ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 16.ΟΜΙΛΙΑ Ις.Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων.

Παρασκευή 30 Σεπτεμβρίου 2016

16.ΟΜΙΛΙΑ Ις.Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων.



Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Ιϛʹ.
Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.»
αʹ. Βούλομαι σήμερον, ἀγαπητοὶ, θησαυρὸν ὑμῖν πνευ ματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώ μενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον, ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθη τοῦ θησαυροῦ κἂν μικρόν τι ψῆγμα λαβεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦ τον. Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὐπόρους ἐργαζόμενος οὐδέποτε ἐλλεί πει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ ἁγίου. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυ λάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιά πτωτον διασώζειν, ἵνα μετ᾽ εὐκολίας δύνησθε παρακο λουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ᾽ εαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζη τοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκού σωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκα ταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. 



Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ἐννόησόν μοι μακαριότητος ὑπερ βολὴν, πῶς ἀνώτεροι ἦσαν τῶν σωματικῶν ἁπάντων, πῶς καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμενον· οὔτε γὰρ στέγης, οὔτε ὀρόφου, οὔτε ἱματίου, οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Καὶ οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ἡμῖν ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἀλλ᾽ ἵνα μαθόν τες τὴν ἄλυπον αὐτῶν ταύτην διαγωγὴν, καὶ τὸν ἀν ώδυνον βίον, καὶ τὴν ἀγγελικὴν, ὡς εἰπεῖν, κατάστασιν, ἐπειδὰν ἴδωμεν μετὰ ταῦτα τούτων ἁπάντων ἐρήμους αὐτοὺς γενομένους, καὶ καθάπερ ἀπὸ πολλῆς πλούτου περιουσίας εἰς ἐλαχίστην πενίαν κατενεχθέντας, τῇ ῥᾳθυμίᾳ αὐτῶν τὸ πᾶν ἐπιγράψωμεν. Ἀναγκαῖον δὲ ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο (οὐδὲ γὰρ ᾔδεισαν ὅτι γυμνοὶ ἦσαν, τῆς δόξης τῆς ἀφάτου περι στελλούσης αὐτοὺς, καὶ παντὸς ἱματίου μᾶλλον αὐτοὺς κοσμούσης), φησίν· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος τῶν θηρίων πάντων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παρα δείσου; Ὅρα πονηροῦ δαίμονος βασκανίαν, καὶ πολύ πλοκον μηχανήν. Ἐπειδὴ γὰρ εἶδεν ἐν τῇ ἀνωτάτω τιμῇ τυγχάνοντα τὸν δημιουργηθέντα ἄνθρωπον, καὶ οὐδὲν σχεδὸν ἔλαττον ἔχοντα τῶν ἀγγέλων, καθάπερ καὶ ὁ μα κάριος Δαυΐδ φησιν, Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους· καὶ τοῦτο δὲ αὐτὸ τὸ Βραχὺ ἡ τῆς παρακοῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ἐφθέγξατο ὁ προφήτης· ὁρῶν τοίνυν ἄγγελον ἐπίγειον ἐπὶ γῆς τυγχάνοντα, καὶ ὑπὸ τῆς βασκανίας τηκόμε νος ὁ ἀρχέκακος δαίμων, ἐπειδὴ αὐτὸς ἐν ταῖς ἄνω δυνά μεσι τελῶν, διὰ μοχθηρίαν προαιρέσεως καὶ κακίας ὑπερβολὴν ἐκ τοῦ ὕψους ἐκείνου ἐῤῥίφη κάτω, πολλῇ κέχρηται τῇ μηχανῇ, ὥστε τῆς εὐνοίας τοῦ Θεοῦ ἀπο στερῆσαι τὸν ἄνθρωπον, καὶ ἀγνώμονα αὐτὸν ἀπεργα σάμενος γυμνῶσαι τῶν τοσούτων ἀγαθῶν τῶν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν παρασχεθέντων αὐτῷ. Καὶ τί ποιεῖ; Εὑρὼν τὸ θηρίον τοῦτο, τὸν ὄφιν λέγω, τὰ ἄλλα θηρία τῇ φρονήσει νικῶντα, καθάπερ καὶ ὁ μακάριος Μωϋσῆς ἐμαρτύρησεν εἰπὼν, Ὁ δὲ ὄφις ἦν φρονιμώ τατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός· τούτῳ ὥσπερ ὀργάνῳ τινὶ χρώμενος, δι᾽ αὐτοῦ τὸ ἄπλαστον καὶ ἀσθενέστερον σκεῦος, τὴν γυναῖκα λέγω, διὰ τῆς ὁμιλίας εἰς τὴν ἑαυ τοῦ ἀπάτην ἐκκαλεῖται. Καὶ εἶπε, φησὶν, ὁ ὄφις τῇ γυναικί. Λογίζου, ἀγαπητὲ, ἐκ τούτου, πῶς οὐδὲν ἦν ἐν προοιμίοις φοβερὸν τῶν θηρίων τῶν γεγενημένων, οὔτε τῷ ἀνδρὶ, οὔτε τῇ γυναικὶ, ἀλλὰ τὴν ὑποταγὴν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, καὶ καθάπερ νῦν τὰ ἥμερα, οὕτω καὶ τὰ ἄγρια καὶ ἀτίθασσα τότε χειροήθη ἐτύγχανεν. βʹ. Ἀλλ᾽ ἴσως ἐνταῦθα διαπορήσειεν ἄν τις, καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ᾽ ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρὴ, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τὸν οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερ θέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἐνιεὶς, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι᾽ αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμε νος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευὴν, δι᾽ αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καὶ ἐρω τήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κη δεμονίαν ποιούμενος· τοῦτο γάρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παν τὸς ξύλου τοῦ παραδείσου; μονονουχὶ λέγων ὁ πονη ρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς τοσαύτης ἀπολαύσεως; διὰ τί οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπό λαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; Τί ὅτι εἶπεν ὁ Θεός; Διὰ τί, φησὶ, τοῦτο; τί τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγω γῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπό λαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὑτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολὴν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοί νυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆ ναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν. Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ᾽ ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι᾽ ὂν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ᾽ ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι᾽ ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μα θοῦσαν ἐκ τῶν παρ᾽ αὐτοῦ λεχθέντων τὴν ἐναντίω σιν τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δη μιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκα λύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Μὴ βάλητε γὰρ, φησὶ, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς πο σὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς· ὃ δὴ καὶ νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι᾽ αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ᾽ αὐτῆς καὶ τὸν πρωτόπλαστον εἰς τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε. Τοσοῦτόν ἐστι κα κὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεῖα μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρὸς ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αἰσθη τοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων αἰνιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῆς ἁμαρτίας βορβόρῳ, παιδεύων ἡμᾶς εἰδέναι καὶ προσώπων διαφορὰν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύ πτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λε γομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εἰς τὸ αὐτὸ αὐτοῖς βάρα θρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εἰς τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν. γʹ. Ἀλλ᾽ ἀκούσωμεν τί πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόν τος γὰρ ἐκείνου, Τί ὅτι εἶπεν ὁ Θεὸς, Ἀπὸ παντὸς ξύ λου τοῦ παραδείσου οὐ μὴ φάγητε; φησὶν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ πα ραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὂν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὄν. Ἡ γὰρ γυνὴ λοιπὸν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν δια κειμένου, θαῤῥήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολὴν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι᾽ ὧν ἀπεκρίνατο πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὦ γύναι; Εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σὲ ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· Ἄπαγε, ἀπατεὼν εἶ σὺ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομέ νης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, οὐδὲ τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρη κέναι τὸν Θεὸν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότητα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσίαν, ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶ ναι θανάτῳ. Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐ τὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μη κέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ᾽ αὐτοῦ λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ᾽ αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παρα δείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγητε ἀπ᾽ αὐτοῦ, οὐδ᾽ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀπο θάνητε· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ τὴν συμβουλὴν εἰσάγει. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· Οὐ θανάτῳ ἀποθα νεῖσθε. Ποίας ἄν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε, οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγ ξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργὸν, ἵν᾽ οὕτω τὴν ἀπάτην εἰσαγα γεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. Οὐ θανάτῳ, φησὶν, ἀποθανεῖσθε. ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἰδοὺ τὸ δέ λεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρ μάκου, ἐπέδωκε τῇ γυναικὶ, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γὰρ, εἴπερ ἐβούλετο, ἐκ προοι μίων τοῦτο γνῶναι), ἀλλ᾽ ἀκούσασα παρ᾽ αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεὸς, ἐπειδὴ ᾜδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρὸν, τῇ ἐλπίδι τῆς ἰσοθεΐας φυσηθεῖσα, μεγάλα ἦν λοιπὸν φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Ἐχθροῦ μηχα νήματα· ὅταν εἰς πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εἰς τὸν βαθὺν κρημνὸν κατάγει. Φαντα σθεῖσα γὰρ ἰσοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμ βουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπου δὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρε στὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν. Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κα καί. Διὰ τί γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαί μονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδε δοίκει τοῦ Θεοῦ τὴν ἐντολὴν, καὶ τὸ μέλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο πείσονται, ἀλλὰ καὶ ἰσόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥη μάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μετ᾽ οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. Ἰδοῦσα γὰρ, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, λο γισαμένη πρὸς ἑαυτὴν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εἰς βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρ πειν δύναται, καὶ ὡραιότης τίς ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω τιμὴν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου; δʹ. Εἶδες πῶς αὐτὴν αἰχμάλωτον ὁ διάβολος ἀπ ήγαγε, καὶ ὑπέσυρε τὸν λογισμὸν, καὶ παρεσκεύασε μεί ζονα τῆς οἰκείας ἀξίας φρονῆσαι, ἵνα κεναῖς ἐλπίσι φυ σωμένη ἐκπέσῃ καὶ τῶν ἤδη παρασχεθέντων; Καὶ ἔλαβε, φησὶν, ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν. Τί πεποίηκας, ὦ γύναι; Οὐ μόνον αὐτὴν τὴν ὀλεθρίαν συμβουλὴν δεξαμένη τὸν παρὰ τοῦ Θεοῦ δεδομένον νόμον κατεπάτησας, καὶ ἐξύβρισας εἰς τὴν ἐντολὴν, καὶ τοσαύτῃ ἐχρήσω τῇ ἀκρασίᾳ, ὡς μὴ ἀρ κεσθῆναι τῇ τοσαύτῃ ἀπολαύσει, ἀλλὰ καὶ τοῦ ἑνὸς ξύ λου, οὗ προσέταξεν ὁ Δεσπότης μὴ ἐφάψασθαι, ἐτόλ μησας ἐπιλαβέσθαι, καὶ ἐπίστευσας τοῖς παρὰ τοῦ ὄφεως εἰρημένοις, καὶ ἀξιοπιστοτέραν τὴν τούτου συμ βουλὴν ἐνόμισας τῆς παρὰ τοῦ δημιουργήσαντος δο θείσης ἐντολῆς, καὶ τοσαύτην ἀπατηθεῖσα ἀπάτην, ὡς μηδὲ συγγνώμης εἶναι ἀξίαν; Μὴ γὰρ ὁμογενής σοι ἦν   ὁ τὴν συμβουλὴν εἰσαγαγών; Τῶν ὑποτεταγμένων ἐτύγ χανε, τῶν δούλων τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τυγχανόν των. Τίνος ἕνεκεν οὕτω σαυτὴν κατῄσχυνας, καὶ ἐκεῖ νον καταλιποῦσα, δι᾽ ὃν ἐδημιουργήθης, ᾧ πρὸς βοήθειαν παρήχθης, ᾧ κοινωνὸς τῆς ἀξίας ἐγένου, καὶ ὁμοού σιος, καὶ ὁμόφωνος, τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν κατ εδέξω, καὶ διὰ τοῦ θηρίου τούτου τὴν παρὰ τοῦ διαβόλου δέξασθαι συμβουλὴν, καὶ φανερῶς ἀπεναντίας οὖσαν τῆς τοῦ δημιουργήσαντος νομοθεσίας, οὐδὲ οὕτως ἀπ εστράφης, ἀλλὰ τῇ ἐλπίδι τῆς ὑποσχέσεως κατετόλμησας τῆς μεταλήψεως; Ἔστω τοίνυν· σαυτὴν εἰς τοσοῦτον κρημνὸν κατήγαγες, καὶ τῆς τιμῆς τῆς ὑπερβαλλούσης ἀπεστέρησας· τίνος ἕνεκεν καὶ τὸν ἄνδρα κοινωνὸν λαμβάνεις τοῦ χαλεποῦ τούτου πταίσματος, καὶ ᾧ βοηθὸς εἶναι ἐτάχθης, τούτου ἐπίβουλος γίνῃ, καὶ διὰ μικρᾶς βρώσεως τῆς εὐνοίας τῆς παρὰ τοῦ Θεοῦ ἀλλο τριοῖς κἀκεῖνον μετὰ σαυτῆς; Ποία μανίας ὑπερβολὴ εἰς τοσαύτην σε τὴν τόλμαν ἤγαγεν; Οὐκ ἤρκει σοι τὸν ἀταλαίπωρον ζῇν βίον, τὸ σῶμα μὲν περικεῖσθαι, μηδενὸς δὲ δεῖσθαι τῶν σωματικῶν; τὸ πάντων τῶν ἐν τῷ παραδείσῳ ἀπολαύειν πλὴν ἑνὸς ξύλου; τὸ πάντα τὰ ὁρώμενα ὑπὸ τὴν ἐξουσίαν εἶναι τὴν ὑμετέραν, καὶ τὴν κατὰ πάντων ἀρχὴν κεκτῆσθαι; ἀλλ᾽ ἀπατηθεῖσα ταῖς ἐλπίσι προσεδόκησας καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν ἥξειν; Διὰ τοῦτο μαθήσῃ δι᾽ αὐτῶν τῶν πρα γμάτων, ὅτι οὐ μόνον ἐκείνων οὐκ ἐπιτεύξῃ, ἀλλὰ καὶ πάντων τῶν ἤδη δεδομένων ἀποστερήσεις καὶ σαυτὴν, καὶ τὸν ἄνδρα, καὶ εἰς τοσαύτην ἥξετε μεταμέλειαν ὡς ὑμᾶς μὲν ἄπρακτα μεταγινώσκειν, τὸν δὲ πονηρὸν δαί μονα τὸν τὴν ὀλεθρίαν ταύτην συμβουλὴν εἰσαγαγόντα ἐπιγελᾷν, καὶ ἐπεμβαίνειν, ἅτε δὴ λοιπὸν κειμένοις, καὶ τὰ αὐτὰ ἐκείνῳ πεπονθόσι. Καθάπερ γὰρ ἐκεῖνος τὰ ὑπὲρ τὴν ἀξίαν φρονήσας, καὶ τῆς παρασχεθείσης ἀξίας ἐξεβλήθη, καὶ ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατ ηνέχθη· τὸ αὐτὸ δὴ καὶ ὑμᾶς ἐργάσασθαι ἐβου λήθη, καὶ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸ τοῦ θανάτου ἐπιτίμιον ἀγαγεῖν, καὶ τὸν οἰκεῖον φθόνον πλη ρῶσαι, καθὼς καὶ σοφός τις ἔλεγε· Φθόνῳ δὲ δια βόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. Καὶ ἔδωκε, φησὶ, καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοί χθησαν αὐτῶν οἱ ὀφθαλμοί. Πολλὴ καὶ τοῦ ἀνδρὸς ἡ ῥᾳθυμία. Εἰ γὰρ καὶ ὁμογενὴς ἦν, καὶ γυνὴ ἦν, ἀλλ᾽ ἐχρῆν ἔναυλον ἔχοντα τοῦ Θεοῦ τὴν ἐντολὴν, προτιμο τέραν ταύτην ποιήσασθαι τῆς ἀκαίρου ἐπιθυμίας ἐκεί νης, καὶ μὴ κοινωνῆσαι τῆς παραβάσεως, μηδὲ διὰ βραχεῖαν ἡδονὴν τῶν τοσούτων ἀγαθῶν ἑαυτὸν ἀποστε ρῆσαι, καὶ προσκροῦσαι τῷ οὕτως εὐεργέτῃ, καὶ τοσαύ την φιλανθρωπίαν ἐπιδειξαμένῳ, καὶ οὕτως ἀνώδυνον καὶ μόχθου παντὸς ἀπηλλαγμένον βίον χαρισαμένῳ. Μὴ γὰρ οὐκ ἐξῆν τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ παραδείσῳ μετὰ δαψιλείας ἀπολαύειν; τίνος ἕνεκεν οὕτως εὔκολον οὖσαν τὴν ἐντολὴν φυλάξαι οὐδὲ αὐτὸς ἐβουλήθης; Ἀλλ᾽ ἴσως ἀκούσας παρὰ τῆς γυναικὸς τῆς ὀλεθρίου συμ βουλῆς τὴν ὑπόσχεσιν, καὶ τῇ ἐλπίδι καὶ αὐτὸς φυση θεὶς, ἑτοίμως ἐκοινώνησας τῆς βρώσεως. Διὰ τοῦτο καὶ τὸ ἐπιτίμιον ἀμφοτέρους διαδέχεται, καὶ τῶν πραγμά των ἡ πεῖρα διδάξει ὑμᾶς, μὴ τοῦ Θεοῦ ἀξιοπιστοτέραν ἡγεῖσθαι τὴν τοῦ πονηροῦ δαίμονος συμβουλήν. Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοί χθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυ μνοὶ ἦσαν. εʹ. Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἄν τις ἔροιτο, τίνα ἰσχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοῖξαι, καὶ διὰ τί γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ εἰ βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου διαλεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγά πην, ὅτι εἰ βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν εἰρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις αὐτῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς βρώσεως ἔβλεπον· ἀλλ᾽ ἐπειδὴ ἡ τούτου βρῶσις παρα κοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐν τολῆς παράβασις, δι᾽ ἣν αἰτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυ τοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφή φησιν· Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμ βάνουσι καὶ τῆς αἰσθητῆς γυμνότητος, ἵνα διὰ τῆς κα ταλαβούσης αὐτοὺς αἰσχύνης γνῶσιν ἀκριβῶς, εἰς οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου. Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ εἰδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱμα τίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ᾽ ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εἰς τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αἰσχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αἰσχύνῃ ἀφάτῳ περιέβαλε. Καὶ ἔῤῥαψαν, φησὶ, φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἐννόησόν μοι, ἀγαπητὲ, ἀπὸ ποταποῦ ὕψους πῶς εἰς βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλή. Οἱ γὰρ τοσαύτῃ δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάπτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβου λῆς ἐκείνου ἡ μηχανὴ, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν εἰργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφὴ, Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, οὐ περὶ τῶν αἰσθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ τῆς κατὰ διάνοιαν αἰσθήσεως. Ἐπειδὴ γὰρ παρέβησαν τὰ προστεταγμένα, αἰσθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίη σεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔ νοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γρα φῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάῤῥας ἀποδιδράσκουσα τὴν δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευ τὴν, καί φησι· Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἅγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ᾽ ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν. Ὁρᾷς ὅτι τὸ, Διήνοι ξεν, οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αἰσθήσεως τῆς κατὰ διάνοιαν; Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τί τὸ ξύλον γνω στὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχε θείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἢν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν καὶ τὰς προσηγορίας ἐπιθεὶς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικὸς, καθά περ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γέ νοιτο), πάλιν εἰς τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, μὴ γέ νοιτο· ἀλλ᾽ ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτ εξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι. Ὅτι γὰρ διὰ τὴν πα ράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντο λῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· Ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, οὐ μὴ φάγεσθε ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατοι ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρίας αὐτοῖς ἐπήγαγε τὸν θάνατον. ϛʹ. Τίς ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμέ νος; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν εἰδέναι, ποία μὲν βοτάνη πρὸς τροφὴν ἐπιτηδεία, ποία δὲ ὀλε θρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τί μὲν καλὸν, τί δὲ πονηρόν; Ἀλλ᾽ ἰδοὺ, φησὶ, ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ᾽ ἐὰν τὰ ἰδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομα σίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο ἀλλ᾽ ἐπειδὴ περὶ αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αἰ σχύνη. διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομα σίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τὰ πρά                     γματα. Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεία Γραφὴ, ἐπειδὴ περὶ αὐτὸ ἦν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτὸν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρᾶς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν καὶ θαυμαστόν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμὴν, ἀλλὰ βραχύ τι μέρος λαμβάνειν βού λεται, ὥστε καὶ αὐτῷ τὰ τῆς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς εἰδέναι, ὡς οὐ τῆς κτήσεως δεσπό της ἐστὶν, ἀλλὰ χάριτι καὶ φιλοτιμίᾳ τῆς χρήσεως ἀπο λαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, καὶ πάντων τῶν ἐν αὐτῷ παρ εσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυ ρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, καὶ πλέον τι τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, εἰ παραβαίη, ἵνα εἰδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστὶ, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ δεσπότου φιλοτιμίαν. Ἀλλ᾽ ἐπειδὴ πολλῇ τῇ ἀπροσεξίᾳ χρησά μενος, ἅμα τῇ γυναικὶ εἰς τὸν ὄλισθον τοῦτον κατέπε σεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν κα λοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην εἰπεῖν, Εἶ πεν ὁ Θεὸς, Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ἀποθά νητε· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, εἰ παραβῶσι τὴν ἐντολὴν), ἀλλ᾽ ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αἰσθητῆς γυ μνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὸ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτὸ, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς. Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν; Ἔγνωτε τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αἰσχύνης πλήρεις γεγόνασι λοιπὸν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· Ἔῤῥαψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίη σαν ἑαυτοῖς περιζώματα. Ὅρα ἀφ᾽ οἵας δόξης εἰς οἵαν εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εἰς πολλὴν ἡμᾶς αἰσχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαι ρεῖται τὴν παῤῥησίαν. Ἀλλ᾽ ἵνα μὴ δι᾽ ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλα βούσης τὸν ἄνθρωπον, φέρε, εἰ δοκεῖ, ἀπὸ τοῦ ξύλου τούτου ἐφ᾽ ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εἰσήγαγε τὰ κακὰ, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εἰσήγαγε τὰ κακὰ, ἀλλ᾽ ἡ προαίρεσις ἡ ῥᾴθυμος καὶ ἡ καταφρόνησις, ἣν περὶ τὴν ἐντολὴν ἐπεδείξατο. Ἐκεῖνο τὸ ξύλον θάνατον ἐπεισ ήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλ θεν· ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παρα δείσου ἐξέβαλε, τοῦτο εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖ νο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥᾳθυμίαν,                        καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, πα ρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύ ρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπι γινομένην τῇ σαρκὶ, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας. Τούτοις οὖν καὶ ἡμεῖς κατακολουθοῦν τες, ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπαν ισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως δια πλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εἰς τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελ μένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΟΜΙΛΙΑ ΙΖʹ

.Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπα τοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.αʹ. Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν, διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεία Γραφή· διὸ βούλομαι σή μερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ κέχρηται συγκαταβάσει διὰ τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογι κὸν τὸ ὑπ᾽ αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς, ἀλλὰ καὶ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι. Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ᾽ αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστεί λαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργα σαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυ τοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥᾳθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ τῆς ἀνωτάτω τιμῆς εἰς ἐσχάτην εὐτέλειαν κατενεχθέν τα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτε λείας ἐκείνης ἀπαλλάξαι, καὶ εἰς τὴν ἀρχαίαν ἀναγαγεῖν τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οἰκτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικὶ, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ἰατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς θεραπείας καὶ τῶν τοῦ ἰατροῦ χειρῶν, παραγίνεται εὐ θέως πρὸς αὐτόν. Ἀλλ᾽ ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παρα δείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Μὴ ἁπλῶς παραδράμω μεν, ἀγαπητοὶ, τὰ εἰρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ᾽ ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτη ρίαν τὴν ἡμετέραν. Εἰπὲ γάρ μοι, εἰ βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρε πῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἕψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνω σμένων σκοπήσωμεν· Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν. Τί λέγεις; ὁ Θεὸς περιπατεῖ; καὶ πόδας αὐτῷ περιάψομεν; καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ ἂν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; οὗ ὁ οὐ ρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τίς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων; Τί οὖν ἐστι τὸ, Ἥκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν; Αἴσθησιν αὐτοῖς τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλῃ· ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αἰσχύνη. Ὁ γὰρ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς λέγω, κατ εξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα, καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανεὶ πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν αὐτοῖς τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων δια πλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κατ ήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λα θεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ ἐν τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέ μενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, καὶ ὑπ᾽ ὄψιν ἄγοντα καὶ τῶν ἡμαρτημένων τὴν ἀτοπίαν, καὶ τὴν ἑπομένην αὐτῷ κόλασιν. καὶ καθάπερ ἰατρὸς ἄριστος οὐ παύεται τὰ παρ᾽ ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται.


βʹ. Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εἰσάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι τῶν εἰργασμένων, ἀλλ᾽ ὑπ᾽ ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, καὶ τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦ τον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνει δὸς, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυ μίας περιγινόμεθα· εἰ μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διά τοι τοῦτο καὶ ὁ πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται. Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ᾽ ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν. Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμά τιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος. Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰ σχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. Ἤκου σαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περι πατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύ βησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου. Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελ θοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετοὺς, καὶ σοφίας πολλῆς πε πληρωμένους. Ἐννόησον γάρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέ χρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπι δεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· Ἀκούσας, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παρα δείσῳ τὸ δειλινὸν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα, τὸν Δημιουργὸν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπ εχείρουν; Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὅμως σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπι χειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες ἀποφυγὴν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ᾽ ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός· Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· ἀλλ᾽ ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ τυχὸν ἀνεβάλετο, ἀλλ᾽ εὐθέως εἶδε τὸ γεγονὸς, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵνα μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κα τασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, καὶ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος. Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι. Ἀλλ᾽ ὁ εὐμήχανος Θεὸς, ὁ κατὰ τὴν αὑτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγε νημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυ μίαν, δι᾽ ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε συναπατηθεὶς τῇ γυναικὶ, ἐφίσταται, καὶ καθάπερ δικα στὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα.


γʹ. Ἀκούσωμεν τοίνυν, εἰ δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας τιμωρίας δέχονται, καὶ ποίᾳ καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ᾽ ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμω ρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς λέγει, τί δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δί καιον, ὁρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσ πραττόμενον τῶν ὑπ᾽ αὐτοῦ δημιουργηθέντων. Ἀλλ᾽ ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ἐξ αὐτῆς τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερ βάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ᾽ ὅτι καὶ δι᾽ ἑαυτοῦ ἐκάλεσεν· ὅπερ ἄνθρωποι οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς φύσεως κοινωνούντων. Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ᾽ ὑψηλοῦ τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργα σίας· ἀλλ᾽ ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δέ τις ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ᾽ ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος. Ἀλλ᾽ ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι᾽ ἑαυτοῦ κα λεῖ· Καὶ ἐκάλεσε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ὅρα πόση δύναμις ἐναπό κειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολ μῶντι, μηδὲ διανοῖξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέ γειν, Ποῦ εἶ; πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρω πίας. Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τί γέγονεν; Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρᾳ δόξῃ ἠμφιεσμένον καταλι πὼν, νῦν εὗρον ἐν γυμνότητι. Ποῦ εἶ; Πόθεν σοι συν έβη τοῦτο; Τίς σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλού του τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε; Τίς σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τίς ἡ ἀθρόα αὕτη μεταβολή; Ποία καταιγὶς οὕτω σφοδρὰ ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τί γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθά                     νειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; Τῆς φωνῆς σου ἤκουσα, φησὶ, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβή θην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Πόθεν σοι ἡ γνῶσις τῆς γυμνώσεως γέγονεν; εἰπέ μοι· τί τὸ και νὸν καὶ παράδοξον; Τίς ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγ γεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τού του μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Ὅρα φιλαν θρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν. Δυνάμε νος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιῶσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ᾽ ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἐρωτᾷ μονον ουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν λαβὼν, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύ την παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλῇ τῇ μα κροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοοῦντας φιλαν θρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς το σαύτῃ συγκαταβάσει ἡ θεία Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθό τητα· Καὶ εἶπεν αὐτῷ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Πόθεν ἂν, φη σὶν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτῃ αἰσχύνῃ περι βληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασίᾳ ἐχρήσω, καὶ κατ εφρόνησάς μου τῆς ἐντολῆς; δʹ. Σκόπει, ἀγαπητὲ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ὅπως καθάπερ φίλος φίλῳ διαλεγόμενος, καὶ ἐγκαλῶν ὡς παραβάντι τὰ παρ᾽ αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου. Μὴ γὰρ ἐστενοχώρησά σου, φησὶ, τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκὼς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπό την εἶ, καὶ ὀφείλεις ὑπακοήν τινα ἐπιδεικνύναι; Τίς οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυ σιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ᾽ οὕτω ταχέως εἰς τὴν παρ᾽ ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τί σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; οὐ τῷ φόβῳ τοῦ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τίς ἄν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμε νον; Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσα σθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγα θοῖς λυμαίνηται; Ἀλλ᾽ ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλὴν, καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας, καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἡμερότητα καὶ ἀνεξικα κίαν ἄφατον; εἴδετε συγκατάβασιν πάντα λόγον καὶ διάνοιαν ὑπερβαίνουσαν; εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μό νου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες, θύρας αὐτῷ ἀνοῖξαι βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτη κότα τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσω μεν τοίνυν καὶ τοῦ καταδίκου, τί πρὸς ταῦτα ἀποκρίνε ται. Καὶ εἶπε, φησὶν, ὁ Ἀδάμ· Ἡ γυνὴ, ἢν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφα γον. Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέ μοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ                      ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθεὶς, φησὶ πρὸς αὐτὸν, Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Οἶδα, φησὶν, ἡμαρτηκὼς, ἀλλ᾽ ἡ γυνὴ ἣν ἔδω κας μετ᾽ ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν. Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ. Πότε γὰρ προσ εδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν παρ᾽ ἑαυτῆς παρα μυθίαν εἰσαγάγῃ; Σύ μοι αὐτὴν δέδωκας, σὺ αὐτὴν ἤγα γες πρός με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώ μης. Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησὶ, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ᾽ ἐμοῦ ῥηθέν των προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ᾽ ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὁ φόβος τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυ γεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; μὴ γὰρ ἠγνόεις; Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τού τοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνή σοι πρὸς τὴν παρά βασιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ᾽ οὐδὲ οὕτως ἀνεύ θυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν παρ᾽ ἐμοῦ ἐντολὴν, καὶ οὐ μόνον αὐτὸν σὲ παραιτήσα σθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἡμαρ τημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικὸς, καὶ διὰ σὲ ἐκείνη παρήχθη· σὺ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατε σπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτῃ δόξῃ περιβεβλημένος. Τίς σε οὖν κατ᾽ ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγα θῶν; Ἀλλ᾽ ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἂν, εἰ μὴ ἠβουλήθης, ἡ γυνή σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρ εκάλεσε; μὴ γὰρ διελέχθη; μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετά ληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ᾽ ἐνόμισας ἠπατῆσθαι παρ᾽ ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζό νων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ᾽ ἐμοῦ ἠπα τῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου; Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος τὸ προ λαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχὴν, ὥστε μὴ τούτοις περιπεσεῖν, οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα παρ᾽ οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἡμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυ ναικὶ μόνῃ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ. εʹ. Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἡμαρτημένων, ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθείς· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν                           κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ᾽ αὑτοῦ ἀποκρί σεως. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰ τίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο πα ραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἵα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοι νωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς το σαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὐτὴ οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπά τησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, ἀλλ᾽ ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦ θεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφα λείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυ ρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγ κασεν, οὐκ ἐβιάσατο. Καὶ αὐτὴ πάλιν ἀπολογίαν συν τιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνερ γήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβου λὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερη μένην. Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ᾽ εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ᾽ ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώ τησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλε θρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴ δετε μεθ᾽ ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ᾽ ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέ πετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοι πὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ᾽ ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ. Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενος ᾔδει, ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβου λῇ, καὶ τῇ βασκανίᾳ, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξα το, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ᾽ ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, Ποῦ εἶ; Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; τῇ δὲ ἔλεγε, Τί τοῦτο ἐποίησας; ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίη σας τοῦτο. Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, Τί τοῦτο ἐποίησας; τῷ δὲ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ὅτι τὸ κακὸν, φησὶν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανίᾳ ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ᾽ ἐμοῦ, Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρή σει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. ϛʹ. Σκόπει μοι ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν φιλανθρω πίας πεπληρωμένην. Τὴν μὲν γὰρ ἐρώτησιν ποιούμενος ἀπὸ τοῦ ἀνδρὸς ἤρξατο, εἶτα μετῆλθεν ἐπὶ τὴν γυναῖκα. Καὶ ἐπειδὴ εἶπεν αὐτὴ τὸν αἴτιον αὐτῇ γεγενημένον, ἐλ θὼν ἐπὶ τὸν ὄφιν, καὶ οὐκέτι αὐτὸν ἀποκρίσεως ἀξιώσας, τὴν τιμωρίαν ἐπάγει, καὶ τοιαύτην ὡς παντὶ τῷ χρόνῳ παρεκτείνεσθαι, καὶ διὰ τῆς ὄψεως διηνεκῆ διδάσκαλον γίνεσθαι τοῖς ἑξῆς ἅπασι, μηκέτι δέχεσθαι τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν, μηδὲ ἀπατᾶσθαι τοῖς παρ᾽ ἐκείνου μηχανήμασιν. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· καὶ εἰ ὁ διάβολος ἐνεργήσας διὰ τοῦ ὄφεως τὴν συμβουλὴν εἰσήγαγε, τίνος ἕνεκεν τὸ θηρίον τοσαύτην ὑπέμεινε τιμωρίαν; Καὶ τοῦτο τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἔργον γέγονε. Καθά περ γὰρ πατὴρ φιλόστοργος τὸν ἀπεκτακότα τὸν υἱὸν τὸν ἑαυτοῦ τιμωρούμενος, καὶ τὴν μάχαιραν καὶ τὸ ξί φος, δι᾽ οὗ τὸν φόνον εἰργάσατο, διασπᾷ, καὶ εἰς πολλὰ κατατέμνει μέρη· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς, ἐπειδὴ ὥσπερ μάχαιρά τις ὑπηρετήσατο τὸ θηρίον τοῦτο τῇ τοῦ διαβόλου πανουργίᾳ, ἐπάγει αὐτῷ διηνεκῆ τὴν τιμωρίαν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου λογιζώμεθα ἐν ὅσῃ ἀτιμίᾳ κἀκεῖνος τυγχάνει. Εἰ γὰρ οὗτος ὁ καθάπερ ὄργανον ὑπηρετησάμενος τοσαύτης ἐπειράθη ἀγανακτήσεως, ποίαν εἰκὸς ἐκεῖνον δέξασθαι τιμωρίαν; Μᾶλλον δὲ καὶ τοῦτο ἤδη ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς διὰ τῶν θείων Εὐαγγελίων φάσκων πρὸς τοὺς ἐξ εὐωνύμων ἑστῶτας, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηρα μένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐκείνῳ γὰρ πά λαι τοῦτο ἡτοίμασται, καὶ ἐκεῖνο τὸ ἄσβεστον πῦρ αὐτὸν ἐκδέχεται. Τί οὖν ἂν εἴη ἀθλιώτερον τῶν δι᾽ ἀμέλειαν τῆς οἰκείας σωτηρίας ἑαυτοὺς ἐκείνῃ τῇ τιμωρίᾳ καθ ιστώντων ὑπευθύνους τῇ ἐκείνῳ ἡτοιμασμένῃ; Ὅτι γὰρ ἡμῖν, εἰ βουληθείημεν ἀρετὴν ἐπιδείξασθαι, καὶ τοῖς παρὰ τοῦ Χριστοῦ τεθεῖσι νόμοις ἕπεσθαι, ἡ βασιλεία ἡτοίμασται, αὐτοῦ πάλιν ἄκουσον λέγοντος· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό σμου. Εἶδες ἐκείνῳ μὲν τὸ ἄσβεστον πῦρ ἡτοιμασμένον, ἡμῖν δὲ, εἰ μὴ ῥᾳθυμήσαιμεν, τὴν βασιλείαν; Ταῦτα τοί νυν ἐννοοῦντες καὶ βίου ἐπιμελώμεθα, καὶ τὴν κακίαν φεύγωμεν, καὶ μηδέποτε ἀπατώμεθα ταῖς τοῦ διαβόλου μηχαναῖς. Ἀλλ᾽, εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, πάλιν εἰς μέσον ἀγάγωμεν τὴν τιμωρίαν τὴν τῷ ὄφει ἐπαγο μένην, ἵν᾽ οὕτω κατὰ μικρὸν εἰς τὸ τέλος τῆς δίκης φθά σαντες ἴδωμεν τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. Εἰ γὰρ ἄνθρωποι δικαστὴν ὁρῶντες πολλάκις δημοσίᾳ καθήμενον, καὶ τὴν κατὰ τῶν καταδίκων ψῆφον ἐκφέρον τα, διὰ πάσης ἡμέρας παραμένουσι, καὶ οὐκ ἀφίστανται μέχρις ἂν ἴδωσιν ἀναστάντα τὸν δικαστήν· πολλῷ μᾶλ λον ἡμᾶς νῦν προσήκει μετὰ πλείονος τῆς προθυμίας ἰδεῖν τὸν ἀγαθὸν Θεὸν, πῶς μὲν τῷ ὄφει σφοδρὰν τὴν τι μωρίαν ἐπιτίθησιν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου θηρίου, ᾧ ὥσπερ ὀργάνῳ ἐχρήσατο ὁ πονηρὸς δαίμων ἐκεῖνος, αἴσθησιν ἡμῖν παράσχῃ τῆς μελλούσης ἐκεῖνον τιμωρίας ἐκδέχεσθαι· πῶς δὲ μετὰ φειδοῦς σύμμετρον ἐπάγει καὶ τῇ γυναικὶ καὶ τῷ ἀνδρὶ τὴν ἐπιτίμησιν, νουθεσίαν μᾶλ λον ἔχουσαν, ἢ κόλασιν· ἵνα ταῦτα πάντα μετὰ ἀκριβείας σκοπήσαντες θαυμάσωμεν τὴν τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίαν, ἣν περὶ τὴν φύσιν ἐπιδείκνυται τὴν ἡμετέ ραν. Τί οὖν φησι; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. ζʹ. Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ με γάλη τῆς ἀπάτης ἡ ὑπερβολὴ, ἣν δι᾽ αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ἐπειδὴ, φησὶ, τοιαύτῃ ὑπηρετή σω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγὼν, καὶ τὸ δηλητήριον αὐ τοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ᾽ ἐμοῦ δημιουρ γηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵα τιμωρία αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται, μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπει δὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προ τέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. Ὁ γὰρ ὄφις, φη σὶν, ἦν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάν των τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ. Ἀλλ᾽ ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἦν αἰσθητὸν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῆς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπειδὴ, φησὶ, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλ θεῖν ἐτόλμησας τῷ ὑπ᾽ ἐμοῦ δημιουργηθέντι λογικῷ ζώῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφὴν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρ ματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί σε, ἀλλὰ καὶ ἐχθρὰν ἄσπονδόν σοι καταστήσω τὴν γυ ναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρ ναν. Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχὺν, ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σὲ δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητὲ, διὰ τῆς κατὰ τοῦ θη ρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδε μονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βου λομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἢ οὐχὶ τοῦτο σημαίνει λέγων, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, εἰ δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγ κατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμω ρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στενα γμόν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅρα Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐγὼ μὲν ἠβουλήθην, φησὶν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωὴν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπλη ρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶ μα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ᾽ ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις καὶ στεναγμοῖς σε καταδικάζω. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὴν ὑπόθεσιν, φησὶ, τῆς πολλῆς εὐφροσύνης, καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν διὰ τῶν καθ᾽ ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ᾽ ἑκάστην τικτομένων, πόσον τῆς ἁμαρτίας ταύ της καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ᾽ εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι αἴτιος γεγένηται. Διὰ τοῦτο Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττε ται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη, καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζου σαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμὸν, καὶ τὰς ὀδύνας ἐκεί νας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μόναι ἴσασιν αἱ διὰ τῆς πείρας ἐλθοῦσαι. ηʹ. Ἀλλ᾽ ὅμως τοσαύτην ὁ φιλάνθρωπος Θεὸς παρέσχε μετὰ τῶν λυπηρῶν τὴν παραμυθίαν, ὡς ἰσόῤῥοπον εἶναι τὴν διὰ τὸ τεχθὲν βρέφος εὐφροσύνην τῶν ὠδίνων ἐκείνων τῶν ἐν τοσούτοις μησὶ τὴν γαστέρα διακοπτουσῶν. Αἱ γὰρ τοσοῦτον πόνον ὑπομένουσαι, καὶ οὕτως ὑπὸ τῶν ἀλγηδόνων σπαραττόμεναι, καὶ ὡς εἰπεῖν πρὸς αὐτὴν τὴν ζωὴν ἀπαγορεύουσαι, μετὰ τὸ τεκεῖν καὶ τῆς ἀπὸ τῶν καμάτων εὐφροσύνης ἀπολαῦσαι, πάλιν ὥσπερ ἐπι λαθόμεναι τῶν γεγενημένων ἁπάντων ἑαυτὰς ἐκδιδόασι πρὸς τὴν τῶν τέκνων γονὴν, τοῦ φιλανθρώπου Θεοῦ οὕ τως οἰκονομήσαντος πρὸς σύστασιν τῆς τῶν ἀνθρώπων σωτηρίας. Ἡ γὰρ ἐλπὶς ἀεὶ τῶν μελλόντων ἀγαθῶν κού φως ποιεῖ φέρειν τὰ παρόντα λυπηρά. Καὶ τοῦτο ἴδοι τις ἂν καὶ τοὺς ἐμπόρους ὑπομένοντας, καὶ μακρὰ πελάγη διαπερῶντας, καὶ ναυαγίων ἀνεχομένους καὶ πειρατῶν, καὶ μετὰ τοὺς πολλοὺς κινδύνους ἐκείνους πολλάκις καὶ διαμαρτόντας τῆς προσδοκίας, καὶ μηδὲ οὕτως ἀποστάν τας, ἀλλὰ πάλιν τῶν αὐτῶν ἁπτομένους. Τοῦτο καὶ ἐπὶ τῶν γηπόνων ἔστιν εἰπεῖν· καὶ γὰρ καὶ οὗτοι ὅτε βαθεῖαν αὔλακα ἀνατέμωσι, καὶ πολλὴν τὴν ἐπιμέλειαν τῆς γῆς ἐπιδείξωνται, καὶ δαψιλῆ τὰ σπέρματα καταβά λωσι, πολλάκις αὐχμοῦ γενομένου ἢ ἐπομβρίας, ἢ πρὸς αὐτῷ τῷ τέλει τῶν δραγμάτων ἐρυσίβης κατενεχθείσης, τῆς ἐλπίδος διήμαρτον· ἀλλ᾽ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ πάλιν τοῦ καιροῦ καταλαβόντος, ἅπτονται τῆς γεωργίας. Καὶ τοῦτο ἐφ᾽ ἑκάστου εὕροι τις ἂν ἐπιτηδεύματος γι νόμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ γυνὴ καὶ αὐτὴ πολλάκις μετὰ τοὺς πολλοὺς μῆνας ἐκείνους, μετὰ τὰς ὠδῖνας τὰς ἀφορήτους, μετὰ τὰς νύκτας τὰς ἀΰπνους, μετὰ τὸν τῶν μελῶν διασπασμὸν, μικρᾶς τινος περιστά σεως γενομένης, πρὸ τοῦ προσήκοντος καιροῦ τὸ βρέφος ὠθήσασα ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἢ μεμορφωμένον μὲν, οὐκ ἄρτιον δὲ, οὐδὲ ὑγιὲς, ἢ καὶ νεκρὸν πολλάκις, μόλις τὸν κίνδυνον διέφυγε, καὶ ὅμως ὥσπερ ἐπιλαθομέ νη τούτων ἁπάντων, τῶν αὐτῶν ἀνέχεται, καὶ τὰ αὐτὰ ὑπομένει. Καὶ τί λέγω τὰ αὐτά; Πολλάκις καὶ συναπο θανεῖν τῷ τεχθέντι συνέβη, καὶ οὐδὲ τοῦτο τὰς λοιπὰς ἐσωφρόνισε καὶ ἀνέπεισε φυγεῖν τὸ πρᾶγμα· τοσαύτην ὁ Θεὸς ἐγκατέσπειρε τοῖς λυπηροῖς τὴν ἡδονὴν ὁμοῦ καὶ τὴν εὐφροσύνην. Διὰ τοῦτο ἔλεγε, Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τοῦτο τοίνυν καὶ ὁ Χριστὸς διαλεγόμενος τοῖς μαθηταῖς καὶ δεικνὺς καὶ τῆς ὀδύνης τὸ μέγεθος καὶ τῆς εὐφροσύνης τὴν ὑπερβολὴν, ἔλεγεν· Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· εἶτα παραστῆσαι ἡμῖν βουλόμενος ὅπως τὰ μὲν τῆς λύπης ἀθρόον ἐκποδὼν γίνεται, τὰ δὲ τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης διαδέχε ται, φησίν· Ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημο νεύει τῆς θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρω πος εἰς τὸν κόσμον. Εἶδες κηδεμονίαν ὑπερβάλλουσαν; εἶδες τιμωρίαν νουθεσίας πεπληρωμένην; Ἐν λύπαις τέ ξῃ τέκνα. Εἶτα, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Μονονουχὶ ἀπολογούμενος πρὸς τὴν γυναῖκα ὁ φιλάνθρωπος Θεὸς ταῦτά φησιν, ὅτι Ἐγὼ μὲν ἐξ ἀρχῆς ὁμότιμόν σε ἐδημιούργησα, καὶ τῆς αὐτῆς ἀξίας ἐν ἅπασιν αὐτῷ κοινωνεῖν ἠβουλήθην, καὶ ὥσπερ τῷ ἀνδρὶ, οὕτω καὶ σοὶ τὴν κατὰ πάντων ἀρχὴν ἐνεχείρισα· ἀλλ᾽ ἐπειδὴ οὐκ ἐχρήσω εἰς δέον τῇ ὁμοτιμίᾳ· διὰ τοῦτό σε ὑποτάττω τῷ ἀνδρὶ, Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀπο στροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ καταλι ποῦσα τὸν ὁμότιμον, καὶ τὸν τῆς αὐτῆς σοὶ φύσεως κοι νωνοῦντα, καὶ δι᾽ ὃν ἐδημιουργήθης, τῷ πονηρῷ θηρίῳ τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν ἠβουλήθης, καὶ τὴν παρ᾽ ἐκείνου δέξασθαι συμβουλήν· διὰ τοῦτό σε λοιπὸν τούτῳ ὑποτάτ τω, καὶ τοῦτόν σου κύριον ἀποφαίνω, ὥστε τὴν τούτου δεσποτείαν ἐπιγινώσκειν, καὶ ἐπειδὴ οὐκ ἔγνως ἄρχειν, μάθε καλῶς ἄρχεσθαι. Πρὸς τὸν ἄνδρα σου ἡ ἀπο στροφή σου, καὶ αὐτός σου κυριεύσει. Βέλτιόν σε ὑπὸ τοῦτον εἶναι, καὶ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνειν, ἢ ἀδείας ἀπολαύουσαν καὶ ἐξουσίας κατὰ κρημνῶν φέρε σθαι. Ἐπεὶ καὶ ἵππῳ λυσιτελὲς ἂν γένοιτο χαλινὸν ἔχειν, καὶ εὔτακτα βαδίζειν, ἢ ἄνευ τούτου κατὰ κρημνῶν φέρεσθαι. Τὸ συμφέρον τοίνυν σκοπῶν τὸ σὸν, πρὸς τοῦ τόν σε ἔχειν τὴν ἀποστροφὴν βούλομαι, καὶ καθάπερ σῶμα κεφαλῇ ἕπεσθαι, καὶ τὴν δεσποτείαν μεθ᾽ ἡδονῆς ἐπιγινώσκειν. Οἶδα ὅτι ἀπεκάμετε πρὸς τὸ μῆκος τῶν εἰρημένων· ἀλλὰ διεγέρθητε μικρὸν, παρακαλῶ, μὴ ἀτέλεστον τὴν δίκην καταλίπωμεν, μηδὲ ἀφέντες ἔτι τὸν δικαστὴν καθήμενον ἀναχωρήσωμεν· καὶ γὰρ πρὸς αὐτὸ τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. θʹ. Ἴδωμεν τοίνυν τί μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄν δρα φησὶ, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναι κός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάν θας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρ τον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ᾽ ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες. Ἐπειδὴ ἤκου σας, φησὶ, τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ᾽ ἐκείνης συμβουλὴν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα; Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ᾽ ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι᾽ αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν. Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μὲν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δὲ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν                        γυναῖκα τὴν αἰτίαν μεταγαγὼν, οὐδεμιᾶς ἠξιώθη συγ γνώμης, ποίαν ἄν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα; Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σὴν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοὶ κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ᾽ οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει κεφαλῆς καθισταμένην. Δι᾽ ὃ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ἀλλ᾽ ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθαι, καὶ ἡ γυνὴ ἔναυλον ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρὶ, μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω, ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ δὲ Ἀδὰμ, φησὶν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες. Ἐπειδὴ, φησὶ, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ᾽ ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα με διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ᾽ εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνη θῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύ την ἀπόλαυσιν· διὰ τοῦτο Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γάρ φησιν, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς; ἐνταῦθα δὲ οὐχ οὕτως. Ἀλλὰ τί; Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαί νετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, Ἐπικατάρατος, φησὶν, ἡ γῆ ἐν τοῖς ἔργοις σου. Εἶτα ἵνα μάθῃς τί ἐστιν, Ἐπι κατάρατος, ἐπήγαγεν, Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα ἑκάστην τιμωρίαν τῷ αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι᾽ αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· Ἐν λύπαις, φησὶ, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Εἶτα ἀκριβέστερον διδάσκων τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπ ήγαγεν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησὶν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον καὶ τὴν ταλαιπω ρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινός σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαῦτα ἀπατη θῆναι. Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ὅρα πῶς ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρα κοὴν ἅπαντα αὐτῷ ἐπήχθη. Ἐγὼ μὲν γὰρ, φησὶ, πα ραγαγών σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἄδεια, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, κα θάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυ μίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορ θοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδα σκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῆς ζωῆς χρόνῳ παρεκτα θήσεται. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισά μην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ᾽ αὐτὸ τὸ σῶμα ἀπὸ γῆς ὂν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, Μὴ ἅψησθε τοῦ ξύλου, εἰπὼν, ὅτι ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ᾽ ἐπειδὴ τὰ μὲν παρ᾽ ἐμοῦ ἅπαντα γεγένηται, σὺ δὲ σαυτῷ ταῦτα προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται, ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησὶν, ὁ Θεός· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθα νεῖσθε· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοὴν, καὶ τὸ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο δοκεῖ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς ἐγκειμένοις ἔχειν ζήτησίν τινα· εἰ δέ τις εὐγνωμόνως τὴν ἀκοὴν ὑπόσχοιτο, σαφές ἐστι τὸ εἰρημένον καὶ οὐ δεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον. Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ᾽ ὅμως ἀφ᾽ ἧς ἤκουσαν τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἄν τις εἶπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιτ τομένη εἶπεν, ὅτι ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάν τως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνη κώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνή κασιν. Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, συστείλωμεν ἐνταῦθα τὸν λόγον. ιʹ. Ἐνῆν μὲν γὰρ καὶ ἕτερα προσθέντας δεῖξαι πάλιν καὶ ταύτην αὐτὴν τὴν τιμωρίαν τὴν ἐπαχθεῖσαν, καὶ τὸ θνητοὺς γενέσθαι πολλὴν ἔχουσαν ἄβυσσον φιλανθρωπίας· ἀλλὰ ἵνα μὴ τῷ πολλῷ πλήθει καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, φέρε, παρακαλέσωμεν ὑμᾶς ἐντεῦθεν ἐξελθόντας μὴ εἰς ἀνονήτους συλλόγους ἑαυτοὺς ἐκ διδόναι, μηδὲ εἰς φλυαρίας ἀκαίρους, ἀλλὰ καθ᾽ ἑαυτοὺς συνιέντας μετ᾽ ἀλλήλων συλλέγειν τὰ εἰρημένα, καὶ εἰς ὑπόμνησιν ἑαυτοὺς ἄγειν, τί μὲν ὁ δικαστὴς ἀπεκρίνατο, τί δὲ οἱ ὑπεύθυνοι ἀπελογήσαντο, καὶ πῶς ὁ μὲν ἐπ᾽ ἐκείνην τὴν αἰτίαν μετήγαγεν, ἐκείνη δὲ ἐπὶ τὸν ὄφιν, καὶ πῶς καὶ τοῦτον ἐτιμωρήσατο, καὶ ὅτι διηνεκῆ καὶ τῷ παντὶ αἰῶνι συμπαρεκτεινομένην αὐτῷ τὴν τιμωρίαν ἐπήγαγε, καὶ σφοδρὰν τὴν κατ᾽ αὐτοῦ ἀγανάκτησιν ἐποιήσατο, καὶ διὰ τούτου δεικνὺς τὴν πρὸς τοὺς ἀπα τηθέντας κηδεμονίαν. Δι᾽ ὧν γὰρ τὸν ἀπατήσαντα οὕτως ἠμύνατο, δῆλον ὅτι εἰς τοὺς πάνυ αὐτῷ περισπουδάστους τὴν ἀπάτην εἰργάσατο. Εἶτα ἐντεῦθεν μνημονεύσατε τοῦ ἐπιτιμίου τῆς γυναικὸς, καὶ τῆς κολάσεως τῆς ἐπ αχθείσης αὐτῇ, μᾶλλον δὲ τῆς νουθεσίας, καὶ οὕτω τὰ πρὸς τὸν Ἀδὰμ εἰρημένα μνημονεύσαντες, καὶ τῆς ἀποφάσεως εἰς ἔννοιαν ἐλθόντες, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐντεῦθεν ἐκπλάγητε τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἡμᾶς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ εἰς γῆν διαλυομένους, εἰ βουληθείημεν ἀρετὴν μετελθεῖν, καὶ κακίαν φυγεῖν, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιοῦν ἐπηγγείλατο τῶν ἡτοιμασμένων τοῖς ἠγαπηκόσιν αὐτὸν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Χάριν τοίνυν πολλὴν ὀφείλομεν ἡμῶν ὁμολογεῖν τῷ Δεσπότῃ ὑπὲρ τῶν τηλικούτων εὐεργεσιῶν, καὶ μηδέποτε λήθῃ ταῦτα παραπέμπειν, ἀλλὰ διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς πολλῆς τῶν φαύλων ἀποφυγῆς, τοῦτον ἐξιλεωσώμεθα καὶ εὐμενῆ ἡμῖν καταστήσωμεν. Πῶς γὰρ οὐ πάσης τοῦτο ἀγνωμοσύνης δεῖγμα, εἰ αὐτὸς μὲν, Θεὸς ὢν καὶ ἀθάνα τος, τὴν φύσιν ἀναλαβέσθαι τὴν θνητὴν ἡμῶν καὶ γήϊνον οὐσίαν οὐ παρῃτήσατο, καὶ τῆς ἀρχαίας νεκρώσεως ἀπαλλάξαι, καὶ ὑπὲρ τὸν οὐρανὸν ταύτην ἀναβιβάσαι, καὶ τῇ πατρικῇ συνεδρίᾳ τιμῆσαι, καὶ ὑπὸ πάσης τῆς οὐρανίας στρατιᾶς προσκυνεῖσθαι καταξιῶσαι, ἡμεῖς δὲ τὰ ἐναντία τούτῳ ἀνταμεῖψαι οὐ κατῃδέσθημεν, ἀλλὰ καὶ τὴν ἀθάνατον ψυχὴν, ὡς ἄν τις εἴποι, τῇ σαρκὶ προσκολ λήσαντες, γήϊνον αὐτὴν καὶ νεκρὰν καὶ ἀνενέργητον γενέσθαι κατεσκευάσαμεν; Μὴ, παρακαλῶ, μὴ οὕτως ἀγνώμονες ὦμεν περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα, ἀλλὰ τοῖς αὐτοῦ νόμοις ἑπόμενοι, τὰ αὐτῷ δοκοῦντα καὶ εὐάρεστα ὄντα διαπραττώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἀξίους ἡμᾶς ἀναδείξῃ· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο 
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |