ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Πέμπτη 16 Ιουνίου 2016

39. Είς την προδοσίαν του Ιούδα

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
39. Είς την προδοσίαν  του Ιούδα
Νῦν ∆άφνη τερπνὴ καὶ θεοφιλὴς, οὐ μόνον διειδέ στατα βλύζουσα νάματα, οὐ κόμας δένδρων χαριεστά τας ἐκτρέφουσα, ἀλλὰ προσλαβοῦσα ξένον φυτὸν τὸν σταυρόν· νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ δαίμονι φοβερά. Οὐκ ἔτι ποσὶν ἀνδρῶν  ἀσεβῶν ἀναπεταννῦσα  τὸ ἔδαφος,  ἀλλ' ὑμῖν  τοῖς  εὐσεβέσι παρ έχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τε  τόλμηται,  καὶ  τῆς  σωτηρίας  τῆς  ἡμετέρας  ἐφυτεύθη  τὰ πράγματα. Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν  παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ  πανήγυρις  πρὸς κατηγορίαν  τοῦ  Ἰούδα  τὴν  ἐμὴν  γλῶσσαν  κινεῖ,  ἡ  δὲ  φιλ ανθρωπία  τοῦ  Σωτῆρος ἐπιστρέφει  μου  τὸ  στόμα πρὸς  αὐτήν.  Καὶ δύο  τούτοις συνέχομαι, μίσει προδότου, πόθῳ ∆εσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρ χων καὶ δυνατώτερος. ∆ιὸ τὸν προδότην καταλιπὼν  τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ'  ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ.  
Read More ->>

41. Λόγος εις Πέτρον τον Απόστολον καὶ Ἠλίαν τὸν προφήτην.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
41. Λόγος εις Πέτρον τον Απόστολον καὶ Ἠλίαν τὸν προφήτην.
αʹ. Ὀλίγοι  ἡμῖν  σήμερον οἱ  παραγενόμενοι·  ἆρα τί  τὸ  αἴτιον;  Μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐ δεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν  ἐνέβαλε; μᾶλλον  δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοὺς ἐνεπόδισεν.  Ὥσπερ γὰρ  τὸν  σπουδαῖον  καὶ  διεγηγερμένον  τῇ  προαιρέσει οὐδὲν δύναται  κωλῦσαι,  οὕτω  δὴ  τὸν  ῥᾴθυμον  καὶ  ἀνα  πεπτωκότα   πάντα  δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεαν ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κε φαλὴν ἀπέθεντο διὰ τὸν Χριστὸν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν ∆εσπότην; ὁ ∆εσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι' αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτω κας; ∆έον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διά βολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλ' ἡ πρόφασις αὐτῶν αὕτη· Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο ὅτι ἁμαρ τωλὸς εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιο σύνης. Τίς δὲ τῶν  ἀνθρώπων  ἄνευ ἁμαρτίας, εἰπέ μοι; 
Read More ->>

43. Είς την αγιαν πρωτομάρτυρα καὶ ἀπόστολον Θέκλαν

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
43. Είς την αγιαν πρωτομάρτυρα καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον.

Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς διηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζεται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι  δοκῶ  σήμερον  τὴν  μακαρίαν  ἐκείνην  κατοπτρίζεσθαι  κόρην,  καθάπερ  ἐπ' εἰκόνος  ἑστηκυῖαν  τῆς  μνήμης,  καὶ  τῇ  μὲν  τὸν  καθ'  ἡδονῶν,  τῇ  δὲ  τὸν  κατὰ κινδύνων ἀνατείνουσαν στέφανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων ∆εσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον.Αἱ  γὰρ  ἡδοναὶ   δεινοί   τινες   τοῦ  σώματος  δήμιοι·  μᾶλλον   δὲ  δημίων δεινότεροι·  κατατείνουσι   γὰρ  ἀχειροποιήτοις   δεσμοῖς·  ξέουσι  τὴν   ψυχὴν   δι' ὀμμάτων· προσφέρουσι δι' ἀκοῶν τῷ τῆς γνώμης  ἀνενδότῳ  φιληδονίας  λαμπάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ' ἄλλαις κυκῶσι καθ' ἡμῶν παρατάξεις. 
Read More ->>

45.Περι προνοίας και ειμαρμένης. Λόγος βʹ

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
45.Περι προνοίας και ειμαρμένης. Λόγος βʹ.
Ὁ κακολογῶν  πατέρα, ἢ μητέρα, θανάτῳ  τελευτάτω,  φησίν· ἐπὶ τῆς Παλαιᾶς ὁ νόμος ἔκειτο, ὅτε οὐ πολλὴ ἀρίστης πολιτείας  ἡ ἀκρίβεια, ὅτε εἰσαγωγὴ τοῦ θείου ἦν, ὅτε παιδικὰ τὰ παραγγέλματα, ὅτε τὸ γάλα, ὅτε ὁ παιδαγωγὸς, ὅτε ὁ λύχνος, ὅτε ὁ τύπος καὶ ἡ σκιά. Τί οὖν  ἂν  εἴποιμεν  περὶ  τῶν  νῦν  ἐν  τῇ χάριτι,  καὶ τῇ τῶν  πραγμάτων ἀληθείᾳ, καὶ τῇ τοσαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούντων, ἀλλ' αὐτὸν τὸν τῶν  ὅλων  Θεόν; τίς τοὺς τοιούτους  δέξεται τιμωρία;  ποία τῷ μέτρῳ τῆς κακίας διαρκέσει κόλασις; ποῖος δὲ πυρὸς ποταμὸς, ποῖος σκώληξ ἀτελεύτητος,  ποῖον σκότος ἐξώτερον, ποῖα δεσμὰ, ποῖος βρυγμὸς, ποῖος κλαυθμός; Πάντα ἐλάττω τὰ βασανιστήρια, καὶ τὰ ὄντα καὶ τὰ μέλλοντα  τῆς οὕτω διακειμένης  ψυχῆς, τῆς πρὸς τοσοῦτον κακίας κατενεχθείσης.  Βλασφημίας δὲ τρόποι πολλοὶ  καὶ διάφοροι· διόπερ ἀναγκαῖον  αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ  τοιούτῳ  περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι ταύτης ἁμαρτία χείρων, ἀλλ' οὐδὲ ἴση. ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν.Τίνες εἰσὶν οἱ τὸν Θεὸν κακῶς λέγοντες; 
Read More ->>

47. Περι προνοίας και ειμαρμένης λόγος δʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
47. Περι προνοίας και ειμαρμένης λόγος δʹ.
Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας  πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύματος διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι τὰ παθήματα,   Παύλῳ   τῷ   τιμωμένῳ,   οὗ   πάντες   ἤκουον   ὡς   ἐξ  οὐρανῶν   ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ Χριστοῦ· εἰ τοίνυν  ἐκείνῳ χρεία ἦν τοῦ συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως ἀσφαλὲς τὸ πολλάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι νομιζέτω παρ' ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν. Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες  ἀποτίθεσθε  τὸ νόσημα τῆς ψυχῆς,  μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλ' ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν  εἶναι ἔτι λείψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς, ἀναγκαία  καὶ κατὰ λόγον  ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων  ἐστὶ παραίνεσις. 
Read More ->>

49.Περι ειμαρμένης η κατὰ γαστριμαργίας. λόγος ςʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
49.Περι ειμαρμένης η κατὰ γαστριμαργίας. λόγος ςʹ

Φάγωμεν  καὶ  πίωμεν,  αὔριον  γὰρ  ἀποθνήσκομεν,  ἐπὶ  τῶν  προφητῶν   ἦσαν πολλοὶ  παρὰ Ἰουδαίοις  λέγοντες.  Ἀλλὰ τὸ μὲν Ἰουδαίους  ταῦτα  λέγειν,  Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ τὴν χάριν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν πραγμάτων, καὶ τὴν τοσαύτην τελειότητα καὶ ἀκρίβειαν, εἶναί τινας ἔτι καὶ νῦν, εἰ καὶ μὴ τοῖς ῥήμασι λέγοντας, διὰ δὲ τῶν ἔργων τὸ αὐτὸ τοῦτο βοῶντας,  πόσης ἂν  εἴη  κατηγορίας  ἄξιον;  Καὶ γάρ εἰσιν,  εἰσὶν  ὄντως,  οἱ διὰ  τοῦτο νομίζοντες   εἰς   τόνδε   παρῆχθαι   τὸν   βίον,   ἵνα   τρυφήσαντες,   καὶ   τὴν   γαστέρα διαῤῥήξαντες,  καὶ  τὸ  σῶμα πιάναντες,  οὕτως  ἀπέλθωσι,  δαψιλεστέραν  τῷ  σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον· καίτοι καὶ τοῦτο χωρὶς ἐγκλημάτων  οὐκ ἔστιν, οὐδὲ κατηγορίας. Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν,  οὐκ ἀνεύθυνος  ἡμῖν  ἔσται ἡ κακίστη  αὕτη  δαπάνη,  ἀλλὰ  πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε ταλάντων,  καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων  ἐστὶν εἰπεῖν. 
Read More ->>

51. Περι προσευχής λόγος βʹ.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
51. Περι προσευχής λόγος  βʹ.
Ὅτι μὲν παντὸς  ἀγαθοῦ κεφάλαιόν  ἐστιν ἡ προσευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου  πρόξενος, ἀγνοεῖ  τῶν  ἁπάντων  οὐδείς· ἀναγκαῖον  δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν  περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας  ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται· οἱ δὲ ῥᾳθυμότερον βεβιωκότες, καὶ προσευχῆς ἔρημον τὴν ψυχὴν ἀφέντες, τήν τε τοῦ παρελθόντος χρόνου ζημίαν μάθωσιν, καὶ μὴ προσαποστερήσωσιν ἑαυτοὺς τῆς σωτηρίας τὸ λειπόμενον  τοῦ βίου μέρος. Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστον περὶ προσευχῆς εἰπεῖν ἔχομεν, ὅτι πᾶς προσευχόμενος  τῷ  Θεῷ διαλέγεται· ὅσον δέ ἐστιν  ἄνθρωπον  ὄντα  τῷ  Θεῷ λαλεῖν, ἀγνοεῖ μὲν οὐδείς· παραστῆσαι δὲ λόγῳ τὴν τιμὴν οὐκ ἄν τις δυνηθείη. Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν τῶν ἀγγέλων  ὑπεραίρει μεγαλοπρέπειαν· ὃ καλῶς ἐκεῖνοι ἐπιστάμενοι, πάντες φαίνονταί  που παρὰ τοῖς προφήταις σὺν πολλῷ τῷ φόβῳ τοὺς ὕμνους καὶ τὰς λατρείας τῷ ∆εσπότῃ προσάγοντες, καλύπτοντες  μὲν καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ὑπὸ πολλῆς εὐλαβείας, τῇ δὲ πτήσει καὶ τῷ μὴ δύνασθαι μένειν ἐν ἡσυχίᾳ τὸν πολὺν ἐνδεικνύμενοι φόβον· παιδεύοντες,  οἶμαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι  μὲν τῆς ἀνθρωπίνης  φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους,  μηδὲν τῶν  παρόντων ὁρᾷν, ἀλλ' ἐν μέσῳ τῶν  ἀγγέλων  ἑστάναι νομίζειν,  καὶ τὴν αὐτὴν  ἐκείνοις  λατρείαν ἐπιτελεῖν.
Read More ->>

53.Ἐγκώμιον εἰς τὴν σύλληψιν τού προφήτου Προδρόμου καὶ Βαπτιστού

0 σχόλια

ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
53.Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ.

αʹ. Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον  τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης,   ὁ   τὰς   πλάκας   τὰς   ἱερὰς   δεξάμενος,   ὁ   πρῶτος   εἰσηγητὴς   τῶν συμφερόντων  τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος  σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ' ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον. Καὶ πάντα μὲν ἅγιά τε καὶ ἱερὰ τὰ καθ' ἕκαστον ἐποίησεν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον  τούτοις ἄδυτόν τε καὶ ἀνεπίβατον  ἦν, Ἅγιον ἁγίων  λεγόμενον.Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας  τοὺς ἐπὶ γῆς ναοὺς  ἀποκρύπτοντα·  ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν  ἐλθεῖν  τῶν  παρὰ Αἰγυπτίοις. Καὶ ποιεῖ τὸν  ναὸν  πρὸς τὴν  εἰκόνα  τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ τοῦ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι ὁ Θεὸς, καὶ εἰς δύο διατεμὼν  τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον, ἄβατον πᾶσι καὶ ἀθέατον, πλὴν τοῦ ἀρχιερέως μόνου, ὡς ὁ ἄγγελος ἐνετείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν  τοῖς  υἱοῖς  Ἰσραήλ· Ἐν  τῷ  μηνὶ  τῷ  ἑβδόμῳ  δεκάτῃ  τοῦ  μηνὸς, ταπεινώσατε  τὰς ψυχὰς  ὑμῶν· τοῦτ' ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ  μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν  ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ   τὴν   ἐφημερίαν   αὐτοῦ,   καὶ   εἶδε   τὸν   ἄγγελον   ἑστῶτα   ἐκ  δεξιῶν   τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· 

Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή  σου Ἐλισάβετ γεννήσει  υἱόν  σοι, καὶ καλέσεις τὸ ὄνομα  αὐτοῦ Ἰωάννην·  καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ  ἐπὶ τῇ γεννήσει  αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναντίον  Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου   πλησθήσεται   ἔτι   ἐκ   κοιλίας   μητρὸς   αὐτοῦ.   Καὶ   αὐτὸς προπορεύσεται ἐν πνεύματι  καὶ δυνάμει  Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων  ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Εἶδες ἐπαγγελίαν,  προφητικὴν  ὑπερβαίνουσαν δύναμιν;  Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ ἔλυσε τὴν γλῶτταν·  ἔδησε γὰρ, ἀπιστηθέντος  τοῦ τόκου·ἔλυσε  δὲ  αὐτὴν,  γενομένου  τοῦ  τόκου.  Ὢ τοῦ  θαύματος!  Ἰωάννης  ἐκ  κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος,  ὁ μετὰ  τὸν  νόμον  ἐν  προφήταις,  δεύτερος  Ἠλίας,  καὶ  ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς  στείρας τὸ βλάστημα, καὶ τῶν  εὐχῶν  τοῦ  λαοῦ  τέλειον  αὐτούργημα· ὁ τῆς μετανοίας  γνήσιος  εἰσηγητὴς,  καὶ  πιστῶν  συνήγορος  ἐξομολογουμένων·  ὁ  τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας τῶν Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ' ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς  τῶν  ἁμαρτωλῶν  καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου  μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν  τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν  ἔργων  ἐδείχθη  τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου  σκιρτήματα, ἃ ἐμήνυσεν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει  ἐν  ταῖς  ἐρήμοις  ἀσκούμενος,  τρέφεται   τῷ  Πνεύματι  προαγόμενος, μεσιτεύει νόμῳ  καὶ χάριτι,  κηρύττει  μετανοίας  βάπτισμα, βαπτίζει τὸν  ∆εσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν μαρτυρεῖ τῇ ἀληθείᾳ,  βοῶν  ὑποδείκνυσι  τὸν  προφητευθέντα,  ∆εσπότην ὁμολογῶν,  καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις·  νουθετεῖ  καὶ βαπτιζομένους  τελώνας,  ἐλέγχει  καὶ τὸν  Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων   παραλείπομεν,  καὶ  τί  εἰπεῖν   περὶ  τούτων   ἰσχύσομεν;  Μέγα  γὰρ  τῶν ἐγκωμίων  τὸ πέλαγος,  μέγα  καὶ τῶν  κατορθωμάτων  τὸ πλάτος· ἐκπλήττει  τοὺς λέγοντας  καὶ μόνη τῶν  πραγμάτων  ἡ πεῖρα. Ἀλλ'  ἔλθοι καὶ νῦν  Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ  τρανότατα  διηγήσεται,  πῶς  ἐφθέγξατο  κατασχεθείσης τῆς  γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα,  πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν  φύσιν  καὶ  τὴν  ἀξίαν  σημαίνει·  ἔπειτα  δὲ  πολιτείας  ἔπαινον  καὶ  εὐποιίας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κατάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας  τὴν λύσιν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν  ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν  ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων  ἀτεκνίαν  ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν  δικαίων  ἐννοῶ,  Ἀβραὰμ λέγω  καὶ Σάῤῥας· καὶ μανθάνω  καὶ στείρωσιν   τίκτουσαν   ἑτέραν,   καὶ   παιδοποιίαν    χάριτος   καὶ   φύσεως,   ξένον τεκνογονίας  μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας  ὁ τρόπος ταύτης. Ὤφθη δὲ αὐτῷ  ἄγγελος  Κυρίου ἑστὼς  ἐκ  δεξιῶν  τοῦ  θυσιαστηρίου  τοῦ  θυμιάματος·  καὶ ἐταράχθη  Ζαχαρίας ἰδὼν,  καὶ  φόβος  ἐπέπεσεν  ἐπ'  αὐτόν.  Εἶπε δὲ πρὸς αὐτὸν  ὁ ἄγγελος·  Μὴ φοβοῦ,  Ζαχαρία· διότι  εἰσηκούσθη ἡ  δέησίς σου, καὶ  ἡ  γυνή  σου Ἐλισάβετ γεννήσει  υἱόν  σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.  Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς  γὰρ  ἐκείνῳ  ἡ  σύλληψις  τῆς  Σάῤῥας, οὕτω  καὶ  τούτῳ  προκατήγγελται   τῆς Ἐλισάβετ ἡ κύησις. Ἀλλ' ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν  πραγμάτων  ἡ τάξις. Τοῦ γὰρ Ἀβραὰμ   μηδὲν   ἐκ   τῆς   ἐπαγγελίας    πεπονθότος   δεινὸν,   ἄφωνος    μετὰ   τὸν εὐαγγελισμὸν  Ζαχαρίας εὑρίσκεται, πιστῷ  ἀγγέλῳ  μὴ πιστεύσας, καὶ  σιωπῇ  τὴν τιμωρίαν δεξάμενος. Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί  τοῦτο,  ∆έσποτα; ἐγὼ  τὰς  ἱκεσίας  προσάγω  τῷ  Θεῷ ὑπὲρ  παντὸς  τοῦ  λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτηρία δι' ἐκείνου τῷ λαῷ, καὶ πᾶσι τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

 βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις,  λάβε ἐνέχυρον  ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον  τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος  λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται  ταῦτα, ἀνθ' ὧν  οὐκ ἐπίστευσας τοῖς λόγοις  μου, οἵτινες  πληρωθήσονται  εἰς τὸν  καιρὸν αὐτῶν.Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει  γὰρ  ἀληθῶς  ἀπιστηθῆναι  τὸν  ἄγγελον,  οὐ  τὸ  θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ  τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις. Ὢ τῆς φιλανθρώπου  τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν  ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων  αὐτοῖς,  καὶ διέμενε  κωφός.  Καλῶς γὰρ καὶ τὸ ἔμενεν  ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην,  ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος  λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ  προκηρύττει· ∆εσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι  τοῖς  μητρικοῖς  σπαργάνοις ἐνειλη[μμένος],  κηρύγματι  τὴν  τοῦ ∆εσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ  βρέφος  ἐν  τῇ  κοιλίᾳ  αὐτῆς.  Οὔπω γεννᾶται,  καὶ  τοῖς  σκιρτήμασι φθέγγεται·  οὔπω βοᾷν συγχωρεῖται,  καὶ δι' ἔργων  ἀκούεται· οὔπω μανθάνει  τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει . Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν·  ἀντιπαρετάττοντο  τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο  τοῖς τῶν  δικαίων  ἀγῶσιν· ἔνθεν  προσήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν  κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης,  δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ  ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους  τῆς  φύσεως·  βραδυτοκοῦσαν  γὰρ  τὴν  Ἐλισάβετ  ἐσόβει· ἐσκίρτα  ὁμοῦ  τε χορεύων  καὶ δυσχεραίνων  ἐφ' οἷς ἐπὶ  τῆς  νηδύος  κεκράτητο· τῆς  περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα  πρὸς τὴν  Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ  μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας  τὸ μέλλον,  ἀγνοεῖς  τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ  ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον  ἐν  τῷ  Ἰορδάνῃ· αἵματος  χρεία  ἐξαγοράζοντος  τὸν  κόσμον, καὶ χρή  με πόῤῥωθεν  τὸν  ἀμνὸν  ὑποδεῖξαι. Σπαργανοῦται  τὸ γένος  ταῖς ἁμαρτίαις, ἦλθεν  ὁ λύων  τοὺς πεπεδημένους.  Χρεία κλήτορος, ἵνα  πάντες  μαθόντες  ἀπαντήσωσι  τῷ ∆εσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὐκοῦν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον  ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. ∆ιὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας  τὸν  ἐκ  παρθένου·  διὰ  τοῦτο  ἐγὼ  ἐν  τῇ  μήτρᾳ  ἐσκίρτησα, ἵνα  μηκέτι ὀρχήσηται ὁ διάβολος ἐν τῷ κόσμῳ.Τοιαῦτα  μὲν  οὖν  μήπω  τεχθεὶς  ὁ  Ἰωάννης  πρὸς  τὴν  Ἐλισάβετ διὰ  τῶν σκιρτημάτων ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν,καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ  Ζαχαρίαν.  Καὶ ἀποκριθεῖσα  ἡ  μήτηρ  αὐτοῦ  εἶπεν·  Ἰωάννης  κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει  εὐλογῶν  τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ∆εξάμενος γὰρ τὴν ἔλλαμψιν  τοῦ ἁγίου Πνεύματος, ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει  τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων  τὴν  ἁμαρτίαν τοῦ κόσμου. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.  Ἀλλὰ   τί   τῷ   θερμῷ   ζήλῳ   τοῦ   βρέφους   καὶ   ὁ   ἡμέτερος   σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν, εἰ δοκεῖ, νῦν τέως τὴν γλῶσσαν, ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ  συμμετρεῖν  τῷ  καιρῷ  τὴν  ἐξήγησιν,  καὶ  ἐντρυφᾷν  μὲν  τοῖς εἰρημένοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμενε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον,  εἰδὼς  ὅτι  καὶ  τοῦτο  δι'  ἡμᾶς  μετ'  αὐτὸν  πληρώσει  ὁ  ∆εσπότης, βοῶν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι  τὸν Κύριον, ὡς ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασταί μου τὸ ὄνομα, καὶ ἐν παντὶ τόπῳ προσφέρεται τῷ ὀνόματί μου θυσία καθαρά. Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαι εἰλικρινῶς  τῷ Θεῷ δόξαν ἀναπέμπουσιν. Ἐκεῖ ἱερεὺς ἦν εἷς τοῦ ἐνιαυτοῦ, θνητὸς, καὶ πάσης ἁμαρτίας πεπληρωμένος· νῦν ἐλάβομεν τῶν ἡμετέρων  ψυχῶν  ἀρχιερέα Ἰησοῦν Χριστὸν, Ὃς ἁμαρτίαν  οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη   δόλος   ἐν   τῷ   στόματι   αὐτοῦ.   Ἔχομεν   γὰρ,  φησὶν,   ἀρχιερέα   μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
 

54. Είς τον Ευαγγελισμόν τῆς ὑπερενδόξου ∆εσποίνης ἡμῶν Θεοτόκου.

Πάλιν  χαρᾶς  εὐαγγέλια,  πάλιν  ἐλευθερίας  μηνύματα,  πάλιν  ἀνάκλησις, πάλιν  ἐπάνοδος,  πάλιν  εὐφροσύνης  φωνὴ,  πάλιν  δουλείας  ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν ὁ ὄφις. Τῷ μηνὶ τῷ  ἕκτῳ,  φησὶν,  ἀπεστάλη  ὁ  ἄγγελος  Γαβριὴλ  ὑπὸ  τοῦ  Θεοῦ πρὸς  παρθένον μεμνηστευμένην  ἀνδρί.  Ἀπεστάλη  Γαβριὴλ τὴν  παγκόσμιον  μηνῦσαι  σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων  τῷ  Ἀδὰμ ὑπογραφὴν  ἀνακλήσεως·  ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον  εὐτρεπίσαι τῷ  καθαρῷ  νυμφίῳ  τὸν  θάλαμον·  ἀπεστάλη  Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον  τοῦ βασιλέως  τῶν  ἀγγέλων   παλάτιον·  ἀπεστάλη  Γαβριὴλ  πρὸς  παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶ, ἀνεπίδεκτον·  ἀπεστάλη  λύχνος  μηνῦσαι  τὸν  ἥλιον  τῆς  δικαιοσύνης·  ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσκυνούμενον,  οὐ  ζυγοστατούμενον·  μυστήριον  θεολογούμενον,  οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον. Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ' οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ'οὗ τὸν Ἰωάννην  συνέλαβε. Πόθεν τοῦτο δῆλον; Ἑρμηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς  τὴν  παρθένον  λέγων·  Ἰδοὺ,  φησὶν,  Ἐλισάβετ  ἡ  συγγενής  σου, καὶ  αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρπροφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυφόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς ∆εσποτικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρουμένην δέ. ∆ιὰ τί μεμνηστευμένην;  Ἵνα μὴ τάχιον  μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν  γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν,  τὸ, Ἰδοὺ ἡ παρθένος  ἐν  γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως  παρετήρει τῆς παρθένου  τὰ προφθέγματα,  ἵν',  ὅπου νοήσει ὅτι πληροῦται  τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. ∆ιὰ τοῦτο ὁ ∆εσπότης διὰ μεμνηστευμένης  ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου  ὁ προφήτης  φησί.∆οθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν  ἐν  σωφροσύνῃ, ἐκτρέφων  τοὺς  παῖδας  ἐν  παιδείᾳ  καὶ  νουθεσίᾳ  Κυρίου. Ἀμέλει γοῦν παρελθὼν  εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν  ἀδελφὸν  τοῦ Κυρίου·  οὐχ ὡς  ἐκ τῆς  παρθένου  Μαρίας, ἀλλ' ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα.  Ἐπεὶ οὖνοἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Μαρίαν, καὶ παρέθεντο  αὐτὴν  αὐτῷ,  γάμου καιρὸν  ἀναμένοντες· ἔμελλε  δὲ οὗτος  λαμβάνων τηρεῖν  ἐν ἀφθαρσίᾳ τὴν  παρθένον.  Τοῦτο πόῤῥωθεν ὁ προφήτης  προανεφώνησε· ∆οθήσεται, φησὶ, τὸ βιβλίον  τὸ ἐσφραγισμένον  ἀνδρὶ  εἰδότι  γράμματα, τουτέστι,γάμοις  προσομιλήσαντι,  καὶ ἐρεῖ· Οὐ δύναμαι  ἀναγνῶναι.  ∆ιὰ τί  οὐ δύνασαι, ὦ Ἰωσήφ;   Οὐ  δύναμαι,   φησὶν,   ἀναγνῶναι·   τὸ   γὰρ   βιβλίον   ἐσφράγισται.   Τίνι τηρούμενον; Τῷ δημιουργῷ τῶν  ὅλων  κατοικητήριον  φυλαττόμενον.  Ἀλλ' ἐπὶ τὸ προκείμενον  ἐπανέλθωμεν.   Τῷ  μηνὶ  τῷ  ἕκτῳ  ἀπεστάλη  Γαβριὴλ  πρὸς παρθένον· πάντως που τοιαύτας ἐντολὰς δεξάμενος· ∆εῦρο, φησὶν, ὦ ἄγγελε, ὑπουργὸς γενοῦ φοβεροῦ μυστηρίου· ἀποκεκρυμμένῳ διακόνησον θαύματι, εἰς ἀναζήτησιν τοῦ πλανηθέντος  Ἀδὰμ κατελθεῖν ὑπὸ τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν  κατ' εἰκόνα  τὴν  ἐμὴν  πλασθέντα  ἐπαλαίωσε, τὸ τῶν  ἐμῶν  χειρῶν ἐσάθρωσε δημιούργημα, ἠμαύρωσεν ὅπερ ἔπλασα κάλλος· ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημόν ἐστι τοῦ παραδείσου τὸ οἰκητήριον. Τὸ ξύλον τῆς ζωῆς ὑπὸ τῆς φλογίνης  ῥομφαίας φυλάττεται,  καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον.  Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι τὸν πολέμιον βούλομαι. Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ  δυνάμεις,  σοὶ μόνῳ  θαῤῥῶ  τὸ  μυστήριον·  πρὸς  τὴν  παρθένον  Μαρίαν πορεύθητι,   ἄπελθε   πρὸς   τὴν   ἔμψυχον   πύλην,   περὶ   ἧς   ὁ   προφήτης   ἔλεγε·∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις Θεοῦ.Ἄπελθε  πρὸς τὸν  λογικόν  μου παράδεισον· ἄπελθε  πρὸς τὴν  ἀνατολικὴν πόλιν·  ἄπελθε  πρὸς τὸ  ἄξιον  ἐμοῦ  τοῦ  Λόγου κατοικητήριον·  ἄπελθε  πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν·  ἄπελθε πρὸς τὴν κούφην  νεφέλην·  μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμοὶ ἡτοιμασμένον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐμῆς ἐνανθρωπήσεως· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς κατὰ σάρκα μου γεννήσεως· λάλησον εἰς τὰ ὦτα τῆς λογικῆς κιβωτοῦ, ἑτοίμασαί μοι  τῆς  ἀκοῆς  τὰς  εἰσόδους· ἀλλὰ  μὴ  θορυβήσῃς, μὴ  ταράξῃς  τὴν  ψυχὴν  τῆς παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματι φάνηθι· πρώτην αὐτῇ φωνὴν  χαρᾶς ἀναβόησον· σὺ εἰπὲ τῇ Μαριὰμ, Χαῖρε, κεχαριτωμένη, ἵνα ἐλεήσω ἐγὼ Εὔαν τὴν κεκακωμένην. Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ' ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο· Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον  ἔννοιαν  τὸ  λαλούμενον·  ὁ τοῖς  χερουβὶμ  φοβερὸς, ὁ τοῖς  σεραφεὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς ἀγγελικαῖς  δυνάμεσιν  ἀκατανόητος,  ἡλίκην  συντυχίαν ἐπαγγέλλεται! Κόρῃ αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι' ἀκοῆς ὑπισχνεῖται  αὐτῇ!  καὶ  ὁ  τὴν  Εὔαν καταδικάσας,  τὴν  αὐτῆς  θυγατέρα  δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει. Ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους! καὶ δύναται γαστὴρ χωρεῖν τὸν ἀχώρητον; Ὄντως φοβερὸν τὸ μυστήριον. Τοιαῦτα τοῦ ἀγγέλλου ἐνθυμουμένου, ὁ ∆εσπότης φησὶ πρὸς αὐτόν· Τί ταράττῃ καὶ ξενίζῃ. ὦ Γαβριήλ; οὐ πρώην  ἀπεστάλης  ἀπ'  ἐμοῦ  πρὸς  Ζαχαρίαν  τὸν  ἱερέα;  οὐκ  ἔδωκας  αὐτῷ  τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγγέλια; οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ τὸ τῆς σιωπῆς ἐπήγαγες πρόστιμον; οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ;  οὐχὶ σὺ ἀπεφήνω,  ἐγὼ δὲ ἐκύρωσα; οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; οὐ συνέλαβεν ἡ στείρα; οὐχ ὑπέκαυσεν ἡ μήτρα; οὐκ ἀνεχώρησε τῆς ἀκαρπίας ἡ νόσος; οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα; Μὴ ἀδυνατεῖ παρ' ἐμοὶ τῷ κτίσαντι πᾶν ῥῆμα; πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης;  Τί οὖν  πάλιν  ὁ  ἄγγελος;  ∆έσποτα, τὸ  θεραπεῦσαι  τὰ  τῆς  φύσεωςσφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην  Ῥεβέκκα, καὶ πάλιν  Ἄννα, τῷ χαλεπῷ  τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν  ἀνδρὶ  ἀνώτερόν  ἐστιν τῶν  νόμων  τῆς  φύσεως. Ἀλλὰ καὶ τὴν  σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ ∆εσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγελός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας  τὸ πέλαγος. Εἶτα νόμισον, ∆έσποτα, ἐκεῖ ὤφθης  τῷ  πατριάρχῃ  ἐν  τῇ παροδίῳ  σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος;  Ναὶ μὴν, εἰ ἔβλαψε  τὸ πῦρ ἐν  ἐρήμῳ τὴν  βάτον, βλάψει  πάντως  καὶ Μαρίαν ἡ ἐμὴ παρουσία· εἰ δὲ ἐκεῖνο τὸ πῦρ, τὸ σκιογραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ που παρουσίαν, ἤρδευσε μέντοι τὴν βότον, οὐ κατέφλεξε δέ· τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης; Τότε λοιπὸν ὁ ἄγγελος  ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ· καὶ πρὸς τὴν  παρθένον  πορευθεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Οὐκ ἔτι ὁ διάβολος κατὰ σοῦ· ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον  ὁ ἰατρὸς  ἐπιτίθησιν·  ὅθεν  τὴν  ἀρχὴν  τῆς  ἐξόδου ὁ θάνατος  ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτήνατο.∆ιὰ γυναικὸς ἐρύει [φ. βρύει] τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε, κεχαριτωμένη· μὴ αἰσχύνου ὡς αἰτία καταδίκης· μήτηρ γὰρ τοῦ καταδικάσαντος γίνῃ. Χαῖρε, κεχαριτωμένη· χαῖρε, τοῦ χηρεύσαντος κόσμου νυμφοτόκε ἀμίαντε· Χαῖρε, κεχαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσασα θάνατον· χαῖρε, ὁ ἔμψυχος  ναὸς τοῦ Θεοῦ· χαῖρε, οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα· χαῖρε, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον.Ἀλλὰ  τούτων  οὕτως  ἐχόντων,  ἐπέστη τοῖς  ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς  ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις  ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις  ἡ κραταιὰ τῆς ἀνεκλαλήτου  χαρᾶς καὶ ἀγάπης  σκέπη. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύεινἡμᾶς, χάριτι  αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/




Read More ->>

55. Ομιλια εις το, Εξήλθε δόγμα παρὰ καίσαρος Αυγούστου

0 σχόλια

ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
55. Ομιλια εις το, "Ἐξῆλθε δόγμα παρὰ καίσαρος αὐγούστου·" καὶ εἰς τὴν ἀπογραφὴν τῆς ἁγίας θεοτόκου.

αʹ.  Μέλλοντος,   ἀγαπητοὶ,   τοῦ   κοινοῦ   Σωτῆρος  ἡμῶν   Ἰησοῦ  Χριστοῦ τίκτεσθαι,  δόγμα παρὰ Καίσαρος Αὐγούστου ἐξέρχεται  καθολικὸν  εἰς πᾶσαν τὴν οἰκουμένην.  Ἐπειδὴ γὰρ καθολικὴ  χάρις ἐκλάμπειν  ἔμελλεν  εἰς πᾶσαν τὴν  γῆν, συνάπτεται τρόπον τινὰ τὰ δημόσια τῇ εὐσεβείᾳ· καὶ γίνεται ἓν πρόσταγμα καθ' ὅλης τῆς οἰκουμένης, τικτομένου τοῦ Σωτῆρος. Ἐξῆλθεν οὖν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ὥστε ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην εἰς παρασκευὴν συμφωνίας τῆς εὐσεβείας, εἰς πάροδον τοῦ κηρύγματος, εἰς ὁδοποίησιν τῆς διδασκαλίας. Πρότερον μὲν γὰρ αἱ τοπαρχίαι πυκναὶ ἐτύγχανον,  ἐπειδὴ Καίσαρος οὐκ ἦν δόγμα τοῦ καθολικοῦ κηρύγματος· ἐπειδὴ δὲ ἔμελλε κήρυγμα καθ' ὅλης τῆς οἰκουμένης τῆς εὐσεβείας ἡ πίστις διαδίδοσθαι, συνάπτεται ἡ οἰκουμένη ὑφ' ἑνὶ συνθήματι· καὶ ο ὐ μόνον ἡ οἰκουμένη, ἀλλὰ καὶ τὰ κάτω τοῖς ἄνω, καὶ δημοσιεύεται ἡ εὐσέβεια συμφερόντως  ἀνθρώποις,  ἵνα μηδένα διαλάθῃ  ἡ κατὰ τὸν Θεὸν ἀλήθεια. Καῖσαρ Αὔγουστος  κελεύει,  καὶ  πείθεται   Ἰωσὴφ,  καὶ  λαμβάνει   τὴν  παρθένον. 
Read More ->>

57.Εις τα Αγια Θεόφανια

0 σχόλια

ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
57.Εις τα Αγια Θεόφανια.

Ἡ πηγὴ τῶν εὐαγγελικῶν  διδαγμάτων ἀνεῳγμέ νους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις  διψῶν  πίνει  ἐξ ἐκεί νης  τῆς πηγῆς, καὶ ζωοποιεῖται·  ζωοποιεῖται  δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου  βοῶντος  πρὸς τὸ συνελθὸν πανταχόθεν  καὶ βαπτιζόμενον  τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστά σαι. Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο  ὁ Κύριος, ὅτι ἔλεγεν,  Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει·  ὑποδήματα  γὰρ  ἡ  ἐνανθρώπησις  τοῦ  Κυρίου προσαγορεύεται. Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. ∆ιὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖ σα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμε νος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος  ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ  ἱκανὸς  τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ  καὶ πυρί. Οὗ τὸ πτύον  ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ  ἀσβέστῳ. Ταῦτα τοῦ  Ἰωάννου  παρεγγυῶντος,  καὶ  τὸν  ἰσχυρότερον  Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι  ἀντέβαινον  τῷ Ἰωάννῃ,  λέγοντες·  Ἔχεις ἰσχυρότερόν  σού  τινα,  ὦ  προφῆτα;  τί  σεαυτὸν  συκοφαντεῖς;  σὺ  τοῦ  μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀν θρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρό τερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυ ρότερος. Σὺ καὶ κατ' ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώ θης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάριςΘεοῦ ἑρμηνεύεται.Τί  τοίνυν   συκοφαντεῖς  ἑαυτόν;  Οὐκ  ἔχεις  τὸν  ἰσχυρότερόν  σου.  Ὁ  δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ ∆εσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέ γετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. 

Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι' ἐκεῖνον, ἐκεῖνος οὐ δι' ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγια στικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαν τας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει.  Ὁ  δὲ   ὀπίσω   μου   ἐρχόμενος   ἰσχυρότερός   μου   ἐστίν.   Ἐκεῖ  νον προσμείνατε, παρ'  ἐκείνου  τὸ τέλειον  δέξασθε βά πτισμα· ἐγὼ  λύχνος  ἐν  μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί. Ταῦτα τοῦ Ἰωάννου  παρεγγυῶντος  καὶ παραπλήσια τούτων, οἱ ὑπ' αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον  ἀντιβάλλοντες   πρὸς  ἀλλήλους,  καὶ  λέγοντες·  Καρτερή σωμεν  καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν  βασι λείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάν νης καταπληκτικοῖς  λόγοις· ἰσχυρότερον αὐτοῦ παρα γενέσθαι λέγει, πτύον  καὶ  πῦρ  καὶ  Πνεῦμα  φέροντα.  Ἐν  τούτοις  τῶν  ὄχλων   καραδοκούντων κοσμικῆς  βα  σιλείας  παρουσίαν,  ἑνὶ  ὁ  τῶν  ὅλων  ∆εσπότης  καὶ  Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆ ναι. Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χρι στοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης  παρὰ πολλὴν  προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξ επλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦ σαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, ∆έσποτα; τί προ δίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, ∆έ σποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασι λέως· καὶ οὐδαμῶς   σκῆπτρον   βασιλικόν;   ∆εῖξόν   σου  τὴν   ἀξίαν·   τί   μόνος   καὶ   λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγ μα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουρ γία; ποῦ τὸ πτύον; ποῦ τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν  παρ έστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ παρεσκεύα σας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστρα ψας, τὸν  δοῦλον  ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ ∆εσπότης ἐν ἰδιωτικῷ  σχήματι παραγενόμενος   τὴν   κεφαλήν   μοι  προσκλίνεις;  Ἀνάνευσον,  κεφαλὴ   πάν   των ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων; Ὁ Ἰορδάνης οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται   τὴν   τάξιν.   Τὰ  στοιχεῖα   γνωρίζουσι,   κἀγὼ   μὴ  γνωρίσω;   Εἰ  θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτι σον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθε σιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται.  Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ, καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφα λισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι' αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφά λην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως  ἤκουες· Ἄφες  ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν  πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός  μου ζητεῖς ἀποκαλυφθῆναί  σοι· οὐκ ἔχει ὁ καιρός· πάντα  καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις,  ἀλλ' οὐ πιστεύῃ· ἄπιστον  γὰρ τὸ τῶν  Ἰουδαίων  ἔθνος· οὐ γεννήματα  ἐχιδνῶν  αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις  ἀνακαλυφθῆναί  με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι  πρόδρομον· Ἄφες  ἄρτι, μείζονα  μαρτυρίαν  δέξονται.  Ἄφες  ἄρτι· οὕτω  γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης  λέγει πρὸς αὐτόν· Πῶς, ∆έσποτα; Καὶ ὁ  Κύριος πρὸς  αὐτόν·  Ὥσπερ περιετμήθην,  ἵνα  τὸν  νόμον πληρώσω,  βαπτίζομαι  ἵνα  τὴν  χάριν  κυρώσω.  Ἐὰν  μέρος  πληρώσω,  καὶ  μέρος καταλείψω,  κολοβὸν  καταλιμπάνω  τὴν  οἰκονομίαν·  δεῖ με πάντα  πληρῶσαι, ἵνα μετὰ  ταῦτα  γράψῃ  Παῦλος· Πλήρωμα νόμου  Χριστὸς εἰς  δικαιοσύνην  παντὶ  τῷ πιστεύοντι. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,  ἵνα  μὴ ἄρχωνται  οἱ  Ἰουδαῖοι  λέγειν  υἱὸν  τοῦ  τέκτονος,  ἀλλὰ  τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου  ῥύπον τῶν  πλημ-μελημάτων  ἐκπλῦναι  θέλων·  εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; ∆ιὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν  διὰ τοῦ  προφήτου·  Φωνὴ  Κυρίου ἐπὶ  τῶν  ὑδάτων.  Καὶ ἦν  ἰδεῖν  θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ ∆εσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων,  κατ-εσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ ∆εσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου  δεξιὰν παρωθεῖτο.Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους  λαλοῦν.  Εἶτα ὡς  ἀποκρινάμενος  τοῖς  πλήθεσι,  Τίς ἐστιν  οὗτος;  πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ  φιλοστοργίαν,  ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων  Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν  τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. ∆οξάσωμεν οὖν τὸν ἐπιφανέντα ∆εσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 


58. Τη Αγία  και  Μεγαλη  Παρασκευῇ.

Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν,  ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ ρός· ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον   αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος, ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα  λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος   καταπλήξω  τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις,   ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρ θένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ' εἰ μὴ   σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ  παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις  χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν  τῇ     Γαλιλαίᾳ, ἀλλὰ  πάλιν  ἀπέθανεν·  ἐγὼ  δὲ διὰ σταυροῦ   ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν. Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν·  ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον,  ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδαλίου,   τὰ  πνευματικὰ   τῆς   πονηρίας   ἀπωθοῦμαι   κύ  ματα.  Ἐτράφησαν πεντακισχίλιοι ὑφ' ἑνὶ τῷ τοῦ  σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς   ὁ  μὴ  παρὼν,  τὰ  τῶν   παρόντων   λείψανα   λάβω;        ∆ώδεκα  γὰρ  ἦσαν περισσεύσαντες κλασμάτων κό φινοι· σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ  ἀεὶ τρεφόμεθα· καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν,  καὶ πλέον τὸ λειπόμενον· ἀζήμιος γὰρ ἡ χάρις.   Ἐπαινείσθω ἡμέρα φωτὸς  γεννητικὴ,  δι' ἣν αἱ λοιπαὶ   ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε· Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν  ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ  συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς  ἀνθρωπίνης  κατέσχε πηδάλια, ζώων ἁπάντων  ἡγεμο νεύων· σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον  ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ  πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον   δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ,   τοῖς παλαιοῖς ἐντυγχάνων  πάθεσιν, ἀκούων τὸν Ἀδὰμ  τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον   παρα  δείσου  πολίτην   ἄνευ  γεωπονίας   τρεφόμενον,   ἄνευ     ὄμβρου τρυφῶντα,  μηδὲν  ἱδρώτων  ἢ δικέλλης  ἢ πόνου  ἢ μόχθου  πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ  καρπῶν  εἰς  καρποὺς  μετιόντα,  ταῖς  ἐπι  θυμίαις  ἀκολουθοῦσαν  τὴν  χρείαν ἔχοντα,  οὐκ ἔχοντα    δὲ διὰ κάλλους  τῶν  ὁρωμένων  τίνι  πρότερον  τὰς   χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην  μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν  τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον.Ἐπειδὴ δὲ τοῖς  Εὐαγγελίοις ἐνέτυχον,  καὶ ἐλαβόμην   ταύτης  τῆς  ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη),  ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη,  στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ  γέγονε  τὰ   πάντα  καινά.  Ὥσπερ γὰρ ἰατρῶν  παῖδες  τὰς  ὀφιώδεις    πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις  ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ  πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν μεταβαλὼν,  τὸ  τοῦ  θανάτου  κέντρον  κατ'  αὐτοῦ  πε  ριστρέψας, τὴν  τοῦ  ξύλου βλάβην εἰς σωτηρίαν με τατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ  ἡμέραν ἀντιδιδοὺς  τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ  μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν  παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί ζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ  νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα,  τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυ ροῦ δυνάμεως  θαύματα· βλέψον  πρὸς τὸν κύκλον   τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι  τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι  αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ,  καὶ βαρβάρων γλῶσ σαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ  ἐκείνου    δυνάμει  τὰ  πάθη  σταυρώσαντες· καὶ  λύεται  νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ  νῦν  τί συνήλθομεν  πάντες  ἀκοῦσαί τι περὶ σταυροῦ,  καὶ πληροῦμεν ἐκκλησίαν,  καὶ  ἀλλήλους   ὠθοῦμεν,     ἱδροῦντες,  πονοῦντες,  ἐπὶ  μὲν  δικαστῶν πολλάκις  ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες;  Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς  ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα.     Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσ άγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πι λάτου. Χεῖρας ποίας; Τυφλῶν  ἰατικὰς,  χωλῶν  θερα πευτικάς.  Καὶ δάκτυλοι  δεσμοῖς ἐνηλοῦντο βλέφαρα    πλάσαντες,  καὶ  ὁ  θεραπευτὴς  τῆς  φύσεως  κατείχετο    μὴ  τὸ  οἰκεῖον πληρῶσαι  τῆς  τέχνης  ἔργον. Ταῦτα     Κυρίῳ ἀνταποδέδοται.  Ἐδέθη ὁ δεσμεύων νεφέλαις   ὕδατα,  ὁ  λύων   πεπεδημένους   ἐν  ἀνδρείᾳ,  ὁ  αἰχμα  λώτοις   ἄφεσιν χαριζόμενος·  ἐδέθη  ὁ  Λάζαρον λύσας    τῶν  τοῦ  θανάτου  δεσμῶν·  ἤχθη  εἰς  τὸ πραιτώριον  ὁ    μυρίοις  ἀγγέλοις  δορυφορούμενος.  Παρέστη τῷ  Πι λάτῳ  ὁ  τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκό μενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ  πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ  ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον  ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα.  Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται,   φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι,  προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κρι τήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε   μάρτυρας, ὁ τῶν ψυχῶν  μάρτυς· πλάσας, καὶ κρι νόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες,   Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρό θυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν ∆εσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων  φιλανθρωπότερος.  Τί λέγω τάχα; ∆είξει τὰ πεπρα γμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ  τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων  ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ  τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον.Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων,  ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν  κλῖναι; χρημά των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα   τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ.  Εἴπατε πρόφασιν,    πλάσατε,  δικαίως  ἀνέλετε.  Ἀπεκρίθησαν  αὐτῷ  οἱ Ἰουδαῖοι·  Εἰ μὴ ἦν  οὗτος  κακοποιὸς, οὐκ ἄν  σοι   παρεδώκαμεν  αὐτόν.  Μεγάλη πραγμάτων ἀπόδειξις,  ἀόριστος ἀπόφασις· εἰπὲ τὴν κακίαν, καὶ μὴ περι πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε  αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε.   Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν  Ἰουδαίων κεφαλῆς ὑμεῖς λάβετε τῆς κακίας κοινω νόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν  οὐδένα.  Πῶς οὖν  ἀνείλετε  Ἡσαΐαν, πῶς     Ζαχαρίαν, πῶς  ἕκαστον τῶν προφητῶν; Ἀλλ' οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ  διὰ τὸ μὴ δύνασθαι·  ἤδη  γὰρ  ἦσαν  τῆς  τοιαύτης    ἐξουσίας  παρὰ  Ῥωμαίων  ἀφῃρημένοι. Λέλυται τοίνυν  ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέ λανι κείμενος· ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι,  ἀλλ' οὐδὲ τυφλοὶ, ἀλλ' οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ   σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι  πάντες  προ φῆται  καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς  ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν  τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δι καίαν φέροντες ψῆφον· μόνοι μάχονται  Ἰουδαῖοι,   κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν  ἀλήθειαν  ἐπι σκιάζειν φιλονεικοῦντες,  καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦν τες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν . Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν  οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν  σύμμικτον ταραχὴν,   καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν  ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μη δὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ,λέγουσα· εἰ  μὲν    δύνασαι,  σῶσον αὐτόν·  εἰ  δὲ  οὐ  δύνασαι,  σαυτὸν    διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ ∆αυῒδ λόγιον,  Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου,  καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν  σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ  γὰρ ἔπαθον  κατ'   ὄναρ δι' αὐτόν.  Ἄλλος  Ἰωσὴφ, διὰ τῶν  ἐνυπνίων  τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντι μαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν  ἡτ τᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία· καὶ  νῦν πάλιν γυνὴ κατ' αὐτῶν. Στενοῦνται· ἀπεκρί θησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. Ποῖον       νόμον;   ποίαις   λέξεσι   βεβαιούμενον;   τάχα   ταῖς   σή   μερον ἀναγνωσθείσαις;  Ὡς  πρόβατον  ἐπὶ  σφαγὴν    ἤχθη·  καὶ  ὡς  ἀμνὸς  ἐναντίον  τοῦ κείροντος αὐ τὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ·  ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνα τον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλ λαβάς· ἀλλαχοῦ  δὲ οὐδαμῶς  Ἰησοῦν δικαίως  σφατ τόμενον.  Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐν διδοὺς τὸν Ἰουδαίων  θυμὸν, σβέσαι φιλονεικῶν  ἄσβε στον φλόγα. Εἰσῆλθε, καὶ  ἐξῆλθε·  μᾶλλον  τὸ  πῦρ    ἐξῆψεν.  Ἐξῆλθε  γὰρ  ἔχων  τὸν  Ἰησοῦν ἐστεφανωμένον,  ἀβούλητον  Ἰουδαίοις  θαῦμα, δεικνὺς  τὸν  πολέ μιον αὐτοῖς  ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη  βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν   γενόμενον  ἐφ'  ὕβρει, αἴνιγμα  δὲ ἦν τῆς κατὰ φύσιν   βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν  οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται,  τῷ οἰ κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο πυρίκαυστοι), ἐπῆραν αὐτῶν  τὴν Σοδομιτικὴν κραυ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω;   Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα,φασίν. Ἄρνησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά·  Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ  γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα;  Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς  ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων· Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι;   Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν  ἑαυτῶν   βασιλέα,     μείνατε   λοιπὸν   ἀβασίλευτοι,  ζυγὸν  δουλείας  αἰώνιον ἕλκοντες. Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα  γάρ  ἐστιν  ἁγία.  Ἔλαβον  αὐτὸν   ἐστεφανωμένον·   τίσιν;  Ἀκάνθαις,  τοῖς Ἰουδαίων  δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐῤῥαπίσθη, ἐτυπτήθη,  μάστιγας ἔλαβεν· ἀλλὰ  μηδὲν  ἐπαισχυνθείς.    Στῆθι μετὰ Ἡσαΐου, καὶ βλέπε  Θεὸν τοῖς ἐκείνου βλεφάροις.  Τί οὖν ἐκεῖνός φησι;  Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.   Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης· ἐθρήνει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός· ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος.    Τίς οὖν  οὗτος  ὁ πολύπονος  καὶ  πολυώδυνος  καὶ  ὑπὸ  πάντων βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς.  Τοσαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύσθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν  πεπληγμένων  ὥς τις, φησὶν αὐτὸς ὁ Ἡσαΐας· Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν.   Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα.  Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρὸς νεκρῶν  ἰατρός·  τραυματίας  πολυπόνων  ἀνθρώπων  ἀντιφάρμακον.Ἀλλ' ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον  τοῦ κείροντος ἄφωνος.  Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν· εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ. Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν  ἱστορίαν, διὰ τὸ πολλάκις  αὐτὴν  εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν  ἀεί με βιαζόμενον.    Καὶ οὐ μέγα· καὶ  γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν  τέχνην  εἰς σωτηρίαν μεταβαλών.   Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι· ἀλλ' ὁ μὲν ἔμεινεν  ἐπὶ τῆς γῆς γνώμη·  ὁ δὲ ἤδη μετεβάλλετο,   Μνήσθητί μου, λέγων,  ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως  Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης  ἀπὸ σταυροῦ κηρύσσων·  Μνήσθητί μου,  Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.  Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα·  ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον  φεύγοντα,  καταπέτασμα ῥηγνύμενον, τὴν γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας· Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδεκάτην  ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον·  Ἀμὴν λέγω  σοι (λάβε καὶ  σὺ τὸ ἀμὴν,  ὦ  λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι.    ∆εῦρο, ὦ  λῃστὰ, τὸν  διάβολον  λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών.Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων  πηγῶν,  αἵματος  καὶ  ὕδατος  προχυθέντος,  ὁ    Σωτὴρ τὸ  ἑαυτοῦ  ἐποίει· Πάτερ, ἄφες  αὐτοῖς  τὴν  ἁμαρτίαν.Τίσιν  ἄφεσις;  Ἕλλησιν,  Ἰουδαίοις,  ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται.  Μὴ γὰρ ἐπὶ τῶν πολεμίων   μόνον,  Ἄφες,  εἶπε·  καθ'  ἕκαστον  ἔτος  λέγει,  καὶ  ἀεὶ  λέγει,  καὶ  ὁ βουλόμενος λαμβάνει.  Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον   Πιλάτου· τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν·  Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως  μέμνησαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν  τάφον·  ἐμοὶ γὰρ ἀσφαλίζῃ· φρούρησον νεκρὸν, μὴ φύγη. Ἔχετε φησὶ, κουστωδίαν, ὑπάγετε· ἀσφαλίσασθε ὡς οἴδατε· ἀποκλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε φρουρήσατε· εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε.Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα.  Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν  Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.    


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/




Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |