος οὐ μόνον αὐτὸ ᾔδει, ἀλλὰ καὶ  τὸν  χρόνον  ἀνελογίζετο.  Τὸ γὰρ, Ἕως πότε,  δεικνύντος  ἐστὶ μακρὸν  ὄντα  τὸν χρόνον· διὰ τοῦτο καὶ ὀδύρεται καὶ θρηνεῖ. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ βιωτικοῦ τινος  ἕνεκεν  ἀλγεῖ,  οὐχ  ὑπὲρ  χρημάτων,  οὐχ  ὑπὲρ  δόξης,  ἀλλ'  ὑπὲρ  τῆς  εὐνοίας πανταχοῦ.  Καὶ πόθεν, φησὶν, ἔγνω ὅτι ἐπελάθετο  αὐτοῦ ὁ Θεός; Ἐπειδὴ ᾔδει καὶ πότε ἐμέμνητο, καὶ σαφῶς ἠπίστατο τί μὲν λήθη, τί δὲ μνήμη· οὐ καθάπερ οἱ πολλοὶ  τῶν ἀνθρώπων  ὅταν πλουτῶσιν,  ὅταν εὐδοκιμῶσι παρὰ τοῖς ἀνθρώποις,  ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε νομίζουσι μεμνῆσθαι αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε πότε αὐτῶν ἐπιλανθάνεται ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ  εἰδότες,  οὐδὲ  τὸ  τῆς  λήθης  ἐπίστανται.  Εἰ  γὰρ  τὰ  τῆς  φιλίας   σύμβολα  οὐκ ἐπίστανται, οὐδὲ τὰ τῆς ἔχθρας γινώσκουσι. Πολλῶν γὰρ τῶν ταῦτα ἐχόντων ἐπιλανθάνεται ὁ Θεὸς, καὶ μάλιστα  τούτων· τῶν  δὲ ἐν  τοῖς  ἐναντίοις  ὄντων μέμνηται  πολλάκις.  Μνήμην  γὰρ οὐδὲν  οὕτω  ποιεῖ  παρὰ τῷ  Θεῷ, ὡς  τὸ ἀγαθόν  τι ποιεῖν,  τὸ νήφειν,  τὸ ἐγρηγορέναι,  τὸ ἀρετῆς ἐπιμελεῖσθαι·  ὥσπερ οὖν  λήθην  οὐδὲν  ἕτερον, ὡς τὸ ἐν ἁμαρτίαις εἶναι καὶ πλεονεξίαις  καὶ ἁρπαγαῖς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός· ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ  πάντα  σοι κατὰ  ῥοῦν  φέρηται.  Ἂν  γὰρ  τοῦτο  ᾖς  εἰδὼς,  ταχέως  ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Τοῦτο ἐπιτεταμένη   λήθη.  Ἀπὸ  γὰρ  τῶν  ἀνθρωπίνων  σχημάτων  τοῦ  Θεοῦ τὰς  ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει. Ἀποστρέφει δὲ πάλιν  ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ, ὅταν ἀνάξια πράττωμεν  τῶν ἐπιταγμάτων  αὐτοῦ. Ὅταν γὰρ ἐκτείνητε, φησὶ, τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Εἶτα καὶ ἡ αἰτία. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλὰ καὶ τοῦτο πάλιν κηδεμονίας πολλῆς, καὶ ἡ ἐγκατάλειψις,  καὶ ἡ ἀποστροφὴ τοῦ προσώπου· ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται. Ἐπεὶ καὶ ἐραστὴς μανικὸς  τὸν  ἐρώμενον  ὑπερορῶντα  ἀφίησι  καὶ ἐγκαταλιμπάνει,    οὐκ   ἐκβάλλων    αὐτὸν   τῆς   διανοίας,    ἀλλὰ   ἐπιστρέψαι   αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι. Εἰπὼν δὲ τὴν ἀποστροφὴν, λέγει καὶ τὴν λήθην, καὶ τὰ ἐξ αὐτῆς αὐτῷ προσγενόμενα. Τίνα δὴ ταῦτά ἐστιν; Ἃ ἐπάγει λέγων· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελθὼν πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς  ἀποστερηθεὶς πολλοῖς  προσπταίει· οὕτω δὴ καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ Θεοῦ, φροντίσι, καὶ μερίμναις, καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν  Θεὸν  ἐπιστρέψαι  πρὸς  ἑαυτὸν,  τὸ  μεριμνᾷν,  τὸ  φροντίζειν,   τὸ  τήκεσθαι,  τὸ ὀδυνᾶσθαι,  τὸ  λόγον  ποιεῖσθαι  αὐτοῦ  τῆς  ἀποστροφῆς.  Ὃ καὶ  Παῦλος  Κορινθίοις γράφων περὶ ἑαυτοῦ φησι· Καὶ τίς ἐστιν ὁ εὐφραίνων  με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Οὐ μικρὸν  γὰρ  τοῦτο,  ἀγαπητὲ,  κέρδος,  τὸ  αἰσθάνεσθαι  τῆς  ἀποστροφῆς  τοῦ  Θεοῦ, τὸ ἀλγεῖν,  τὸ ὀδυνᾶσθαι.  Οὕτω γὰρ αὐτὸν  ταχέως  πρὸς ἡμᾶς ἐπιστρέψομεν.  Ἕως πότε ὑψωθήσεται  ὁ ἐχθρός  μου ἐπ' ἐμέ; Ἐπίβλεψον,  εἰσάκουσόν  μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς  μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ὥσπερ γὰρ ἀντεχομένου τοῦ  Θεοῦ,  καὶ  μεθ'  ἡμῶν   ὄντος,  τὰ  λυποῦντα   ἐκποδὼν   ἅπαντα   γίνεται·   οὕτως ἀποστάντος καὶ ἐπιλαθομένου, καὶ ψυχὴ διακόπτεται, καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσι, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι. Συγχωρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελθεῖν,  ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε, φησὶν, ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ὥστε καὶ ἡ ἐγκατάλειψις  τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει,  ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι  γένωνται.  Ἐπίβλεψον, φησὶν, ἴδε τὸν ἐχθρὸν ὑψούμενον   ἐπ'  ἐμέ·  καὶ  εἰ  μὴ  διὰ  τὴν  ἐμὴν  ταλαιπωρίαν,   ἀλλὰ  διὰ  τὴν  ἐκείνου ἀλαζονείαν  καὶ ἀπόνοιαν εἰσάκουσόν μου. Καὶ τί αἰτεῖς; Κρατῆσαι τῶν ἐχθρῶν; Οὐ τοῦτό  φησιν,  ἀλλὰ,  φωτισθῆναι  τοὺς  τῆς  καρδίας  ὀφθαλμοὺς,  ἀποδιωχθῆναι   τὸ σκότος τὸ ἐπιχυθέν  μου τῷ διορατικῷ τῆς ψυχῆς, καὶ σκοτίσαν τὸν νοητὸν ὀφθαλμόν. Τοῦτο  αἰτῶ,  Φώτισον  τοὺς  ὀφθαλμούς  μου.  Μή ποτε  εἴπῃ    ἐχθρός  μου,  ἰδών  με κατενεχθέντα εἰς τὸν τῆς ἁμαρτίας θάνατον· Οὕτως ἴσχυσα πρὸς αὐτόν. Κατεκράτησα αὐτοῦ, ὅπερ ἤθελον ἰδεῖν, γέγονέ μοι. Τί ἐστιν, Ἴσχυσα πρὸς αὐτόν; Ὅτι εἰ καὶ μὴ ἁπλῶς ἰσχυρός ἐστιν, ἀλλὰ πρὸς ἐμὲ ἰσχυρὸς γέγονεν.  Ἡ ἡμῶν ἧττα ἰσχὺν αὐτῷ περιτίθησιν, ἰσχυρὸν ἀποφαίνει, καὶ κραταιὸν, καὶ ἀκαταμάχητον.

βʹ. Ὁρᾷς, ὅτι ὅταν ἁμαρτάνωμεν, οὐ μόνον ἑαυτοὺς καταισχύνομεν, ἀπόλλυμεν, εἰς  θάνατον  ἐμβάλλομεν,  ἀλλὰ  καὶ  τοὺς  ἐχθροὺς  κραταιοὺς  καὶ  δυνατοὺς,  δι' ὧν ἡττήμεθα, ἀνακηρύττομεν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ  αὐτοὺς καθιστῶμεν.  Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας  τὸ τοῖς πολεμίοις  καθ' ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα. ∆έον νικᾷν τὸν ἐχθρὸν Ἠσθένησαν γὰρ αἱ ῥομφαῖαι  αὐτοῦ  εἰς τέλος,  καὶ ἀπώλετο  ὁ ἀσεβὴς, δέον  νικᾷν,  ἡττώμεθα· καὶ οὐ μόνον  τοῦτο, ἀλλὰ  καὶ κραταιὸν  καὶ ἰσχυρὸν ἀποφαινόμεθα· καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἡμῖν καὶ τὰ τῆς μανίας, καὶ τὰ τῆς ἐσχάτης νόσου, ἀλλὰ καὶ τὰ εἰς εὐφροσύνην αὐτοῦ καὶ ἀγαλλίασιν  παρασκευαζόμεθα. Ὄντως  ἐσχάτη μέθη, καὶ κακὸν  ἔσχατον  ἡ ἁμαρτία. Ἀγαλλιάσονται  ἐὰν σαλευθῶ. Τρία δικαιώματα  προσάγει εἰς τὸ δυσωπῆσαι ὁ Προφήτης τὸν ∆εσπότην, ὅπως ἐπιβλέψῃ, καὶ ἐπιστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἐπ' αὐτὸν, καὶ εἰσακούσῃ τῆς δεήσεως αὐτοῦ· τὸ κράτος καὶ τὴν ἰσχὺν τῶν ἐχθρῶν, καὶ πρὸ τούτου τὸ ὕψωμα καὶ τὴν ἔπαρσιν αὐτῶν, καὶ τρίτον, τὴν εὐφροσύνην καὶ ἀγαλλίασιν  αὐτῶν, μονονουχὶ λέγων, ὡς Εἰ μὴ διὰ τὴν ἐμὴν δέησιν, διὰ τὴν ἐμὴν ταλαιπωρίαν  ἐπιστρέφεις μοι τὸ πρόσωπόν σου, Κύριε, ἀλλ' οὖν διὰ τὴν ἀλαζονείαν  τῶν ἐχθρῶν, διότι ἐπὶ ἰσχύϊ φρονοῦσι   μέγα·  διότι   ἐπιχαίρουσι   τοῖς  κακοῖς  μου,  ἐπιγελῶσί   μου  τῷ  πτώματι. Εἰσάκουσόν μου, φώτισον τοὺς ὀφθαλμούς μου. Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρτίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς  ἀπενύσταξα θάνατον.  Εἰ γὰρ μόνον ἀπὸ τῆς σῆς ἀσφαλείας σαλευθῶ, χαρὰ αὐτοῖς, καὶ μεγαλαυχία,  καὶ ἰσχὺς τοῦτο νομίζεται·   καὶ  τούτῳ   μέγα  φρονοῦσι,  καὶ  εἰσὶν  ἀνύποιστοι·  ἂν  δὲ  εἰς  θάνατον κατενεχθῶ,  τί  οὐκ ἂν  οὗτοι  ποιήσειαν;  Ὁρᾷς τὸν  Προφήτην,  πῶς  ἡγεῖται  μεγίστην ζημίαν, καὶ οὐδὲν κολάσεως καὶ τιμωρίας ἔλαττον, τὸ εὐφρᾶναι τὸν κοινὸν ἐχθρὸν, τὸ ἰσχυρὸν αὐτὸν ὀφθῆναι,  τὸ ὑψηλὸν  δόξαι. Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο  εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ. Οὕτω ποιῶμεν καὶ ἡμεῖς, καὶ σκοπῶμεν, καὶ ἀγωνιζώμεθα,  ὅπως μὴ ὑψώσωμεν  τὸν ἐχθρὸν, ὅπως μὴ ἰσχυρὸν δείξωμεν,  ὅπως μὴ εὐφράνωμεν,  ἀλλὰ τοὐναντίον,  καὶ ταπεινὸν,  καὶ ἐξουθενημένον,  καὶ ἀσθενῆ, καὶ κατηφῆ,  καὶ σκυθρωπὸν  ἐργασώμεθα. Ἂν  γὰρ κατορθοῦντας  ἴδοι τοὺς ἁμαρτάνοντας,  πάντα  ἅμα ταῦτα  γίνεται.  Ἐγὼ  δὲ ἐπὶ  τῷ  ἐλέει  σου ἤλπισα.  Τί οὖν κατορθώσας, ταῦτα αἰτεῖς, ἐπιβλέψαι  πάλιν εἰς σὲ, εἰσακοῦσαί σου τῆς δεήσεως, φωτισθῆναί σου τῆς διανοίας τοὺς ὀφθαλμούς; πόθεν δέ σοι ταῦτα; Οἱ μὲν ἄλλοι, φησὶν, εἴ τι καὶ εἰπεῖν ἔχοιεν, λεγέτωσαν· ἐγὼ δὲ ἓν οἶδα, ἓν λέγω, ἐκεῖ μου πᾶσαν ἤρτησα τὴν ἐλπίδα, ἐκεῖνο προβάλλομαι, τὸ ἔλεός σου, τὴν φιλανθρωπίαν σου. Ἐγὼ δὲ, φησὶν, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Εἶδες ταπεινοφροσύνην Προφήτου; εἶδες εὐγνωμοσύνην  ἀνδρός; Καίτοι μυρία κατορθώματα ἔχων, καὶ δι' αὐτῶν δυνάμενος δυσωπῆσαι τὸν Θεὸν, οὐδὲν τούτων  λέγει, ἀλλ' ἐπὶ μόνον τὸ ἔλεος τοῦ Θεοῦ καταφεύγει.  Ὥστε δῆλον ὅτι καὶ ὅτε ταῦτα  λέγει,  ὡς  τὸ, Εἰ ἐποίησα τοῦτο,  Εἰ ἀνταπέδωκα,  καὶ  τὰ  τοιαῦτα,  εἰς  πολλὴν ἀνάγκην τοῦ εἰπεῖν ἐμπεσὼν, ταῦτα λέγει· ἧς μὴ παρούσης οὐδὲν ἐκείνων  φησὶν, ἀλλὰ τὸ  ἔλεος  καὶ  τὴν  φιλανθρωπίαν τοῦ  Θεοῦ ἀντὶ  πάσης ἱκετηρίας  προβάλλεται.  Εἶτα πεποιθὼς, ὅτι τῆς ἐλπίδος οὐ ψευσθήσεται, ἐπάγει· Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Εἶδες εὐέλπιδα ψυχήν; Ἤτησε, καὶ πρὶν ἢ λάβῃ, ὡς λαβὼν εὐχαριστεῖ, καὶ ᾄδει τῷ Θεῷ, καὶ πάντα τὰ προειληφότα διαπράττεται. Πόθεν δὲ οὕτως ἦν εὔελπις; Ἀπὸ πολλῆς εὐγνωμοσύνης, ἀπὸ πολλῆς σπουδῆς τῆς περὶ τὴν αἴτησιν· ᾔδει ὅτι οὕτως αἰτουμένου Θεὸς εἰσακούει, ἀπὸ πολλῆς τῆς ἐν τῇ καρδίᾳ θέρμης καὶ κινήσεως. Ὥσπερ οὖν   οἱ   νωθρῶς   καὶ   παρειμένως   αἰτούμενοι,   καὶ   λαβόντες,   μόλις   τῆς   δωρεᾶς ἐπαισθάνονται· οὕτως οἱ συνεπιτεταμένῃ  προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιούμενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ' αὐτοὺς σφοδρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες,
 ἔχουσι   τοῦ   δώρου   συναίσθησιν,   τῆς   θείας   αὐτοῖς   χάριτος    τὴν    εὐφροσύνην προεντιθείσης· καὶ εὐχαριστοῦσι διὰ τοῦτο, καὶ τοῦ λαβεῖν ἐγγὺς καθεστήκασιν. Ἀγαλλιάσεται  ἡ καρδία μου ἐπὶ  τῷ  σωτηρίῳ  σου. Τοῦτο, φησὶ, τὴν  ἐμὴν  εὐφραίνει ψυχὴν,  τὸ  παρὰ  σοῦ τῆς  σωτηρίας  τυχεῖν· τὴν  ψυχὴν  εὐφραίνει,  ὅτι  ταύτης  εἶ  σὺ σωτηρία.

γʹ. Εἶδες ἀγαλλίασιν,  καὶ  ἀγαλλίασιν;  ἀγαλλίασιν  ἐχθρῶν  ἐπὶ  πτώματι,  καὶ ἀγαλλίασιν  ψυχῆς  ἐπὶ  οἰκείᾳ  σωτηρίᾳ; Ἐκείνη  τοῦ  Πονηροῦ, αὕτη  τῶν  σωζομένων. Ἐκείνη λύμη καὶ τοῦ δοκοῦντος ἀγαλλιᾶσθαι, καὶ ἐφ' ᾧ ἠγαλλιᾶτο· αὕτη σωτηρία καὶ ἀνάκλησις τοῦ ἀγαλλιωμένου. Ταύτην τὴν ἀγαλλίασιν  καὶ εὐφροσύνην  εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα,  ἐκείνην  δὲ φύγωμεν,  καὶ βδελυξώμεθα. Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί  με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μνημόσυνον, φησὶ, τῆς εὐεργεσίας ταύτης ᾠδὴν ἀναθήσω τῷ Κυρίῳ, ὅτι εὐηργέτησέ με, ἐταπείνωσε τὸν ἐχθρὸν, αἰσχύνης  ἐπλήρωσεν,  ἀσθενῆ  ἐπήλεγξεν,  εἰσήκουσε τῆς  δεήσεώς  μου, ἐπέστρεψε  τὸ πρόσωπον αὐτοῦ ἐπ' ἐμὲ, τὴν ἀχλὺν καὶ τὸν ζόφον, δι' ὧν πρὸς τὸν θάνατον ἐφερόμην, διασκεδάσας·   καὶ   ἐπὶ   τῷ   σωτηρίῳ   αὐτοῦ   ἀγαλλιώμενος,   ὥσπερ   τι   μνημεῖον ἀνεξάλειπτον,  τὴν ᾠδὴν ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων  ἀνατίθημι,  οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογισμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον  ᾄσω καὶ ψαλῶ  τῷ ὀνόματι  Κυρίου, ἀνεπίληστον  ἐν τῇ ψυχῇ  περιφέρων  τῆς εὐεργεσίας  τὸ μέγεθος.  Ἡ τοιαύτη  τοίνυν  ψυχὴ  οὐ μόνον  κακοῖς  ἐμπαρεῖσα ῥύεται ῥᾳδίως  τῶν   κακῶν,   ἀλλὰ   καὶ  ἀσφαλεστέρα  γίνεται,   εἰς  τὸ  μηκέτι  τοῖς  ὁμοίοις περιπεσεῖν. Ὅταν γὰρ ἐπὶ μνήμης ἀεὶ φέρῃ τὴν εὐεργεσίαν, δῆλον ὅτι καὶ τὰ δυσχερῆ ἐπὶ μνήμης ἔχει, ὧν ἀπαλλαγεῖσα ἔτυχε τῆς εὐεργεσίας. Ἔχων δὲ καὶ τὴν μνήμην τῶν κακῶν, ἀναλογίζεται  ἐπιμελῶς, πόθεν ταῦτα συνέπεσεν αὐτῷ, καὶ διὰ ποίαν αἰτίαν εἰς τὸ τοιοῦτον συνηνέχθη κακόν· καὶ ἀναλογιζόμενος  λοιπὸν τειχίζει πανταχόθεν  ἑαυτὸν, ἵνα μὴ ἐπὶ τὰς ὁμοίας περιενεχθῇ  συμφοράς· οὕτω τε λοιπὸν  τὸν ἑαυτοῦ βίον καλῶς ῥυθμίζων,  καὶ παιδαγωγῶν,  καὶ τῷ ῥυσαμένῳ πολλὴν  ἀνομολογεῖ  τὴν  χάριν· ὥσπερ εὗρε  ῥύστην,  οὕτω  καὶ  φύλακα  διὰ  παντὸς  ἔχειν  ἐν  τοῖς  μέλλουσιν  ἐξαιτούμενος. Ταύτην  ζηλώσωμεν  καὶ  ἡμεῖς,  κἄν  τινι  παρασυρῶμεν  ἁμαρτήματι,  ταχέως ἀνανήψωμεν,  καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μηκέτι ἁμαρτάνειν.  Πῶς οὖν ποιήσεις; Ἔχεις διδάσκαλον τὸν ∆αυΐδ. Ἥμαρτες; Μὴ νυστάξῃς ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλὰ διανάστηθι· ἐννόησον αὐτίκα, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον ἀπὸ σοῦ, ὅτι ἐπελάθετό σου· εἶτα κλαῦσον, στέναξον, λοῦσον καθ' ἑκάστην νύκτα τὴν κλίνην  σου δάκρυσι, ἀποπήδησον ἀπὸ τῶν  ἐργαζομένων  τὴν ἀνομίαν.  Καὶ ταῦτα γὰρ μαθήματα τοῦ ∆αυΐδ. Εἰπὲ μετ' αὐτοῦ· Ἕως πότε, Κύριε, ἐπιλήσῃ . μου εἰς τέλος; ἕως  πότε  ἀποστρέφεις  τὸ  πρόσωπόν  σου ἀπ' ἐμοῦ; Εἰπὲ μὴ τῇ  γλώσσῃ, ἀλλὰ  πολὺ πρότερον  τῇ  καρδίᾳ·  εἰπὲ  καὶ  τὰ  ἄλλα  δικαιώματα  τοῦ  ∆αυΐδ.  Ὅταν  εἴπῃς  πάντα, ἔλπισον ἐπὶ τὸ ἔλεος αὐτοῦ, ἔλπισον, μὴ διακριθῇς. Ὁ γὰρ διακρινόμενος,  φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ τοιοῦτος, ὅτι λήψεταί  τι παρὰ Θεοῦ. Ἀνὴρ γὰρ δίψυχος,  ἀκατάστατος  ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἔλπισον οὖν ἐπὶ τὸ ἔλεος αὐτοῦ, μηδὲν διακριθεὶς,  καὶ τεύξῃ πάντως  τῆς αἰτήσεως· τυχὼν δὲ μὴ γένῃ ἀγνώμων  περὶ τὸν εὐεργέτην, καὶ ἀχάριστος, ἀλλὰ ποίησον μνημεῖον τῆς εὐεργεσίας, καὶ ἀνάθες αὐτὸ εὐχάριστον τῷ ∆εσπότῃ ᾠδήν. Ἴσως αὐτὸς οὐκ οἶδας συνθεῖναι· συγκάλεσον τοὺς πένητας, καὶ χρῆσαι τὰς γλώσσας αὐτῶν, καὶ σοὶ παρασκεύασον. Εὖ ἴσθι ὅτι ἡδίω  τῆς ∆αυϊδικῆς ᾠδῆς ταύτην  ἀκούσεται, ἢν ὑπὲρ σοῦ  ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφόρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω καὶ ἡ τῶν πενήτων  ἐκ διαφόρων  οὖσα, τῷ εἰσακούοντι τῆς φωνῆς τῶν πενήτων  Θεῷ ἡδύ τι καὶ ἐράσμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης,  σύμβολον τῆς διηνεκοῦς  μνήμης,  ἣν ἐγκάρδιον  ἔχων  ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνωμεν,  ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ.«Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας.

αʹ. Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον,  ἐπὶ τῷ μήκει τῶν  εἰρημένων· ἐγὼ  δὲ ὑμᾶς ἐθαύμαζον  ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ  τε καὶ συνέσει, καὶ ὅτι μακροτέρου τοῦ λόγου  προελθόντος,  μέχρι τέλους παρηκολουθήσατε  ἡμῖν· καίτοι γε οὐ μακρὸς ἦν ὁ λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν.  Ἀλλ'  οὔτε τὸ μῆκος, οὔτε ἡ δυσκολία τὴν ὑμετέραν  ἤλεγξε προθυμίαν. Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι  τὴν  διάλεξιν.  Οὐδὲ γὰρ ἐπιτείνειν  ἀεὶ δεῖ τὴν  διάνοιαν  τῶν  ἀκροατῶν διαῤῥήγνυται  γὰρ  ταχέως,  οὔτε  χαλᾷν  ἀεὶ  καὶ  ἀνιέναι·  καὶ  γὰρ  ἐντεῦθεν  ἀργοτέρα γίνεται  πάλιν. ∆ιὸ ποικίλλειν  χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων. Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων  τῇ ποίμνῃ, τὴν σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται· οὕτω  νῦν  δὴ παρελθουσῶν  τῶν  ἑορτῶν  τῶν  Ἰουδαϊκῶν,  οἳ λύκων ἁπάντων  εἰσὶ χαλεπώτεροι, τὴν σφενδόνην  πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν· καὶ   τοὺς   ἀγωνιστικωτέρους    ἀναπαύσαντες   λόγους,   ἑτέρων   τινῶν    σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ ∆αυῒδ μεταχειριζόμενοι,  καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον. Τίς οὖν ἐστιν ἡ ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Μᾶλλον δὲ ἀναγκαῖον  εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν  ἡμέτερον,  καὶ μετ' ᾠδῆς  μάλιστα  αὕτη  ἡ προφητεία  λέγεται.  Τίνος  οὖν  ἕνεκεν λέγεται  μετ' ᾠδῆς, ἄκουσον· Πολλοὺς τῶν  ἀνθρώπων  κατιδὼν  ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν  δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ  ὕμνους.  Οὐδὲν  γὰρ,  οὐδὲν  οὕτως  ἀνίστησι  ψυχὴν,  καὶ  πτεροῖ,  καὶ  τῆς  γῆς ἀπαλλάττει,  καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν  ποιεῖ, καὶ πάντων καταγελᾷν  τῶν  βιωτικῶν,  ὡς μέλος συμφωνίας,  καὶ ῥυθμῷ συγκείμενον  θεῖον ᾆσμα. Οὕτω γοῦν ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα  καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι  ἐν ταῖς ἀγκάλαις  αὐτὰ βαστάζουσαι, πολλάκις  ἀπιοῦσαί τε καὶ ἐπανιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτῶν  τὰ βλέφαρα κατακοιμίζουσι.
∆ιὰ τοῦτο  καὶ  ὁδοιπόροι  πολλάκις  κατὰ  μεσημβρίαν  ἐλαύνοντες  ὑποζύγια,  ᾄδοντες τοῦτο  ποιοῦσι,  τὴν  ἐκ  τῆς  ὁδοιπορίας  ταλαιπωρίαν   ταῖς  ᾠδαῖς  ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες,  καὶ τρυγῶντες,   καὶ  ἀμπέλους   θεραπεύοντες,   καὶ  ἄλλο  ὁτιοῦν   ἐργαζόμενοι,  πολλάκις ᾄδουσι. Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ  τῇ  κερκίδι  τοὺς  στήμονας  συγκεχυμένους  διακρίνουσαι,  πολλάκις  μὲν  καὶ  καθ' ἑαυτὴν ἑκάστη, πολλάκις δὲ . καὶ συμφώνως  ἅπασαι, μίαν τινὰ μελῳδίαν  ᾄδουσι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο  ἔχει  τὸ εἶδος  τῆς τέρψεως  ἡ ψυχὴ,  ἵνα  μὴ πορνικὰ  ᾄσματα οἱ δαίμονες εἰσάγοντες,  ἅπαντα  ἀνατρέπωσι,  τοὺς  ψαλμοὺς  ἐπετείχισεν  ὁ Θεὸς, ὥστε  ὁμοῦ  καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν  εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη, καὶ ὄλεθρος, καὶ πολλὰ  ἂν εἰσαχθείη  δεινά· τὰ γὰρ ἀσελγέστερα καὶ παρανομώτερα  τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν καὶ μαλακωτέραν  ποιοῦσιν· ἀπὸ δὲ τῶν  ψαλμῶν  τῶν  πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας  ὑπόθεσις γένοιτ' ἂν, τῶν  τε ῥημάτων  τὴν  ψυχὴν  ἐκκαθαιρόντων,  τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ταχέως  ἐφιπταμένου  ψυχῇ. Ὅτι γὰρ οἱ μετὰ συνέσεως ψάλλοντες  τὴν τοῦ Πνεύματος καλοῦσι χάριν, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ  πληροῦσθε  ἐν  Πνεύματι. Ἐπήγαγε  δὲ καὶ τὸν  τρόπον  τῆς πληρώσεως. Ἄδοντες  καὶ ψάλλοντες  ἐν ταῖς καρδίαις ὑμῶν  τῷ Κυρίῳ. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν; Μετὰ συνέσεως, φησίν· ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανωμένη, ἀλλ' ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης.

βʹ. Καὶ καθάπερ ἔνθα  μὲν  βόρβορος, χοῖροι  τρέχουσιν· ἔνθα  δὲ ἀρώματα  καὶ θυμιάματα, μέλιτται κατασκηνοῦσιν· οὕτως ἔνθα μὲν ᾄσματα πορνικὰ, δαίμονες ἐπισωρεύονται·  ἔνθα  δὲ μέλη  πνευματικὰ,  ἡ τοῦ Πνεύματος ἐφίπταται  χάρις, καὶ τὸ στόμα καὶ τὴν ψυχὴν ἁγιάζει. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ παῖδας καὶ γυναῖκας  τὰ τοιαῦτα  διδάσκητε ᾄσματα ᾄδειν, οὐκ ἐν ἱστοῖς μόνον,  οὐδὲ ἐν τοῖς ἄλλοις  ἔργοις, ἀλλὰ  μάλιστα  ἐν  τραπέζῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ  ἐν  συμποσίοις ὁ διάβολος  ἐφεδρεύει  μέθην  καὶ  ἀδηφαγίαν   ἔχων   αὐτῷ  συμμαχοῦσαν,  καὶ  γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην,  μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν  αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν  ἀσφάλειαν,  καὶ κοινῇ μετὰ τῆς γυναικὸς  καὶ τῶν παίδων ἀναστάντας ἀπὸ τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ. Εἰ γὰρ ὁ Παῦλος   μάστιγας   ἔχων   ἀφορήτους   ἐπικειμένας,   καὶ   ξύλῳ   προσδεδεμένος,   καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος,  οὔτε ἀπὸ τῆς τυραννίδος  τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος  τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας· πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομένους,  καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχαριστηρίους ὕμνους ἀναπέμπειν  αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται  παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας  ἐπεισελθούσης, ἀποπηδήσῃ πάντα ἐκεῖνα τὰ ἄτοπα καὶ πονηρὰ βουλεύματα. Καὶ καθάπερ πολλοὶ  τῶν πλουτούντων τὴν σπογγίαν  βαλσάμου πλήσαντες  οὕτω τὰς τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμά  των γένηται  κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ἀντὶ βαλσάμου τὸ στόμα ἐμπλήσαντες μελῳδίας πνευματικῆς, ἵνα εἴ τις  ἐγένετο  κηλὶς  ἀπὸ  τῆς  ἀδηφαγίας  ἐν  τῇ  ψυχῇ,  διὰ  τῆς  μελῳδίας  ἀποσμήξωμεν ἐκείνης, καὶ λέγωμεν κοινῇ στάντες· Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα. Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν  προσκείσθω, ἵνα  μετὰ  τῆς  ψυχῆς  καὶ  τὴν  οἰκίαν  αὐτὴν  ἁγιάζωμεν.  Ὥσπερ γὰρ  οἱ  μίμους,  καὶ ὀρχηστὰς, καὶ πόρνας γυναῖκας εἰς τὰ συμπόσια εἰσάγοντες, δαίμονας καὶ τὸν διάβολον ἐκεῖ  καλοῦσι,  καὶ  μυρίων  πολέμων   τὰς  αὑτῶν   ἐμπιπλῶσιν   οἰκίας  ἐντεῦθεν   γοῦν ζηλοτυπίαι καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ τὰ μυρία δεινά· οὕτως οἱ τὸν ∆αυῒδ καλοῦντες μετὰ τῆς κιθάρας, ἔνδον τὸν Χριστὸν δι' αὐτοῦ καλοῦσιν. Ὅπου δὲ ὁ Χριστὸς, δαίμων μὲν  οὐδεὶς  ἐπεισελθεῖν,  μᾶλλον  δὲ οὐδὲ παρακύψαι  τολμήσειέ  ποτε· εἰρήνη  δὲ, καὶ ἀγάπη, καὶ πάντα ὥσπερ ἐκ πηγῶν ἥξει τὰ ἀγαθά. Ἐκεῖνοι ποιοῦσι θέατρον τὴν οἰκίαν αὐτῶν·  σὺ ποίησον  ἐκκλησίαν  τὸ  δωμάτιόν  σου. Ἔνθα  γὰρ  ψαλμὸς,  καὶ  εὐχὴ,  καὶ προφητῶν  χορεία, καὶ διάνοια τῶν ᾀδόντων  θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην  προσειπὼν ἐκκλησίαν. Κἂν μὴ εἰδῇς τὴν δύναμιν  τῶν ῥημάτων, αὐτὸ τέως τὸ στόμα παίδευσον  τὰ ῥήματα λέγειν.  Ἁγιάζεται γὰρ καὶ διὰ ῥημάτων  ἡ γλῶττα,  ὅταν μετὰ προθυμίας ταῦτα λέγηται. Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν,  τοῦ ἔθους  καὶ  ἄκοντας  ἡμᾶς  ἀναγκάζοντος   καθ'  ἑκάστην  ἡμέραν  τὴν  καλὴν   ταύτην ἐπιτελεῖν  λατρείαν.  Ἐπὶ τῆς  μελωδίας  ταύτης,  κἂν  γεγηρακώς  τις  ᾖ, κἂν  νέος,  κἂν δασύφωνος,  κἂν ῥυθμοῦ παντὸς  ἄπειρος, οὐδὲν ἔγκλημα  γίνεται.  Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον. Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ' αὐτὸν δυνήσῃ στῆναι τὸν ∆αυΐδ. Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν· ἀλλ' ἐὰν θέλῃς, σὺ σαυτὸν ἐργάσῃ κιθάραν, νεκρώσας τὰ μέλη τῆς σαρκὸς, καὶ πολλὴν τῷ σώματι πρὸς τὴν ψυχὴν ποιήσας τὴν συμφωνίαν.  Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ τοῦ πνεύματος ἡ σὰρξ, ἀλλ' εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρίστην καὶ θαυμαστὴν ὁδὸν, οὕτως  ἐργάσῃ μελῳδίαν  πνευματικήν.  Οὐ χρεία τέχνης  ἐνταῦθα  χρόνῳ  μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας  μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν  ἔξεστι κατὰ διάνοιαν. Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις  συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν,  ἔξεστι σιγῶντα  βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουσε. Κἂν χειροτέχνης  ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος  καὶ ἐργαζόμενος,  δυνήσῃ  ψάλλειν.   Κἂν  στρατιώτης   ᾖς,  ἐν  δικαστηρίῳ  προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.

γʹ. Ἔξεστι καὶ  χωρὶς  φωνῆς  ψάλλειν,  τῆς  διανοίας  ἔνδον  ἠχούσης.  Οὐ γὰρ ἀνθρώποις   ψάλλομεν,   ἀλλὰ  Θεῷ  τῷ  δυναμένῳ   καὶ  καρδίας  ἀκοῦσαι,  καὶ  εἰς  τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Καὶ ταῦτα Παῦλος ἐνδεικνύμενος  βοᾷ, λέγων· Αὐτὸ τὸ  Πνεῦμα  ἐντυγχάνει   ὑπὲρ  ἡμῶν  στεναγμοῖς  ἀλαλήτοις.  Ὁ δὲ  ἐρευνῶν  τὰς καρδίας, εἶδε τί τὸ φρόνημα  τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Τοῦτο δὲ ἔλεγεν, οὐκ ἐπειδὴ τὸ Πνεῦμα ἐστέναζεν, ἀλλ' ἐπειδὴ οἱ πνευματικοὶ  ἄνδρες,
οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες,   μετὰ  κατανύξεως   καὶ  στεναγμῶν   τοῦτο  ἐποίουν.   Τοῦτο  καὶ  ἡμεῖς ποιῶμεν,  καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν  καὶ εὐχῶν. Ἵνα  δὲ μὴ τὰ  ῥήματα  μόνον  προσφέρωμεν,  ἀλλὰ  τὴν  δύναμιν  αὐτὴν  εἰδῶμεν  τῶν ῥήσεων, φέρε, τὸ προοίμιον  αὐτὸ  τοῦ  ψαλμοῦ  εἰς  μέσον ἀγάγωμεν.  Τί οὖν  ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς  πλησίον  ἐκφέρειν,  καὶ λέγειν  ὅτι φιλοῦσι.  Θερμὸν γάρ τι πρᾶγμα  τῆς ἀγάπης ἡ φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας,  καὶ ἐπὶ τῆς γλώττης  περιφέρω.  Οὕτω καὶ ὁ μακάριος οὗτος φιλῶν  τὸν Θεὸν, καὶ  καιόμενος  ἐν  τῷ  φιλεῖν,  οὐκ ἀνέχεται  σιγᾷν,  ἀλλὰ  ποτὲ  μέν  φησιν·  Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ποτὲ δέ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄνυδρος καὶ ἔρημος. Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν  εἶπεν. Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον  ἡμῖν ἐνδείξηται,  καὶ κοινωνοὺς  ποιήσῃ τοῦ ἔρωτος. Πειθώμεθα τοίνυν  αὐτῷ, καὶ μάθωμεν οὕτως ἐρᾷν. Καὶ μή μοι λεγέτω τις· Καὶ πῶς δύναμαι φιλεῖν  τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον,  αὔξει τὸν πόθον. ∆ιὰ τοῦτο καὶ  περὶ  Μωϋσέως  λέγων    Παῦλος,  ὅτι  καταλιπὼν   θησαυροὺς,  καὶ  πλοῦτον,  καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι· εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς τὰ δημιουργήματα,  ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρανὸν,  καὶ γῆν, καὶ θάλατταν.  Ὁ δὲ φιλῶν,  κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου,  κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται.  Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους,  τοὺς ἁγίους .160 ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας. Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν. Καὶ γὰρ ἐπ' ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον,  ἀλλὰ  καὶ τοὺς ὑπ' ἐκείνων  φιλουμένους  φιλεῖν  εἰώθαμεν.  Κἂν εἴπῃ  τις τῶν ἐρωμένων  τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ,  κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν  νομίζω· πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον  ἐπιδείξασθαι σπουδήν. Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ κατορθῶσαι νῦν. Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ· κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν. Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας· μᾶλλον δὲ πάντα τὰ ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων  τὸν Θεὸν τρέφειν.  Ὅτι γὰρ αὐτὸς τρέφεται  τούτων  τρεφομένων,  ἄκουσον τοῦ  Χριστοῦ τί  φησι·  Πεινῶντα  με  γὰρ  εἴδετε,  φησὶ,  καὶ  ἐθρέψατε·  διψῶντα,   καὶ ἐποτίσατε· γυμνὸν,  καὶ περιεβάλετε· καὶ πολλὰς  ἡμῖν ἔδωκεν  ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον. Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι  παρ' αὐτοῦ. Τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ δύναται ἐμποιεῖν  φίλτρον  ἡμῖν. Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες  παρά τινος, ἀκούωμεν  δὲ, ὅτι φιλῶν  ἡμᾶς διατελεῖ, ἐπαινῶν  ἡμᾶς,
καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην· ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ' ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται.  Καὶ πρῶτον,  τὸ κάλλος  τῆς μακαρίας ἐκείνης  καὶ ἀκηράτου φύσεως,  ὅτι ἀμήχανον  οὕτω  πώς  ἐστι καὶ ἄμαχον,  καὶ πάντα  ὑπερβαῖνον λόγον,  καὶ  πᾶσαν  ἐκφεῦγον  διάνοιαν.  Κάλλος δὲ  ὅταν  ἀκούσῃς, μηδὲν  σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφραστον.

δʹ. Ταύτην οὖν ὁ προφήτης ἐκφαίνων  ἔλεγε· Καὶ τὰ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,   καὶ   ταῖς   μὲν   δυσὶ   πτέρυξι   κατεκάλυπτον    τὸ   πρόσωπον,   ταῖς   δὲ   δυσὶ κατεκάλυπτον  τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως,  ἀπὸ τοῦ θαύματος,  ἀπὸ τῆς εὐπρεπείας  ἐκείνης,  ἀπὸ τῆς δόξης. Καὶ πάλιν    ∆αυῒδ  κατανοήσας  αὐτὸ  τοῦτο  τὸ  κάλλος,  καὶ  τὴν  δόξαν  ἐκπλαγεὶς  τῆς μακαρίας  ἐκείνης  φύσεως,  ἔλεγε·  Περίζωσαι τὴν  ῥομφαίαν  σου ἐπὶ  τὸν  μηρόν  σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν  ἰδεῖν,  τῷ  φίλτρῳ  τρωθεὶς  τούτῳ,  καὶ τῆς δόξης ἐκείνης  ἐρῶν.  ∆ιὰ τοῦτο  καὶ Φίλιππος ἔλεγε· ∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος  τι τῆς εὐπρεπείας  ἐκείνης  παραστῆσαι δυνησόμεθα. Ἀλλὰ  τὰς  εὐεργεσίας  βούλῃ  καταλέξωμεν;   Ἀλλ'  οὐδὲ  ταύτας   λόγος   παραστῆσαι δυνήσεται. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ  αὐτοῦ δωρεᾷ. Καὶ πάλιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, .καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν  αὐτόν. Καὶ πάλιν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι  αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος; Τοῦτο γοῦν ἐκπληττόμενος  ὁ Ἰωάννης  ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Εἰ δὲ βούλει καὶ ἀκοῦσαι αὐτοῦ τῶν ῥημάτων,  καὶ τὸν πόθον  μαθεῖν,  ἄκουσον τί φησι διὰ τοῦ προφήτου· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο  ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καὶ καθάπερ οὗτος ἔλεγεν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· οὕτω καὶ ὁ Χριστός φησι· Ὃν τρόπον ἐπισυνάγει  ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως  ἐθέλησα ἐπισυνάξαι  τὰ τέκνα  ὑμῶν,  καὶ  οὐκ  ἐθελήσατε.  Καὶ πάλιν,  Καθὼς  οἰκτείρει  πατὴρ  υἱοὺς,  οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ  τῆς  γῆς  ἐκραταίωσε  Κύριος τὸ  ἔλεος  αὐτοῦ  ἐπὶ  τοὺς  φοβουμένους  αὐτόν.  Καὶ καθάπερ ὁ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν πόθον ἐνδείξηται τὸν ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί  τισι κέχρηται,  ἵνα  ἡμῖν  δηλώσῃ  τὸν  ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει. Καὶ ὁ μὲν προφήτης ἔλαφον  εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην· ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν  μητέρων,  οὐκ ἐπειδὴ  τοσοῦτον  φιλεῖ  μόνον,  ὅσον μήτηρ παῖδα, ἀλλ' ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων  οὐκ ἔστι παρ' ἡμῖν ἕτερα μείζονα φιλίας  τεκμήρια. Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν· Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων  αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης  φιλοστοργίας  θερμότερος    περὶ  ἡμᾶς  αὐτοῦ  πόθος  ἐστίν.  Ταῦτα  δὲ  πάντα συλλέγων   ἀναλογίζου   πρὸς  ἑαυτὸν,  καὶ  θερμὸν  ἐργάσῃ  τὸν  ἔρωτα,  καὶ  λαμπρὰν ἀνάψεις  τὴν φλόγα.  Ἐπεὶ οὖν τὰς φιλίας  καὶ ἐφ' ἡμῶν  τῶν  ἀνθρώπων  οὐδὲν οὕτως ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν· καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν. Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα  ἁπλῶς  ἅπαντα,  τὰς ἀστραπὰς, τῶν  ὡρῶν  τὴν  εὐταξίαν,  ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς. Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ.  Ἀγγέλους   ἀπέστειλε,   προφήτας   ἔπεμψεν,   ὕστερον  τὸν   Υἱὸν  αὐτοῦ   τὸν μονογενῆ.  Καὶ μετ'  ἐκεῖνα  πάλιν  καὶ  οὗτος  παρακαλεῖ  καὶ  δι' ἑαυτοῦ  καὶ  διὰ  τοῦ μονογενοῦς  Παιδὸς, ἵνα  σὺ σωθῇς· καὶ οὐ παύεται  Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλ .162 λάγητε τῷ Θεῷ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι  τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.  Ἀληθῶς εὔκαιρον νῦν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί γὰρ ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς, ἀλλ' ἢ ὅταν ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου,  ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς; Μὴ τὰς κοινὰς δὲ μόνον  εὐεργεσίας, ἀλλὰ  καὶ τὰς ἰδίας  ἀνάλεγε,  οἷον  εἴ ποτε  συκοφαντίᾳ  περιπεσὼν ἀπηλλάγης τῆς κατηγορίας· εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περιτυχὼν, διέφυγες ἐκείνων  τὰς ἐπιβουλάς· εἴ ποτε ζημίαν ἐπενεχθεῖσαν  ἀπεδύσω· εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες.

εʹ. Πάντα ἀνάλεγε  τὰ παρὰ πᾶσάν σου τὴν  ζωὴν  γινόμενα  εὐεργετήματα  τοῦ Θεοῦ, καὶ πολλὰ πάντως  εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ·  καὶ  εἰ  ἐβούλετο    Θεὸς πάσας  τὰς  καθ'  ἑκάστην  ἡμέραν  εὐεργεσίας,  ἃς  ἡμᾶς εὐεργετεῖ,  ἀγνοούντων ἡμῶν  καὶ οὐκ εἰδότων,  εἰς μέσον τιθέναι,  οὐδ' ἂν ἀριθμῆσαι αὐτὰς  δυνηθείημεν.  Πόσοι δαίμονες  εἰς  τὸν  ἀέρα φέρονται  τοῦτον;  πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ  ἀτερπῆ,  οὐκ ἂν  ἐξέστημεν; οὐκ ἂν  ἀπωλόμεθα;  οὐκ ἂν  διεφθάρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι,  καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ' ἑκάστην ἡμέραν ἐπεξιέναι  τὸν Θεὸν τοῖς πλημμελήμασι  τοῖς ἡμετέροις, δυνησόμεθα φιλεῖν  τὸν Θεόν. Ὅταν  γὰρ  ἐννοήσῃς,  ὅσα καθ' ἑκάστην  ἁμαρτάνεις  τὴν  ἡμέραν,  ὅσα καθ' ἑκάστην εὐεργετῇ  τὴν  ἡμέραν,  ὅσης ἀπολαύεις  μακροθυμίας,  ὅσης ἀνέσεως,  καὶ  ὅτι  εἰ  καθ' ἑκάστην    Θεὸς ἐπεξῄει,  οὐδὲ  βραχὺν  ἂν  ἔζησας χρόνον  κατὰ  τὸν  Προφήτην  τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;· αὐτῷ χάριτας εἴσῃ, καὶ  ἐπ'  οὐδενὶ  δυσχερανεῖς  τῶν  προσπιπτόντων·   ἀλλ'  ὄψει,  ὅτι  κἂν  μυρία  πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος  πολὺν  τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην  λέγειν· Ὃν τρόπον ἐπιποθεῖ  ἡ ἔλαφος  ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο  τὸ  ζῶον  εἰς  μέσον  παρήγαγε.  ∆ιψαλέον  πώς  ἐστιν    ἔλαφος,  καὶ  διὰ  τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ∆ιψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον· τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον.  Καθάπερ γὰρ  τὸ  πονηρὸν  συνειδὸς  ῥυπαροὺς  ἡμᾶς  ἐργάζεται,  καὶ  εἰς ἀπόγνωσιν   ἡμᾶς  ἐμβάλλει·  οὕτως,  ἂν  ἐδαφίσωμεν ἡμῶν  τὰς  ἁμαρτίας,  ἂν ἐκκαθάρωμεν  τὴν  πονηρίαν  δυνησόμεθα  διαβλέψαι  εἰς τὸν  πνευματικὸν  πόθον,  καὶ μετὰ πολλῆς  τῆς προθυμίας καλεῖν  τὸν Θεὸν, καὶ τὸ φίλτρον  σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων  μόνον,  ἀλλὰ  καὶ δι' αὐτῶν  τῶν  ἔργων  ταύτην  ὑποψάλλειν  τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν  μόνον, ἀλλ' ἵνα καὶ δι' αὐτῶν  τῶν ἔργων αὐτοὺς μελετῶμεν. Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ' ἵνα ὅταν ὑποψάλλῃς,  συνθήκας εἶναι  νομίσῃς τὴν ὑπακοήν.  Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή  μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον  ἔγραψας  ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς  ὡμολόγησας πάντων  αὐτὸν μᾶλλον  φιλεῖν,  καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι,  καὶ καίεσθαι  τῷ  περὶ  αὐτὸν  ἔρωτι.  Ἂν  τοίνυν  ἐξελθὼν  ἴδῃς  γυναῖκα εὔμορφόν   τινα  καὶ  ἀκόλαστον  δελεάζουσάν  σε  καὶ  πρὸς  τὸν  ἔρωτα  τὸν  ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν,  παρόντων   τῶν   ἀδελφῶν,   τῶν   ἱερέων,   τῶν   διδασκάλων,   ὡμολόγησα   καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς  τῶν  ὑδάτων.  ∆έδοικα  παραβῆναι  τὰς  συνθήκας,  ἐκείνου  λοιπὸν  μελετῶ  τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας  καὶ ἵππους χρυσοχαλίνους,  μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας  ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν  τῶν  βιωτικῶν  τούτων,  ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος  μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται. Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν  εὐδοκίμησιν,  πᾶσαν  δόξαν,  πᾶσαν  περιφάνειαν   ἡμῖν  χαρίσασθαι  δυνήσεται. Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες,    καὶ   κόρης   περικαιόμενοι    πολλάκις    εὐμόρφου   τινὸς,   καὶ   πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων,  καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται,  ἀλλὰ  πρὸς  ἐκείνην  εἰσὶ  τετραμμένοι,  καὶ  οἰκίας  καταφρονοῦσι,  καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς  ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φιλοῦντες,  ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι  τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται  δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἢ ἐκεῖνον  μόνον, καὶ πανταχοῦ  αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες. Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων   αὐτῶν   ἄμεινον   ἡγήσονται   διακεῖσθαι,   ἐν   πᾶσιν   οἷς   ἂν   πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.

∆ιὰ τοῦτο  καὶ Παῦλος ἐν  καθημερινοῖς  θανάτοις  ὢν,  ἐν  δεσμωτηρίοις,  ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα· νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων  τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ χάριν τὸ  πρᾶγμα  καλεῖ,  ὁμολογῶν  οὕτω  καὶ  λέγων,  ὅτι  Ἡμῖν  οὕτως  ἐχαρίσθη  ἀπὸ  τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην  ἔχειν, καὶ μεθ' ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα λυπηρά. ∆υνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσωμεν, ὡς ὁ προφήτης ἐφίλησεν. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων. Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός μου, ἐπήγαγε λέγων· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν  ἡ ψυχή  μου τὸν Θεὸν τὸν ζῶντα,  οὐδ', Ἠγάπησεν ἡ ψυχή  μου τὸν  Θεὸν τὸν  ζῶντα,  ἀλλ' ἵνα  τὴν  διάθεσιν  ἐνδείξηται,  δίψος  ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος. Καθάπερ γὰρ οἱ διψῶντες  οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης· οὕτω δὴ καὶ ὁ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο,  καθάπερ πολλοὶ  τῶν ἀνθρώπων,  οὐδὲ ἐν δυσὶ καὶ τρισὶ τοῦτο γὰρ οὐδὲν θαυμαστὸν, ἀλλὰ καὶ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν  μετ' εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον. Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων  ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν  ἰσχυρὸν,  τὸν  ζῶντα,  ὁμοῦ καὶ τὴν  αἰτίαν  θέλων  εἰπεῖν,  καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. ∆ιὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδήλωσεν, εἰπὼν, ὅτι  Ἐδίψησεν    ψυχή  μου  πρὸς  τὸν  Θεὸν, καὶ  ἐπαγαγὼν,   Τὸν  ζῶντα·  μονονουχὶ παραινῶν  καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ  πράγματα κεχηνόσι· Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν  ἐαρινῶν  ἀνθῶν  εὐφθαρτότερα,  τὰ μὲν  μετὰ τῆς  παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα  καταλυόμενα.  Ἄπιστος αὐτῶν  ἡ κτῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ὀξύῤῥοπος ἡ μεταβολή· ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν  ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν, οὔτε τροπήν τινα δεχόμενος. Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον  καὶ διηνεκῆ  φιλῶμεν.  Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα  καταισχυνθῆναί  ποτε· οὐκ ἔστιν ἐκπεσεῖν· οὐκ ἔστιν  ἔρημον  γενέσθαι  τοῦ φιλουμένου.  Χρήματα μὲν ὁ φιλῶν,  ἢ τελευτῆς  ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται  τῶν ποθουμένων·  καὶ δόξης τις ἐρῶν τῆς .165 παρούσης τὸ αὐτὸ πάσχει· πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων  κατασβέννυται  θᾶττον, καὶ πάντα  ἁπλῶς  τὰ βιωτικὰ,  πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν  ἢ παραγενέσθαι  καὶ φανῆναι,  εὐθέως  ἀποπηδᾷ.  Ὁ δὲ τῶν  πνευματικῶν  ἔρως  τοὐναντίον ἅπαν,  ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ  τροπῇ  καὶ  ἀδηλίᾳ  τοῦ  μέλλοντός   ἐστιν  ὑπεύθυνος·  ἀλλὰ  καὶ  ἐνταῦθα   τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας  ἐντεῦθεν  οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους  αὐτοὺς  ἀποφαίνει  κατὰ  τὴν  ἡμέραν  ἐκείνην.  Ἅπερ  οὖν  εἰδὼς  καὶ  ὁ μακάριος ∆αυΐδ, φιλῶν  διετέλει,  καὶ τὸν  ἔρωτα οὐκ ἠνέσχετο  κατέχειν  ἔνδον,  ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν. Εἰπὼν γὰρ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ   ὀφθήσομαι   τῷ   προσώπῳ   τοῦ   Θεοῦ;   Ὅρα  καιόμενον   τὸν   ἄνθρωπον·   ὅρα ἐμπιπράμενον.   Εἰδὼς  ὅτι  ἐντεῦθεν   ἀπελθὼν   αὐτὸν   ὄψεται,   οὐδὲ  τὴν   ἀναβολὴν ἀναμένει· οὐ στέγει τὴν ὑπέρθεσιν, ἀλλὰ ἀποστολικὸν ἡμῖν ἐνταῦθα δείκνυσι φρόνημα. Καὶ γὰρ ἐκεῖνος  ἔστενεν ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν  ἀποδημίας· καὶ οὗτος τὸ αὐτὸ τοῦτο ἔπασχε. ∆ιὰ τοῦτο ἔλεγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης καταφρονῆσαι ζωῆς· πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ  τοσαύτης  ἀπολαύοντα   τρυφῆς,  τοσαύτης  μετέχοντα   δόξης,  νίκας  ἀνῃρημένον μυρίας, καὶ πολλοὺς  νικήσαντα  πολέμους, καὶ λαμπρὸν  ὄντα καὶ ἐπίδοξον  πανταχοῦ, πάντων  μὲν καταγελᾷν  τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα· τοῦτο μεγαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυχῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα.

ζʹ. Τοῦτον  δὴ  καὶ  ἡμεῖς  μιμησώμεθα,  καὶ  μὴ  θαυμάσωμεν  τὰ  παρόντα,  ἵνα θαυμάσωμεν τὰ μέλλοντα· μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα.  Ἂν  γὰρ  διηνεκῶς   ταῖς  περὶ  ἐκείνων   ἐννοίαις   ἐνδιατρίβωμεν,   καὶ  τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην,  τὴν πάσης ἀπηλλαγμένην  ὀδύνης  ζωὴν  ἀναλογισώμεθα   πρὸς  ἑαυτοὺς,  καὶ  ἐνορῶμεν,  ὅτι  καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος,  καὶ  ἀῤῥωστία,  καὶ  πενία,   καὶ  συκοφαντία,   καὶ  χηρεία,  καὶ  ἁμαρτία,  καὶ κατάγνωσις,  καὶ κόλασις, καὶ τιμωρία,  καὶ εἴ τι ἕτερον  κατὰ τὸν  παρόντα  βίον  ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται,  ἀντεισενήνεκται δὲ ἀντὶ τούτων  εἰρήνη, πραότης,  ἐπιείκεια,  ἀγάπη,  χαρὰ,  δόξα,  τιμὴ,  λαμπρότης,  τὰ  ἄλλα,  ὅσα οὐδὲ  λόγος παραστῆσαι  δυνήσεται,   οὐδὲν   ἡμᾶς   τῶν   παρόντων   αἱρήσεται,   ἀλλὰ   καὶ   ἡμεῖς δυνησόμεθα  λέγειν  κατὰ τὸν  Προφήτην· Πότε ἥξω καὶ ὀφθήσομαι  τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι,  οὔτε εἰς ἀπόνοιαν  ἀπὸ τῶν  τοῦ βίου λαμπρῶν,  οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν  ἐμπεσούμεθα, οὐ φθόνος, οὐ . κενοδοξία, οὐκ ἄλλο τι τῶν  τοιούτων  ἡμᾶς αἱρήσεταί  ποτε.  Μὴ τοίνυν  ἁπλῶς  ἐνταῦθα  εἰσίωμεν,  μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι  ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν. Ἀρκεῖ δὲ ἕκαστος στίχος  πολλὴν  ἡμῖν  ἐνθεῖναι  φιλοσοφίαν,  καὶ  εἰς  τὸ τὰ  δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα· κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν  ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά. Οὔτε γὰρ πενίαν,  οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλεσθαι. Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων,  ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις  οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην  ἀπελθὼν  λήψῃ  τὴν παραμυθίαν.  Ὅρα γοῦν, ἡ ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε  θησαυρόν. Καὶ μή μοι λεγέτω  τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν.  Καὶ γὰρ  πρὸ  τῆς  ἑρμηνείας  παντὶ  τῷ  ἀκούοντι  καὶ  ὁπωσοῦν  βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή. Εἰ γὰρ μόνον ἐπαίδευσας σαυτὸν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ  ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ἐδίψησεν  ἡ ψυχή  μου πρὸς τὸν  Θεὸν τὸν  ἰσχυρὸν,  τὸν  ζῶντα· πότε  ἥξω  καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐνθεῖναι.  Οὐχ αὕτη  δὲ  μόνον,  ἀλλὰ  καὶ  ἑκάστη  ὑπακοὴ  τὸν  αὐτὸν  ἡμῖν  παρέξεται πλοῦτον. Κἂν εἴπῃς πάλιν· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν ὃ λέγεις· οὐ τὸν πλουτοῦντα,  οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κεκοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα  λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν βασιλείοις τρεφόμενον,  οὐκ ἄλλον  οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον  διὰ τὰ μέλλοντα,  ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν  ὠφελεῖται  τῆς  ἀῤῥωστίας, ἀλλὰ  καὶ οἰκείων,  καὶ πατέρων,  καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων  καὶ ὑποκειμένων,  ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον  ἐκείνην  ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ  θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ  καὶ φιλοσοφίᾳ  ἀταράχως  ἅπαντα  φέροντας.  Καὶ πρὸ τούτων  δὲ πάντων,  κἂν μηδὲν συμπέσῃ δεινὸν,  πλείονος  τὸ συνειδὸς τοῦ φοβουμένου  τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων  ἁπάντων  χαλεπώτερον  διακείσεται, τὰ οἰκεῖα  ἑαυτὸν  ἀναμιμνήσκων  κακὰ καὶ πονηρῷ  συζῶν συνειδότι·  οὗτος δὲ, κἂν  τῆς ἀναγκαίας  ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος,  καὶ τὰς ἀμοιβὰς τῶν  οἰκείων  κατορθωμάτων  καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο .167 πονωτέροις   καταλιπὼν   ἑκάστην  ἐκλέγειν   ὑπακοὴν,  καὶ  τὴν  ἐναποκειμένην   αὐτῇ δύναμιν  διερευνᾶσθαι,  ἐνταῦθα  καταλύσω  τὸν  λόγον,  ἐκεῖνα  παραινέσας  ὑμῶν  τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν,  καὶ μελετᾷν  οἴκοι  διηνεκῶς,  καὶ πρὸς φίλους  καὶ πρὸς γυναῖκας  ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον  πάθος  ἀλογώτατον,  αὐτὰς  ἐπᾴδειν  συνεχῶς·  ἵνα  καὶ κατὰ τὸν  παρόντα  βίον γαλήνης  πολλῆς  ἀπολαύσωμεν,  καὶ εἰς  τὴν  μέλλουσαν  ζωὴν  τῶν  αἰωνίων  ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |