ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 6.ΟΜΙΛΙΑς .Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες

Παρασκευή 30 Σεπτεμβρίου 2016

6.ΟΜΙΛΙΑς .Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες



Ιωάννης Χρυσόστομος - Τόμος 53
Είς τήν Γένεσιν
Λόγος παραινετικός είς τήν είσοδο της
Αγίας Τεσσαρακοστής

ΟΜΙΛΙΑ Δʹ
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.


αʹ. Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦ μαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάν θρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενη μένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ᾽ ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ᾽ αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ᾽ ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθή σεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης. Διὸ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θάττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγο νεν, οὕτω καὶ ἐφ᾽ ἡμῶν συμβῆναι.



 Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρ πον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθὲν, καὶ ἐπὶ τῆς ἐπιφανείας μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατὸν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριά κοντα. Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ᾽ ὅτι νηφούσαις ταῖς ἀκοαῖς  καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ᾽ ἡμῶν δέχεσθε. Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρη μένων. Ἐώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ᾽ ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ᾽ ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπή γνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τίς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; Μακάριος γὰρ, φη σὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ὑμετέρας. Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικὸν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ᾽ ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν. βʹ. Τοιαῦτα γὰρ ἡμῶν τὰ ὅπλα τὰ πνευματικὰ, ἅπερ ἡμᾶς ἐνέδυσεν ἡ τοῦ Πνεύματος χάρις, καθάπερ χθὲς ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην. Ἂν τοίνυν τούτοις διηνεκῶς ὦμεν πεφραγμένοι πάντα τὰ μέλη, οὐδὲν τῶν ὑπ᾽ ἐκείνου ἀφιεμένων βελῶν καθικέσθαι ἡμῶν δυνήσε ται, ἀλλ᾽ ἄκυρα πρὸς αὐτὸν ἐπανήξει· ἀδάμαντος γὰρ ἡμᾶς στεῤῥοτέρους ἡ τοῦ Θεοῦ χάρις κατεσκεύασε, καὶ πάντῃ ἀναλώτους, ἐὰν βουλώμεθα. Ὥσπερ οὖν ὁ ἀδά μαντα παίων ἐκεῖνον μὲν ἔβλαψεν οὐδὲν, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καθεῖλε, καὶ ὁ πρὸς κέντρα λακτίζων, τοὺς οἰ                       κείους αἱμάσσει πόδας· οὕτω δὴ καὶ ἐφ᾽ ἡμῶν ἔσται καὶ τοῦ πολεμίου τῆς σωτηρίας τῆς ἡμετέρας, ἐὰν τοῖς ὅπλοις τοῖς δεδομένοις ἡμῖν παρὰ τῆς τοῦ Πνεύματος χάριτος ἑαυτοὺς διηνεκῶς φράττωμεν. Τοσαύτη γὰρ τούτων ἡ δύναμις, ὡς μηδὲ τὴν ἐξ αὐτῶν ἀστραπὴν ὑφίστασθαι τὸν πολέμιον, ἀλλ᾽ ἀποτυφλοῦσθαι τὰς ὄψεις ἐκ τῆς αὐγῆς τῆς ἐκεῖθεν ἐκπεμπομένης. Τούτοις, παρακαλῶ, τοῖς ὅπλοις διαπαντὸς ἑαυτοὺς τειχίζοντες, οὕτω καὶ εἰς ἀγορὰν ἐμβάλλωμεν, καὶ φίλοις συγγενώ μεθα, καὶ πράγματα μεταχειρίζωμεν. Καὶ τί λέγω εἰς ἀγοράν; Καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες ταῦτα ἔχωμεν ἡμῖν περικείμενα, καὶ οἴκαδε ἐπανιόντες καὶ καθ εύδοντες, καὶ διανιστάμενοι, καὶ μηδέποτε αὐτὰ ἀπο θώμεθα παρὰ πᾶσαν ἡμῶν τὴν ζωήν· ἄπεισι γὰρ μεθ᾽ ἡμῶν, καὶ τῆς ἐκεῖ παῤῥησίας ὑπόθεσις ἡμῖν μεγίστη γίνεται. Οὐδὲ γὰρ ὁμοίως τοῖς αἰσθητοῖς ὅπλοις βαρύνει τὸ σῶμα, ἀλλὰ μᾶλλον κουφίζει, καὶ μετάρσιον ἐργά ζεται, καὶ τὴν ἰσχὺν ἐπιτείνει· μόνον ἐὰν αὐτὰ καθ᾽ ἑκάστην ἡμέραν ἀποσμήχωμεν, ὥστε λαμπρὰ φαινό μενα διὰ τῆς οἰκείας ἀστραπῆς πηροῦν τὰς ὄψεις τοῦ πονηροῦ δαίμονος, πάντα κατὰ τῆς σωτηρίας τῆς ἡμε τέρας μηχανωμένου. Φέρε δὴ λοιπὸν, ἐπειδὴ ἱκανῶς ὑμᾶς καθωπλίσαμεν, τὴν συνήθη παραθῶμεν ὑμῖν τράπεζαν, καὶ τὰ ἀκόλουθα τῶν χθὲς ἡμῖν εἰρημένων προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πάλιν τὸν θαυ μάσιον ἑστιάτορα τὸν μακάριον Μωϋσέα, τὸν μέγαν προφήτην τῆς καλῆς ταύτης διδασκαλίας ἡγεμόνα ποιη σάμενοι. Ἴδωμεν οὖν τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται, καὶ προσέχωμεν ἀκριβῶς τοῖς παρ᾽ αὐτοῦ λεγομένοις. Οὐδὲ γὰρ οἰκείᾳ δυνάμει φθέγγεται, ἀλλ᾽ ἅπερ ἂν ἡ τοῦ Πνεύματος χάρις ἐνηχήσῃ, ταῦτα διὰ τῆς οἰκείας προφέρει γλώττης, διδάσκων τὴν τῶν ἀνθρώπων φύσιν. Ἀπαρτίσας τοίνυν τὸν περὶ τῆς πρώτης ἡμέρας λόγον, καὶ εἰπὼν μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία, πάλιν φησί· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχω ρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Σκόπει μοι ἐν ταῦθα, ἀγαπητὲ, διδασκαλίας ἀκολουθίαν. Ἐπειδὴ γὰρ προλαβὼν ἡμῖν εἶπε μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, ὅτι Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα σκεύαστος, καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι διὰ τοῦτο ἦν ἀόρατος, διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ σκότους, καὶ τῶν ὑδάτων· ὕδωρ γὰρ ἦν τὸ πᾶν, καὶ σκότος, καὶ οὐδὲν ἕτερον· εἶτα τοῦ Δεσπότου προστάξαντος, παρ ήχθη τὸ φῶς, καὶ διαχωρισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ τὸ μὲν τὴν τῆς ἡμέρας προσηγορίαν ἔλαβε, τὸ δὲ τὴν τῆς νυκτὸς ἐδέξατο· πάλιν ἡμᾶς δι δάξαι βούλεται, ὅτι ὥσπερ τὸ σκότος διεῖλε τὸ φῶς παραγαγὼν, καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπέθηκεν, οὕτω καὶ τὸ πλῆθος τῶν ὑδάτων προστάγματι διαιρεῖ. γʹ. Καὶ ὅρα δύναμιν ἄφατον, καὶ πάντα ἀνθρώπινον λο γισμὸν ὑπερβαίνουσαν. Κελεύει γὰρ μόνον, καὶ τὸ μὲν παράγεται τῶν στοιχείων, τὸ δὲ παραχωρεῖ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Τί ἐστι, Γενηθήτω στερέωμα; Ὡς ἂν εἴποι τις γλώττῃ ἀνθρωπίνῃ, τειχίον τι καὶ διάφραγμα διαιροῦν μεταξὺ, καὶ χωρισμὸν ἐργαζόμενον. Καὶ ἵνα μάθῃς τὴν πολλὴν ὑπακοὴν τῶν στοιχείων, καὶ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ δημιουργοῦ, φησί· Καὶ ἐγένετο οὕτως. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ ρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Γενομένου, φησὶ, τοῦ στε ρεώματος, τὰ μὲν τῶν ὑδάτων προσέταξεν ὑπὸ τοῦ στερεώματος φέρεσθαι, τὰ δὲ ὑπὲρ τῶν νώτων εἶναι τοῦ στερεώματος. Ἀλλὰ τί ἄν τις εἴποι τοῦτο εἶναι τὸ στερέωμα; Ὕδωρ πεπηγὸς, ἀλλ᾽ ἀέρα τινὰ συνεστραμ μένον, ἀλλ᾽ ἑτέραν τινὰ οὐσίαν; Οὐκ ἄν τις ἁπλῶς τῶν εὖ φρονούντων διισχυρίσαιτο. Ἀλλὰ προσήκει πολλῇ τῇ εὐγνωμοσύνῃ κεχρημένους δέχεσθαι τὰ λεγόμενα, καὶ μὴ περαιτέρω τῆς οἰκείας φύσεως ὑπερβαίνοντας δι ερευνᾶσθαι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῦτο μόνον εἰδέναι καὶ κατέχειν παρ᾽ ἑαυτοῖς, ὅτι τῷ προστάγματι τοῦ Δεσπότου παρήχθη τὸ στερέωμα τὸν χωρισμὸν τῶν ὑδάτων ἐργαζόμενον, καὶ τὰ μὲν κάτω κατέχον, τὰ δὲ ἄνω μετέωρα ὑπὲρ τῶν οἰκείων νώτων φέρειν δυνάμε νον. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐ ρανόν. Ὅρα πῶς τῇ αὐτῇ ἀκολουθίᾳ καὶ νῦν ἐχρήσατο ἡ θεία Γραφή. Καθάπερ εἶπε χθὲς, Γενηθήτω φῶς, καὶ μετὰ τὸ παραχθῆναι, τότε ἐπήγαγεν, Ἔστω δια χωρίζον ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκό τους, καὶ οὕτως τὸ φῶς ἡμέραν ἐκάλεσεν· οὕτω καὶ σήμερον εἶπε· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶτα καθάπερ ἐπὶ τοῦ φωτὸς, οὕτω καὶ ἐν ταῦθα ἐδίδαξεν ἡμᾶς τὴν χρείαν τοῦ στερεώματος, Ὥστε διαχωρίζειν, φησὶν, ἀναμέσον ὕδατος καὶ ὕδατος. Καὶ ὅτε αὐτοῦ τὴν χρείαν φανερὰν ἡμῖν κατ έστησε, τότε καθάπερ τῷ φωτὶ τὴν ὀνομασίαν προσέθη κεν, οὕτω καὶ τῷ στερεώματι τὴν προσηγορίαν ἐπέθη κεν. Καὶ ἐκάλεσε, φησὶ, τὸ στερέωμα οὐρανὸν, τοῦτο τὸ ὁρώμενον. Καὶ πῶς, φησὶ, τινὲς βούλονται λέγειν πολλοὺς οὐρανοὺς γεγενῆσθαι; Οὐκ ἀπὸ τῆς θείας Γραφῆς ταῦτα διδασκόμενοι, ἀλλ᾽ ἐξ οἰκείων λογισμῶν ὁρμώμενοι. Ὁ γὰρ μακάριος Μωϋσῆς οὐδὲν τούτων πλέον ἡμᾶς διδάσκει· εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα τὴν αἰτίαν διδάξας δι᾽ ἣν ἀόρατος ἐτύγχανεν ἡ γῆ, ὑπὸ τοῦ σκό τους καὶ τῶν ὑδάτων τῆς ἀβύσσου καλυπτομένη, μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενός φησι· Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω στε ρέωμα. Εἶτα τὴν χρείαν αὐτοῦ τούτου τοῦ στερεώματος μετὰ ἀκριβείας διδάξας, καὶ εἰπὼν, Ὥστε διαχωρίζειν ἀναμέσον ὕδατος καὶ ὕδατος, αὐτὸ τοῦτο τὸ στε ρέωμα οὐρανὸν ἐκάλεσε τὸ τῶν ὑδάτων χωρισμὸν ἐργα σάμενον. Τίς ἂν οὖν λοιπὸν μετὰ τὴν τοσαύτην διδασκα λίαν ἀνάσχοιτο τῶν ἁπλῶς ἐξ οἰκείας διανοίας φθέγ γεσθαι βουλομένων, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ πολλοὺς οὐρανοὺς λέγειν ἐπιχειρούντων; Ἀλλ᾽ ἰδοὺ, φησὶν, ὁ μακάριος Δαυῒδ αἶνον ἀναφέρων τῷ Θεῷ ἔφη σεν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν. Μὴ θορυβηθῇς, ἀγαπητὲ, μηδὲ νομίσῃς τὴν ἁγίαν Γραφὴν ἐναντία ἑαυτῇ λέγειν ποτέ· ἀλλὰ μάνθανε τὴν ἀλήθειαν τῶν εἰρημένων, καὶ κατέχων τὴν ἀκριβῆ ταύτης διδα σκαλίαν, ἀπόφραξον τὰς ἀκοὰς τοῖς ἀπεναντίας ταύτῃ φθεγγομένοις. δʹ. Τί δέ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολ λῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χρι στοῦ παρουσίας βασιλεύς τις Πτολεμαῖος περὶ τὴν τῶν βιβλίων συναγωγὴν πολλήν τινα σπουδὴν ποιησά μενος, καὶ πολλὰ ἕτερα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψά μενος οὖν τινας τῶν ἐν Ἱεροσολύμοις Ἰουδαίων, μετα βαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε· καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον τοὺς τὴν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καὶ πα ράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ᾽ ἀνὴρ τοῖς εἰδώλοις προστετηκὼς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος. Τοιαῦτα γάρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ᾽ ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἑβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομο λογοῦσι. Καὶ οὐκ ἄν τις εἴποι, τῇ γλώττῃ, φησὶ, τῇ παρ᾽ αὐτοῖς, ὁ οὐρανὸς, ἀλλ᾽ οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, Οἱ οὐρανοὶ τῶν οὐρανῶν, οὐκ ἐπειδὴ πολ λοί εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ᾽ ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δη μιουργίαν. Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δό γματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγί νεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκα λίαν ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολου θίαν ἐπανέλθωμεν, εἰ δοκεῖ. Καὶ ἐκάλεσεν ὁ Θεὸς, φησὶ, τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φω τὸς εἶπεν, Εἶδεν ὅτι καλὸν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐ ρανοῦ, ἤτοι τοῦ στερεώματος, Καὶ εἶδεν, φησὶν, ὁ Θεὸς ὅτι καλόν· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλ λος αὐτοῦ τὸ ἀμήχανον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τί γὰρ ὡραιότερον γένοιτ᾽ ἂν τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον ὁρῶντες ἀπηρτισμένον, θαυμά ζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν, τὰ ἄλλα ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουρ γηθὲν πῶς ἄν τις κατ᾽ ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται; Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὄψει αὐτὸν ἐφ᾽ ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελ λόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾷν κατὰ τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ λεγόντων, διὰ τί τὸ καὶ τὸ γέγονε; Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ὅταν δὲ ἀκού σῃς, ὅτι εἶδεν ὁ Θεὸς, καὶ ἐπῄνεσε, θεοπρεπῶς νόει τὸ ῥηθὲν, καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγὼν, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ᾽ ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσαύτῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφή του τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως.


εʹ. Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐ ρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφός τις ἔλε γεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστὶ, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα ψυχὴν ἔχων, εἰ βουληθείη καθ᾽ ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τί λέγω καθ᾽ ἕκαστον τῶν γινομέ νων; τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, ὄψεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ ὁρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρα τιὰς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρό νων, τῶν κυριοτήτων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, ποία διάνοια, ποῖος λόγος ἀρ κεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγη τον; Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν ὁρωμέ νων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, Ὡς ἐμε γαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίη σας· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν κατ αξιωθεὶς, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήτ τεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλαν θρωπίαν; Καὶ τί λέγω τὸν προφήτην; Ὁ γὰρ μακά ριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ σῶμα πε ρικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμε νος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἕν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξεβλήθησαν, οἱ δὲ ἀντεισήχθησαν), καὶ δια πορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων. Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ᾽ ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶν τας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαιρεῖν ἐπι χειροῦντας· πόθεν ὑμῖν, εἰπέ μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μα νίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλι κοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ᾽ ἔστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ᾽ ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησὶν, αἱ ὁδοὶ αὐτοῦ, πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολὰς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογε νοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τό γε καθ᾽ ὑμᾶς; Ὁρᾶτε, ἀγαπη τοὶ, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβείας τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ᾽ εὐγνωμοσύνης ἐδέ χοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον, οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ᾽ ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς ὀλεθρίοις αὐτῶν διδάγμασιν. ϛʹ. Ἀλλ᾽ οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν· διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανὸν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Ἐπιθεὶς τὴν προσ ηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονὸς, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καί φησι· Καὶ ἐγέ νετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Εἶ δες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωῖαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέ ρας, ἀλλ᾽ εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ᾽ ἔστι, τὸ τέλος τῆς νυκτὸς, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δη λοῦν ἡ θεία Γραφὴ φάσκουσα, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Τάχα εἰς πολὺ μῆ κος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ᾽ ὑπ᾽ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τού του δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ᾽ ἡδονῆς ἀκούοντες τῶν παρ᾽ ἡμῶν λεγομένων. Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημά των, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥᾴθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νωθείαν διεγεῖραι, καὶ τὸν ὕπνον ἀποτινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδα κτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καί ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρὸν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ᾽ ἑκάστην ἡμέ ραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, κατὰ τὸν μακάριον Παῦ λον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥᾴθυ μος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ᾽ ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέρ γητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρῄζει τῆς πνευ ματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συν ηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτὴν, ἀχείρωτον λοι πὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ. ζʹ. Καθ᾽ ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τί μὲν χρησίμως ἐφθεγξάμεθα, τί δὲ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πά λιν, τί μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τί δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τι νὰς καὶ ὅρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶ σθαι τὰ ῥήματα, καὶ οὕτω προφέρειν τοὺς λόγους· τὴν δὲ διάνοιαν παιδεύωμεν μηδὲν προΐεσθαι τῶν βλα βερῶν, ἀλλὰ κἂν ἔξωθέν τι ἐπεισφέρηται τοιοῦτον, τοῦ το ὡς περιττὸν καὶ βλάπτειν δυνάμενον ἀποσείεσθαι, κἂν ἔνδοθεν τίκτηται, ταχέως αὐτὸ φυγαδεύειν τῷ εὐ σεβεῖ λογισμῷ, καὶ μὴ νομίζωμεν τὴν ἀσιτίαν μόνον τὴν μέχρι τῆς ἑσπέρας ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν. Εἰ γὰρ Ἰουδαίοις τοῖς ἀγνώμοσιν ἔλεγεν ὁ φιλάνθρωπος Δεσπότης διὰ τοῦ προφήτου· Ἰδοὺ ἔτη ἑβδομήκοντα· μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε καὶ πίνητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ πίνετε; Τάδε λέγει Κύριος παντοκράτωρ· κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος μετὰ τοῦ πλη σίον αὐτοῦ, καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυ τον, καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Εἰ τοίνυν ἐκείνοις τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ σκότῳ τῆς πλάνης προσ ηλωμένοις, οὐδὲν ὄφελος ἀπὸ τῆς νηστείας μόνης ἐγί νετο, μὴ ταῦτα κατωρθωκόσι, καὶ τὴν κακίαν τὴν πρὸς τὸν πλησίον ἐκ τῆς καρδίας ἐξορίσασι, ποίαν ἕξομεν ἡμεῖς ἀπολογίαν οἱ τὰ μείζονα ἀπαιτούμενοι, καὶ οὐ ταῦτα μόνον ποιεῖν κελευόμενοι, ἀλλὰ καὶ ἐχθροὺς ἀγαπᾷν, καὶ εὐεργετεῖν προσταττόμενοι; καὶ τί λέγω, εὐεργετεῖν; εὔχεσθαι μὲν οὖν ὑπὲρ αὐτῶν, καὶ τὸν Δεσπότην παρακαλεῖν, καὶ ἱκετεύειν εἰς τὴν ὑπὲρ τού των κηδεμονίαν; Τοῦτο γὰρ ἡμῖν μάλιστα πάντων ἐν ἐκείνῃ τῇ φοβερᾷ προστήσεται ἡμέρᾳ, καὶ δαπάνη με γίστη ἔσται τῶν ἡμῖν ἡμαρτημένων, ἐὰν οὕτω πρὸς τοὺς ἐχθρωδῶς πρὸς ἡμᾶς ἔχοντας διακείμεθα. Εἰ γὰρ καὶ μέγα ἐστὶ σφόδρα τὸ ἐπίταγμα, ἀλλ᾽ ἐὰν τὸ ἔπ αθλον ἐννοήσῃς τὸ κείμενον τοῖς τοῦτο κατορθοῦσιν, οὐδὲν ὅλως φανεῖται, κἂν σφόδρα μέγα ᾖ. Τί δὲ τοῦτό ἐστιν; Ἐὰν τοῦτο ποιήσητε, φησὶν, ὅμοιοι ἔσεσθε τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ἵνα σαφέστερον ἡμῖν τὸν λόγον ποιήσῃ, ἐπήγαγεν, Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μιμῇ γὰρ, φησὶ, κατὰ δύ ναμιν ἀνθρωπίνην τὸν Θεόν. Καθάπερ γὰρ ἐκεῖνος οὐ δικαίοις μόνον τὸν ἥλιον ἀνατέλλει, ἀλλὰ καὶ τοῖς τὰ πονηρὰ ἐργαζομένοις, καὶ τὸν ὑετὸν καὶ τοὺς ἐτησίους ὄμβρους οὐ τοῖς ἀγαθοῖς μόνον χορηγεῖ, ἀλλὰ καὶ τοῖς πονηροῖς· οὕτω καὶ σὺ, ἐὰν μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷς, ἀλλὰ καὶ τοὺς ἐχθρωδῶς πρὸς σὲ διακειμένους, κατὰ τὴν δύναμιν τὴν σὴν τὸν Δεσπότην μιμῇ τὸν σόν. Εἶδες πῶς εἰς τὴν ἀνωτάτω κορυφὴν ἀνήγαγε τὸν ταύ την κατορθοῦν δυνάμενον τὴν ἀρετήν; Ἀλλὰ μὴ τὸ δυσ χερὲς μόνον ἐννόει τοῦ πράγματος, ἀγαπητὲ, ἀλλὰ πρότερον ἀναλογίζου κατὰ σαυτὸν, ὅσης μέλλεις ἀξιοῦ σθαι τῆς τιμῆς· καὶ ἡ τῆς τιμῆς ὑπόθεσις τὸ βαρὺ καὶ φορτικὸν κοῦφόν σοι κατασκευαζέτω. Οὐ γὰρ ὀφείλεις χάριν εἰδέναι, ὅτι ἀφορμὴν εὑρίσκεις διὰ τῆς εἰς τὸν ἐχθρὸν εὐεργεσίας ἀνοιγῆναί σοι τῆς πρὸς τὸν Θεὸν παῤῥησίας τὰς θύρας, καὶ τῶν ἡμαρτημένων σοι τὴν δαπάνην ἐργάσασθαι; Ἀλλ᾽ ἴσως ἐπιθυμεῖς ἀμύνασθαι τὸν ἐχθρὸν, καὶ τὸν κακῶς σε διατιθέντα τοῖς ἴσοις περιβαλεῖν ἢ καὶ μείζοσι; Καὶ τί πλέον ἐκ τούτου ἔσται, ὅταν μετὰ τοῦ μηδὲ ὄνησίν σοί τινα γίνεσθαι καὶ εὐθύνας μέλλεις ὑπὲρ τούτου ὑπέχειν ἐν τῷ φοβερῷ ἐκείνῳ δικαστηρίῳ, ὡς τοὺς ὑπ᾽ αὐτοῦ τεθέντας νόμου παραχαράξας; Εἰπὲ γάρ μοι, εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θερα πεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδρα μον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνα τον, ἔνθα παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, ἔλαττον φρον τίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου; ηʹ. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδει κνυμένοις. Τίς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κο λάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς τελώναις πράττωμεν; Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγα πῶντας ὑμᾶς, φησὶ, τί μέγα ποιεῖτε; οὐχὶ καὶ οἱ τε λῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν οὖν μηδὲ τοῦτο παρ᾽ ἡμῶν γίνηται, ποία σωτηρίας ἡμῖν ἐλπίς; Διὸ πα ρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρῶτον μὲν παιδεύσωμεν νι κᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καὶ, κατὰ τὸν μακά ριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερ έχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπι δείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συνέχει καὶ συγ κροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλό γων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδεί κνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμὸν, καὶ τὸ ἀτί θασσον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπεί σασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φι λονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβά νειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μέν ἐστι τὰ πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφον τες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτή ματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦ λον, Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, θυμὸν, πλεονεξίαν, κενο δοξίαν, βασκανίαν. Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνερ γεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, ὅς ἐστιν Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρη στότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω ἡ διαφορά· ταῦτα ἡμῶν ἔστω τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρο νῶμεν, μᾶλλον δὲ μηδὲ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπ ηριθμησάμην, μέγα φρονήσωμέν ποτε, ἀλλὰ καὶ τότε μᾶλλον ἑαυτοὺς συστείλωμεν. Ὅταν γὰρ πάντα ποιή σητε, φησὶ, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἐὰν οὕτω μεμεριμνημένοι τυγχάνωμεν, καὶ τῆς ἑαυτῶν σω τηρίας φροντίζωμεν, δυνησόμεθα καὶ ἑαυτοὺς τὰ μέ γιστα ὠφελεῖν, καὶ κολάσεως τῆς μελλούσης ἐξαρπάζειν, καὶ τοῖς εἰς ἡμᾶς ὁρῶσι διδάσκαλοι γίνεσθαι τῶν συμ φερόντων· ἵνα μετὰ ἀκριβείας τὸν παρόντα διανύσαντες βίον, καταξιωθῶμεν τῆς ἐν τῷ μέλλοντι φιλανθρωπίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρ μοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΟΜΙΛΙΑ Εʹ.

Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑπο κάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.


αʹ. Φέρε καὶ σήμερον ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων τὴν ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ τὰ κατὰ τὴν τρίτην ἡμέραν παρὰ τοῦ Δεσπότου δημιουργηθέντα κατοπτεύσωμεν μετὰ ἀκριβείας. Εἰ γὰρ οἱ τὴν χρυσῖτιν γῆν ἀνορύττοντες, ἔνθα ἂν ἴδωσι φλέβας τινὰς ψήγματα ἐχούσας, οὐ πρότερον ἀφίσταν ται, μέχρις ἂν ἀναμοχλεύσαντες, καὶ εἰς αὐτὸ τὸ βάθος κατελθόντες πολλὴν τὴν εὐπορίαν ἐκεῖθεν καρπώσωνται·                      πολλῷ μᾶλλον ἡμᾶς προσήκει οὐ ψήγματα χρυσίου μέλ λοντας διερευνᾶσθαι, ἀλλὰ θησαυρὸν ἄφατον εὑρίσκειν προσδοκῶντας, καθ᾽ ἑκάστην ἡμέραν τοῦτον ἀνιχνεύειν, ἵνα πολὺν τὸν πλοῦτον τῆς περιουσίας τῆς πνευματι κῆς ἐντεῦθεν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθω μεν. Ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος ὁ αἰσθητὸς πολλάκις καὶ κινδύνους ἔτεκε τοῖς αὐτὸν κτησαμένοις, καὶ πρὸ τῶν κινδύνων καὶ βραχεῖαν τὴν ἡδονὴν παρέχων ἀθρόον ἀπέπτη, ἢ συκοφαντῶν ἐπιθεμένων, ἢ λῃστῶν, ἢ τοιχω ρύχων, ἢ τῶν οἰκετῶν τῶν φυλαττόντων ὑφελομένων, καὶ δραπετευσάντων. Ἐνταῦθα δὲ οὐδέν ἐστι τοιοῦτον ὑφικέσθαι· ἀνάλωτος γάρ ἐστιν ὁ πνευματικὸς οὗτος θησαυρὸς, καὶ ἐπειδὰν εἰς τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας ἐναποτεθῇ, ἀχείρωτος γίνεται πάσαις ταῖς ἐπιβουλαῖς, μόνον ἐὰν ἡμεῖς μὴ ῥᾳθυμήσαντες χώραν δῶμεν τῷ τοῦτον ἡμῶν ἀφελέσθαι ἐπιθυμοῦντι. Ὁ γὰρ ἐχθρὸς ὁ ἡμέτερος, ὁ πονηρὸς λέγω διάβολος, ἐπειδὰν ἴδῃ πλοῦτον πνευματικὸν συλλεγέντα, μέμηνε καὶ θήγει                      τοὺς ὀδόντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυται, ὥστε καιρὸν ἐπιτήδειον εὑρεῖν, καὶ ὑφελέσθαι τι τῶν ἔνδον ἡμῖν ἀποκειμένων. Οὐδεὶς δὲ ἐκείνῳ καιρὸς ἐπι τήδειος, εἰ μὴ μόνον ἡ ῥᾳθυμία ἡ ἡμετέρα· διὸ προσ ήκει διηνεκῶς ἡμᾶς ἐγρηγορέναι, καὶ ἀποτειχίζειν ἐκεί νῳ τὰς ἐφόδους. Ἐὰν γὰρ ἴδῃ νήφοντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδεικνυμένους, ἐπειδὰν ἅπαξ καὶ δεύτερον ἐπιθέμενος θεάσηται, ὡς ἀνονήτοις ἐπιχειρεῖ, ἄπεισι λοιπὸν καταισχυνθεὶς, εἰδὼς ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, ἡμῶν πολλὴν τὴν φυλακὴν ἐπιδεικνυμένων. Ὡς οὖν εἰδότες ὅτι πάντα τὸν παρόντα βίον ἐναγώνιοι τυγχάνειν ὀφείλομεν, οὕτως ἑαυτοὺς καθοπλίζωμεν, ὡσανεὶ παρ εστῶτα τὸν ἐχθρὸν ἔχοντες, καὶ ἀδιαλείπτως ἐπιτη ροῦντα, μή πού τι μικρὸν ἀπονυστάξαντες ἀφορμὴν ἐπιθέσεως αὐτῷ παράσχωμεν. Οὐχ ὁρᾷς τοὺς πολλὰ χρήματα κεκτημένους, ἐπειδὰν ἔφοδον προσδοκῶσι πολεμίων, πόσην πρόνοιαν ἐπὶ τὴν τούτων φυλακὴν ἐπιδείκνυνται· οἱ μὲν θύραις καὶ μοχλοῖς ἐναποκλείοντες, καὶ πᾶσαν ἀσφάλειαν ἐπιδεικνύμενοι· οἱ δὲ καὶ εἰς αὐτὴν τὴν γῆν κατορύττοντες, ὥστε δυνηθῆναι πάντας λαθεῖν; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγόντας, μετὰ πολλῆς φυλάττειν τοῦτον τῆς ἀκριβείας, καὶ μὴ προτιθέναι ὑπὸ τοῖς τῶν ἁπάντων ὀφθαλμοῖς, ἀλλ᾽ ἐν τῷ ἀσφαλεστάτῳ τῆς διανοίας ταμείῳ τοῦτον κατακρύπτειν, καὶ πάσας τὰς ἐφόδους ἀποτειχίζειν τῷ τοῦτον ὑφελέσθαι ἐσπουδακότι, ἵνα ἀνάλωτον αὐτὸν διαφυλάξαντες, δυνηθῶμεν τῆς ζωῆς μεθιστάμενοι ἐφόδιά τινα ἔχειν πρὸς τὴν ἐντεῦθεν ἀπο δημίαν. Ὥσπερ γὰρ οἱ ἐπὶ τῆς ξένης τυγχάνοντες, ἐπει δὰν μέλλωσιν εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα, ἀπὸ πολλοῦ τοῦ χρόνου κατὰ μικρὸν σπεύδουσι, καὶ ἐπείγον ται συναγαγεῖν τοσαῦτα τὰ ἐφόδια, ὅσα πρὸς τὸ τῆς ὁδοῦ μῆκος ἀρκεῖν αὐτοῖς δυνήσεται, ἵνα μὴ λάθωσιν ἑαυτοὺς λιμῷ παραδιδόντες· κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἡμᾶς καθάπερ ἐπὶ ξένης ἐνταῦθα τυγχάνοντας (ξένοι γὰρ πάντες καὶ παρεπίδημοί ἐσμεν), ἐνταῦθα ἤδη σκοπεῖν καὶ προαποτίθεσθαι ἑαυτοῖς τὰ διὰ τῆς ἀρετῆς τῆς πνευ ματικῆς ἐφόδια· ἵν᾽ ὅταν προστάξῃ ὁ Δεσπότης εἰς τὴν οἰκείαν ἡμᾶς πατρίδα ἐπανελθεῖν, ἐμπαράσκευοι ὦμεν, καὶ τὰ μὲν μεθ᾽ ἑαυτῶν ἀποκομίσωμεν, τὰ δὲ προπέμ ψαντες ὦμεν. Τοιαύτη γὰρ τῶν ἐφοδίων τούτων ἡ φύσις· ἅπερ ἂν διὰ τῆς τῶν ἀγαθῶν τούτων πράξεων ἐργασίας θελήσωμεν ἑαυτοῖς προαποθέσθαι, προφθάσαντα ἡμᾶς ἐκεῖ, τὰς θύρας ἡμῖν ἀνοίγνυσι τῆς παῤῥησίας τῆς πρὸς τὸν Δεσπότην, καὶ τὴν εἴσοδον προευτρεπίζει, ὥστε μετὰ πάσης ἀδείας εἰσελθεῖν, καὶ πολλὴν εὑρεῖν παρὰ τῷ δικαστῇ τὴν εὔνοιαν. βʹ. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐννόει μοι, ὅτι ὁ τὴν ἐλεημοσύνην μετὰ δαψιλείας ἐργαζόμενος καὶ ἐνταῦθα ἀγαθῷ συνειδότι τρεφόμενος διατελεῖ, καὶ ἐπειδὰν ἐντεῦθεν μεταστῇ. πολλὴν εὑρίσκει παρὰ τῷ δικαστῇ τὴν φιλανθρωπίαν, καὶ τῶν μακαρίων ἐκείνων ῥημάτων ἀκούσεται μετὰ τῶν λοιπῶν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό σμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γινόμενον εὕροι τις ἄν. Οὕτω καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, καὶ ἐπὶ τῶν εὐχῶν τῶν μετὰ ἐκτενείας γινομένων συμβήσε ται. Ὅταν γὰρ ἐν τῇ παρούσῃ ζωῇ διὰ τῆς ἐξομολο γήσεως ἀπονίψασθαι τὰ πεπλημμελημένα δυνηθῶμεν, καὶ τὴν συγχώρησιν εὑρέσθαι παρὰ τοῦ Δεσπότου, ἄπιμεν ἐκεῖ καθαροὶ τῶν ἁμαρτημάτων, καὶ πολλὴν εὑ ρήσομεν τὴν παῤῥησίαν ἡμῖν δωρουμένην. Οὐδὲ γὰρ οἷόν τε λοιπὸν εὑρεῖν τινα παραμυθίαν ἐκεῖ τὸν μὴ ἐν τῷ παρόντι βίῳ ἀπονιψάμενον τὰ ἡμαρτημένα. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Καὶ εἰκότως· οὗτος γάρ ἐστιν ὁ τῶν σκαμμάτων καιρὸς, καὶ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων· ἐκεῖνος δὲ τῶν στεφά νων, καὶ τῶν ἀμοιβῶν, καὶ τῶν βραβείων. Ἀγωνισώμεθα τοίνυν ὡς ἔτι ἐν τῷ σταδίῳ διάγομεν, ἵνα ἐν τῷ καιρῷ, καθ᾽ ὃν δεῖ τὸν στέφανον κομίσασθαι καὶ τῶν καμάτων τὰς ἀμοιβὰς, μὴ γενώμεθα τῶν καταισχυνομένων, ἀλλὰ τῶν μετὰ παῤῥησίας τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς δεχομένων. Ταῦτα οὐχ ἁπλῶς, οὐδὲ μάτην προοιμιαζό μεθα ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλὰ βουλόμενοι καθ᾽ ἑκάστην ἡμέραν εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν τῶν ἀγα θῶν πράξεων, ἵνα τέλειοι καὶ ἀπηρτισμένοι τυγχάνον τες, καὶ κατὰ τὴν τῆς πολιτείας ἀρετὴν διαλάμποντες, γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα, καὶ φανήσησθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμέτερον, εἰς ἡμέραν Χριστοῦ, ἵνα καὶ μόνον φαινόμενοι ὠφελῆτε τοὺς ὑμῖν συγγινομέ νους, καὶ τῆς προσούσης ὑμῖν εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς ἀρίστης πολιτείας μεταλαμβάνωσιν οἱ κοινωνοῦν τες ὑμῖν τῆς διαλέξεως. Ὥσπερ γὰρ ἡ τῶν φαύλων συνουσία καταβλάπτειν εἴωθε τοὺς ἀναμιγνυμένους, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησι, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· οὕτω καὶ ἡ τῶν ἀγαθῶν συνουσία τὰ μέγιστα ὀνίνησι τοὺς πλησιάζοντας. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι τοὺς ἀγαθοὺς τοῖς πονηροῖς, ἵνα κερδαίνωσί τι ἐκ τῆς συνουσίας, καὶ μὴ ἐναπομένωσι διηνεκῶς τῇ πονηρίᾳ, ἀλλὰ συνεχῆ ὑπόμνησιν ἔχοντες τὴν ἐκείνων θέαν, καρ πώσωνταί τι πλέον ἐκ τῆς τούτων συνουσίας. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς καὶ τοὺς μὴ μετιόντας αὐ τὴν σφόδρα αὐτὴν αἰδεῖσθαι, καὶ πολὺν τὸν ὑπὲρ αὐτῆς ἔπαινον διεξιέναι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κακία πά λιν καὶ ὑπ᾽ αὐτῶν τῶν μετιόντων αὐτὴν διηνεκῶς βάλλε ται ταῖς κατηγορίαις· οὕτως ἐστὶ πᾶσι δήλη καὶ κατα φανὴς, καὶ οὐδένα εὑρήσεις ποτὲ ταχέως ἐπὶ ταύτῃ παῤῥησιαζόμενον· ἀλλὰ καὶ τὸ θαυμαστὸν, ὅτι ἃ διὰ τῶν ἔργων πράττειν ἐπιχειροῦσι, πολλάκις τοῖς λόγοις κακίζουσι, καὶ λανθάνειν τοὺς πολλοὺς βούλονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, τὸ ἑκάστῳ ἡμῶν ἐπιθεῖναι κριτήριον ἀδέκαστον τὸ συνειδὸς, ἔχον ἀκριβῆ τὴν διάγνω σιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ὃ δὴ μάλιστα καὶ πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται, οὐ δι᾽ ἄγνοιαν προσπταίοντας τοῖς ἁμαρτήμασιν, ἀλλὰ διὸ ῥᾳ θυμίαν ψυχῆς καὶ ἀμέλειαν τῆς ἀρετῆς. γʹ. Ταῦτα καθ᾽ ἑκάστην ὥραν στρέφοντες παρ᾽ ἑαυτοῖς, πολλὴν ποιώμεθα τὴν μέριμναν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἵνα μὴ, τοῦ χρόνου παρατρέχοντος, λάθω μεν ἑαυτοὺς τὰ μέγιστα ζημιοῦντες. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀκούσωμεν δὲ, εἰ δοκεῖ, τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται ἡ τοῦ Πνεύ ματος χάρις διὰ τῆς τοῦ Μωϋσέως γλώττης. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Βλέπε μοι, ἀγαπητὲ, ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν ἀρίστην. Ἐπειδὴ γὰρ εἶπεν ἐν ἀρχῇ, ὅτι Ἦν ἡ γῆ ἀόρατος καὶ ἀκατασκεύαστος, τῷ καὶ τῷ σκότῳ καὶ τοῖς ὕδασι καλύπτεσθαι· εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα κελεύσας γενέσθαι, τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, καλέσας τὸ στερέωμα οὐρανόν· νῦν πάλιν διδάσκει ἡμᾶς, ὅτι ἐν τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, προσέταξεν εἰς μίαν συναγωγὴν συνελθὸν χώραν πα ρασχεῖν, καὶ ὀφθῆναι τὴν ξηράν· καὶ ἐγένετο οὕτως Ἐπειδὴ γὰρ ἅπαντα ὑδάτων ἐπεπλήρωτο, κελεύει εἰς μίαν συναγωγὴν ὑδάτων τὸ πλῆθος συνελθεῖν, ἵνα οὕτως ὀφθῇ ἡ ξηρά. Σκόπει πῶς κατὰ μικρὸν ἡμῖν τὴν διακό σμησιν καὶ τὴν εὐμορφίαν αὐτῆς παραδείκνυσι. Καὶ ἐγέ νετο, φησὶν, οὕτω. Πῶς; Ὡς προσέταξεν ὁ Δεσπότης. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Τοῦτο γὰρ ἴδιον Θεοῦ, τὸ κατὰ τὸ ἑαυτοῦ βούλημα τὰ δημιουργήματα ἡνιοχεῖν. Καὶ συνήχθη, φησὶ, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καθάπερ ἐπὶ τοῦ φωτὸς, σκότους ὄντος παν ταχοῦ, ἐκέλευσε παραχθῆναι τὸ φῶς, καὶ διαχωρισμὸν εἰργάσατο τοῦ φωτὸς καὶ τοῦ σκότους, ὥστε τὸ μὲν τῇ ἡμέρᾳ ἀποκληρῶσαι, τὸ δὲ τῇ νυκτί· καὶ ἐπὶ τῶν ὑδάτων πάλιν τὸ στερέωμα παραγαγὼν, τὰ μὲν τὴν ἄνω χώραν ἐπέχειν ἐκέλευσε, τὰ δὲ ὑπὸ τὸ στερέωμα εἶναι· οὕτω καὶ νῦν αὐτὰ ταῦτα τὰ ὕδατα, τὰ ὑποκάτω τοῦ στε ρεώματος, προστάσσει εἰς μίαν συναγωγὴν συνδραμεῖν, ἵνα φανῇ ἡ ξηρὰ, καὶ τότε καὶ ταύτῃ τὸ οἰκεῖον ἐπιθῇ ὄνομα, ὥσπερ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους. Συνήχθη γὰρ, φησὶ, τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν. Εἶδες, ἀγαπητὲ, πῶς ἀόρατον οὖσαν καὶ ἀκατασκεύαστον, καθά περ ὑπὸ παραπετάσμασί τισι καλυπτομένην τοῖς ὕδασιν ἀπαμφιάσας, ὡς εἰπεῖν, δείκνυσιν ἡμῖν αὐτῆς τέως τὸ πρόσωπον, ἐπιθεὶς αὐτῇ τὴν οἰκείαν προσηγορίαν; Καὶ τὰ συστήματα, φησὶ, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Ἰδοὺ καὶ τὰ ὕδατα ἔλαβε τὴν οἰκείαν προσηγορίαν. Καθά περ γάρ τις τεχνίτης ἄριστος ἐπειδὰν μέλλῃ κατασκευά ζειν τι σκεῦος διὰ τῆς οἰκείας ἐπιστήμης, οὐ πρότερον τούτῳ τὴν οἰκείαν προσηγορίαν ἐπιτίθησι, μέχρις ἂν τὸ τέλος ἐπιθῇ τῷ κατασκευαζομένῳ· οὕτω δὴ καὶ ὁ φιλάν θρωπος Δεσπότης οὐ πρότερον τὰς προσηγορίας τοῖς στοιχείοις ἐπιτίθησι, μέχρις ἂν εἰς τὴν οἰκείαν χώραν τῷ οἰκείῳ προστάγματι ἐναποθῆται, Ἐπεὶ οὖν ἐδέξατο καὶ ἡ γῆ τὴν ἑαυτῆς προσηγορίαν, καὶ πρὸς τὴν οἰκείαν μορφὴν ἐπανῆλθε, καὶ τὰ ὕδατα συναχθέντα πάλιν τῆς οἰκείας ὀνομασίας ἠξιώθη. Ἐκάλεσε γὰρ, φησὶ, τὰ συστήματα τῶν ὑδάτων θαλάσσας, καὶ ἐπήγαγε πά λιν, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ἐπειδὴ γὰρ ἀσθενὴς οὖσα τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἤρκει πρὸς ἀξίαν ἐπαι νέσαι τὰ τοῦ Θεοῦ δημιουργήματα, προλαβοῦσα ἡ θεία Γραφὴ τὸν ὑπ᾽ αὐτοῦ τοῦ δημιουργοῦ ἔπαινον ἡμᾶς διδά σκει. δʹ. Ὅταν τοίνυν μάθῃς, ὅτι καὶ αὐτῷ τῷ παραγαγόντι καλὰ ὤφθη τὰ γεγενημένα, μεῖζον μὲν ἕξεις τὸ θαῦμα, οὐδὲν δὲ πλέον εἰς ἔπαινον καὶ ἐγκωμίου λόγον εἰσενεγ κεῖν δυνήσῃ. Τοιοῦτον γὰρ ἔχεις Δεσπότην τοιαῦτα ἐρ γαζόμενον, ἃ μηδὲ τὸν παρ᾽ ἡμῶν ἔπαινον δέξασθαι δύ ναται. Πῶς γὰρ ἂν δυνηθείη ἀνθρωπίνη φύσις Θεοῦ ἔργα κατ᾽ ἀξίαν ἐπαινέσαι. ἢ ὑμνῆσαί ποτε; Καὶ θέα μοι λοιπὸν ἐνταῦθα διὰ τῶν ἐπαγομένων τοῦ εὐμηχάνου Θεοῦ τὴν ἄφατον σοφίαν. Ἐπειδὴ γὰρ φανερὸν ἡμῖν τῆς γῆς τὸ πρόσωπον ἔδειξε, λοιπὸν τῷ οἰκείῳ προστά γματι τὴν προσήκουσαν εὐμορφίαν αὐτῇ χαρίζεται, καλ λωπίζων αὐτῆς τὸ πρόσωπον τῇ ποικιλίᾳ τῶν σπερμά των. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρ πὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ᾽ ὁμοιότητα, κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Τί ἐστι τὸ, Καὶ ἐγένετο οὕτως; Προσέταξε, φησὶν, ὁ Δεσπότης, καὶ εὐθέως ἡ γῆ τὰς οἰκείας ὠδῖνας διεγείρουσα, πρὸς τὴν τῶν σπερμάτων βλάστην ἑαυτὴν ηὐτρέπισε. Καὶ ἐξήνεγκε, φησὶν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς τῷ ῥήματι τοῦ Δεσπότου τὰ πάντα ἐγένετο τῇ γῇ. Οὔτε γὰρ ἄνθρωπος ἦν ὁ ἐργαζόμενος, οὐκ ἄρο τρον, οὐ βοῶν συνεργία, οὐκ ἄλλη τις περὶ αὐτὴν ἐπι μέλεια, ἀλλὰ μόνον ἤκουσε τοῦ ἐπιτάγματος, καὶ εὐθέως τὰ παρ᾽ ἑαυτῆς ἐπεδείξατο. Ἐκ τούτου μανθάνομεν, ὅτι καὶ νῦν οὐ τῶν γηπόνων ἡ ἐπιμέλεια, οὐδὲ ὁ πόνος, καὶ ἡ λοιπὴ ταλαιπωρία ἡ κατὰ τὴν γεωργίαν γινομένη τῶν καρπῶν ἡμῖν τὴν φορὰν χαρίζεται, ἀλλὰ πρὸ τού των ἁπάντων τὸ τοῦ Θεοῦ ῥῆμα, τὸ ἐξ ἀρχῆς πρὸς αὐτὴν γενόμενον. Ἄλλως τε δὲ καὶ τὴν μετὰ ταῦτα ἀγνωμο σύνην τῶν ἀνθρώπων διορθουμένη ἡ θεία Γραφὴ, ἀκρι βῶς ἡμῖν ἅπαντα διηγεῖται κατὰ τὴν τάξιν τῶν γεγονό των, ἵνα ἀναστείλῃ τῶν μάτην φθεγγομένων τὰς ἀπὸ τῶν οἰκείων λογισμῶν ληρωδίας τῶν λέγειν ἐπιχει ρούντων, ὅτι τῆς τοῦ ἡλίου συνεργίας δεῖ πρὸς τὴν τῶν καρπῶν τελεσφόρησιν. Εἰσὶ δέ τινες οἳ καὶ τῶν ἄστρων τισὶ ταῦτα ἐπιγράφειν ἐπιχειροῦσι. Διὰ τοῦτο διδάσκει ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πρὸ τῆς τῶν στοιχείων τούτων δημιουργίας, τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι εἴκουσα ἡ γῆ πάντα τὰ σπέρματα ἐκδίδωσιν, οὐδενὸς ἑτέρου δεηθεῖσα πρὸς συνεργίαν. Ἤρκεσε γὰρ αὐτῇ ἀντὶ πάντων τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Κατακολουθοῦντες τοίνυν τῇ θείᾳ Γραφῇ, μηδέποτε ἀνεχώμεθα τῶν ἁπλῶς τὰ παριστάμενα λεγόντων. Κἂν γὰρ ἄνθρωποι τὴν γῆν ἐργάζωνται, κἂν τὴν ἀπὸ τῶν ἀλόγων συνεργίαν ἔχωσι, καὶ πολλὴν τῇ γῇ ἐπιμέλειαν ἐπιδείξωνται, κἂν ἀέρων εὐκρασία γένη ται, καὶ πάντα τὰ ἄλλα συνδράμῃ, εἰ μὴ τὸ νεῦμα τοῦ Δεσπότου γένοιτο, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἔσται πλέον τῶν πολλῶν πόνων καὶ καμάτων, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν τελεσφόρησιν χαριζομένης τοῖς γινομένοις. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐννοῶν, ὅπως τοῦ Δεσπότου τὸ ῥῆμα τὸ λέ γον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, εἰς αὐτὰς τῆς γῆς τὰς λαγόνας κατελθὸν, καθάπερ πέπλῳ τινὶ θαυμαστῷ, οὕτω τῇ τῶν ἀνθῶν ποικιλίᾳ τῆς γῆς τὸ πρόσωπον κατεκόσμησε; Καὶ ἦν ἰδεῖν ἀθρόον τὴν πρότερον ἄμορφον καὶ ἀκατασκεύαστον τοσοῦτον δεξα μένην τὸ κάλλος, ὡς μικροῦ δεῖν ἁμιλλᾶσθαι τῷ οὐρανῷ. Καθάπερ γὰρ ἐκεῖνος μετ᾽ οὐ πολὺ μέλλει κοσμεῖσθαι τῇ τῶν ἄστρων ποικιλίᾳ, οὕτω καὶ αὐτὴ τῇ διαφορᾷ τῶν ἀνθῶν οὕτως ἐκαλλωπίσατο, ὡς καὶ τὸν δημιουργὸν εἰς ἔπαινον ἄγειν· Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς, ὅτι κα λόν. εʹ. Εἶδες πῶς καθ᾽ ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν δημιουργὸν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀν θρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργη μάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρω πίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ᾽ ἀξίαν ἐπαινέσαι δυνή σεται· τί ἄν τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ δημιουρ γοῦ; Καὶ εἶδε, φησὶν, ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς πῶς τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐμπῆξαι βούλεται τῇ δια νοίᾳ τῇ ἡμετέρᾳ τῶν λεγομένων τὴν δύναμιν; Ἐχρῆν γὰρ εἰπεῖν, καὶ ἐγένετο ἡμέρα τρίτη. Ἀλλ᾽ ὅρα πῶς καθ᾽ ἑκάστην ἡμέραν οὕτω φησὶ, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη· οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ᾽ ἵνα μὴ συγχέωμεν τὴν τάξιν, μηδὲ νομίζωμεν ἑσπέρας καταλαβούσης τέλος εἰληφέναι τὴν ἡμέραν ἀλλ᾽ ἴδωμεν, ὅτι ἡ μὲν ἑσπέρα τέλος ἐστὶ τοῦ φωτὸς, καὶ ἀρχὴ τῆς νυκτὸς, ὁ δὲ ὄρθρος τέλος τῆς νυκτὸς καὶ πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ ἡμᾶς βούλεται διδάξαι ὁ μακάριος Μωϋσῆς λέγων, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ ταῦτα πολλάκις, καὶ συνεχῶς λέγει ἡ θεία Γραφή. Εἰ γὰρ καὶ μετὰ τὴν τοσαύτην συνέχειαν ἔτι οἱ τῇ πλάνῃ προ κατειλημμένοι Ἰουδαῖοι, οἱ πεπωρωμένοι τὴν καρδίαν, φιλονεικεῖν πειρῶνται, καὶ τὴν ἑσπέραν ἀρχὴν τῆς ἐπιού σης ἡμέρας εἶναι νομίζουσιν, ἀπατῶντες ἑαυτοὺς, καὶ παραλογιζόμενοι, καὶ τῇ σκιᾷ ἔτι παρακαθήμενοι, τῆς ἀληθείας οὕτω πᾶσι δήλης γεγενημένης, καὶ τῷ λύχνῳ προσεδρεύοντες, τοῦ ἡλίου τῆς δικαιοσύνης πανταχοῦ τὰς οἰκείας ἀκτῖνας ἀφιέντος, εἰ μὴ τοσαύτῃ τῇ διδα σκαλίᾳ μετὰ πολλῆς τῆς ἀκριβείας ἐχρήσατο, τίς ἂν ἤνεγκε τῶν ἀγνωμόνων τὴν φιλονεικίαν; Ἀλλ᾽ ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπίχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῆς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακο λουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τού των φυλακῆς πολλὴν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὕτη ἡ βλάβη, καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα δέ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀν θρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἴ τινα ἔχομεν πλοῦτον πνευματικὸν, τοῦτον κενοῖ, καὶ ἐρήμους ἡμᾶς καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τί οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρι σαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι᾽ ἐκείνης, καθά περ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον. Τοσοῦτόν ἐστι κενοδοξία κακόν. ϛʹ. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν καὶ διὰ τί ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιὰ, καὶ εἴ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τού των ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλ λως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἄν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶ μέν τι ἀγαθὸν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώ μεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δε σπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πό νον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστε ροῦντες. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώ πων δόξαν τι τῶν ἀγαθῶν ἐργαζόμενος, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἄν τε οὖν ἐπιτύχῃ, κἄν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν ἐνταῦθα τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι᾽ αὐτὸ τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνά ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκεί νην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν, καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσειε δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθά περ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας κα ταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύ ματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλή θους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμε νος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |