αʹ. Μέγα ἀγαθὸν παῤῥησία καὶ τὸ ἐλευθεροστομεῖν, καὶ πάντα δεύτερα τίθεσθαι τῆς ὁμολογίας τῆς εἰς τὸν Χριστόν· οὕτω μέγα καὶ θαυμαστὸν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν τοιοῦτον ἀνακηρύττειν ἐπὶ τοῦ Πατρὸς, καίτοι γε οὐκ ἴση ἡ ἀντίδοσις. Σὺ μὲν γὰρ ὁμολογεῖς ἐπὶ τῆς γῆς, αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς οὐρανοῖς· καὶ σὺ μὲν ἀνθρώπων παρόντων, αὐτὸς δὲ ἐπὶ τοῦ Πατρὸς καὶ τῶν ἀγγέλων ἁπάντων. Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων. ∆ιὰ γὰρ τοῦτο καὶ τὸν τόπον ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ἵνα τὴν παῤῥησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος. Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι),
τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πῶς οὖν τοῦτο ποιεῖ; Ἐπάγων καὶ λέγων· Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ. Ὅσα δὲ τῶν ἀντιγράφων ἀκριβέστερον ἔχει, Ἐν Βηθαβαρᾷ, φησίν. Ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, οὐδὲ ἐπὶ τῆς ἐρήμου ἦν, ἀλλ' ἐγγύς που τῶν Ἱεροσολύμων. Τοὺς δὲ τόπους καὶ δι' ἑτέραν αἰτίαν ἐπισημαίνεται. Ἐπειδὴ γὰρ πράγματα οὐ παλαιὰ διηγεῖσθαι ἔμελλεν, ἀλλὰ πρὸ μικροῦ συμβάντα τοῦ χρόνου, τοὺς παρόντας καὶ θεωμένους μάρτυρας ποιεῖται τῶν λεγομένων, καὶ ἀπόδειξιν καὶ ἀπὸ τῶν τόπων παρέχεται. Θαῤῥῶν γὰρ ὅτι οὐδὲν παρ' ἑαυτοῦ προσετίθει τοῖς λεγομένοις, ἀλλὰ τὰ ὄντα ἁπλῶς ἅπαντα μετὰ ἀληθείας ἐξηγεῖτο, τὴν ἀπὸ τῶν τόπων μαρτυρίαν παραλαμβάνει, ἀπόδειξιν, ὅπερ ἔφην, οὐ τὴν τυχοῦσαν τῆς ἀληθείας ἐσομένην. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ∆ιενείμαντο τοὺς καιροὺς οἱ εὐαγ . γελισταί· καὶ ὁ μὲν Ματθαῖος τοὺς πρὶν ἢ δεθῆναι τὸν Βαπτιστὴν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης οὐ μόνον οὐκ ἐπιτέμνει, ἀλλὰ τούτοις μάλιστα καὶ ἐνδιατρίβει. Κἀκεῖνος μὲν μετὰ τὸ ἐλθεῖν τὸν Ἰησοῦν ἀπὸ τῆς ἐρήμου, τὰ μεταξὺ σιωπήσας, οἷον ὅσα ὁ Ἰωάννης ἐφθέγξατο, ὅσα οἱ Ἰουδαῖοι ἀποστείλαντες ἔλεγον, καὶ τὰ ἄλλα πάντα συντεμὼν, μετεπήδησεν εὐθέως ἐπὶ τὸ δεσμωτήριον· Ἀκούσας γὰρ, φησὶν, ὁ Ἰησοῦς ὅτι παρεδόθη Ἰωάννης, ἀνεχώρησεν ἐκεῖθεν. Ὁ δὲ Ἰωάννης οὐχ οὕτως, ἀλλὰ τὴν μὲν εἰς τὴν ἔρημον ὁδὸν ἀπεσιώπησεν, ἅτε ὑπὸ τοῦ Ματθαίου λεχθεῖσαν· τὰ δὲ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται, καὶ πολλὰ διελθὼν, τότε ἐπάγει· Οὔπω γὰρ ἦν βεβλημένος ὁ Ἰωάννης εἰς τὴν φυλακήν. Καὶ τίνος ἕνεκεν, φησὶ, νῦν παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον τοῦτο ποιεῖ; Ὁ μὲν γὰρ Ματθαῖος ἀναγκαίαν αὐτοῦ τὴν παρουσίαν γεγενῆσθαι λέγει διὰ τὸ βάπτισμα· διὸ τοῦτο δεικνὺς καὶ ὁ Ἰησοῦς ἐπάγει καὶ λέγει, ὅτι Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης καὶ πάλιν αὐτὸν παραγεγονέναι δείκνυσι μετὰ τὸ βάπτισμα· καὶ τοῦτο ἐντεῦθεν ἐδήλωσεν λέγων· ἐγὼ Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Τίνος οὖν ἕνεκεν παραγίνεται πρὸς τὸν Ἰωάννην; Οὐδὲ γὰρ ἁπλῶς ἦλθεν, ἀλλὰ πρὸς αὐτὸν ἐπορεύετο. Ἐρχόμενον γὰρ, φησὶ, πρὸς αὐτὸν, βλέπει αὐτόν. Τίνος οὖν ἕνεκεν ἤρχετο; Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ. ∆ιὰ τοῦτο παραγίνεται, διδοὺς ἅμα καὶ τῷ Ἰωάννῃ ταύτην πάλιν διορθώσασθαι τὴν ὑπόνοιαν. Καὶ γὰρ τῷ εἰπεῖν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν ταύτην ἀναιρεῖ τὴν ὑποψίαν. Ὁ τοίνυν οὕτω καθαρὸς ὡς καὶ τὰ ἑτέρων ἁμαρτήματα ἀπολύεσθαι δύνασθαι, εὔδηλον ὅτι οὐχ ὥστε ἐξομολογήσασθαι ἁμαρτήματα παραγίνεται, ἀλλ' ὥστε δοῦναι ἀφορμὴν ἐκείνῳ τῷ θαυμαστῷ κήρυκι, καὶ δευτέρᾳ φωνῇ τοῖς τὰ πρό . τερα ἀκηκοόσιν ἀκριβέστερον ἐνθεῖναι τὰ εἰρημένα, καὶ προσθεῖναι ἕτερα πάλιν. Τὸ δὲ, Ἴδε, εἴρηται, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτὸν ἀπὸ τῶν εἰρημένων καὶ ἀπὸ μακροῦ τοῦ χρόνου. ∆ιὰ τοῦτο παρόντα δείκνυσιν αὐτὸν οὗτος καὶ λέγει, Ἴδε· δηλῶν ὅτι οὗτός ἐστιν ὁ πάλαι ζητούμενος. Οὗτος ὁ ἀμνός. Ἀμνὸν δὲ αὐτὸν καλεῖ, τῆς προφητείας ἀναμιμνήσκων Ἰουδαίους τῆς Ἡσαΐου καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵν' ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται πρὸς τὴν ἀλήθειαν. Ἐκεῖνος μὲν οὖν ὁ ἀμνὸς οὐδενὸς καθάπαξ ἁμαρτίαν ἔλαβεν· οὗτος δὲ τῆς οἰκουμένης ἁπάσης. Κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι, ταχέως αὐτὴν ἀπήλλαξε τῆς ὀργῆς τοῦ Θεοῦ. Οὗτος ἦν περὶ οὗ εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. βʹ. Ὁρᾷς κἀνταῦθα πῶς τὸ ἔμπροσθεν ἑρμηνεύει; Εἰπὼν γὰρ ἀμνὸν, καὶ ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, τότε φησὶν, ὅτι Ἔμπροσθέν μου γέγονε, δηλῶν, ὅτι τοῦτό ἐστι τὸ, Ἔμπροσθεν, τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου, τὸ βαπτίσαι ἐν Πνεύματι ἁγίῳ. Ἡ μὲν γὰρ ἐμὴ παρουσία πλέον οὐδὲν εἶχε τοῦ κηρῦξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην, καὶ τὸ τοῦ ὕδατος βάπτισμα παρασχεῖν· ἡ δὲ τούτου, τὸ καθᾶραι πάντας ἀνθρώπους καὶ χαρίσασθαι τοῦ Παρακλήτου τὴν ἐνέργειαν. Οὗτος Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐδείχθη μου λαμπρότερος, Ὅτι πρῶτός μου ἦν. Αἰσχυνέσθωσαν οἱ Παύλου τοῦ Σαμοσατέως τὴν μανίαν διαδεξάμενοι, πρὸς οὕτω φανερὰν ἀλήθειαν ἀνθιστάμενοι. Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὅρα πῶς ἀνύποπτον ἐνταῦθα τὴν μαρτυρίαν ἐργάζεται, δεικνὺς αὐτὴν οὐκ ἀνθρωπίνης οὖσαν φιλίας, ἀλλ' ἐξ ἀποκαλύψεως θείας γεγενημένην. Οὐκ ᾔδειν γὰρ αὐτὸν ἐγὼ, φησί. Πῶς οὖν ἂν εἴης ἀξιόπιστος μάρτυς; πῶς δὲ ἂν καὶ ἑτέρους διδάξαις αὐτὸς ἀγνοῶν; Οὐκ εἶπεν, Οὐκ οἶδα αὐτὸν, ἀλλ', Οὐκ ᾔδειν αὐτόν· ὥστε ταύτῃ μάλιστα ἀξιόπιστος ἂν γένοιτο. Πῶς γὰρ ἂν ἐχαρίσατο τῷ ἀγνοουμένῳ; Ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδατι. Οὐ τοίνυν αὐτὸς βαπτίσματος ἐδεῖτο, οὐδὲ ἄλλην τινὰ αἰτίαν εἶχεν ἐκεῖνο τὸ λουτρὸν, ἢ τὸ προοδοποιῆσαι τῇ εἰς Χριστὸν πίστει τοῖς λοιποῖς ἅπασιν. Οὐ γὰρ εἶπεν, Ἵνα καθάρω τοὺς βαπτιζομένους, οὐδ', Ἵνα ἀπαλλάξω ἁμαρτημάτων ἦλθον βαπτίζων, ἀλλ', Ἵνα φανερωθῇ τῷ Ἰσραήλ. Τί γὰρ, εἰπέ μοι, τοῦ βαπτίσματος χωρὶς οὐκ ἐνῆν κηρῦξαι, καὶ ἐπαγαγέσθαι τοὺς ὄχλους; Ἀλλὰ ῥᾳδίως οὕτως οὐδαμῶς. Οὐδὲ γὰρ ἂν οὕτω συνέδραμον ἅπαντες, εἰ βαπτίσματος χωρὶς τὸ κήρυγμα ἐγένετο· οὐκ ἂν ἔμαθον τὴν ἀπὸ τῆς συγκρίσεως ὑπεροχήν. Τὸ γοῦν πλῆθος ἐξήρχετο, οὐκ ἀκουσόμενον ὧν ἔλεγεν· ἀλλὰ τί. Βαπτίσασθαι ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Παραγενόμενοι δὲ, ἐδιδάσκοντο τὰ περὶ τοῦ Χριστοῦ καὶ τοῦ βαπτίσματος τὸ διάφορον. Καίτοι τοῦ Ἰουδαϊκοῦ τοῦτο σεμνότερον ἦν, καὶ διὰ τοῦτο πάντες ἐπέτρεχον· ἀλλ' ὅμως καὶ οὕτως ἀτελὲς ἦν. Πῶς οὖν σὺ ἔγνως αὐτόν; ∆ιὰ τῆς τοῦ Πνεύματος καθόδου, φησίν. Ἵνα δὲ μή τις νομίσῃ πάλιν, ὅτι ἐν χρείᾳ καθειστήκει τοῦ Πνεύματος, καθάπερ ἡμεῖς, ἄκουσον πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι ἡ τοῦ Πνεύματος κάθοδος ὑπὲρ τοῦ κηρῦξαι τὸν Χριστὸν μόνον ἐγένετο. Εἰπὼν γὰρ, Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἐπήγαγεν· Ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι τοῦτο . ἔργον τοῦ Πνεύματος ἦν τὸ δεῖξαι τὸν Χριστόν; Ἦν μὲν καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία ἀνύποπτος. Βουλόμενος δὲ αὐτὴν ἀξιοπιστοτέραν ποιῆσαι, ἀνήγαγεν αὐτὴν ἐπὶ τὸν Θεὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ γὰρ ἐμαρτύρησεν ὁ Ἰωάννης οὕτω μέγα τι καὶ θαυμαστὸν, καὶ ἱκανὸν τοὺς ἀκούοντας ἐκπλῆξαι πάντας, οἷον ὅτι τῆς οἰκουμένης ἁπάσης τὰς ἁμαρτίας λαμβάνει μόνος αὐτὸς, καὶ ὅτι πρὸς τοσοῦτον ἀρκεῖ λύτρον τῆς δωρεᾶς τὸ μέγεθος, κατασκευάζει λοιπὸν ταύτην τὴν ἀπόφασιν. Ἡ δὲ κατασκευὴ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, καὶ ὅτι οὐκ ἐδεῖτο βαπτίσματος, καὶ ὅτι ἔργον τῆς τοῦ Πνεύματος καθόδου γέγονε, τὸ δῆλον αὐτὸν ποιῆσαι μόνον. Οὐ γὰρ ἦν τῆς τοῦ Ἰωάννου δυνάμεως Πνεῦμα διδόναι· καὶ δηλοῦσι τοῦτο οἱ βαπτιζόμενοι ὑπ' αὐτοῦ λέγοντες· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. Οὐκ ἄρα τοῦ βαπτίσματος ἐδεῖτο ὁ Χριστὸς, οὐκ ἐκείνου, οὐχ ἑτέρου τινός· ἀλλὰ μᾶλλον τὸ βάπτισμα ἔχρῃζε τῆς δυνάμεως τοῦ Χριστοῦ. Τὸ γὰρ ἐλλεῖπον τοῦτο ἦν τὸ κεφάλαιον πάντων τῶν ἀγαθῶν, τὸ Πνεύματος ἀξιωθῆναι τὸν βαπτιζόμενον. Ταύτην οὖν τὴν τοῦ Πνεύματος χορηγίαν προσέθηκε παραγενόμενος. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης, λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Συνεχῶς δὲ τὸ, Οὐκ ᾔδειν αὐτὸν, τίθησιν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν' οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, συνεχῶς φησι τὸ, Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν, ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν, εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου, καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε, πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ' οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου, καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα, ὅσαπερ παιδὸς ὄντος ἐγένετο, οἷον τὰ περὶ τοὺς Μάγους, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου, τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου, εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων.
γʹ. Ἐντεῦθεν ἡμῖν λοιπὸν δῆλον, ὅτι καὶ τὰ σημεῖα ἐκεῖνα, ἃ παιδικὰ εἶναί φασι τοῦ Χριστοῦ, ψευδῆ καὶ πλάσματά τινων ἐπεισαγόντων ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν οὔτε Ἰωάννης αὐτὸν ἠγνόησεν, οὐδὲ τὸ λοιπὸν πλῆθος ἐδεήθη ἂν διδασκάλου τοῦ φανερώσοντος αὐτόν. Νῦν δὲ αὐτός φησι, διὰ τοῦτο παραγεγονέναι, Ἵνα φανερωθῇ τῷ Ἰσραήλ· καὶ διὰ τοῦτο ἔλεγε πάλιν, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ὕστερον δὲ ἅτε σαφέστερον μαθὼν, τοῖς ὄχλοις αὐτὸν ἐκήρυττε λέγων· Οὗτος ἦν ὃν εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι καὶ, Ὁ πέμψας με βαπτίζειν . ἐν ὕδατι, καὶ διὰ τοῦτο πέμψας, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, αὐτὸς αὐτῷ καὶ πρὸ τῆς τοῦ Πνεύματος καθόδου αὐτὸν ἀπεκάλυψε. ∆ιὸ καὶ πρὶν ἢ παραγενέσθαι, ἔλεγεν· Ὀπίσω μου ἔρχεται, ὃς ἔμπροσθέν μου γέγονεν. Οὐ τοίνυν ᾔδει αὐτὸν πρὸ τοῦ ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην καὶ πάντας βαπτίζειν, ἀλλ' ὅτε ἔμελλε βαπτίζεσθαι, τότε αὐτὸν ἔγνω· καὶ ταῦτα τοῦ Πατρὸς αὐτὸν ἀποκαλύψαντος τῷ Προφήτῃ, καὶ τοῦ Πνεύματος δείξαντος βαπτιζόμενον Ἰουδαίοις, δι' οὓς καὶ ἡ κάθοδος τοῦ Πνεύματος γέγονεν. Ἵνα γὰρ ἡ Ἰωάννου μὴ καταφρονηθῇ μαρτυρία λέγοντος, ὅτι Πρῶτός μου ἦν, καὶ ὅτι Ἐν Πνεύματι βαπτίζει, καὶ ὅτι Κρινεῖ τὴν οἰκουμένην, καὶ ὁ Πατὴρ φωνὴν ἀφίησιν ἀνακηρύττων τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα ἔπεισι, τὴν φωνὴν ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὁ μὲν ἐβάπτιζεν, ὁ δὲ ἐβαπτίζετο, ἵνα μή τις τῶν παρόντων περὶ Ἰωάννου νομίσῃ λέγεσθαι τὸ εἰρημένον, ἔρχεται τὸ Πνεῦμα διορθούμενον τὴν τοιαύτην ὑπόνοιαν. Ὥστε ὅταν λέγῃ, Οὐκ ᾔδειν αὐτὸν, τὸν ἔμπροσθεν λέγει χρόνον, οὐ τὸν ἐγγὺς τοῦ βαπτίσματος. Ἐπεὶ πῶς αὐτὸν ἐκώλυε λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; πῶς δὲ καὶ τοιαῦτα περὶ αὐτοῦ ἔλεγε; Πῶς οὖν οὐκ ἐπίστευσαν Ἰουδαῖοι, φησίν; οὐδὲ γὰρ μόνος Ἰωάννης εἶδε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ὅτι εἰ καὶ εἶδον, ἀλλὰ τὰ τοιαῦτα οὐχὶ τῶν τοῦ σώματος ὀφθαλμῶν δεῖται μόνον, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Εἰ γοῦν θαυματουργοῦντα ὁρῶντες, καὶ ἁπτόμενον ταῖς οἰκείαις χερσὶ τῶν νενοσηκότων καὶ τῶν τεθνηκότων, καὶ οὕτως αὐτοὺς πρὸς ζωὴν ἐπανάγοντα καὶ ὑγείαν, τοσοῦτον ἐμέθυον ὑπὸ τῆς βασκανίας, ὥστε ἐναντία τοῖς ὁρωμένοις ἀποφαίνεσθαι· πῶς ἂν ἀπὸ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μόνης ἀπεκρούσαντο τὴν ἀπιστίαν; Τινὲς δέ φασιν οὐδὲ πάντας αὐτοὺς τεθεᾶσθαι, ἀλλ' ἢ μόνον Ἰωάννην καὶ τοὺς εὐγνωμονέστερον διακειμένους. Εἰ γὰρ καὶ αἰσθητοῖς ὀφθαλμοῖς δυνατὸν ἦν ἰδεῖν ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα κατιόν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο πᾶσα ἀνάγκη πᾶσι κατάδηλον εἶναι τὸ πρᾶγμα. Καὶ γὰρ καὶ Ζαχαρίας ἐν αἰσθητῷ εἴδει πολλὰ τεθέαται· καὶ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ κοινωνὸν τῆς θέας οὐδένα ἔσχον· καὶ Μωϋσῆς δὲ πολλὰ οἶδε, καὶ οἷα τῶν ἄλλων οὐδείς· καὶ τῆς μεταμορφώσεως δὲ τῆς ἐπὶ τοῦ ὄρους οὐ πάντες ἠξιώθησαν οἱ μαθηταί· ἀλλ' οὐδὲ τῆς κατὰ τὴν ἀνάστασιν ὄψεως ἐκοινώνησαν ἅπαντες· καὶ τοῦτο δηλοῖ σαφῶς ὁ Λουκᾶς εἰπών· ὅτι ἔδειξεν ἑαυτὸν τοῖς Μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ποῦ ἐμαρτύρησεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Ἀμνὸν μὲν γὰρ αὐτὸν ἐκάλεσε, καὶ ὅτι Πνεύματι βαπτίζειν ἔμελλεν, εἶπεν· Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ. Καίτοι γε μετὰ τὸ βάπτισμα οὐδὲν αὐτὸν ἀναγράφουσιν εἰρηκότα οἱ ἄλλοι εὐαγγελισταὶ, ἀλλὰ τὰ μεταξὺ σιωπήσαντες, τὰ μετὰ τὴν σύλληψιν Ἰωάννου γενόμενα τοῦ Χριστοῦ θαύματα λέγουσιν. Ἀφ' ὧν στοχάζεσθαι εἰκὸς, ὅτι καὶ ταῦτα καὶ πολλῷ ἕτερα πλείονα παραλέλειπται· καὶ τοῦτο αὐτὸς οὗτος ὁ εὐαγγελιστὴς πρὸς τῷ τέλει τῆς συγγραφῆς ἐδήλωσε. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ πλάσαι τι μέγα περὶ αὐτοῦ, ὅτι τὰ μὲν δοκοῦντα ἐπονείδιστα εἶναι πάντες ὁμοφώνως καὶ μετὰ ἀκριβείας ἔθηκαν ἁπάσης, καὶ οὐκ ἂν εὕροις οὐδένα αὐτῶν παραλιπόντα οὐδὲν τῶν τοιούτων· τῶν δὲ θαυμάτων τὰ μὲν ἄλλοις . εἴασαν, τὰ δὲ πάντες ἀπεσιώπησαν. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ πρὸς τὴν τῶν Ἑλλήνων ἀναισχυντίαν. Ἱκανὸν γὰρ τοῦτο τοῦ φιλαλήθους αὐτῶν τρόπου δεῖγμα, καὶ τοῦ μηδὲν πρὸς χάριν λέγειν. Καὶ δυνήσεσθε καὶ ταύτῃ μετὰ τῶν ἄλλων ὁπλίζεσθαι τῇ τῶν λόγων ὑποθέσει πρὸς αὐτούς. Ἀλλὰ προσέχετε· καὶ γὰρ ἄτοπον τὸν μὲν ἰατρὸν μετὰ ἀκριβείας ὑπὲρ τῆς τέχνης ἀγωνίζεσθαι τῆς αὑτοῦ, καὶ τὸν σκυτοτόμον, καὶ τὸν ὑφάντην, καὶ πάντας ἁπλῶς τοὺς τεχνίτας· τὸν δὲ Χριστιανὸν εἶναι φάσκοντα, μὴ δύνασθαι λόγον ὑπὲρ τῆς οἰκείας παρασχεῖν πίστεως. Καίτοι ἐκεῖνα μὲν παροφθέντα, εἰς χρήματα τὴν ζημίαν ἤνεγκε· ταῦτα δὲ ἀμελούμενα, αὐτὴν ἡμῖν διαφθείρει τὴν ψυχήν. Ἀλλ' ὅμως οὕτως ἀθλίως διακείμεθα, ὡς ἐκείνοις μὲν ἅπασαν ἀπονέμειν σπουδήν· τῶν δὲ ἀναγκαίων, καὶ ἃ σωτηρίας ὑπόθεσις τῆς ἡμετέρας ἐστὶ, τούτων ὡς οὐδενὸς ἀξίων καταφρονεῖν.
δʹ. Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης. Ὅταν γὰρ αὐτοὶ μὲν τῷ ψεύδει συνιστάμενοι, πάντα πράττωσιν ὥστε συσκιάσαι τῶν δογμάτων τὴν αἰσχύνην, ἡμεῖς δὲ οἱ τῆς ἀληθείας θεραπευταὶ μηδὲ διᾶραι τὸ στόμα δυνώμεθα, πῶς οὐ πολλὴν τοῦ δόγματος καταγνώσονται τὴν ἀσθένειαν; πῶς οὐκ ἀπάτην καὶ μωρίαν τὰ ἡμέτερα ὑποπτεύσουσι; πῶς οὐ βλασφημήσουσι τὸν Χριστὸν ὡς εἴρωνα καὶ ἀπατεῶνα, καὶ τῇ τῶν πολλῶν ἀνοίᾳ πρὸς τὴν ἀπάτην ἀποχρησάμενον; Ταύτης δὲ ἡμεῖς αἴτιοι τῆς βλασφημίας, οὐκ ἐθέλοντες ἀγρυπνεῖν ἐν τοῖς ὑπὲρ εὐσεβείας λόγοις, ἀλλὰ πάρεργα τιθέμενοι ταῦτα, καὶ τὰ τῆς γῆς μεριμνῶντες. Καὶ ὀρχηστοῦ μέν τις ἐρῶν καὶ ἡνιόχου καὶ τοῦ τοῖς θηρίοις πυκτεύοντος, πάντα κινεῖ καὶ πραγματεύεται, ὥστε ἐν τοῖς ἀγῶσι τοῖς ὑπὲρ αὐτοῦ μὴ ἔλαττον ἔχων ἀπελθεῖν· καὶ μακροὺς συνείρουσιν ἐπαίνους, πρὸς τοὺς κατηγοροῦντας αὐτῶν ἀπολογίαν συντιθέντες, καὶ μυρίοις βάλλοντες σκώμμασι τοὺς ἐναντιουμένους· ὑπὲρ δὲ Χριστιανισμοῦ προκειμένων λόγων, πάντες κάτω νεύουσι, καὶ κνῶνται, καὶ χασμῶνται, καὶ καταγελασθέντες ἀναχωροῦσι. Καὶ πῶς οὐκ ἄξια ταῦτα μυρίας ὀργῆς, ὅταν ὁ Χριστὸς ἀτιμότερος ὀρχηστοῦ φαίνηται παρ' ὑμῖν; εἴ γε ὑπὲρ μὲν τῶν ἐκείνοις πεπραγμένων μυρίας ἀπολογίας μεμελετήκατε, καίτοι γε πάντων αἰσχροτέρων ὄντων· ὑπὲρ δὲ τῶν τοῦ Χριστοῦ θαυμάτων, καίτοι γε τὴν οἰκουμένην ἐπισπασαμένων, οὐδὲ ἐννοῆσαί τι καὶ μεριμνῆσαι ἀνέχεσθε. Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· εἰς ἀνάστασιν σωμάτων, εἰς ζωὴν αἰώνιον. Ἂν τοίνυν ἔρηταί τις Ἑλλήνων· Τίς ποτέ ἐστιν οὗτος ὁ Πατήρ; τίς δὲ ὁ Υἱός; τίς δὲ τὸ Πνεῦμα τὸ ἅγιον; ἢ πῶς καὶ ὑμεῖς τρεῖς λέγοντες θεοὺς, ἡμῖν ἐγκαλεῖ πολυθεΐαν; τί ἐρεῖτε; τί δὲ ἀποκρινεῖσθε; πῶς ἀποκρούσεσθε τὴν προσβολὴν τῶν λόγων τούτων; Τί δὲ, ἂν σιγώντων ὑμῶν πάλιν ἐπενέγκῃ τὸ ἕτερον ζήτημα, Τί δέ ἐστιν ὅλως ἀνάστασις, ἐρωτῶν; ἆρα γὰρ ἐν τούτῳ τῷ σώματι πάλιν ἀναστησόμεθα; ἆρα ἐν ἑτέρῳ παρὰ τοῦτο; καὶ εἰ ἐν τούτῳ, τίς χρεία αὐτὸ καταλυθῆναι; τί πρὸς ταῦτα ἐρεῖτε; Τί δὲ, ἂν λέγῃ· ∆ιατί νῦν, καὶ μὴ ἐν τοῖς ἔμπροσθεν παρεγένετο χρόνοις ὁ Χριστός; νῦν γὰρ ἔδοξεν αὐτῷ προνοῆσαι τῶν ἀνθρώπων, τὸν δὲ ἄλλον ἅπαντα χρόνον ἡμῶν κατεφρόνει; ἢ καὶ ἄλλα ἔτι ἂν πρὸς τούτοις τούτων πλείονα ἐξετάζῃ; Οὐδὲ γὰρ ἀναγκαῖον πολλὰ ἐφεξῆς ζητήματα τιθέντας, τὰς λύσεις ἀποσιγᾷν, ὥστε μὴ τοὺς ἀφελεστέρους ταύτῃ παραβλάψαι. Ἀρκεῖ γὰρ καὶ τὰ εἰρημένα πρὸς τὸ . ἀποτινάξαι ὑμῶν τὸν ὕπνον. Τί οὖν; ἂν ταῦτα ἐξετάζωσιν, ὑμεῖς δὲ μηδὲ τῶν ῥημάτων ὑπακούειν δύνησθε ἁπλῶς τούτων, ἆρα μικρὰν ὑποστησόμεθα δίκην, εἰπέ μοι, τοσαύτης πλάνης αἴτιοι γινόμενοι τοῖς ἐν τῷ σκότῳ καθημένοις; Ἐβουλόμην, εἴ γε σχολῆς ἀπελαύετε πολλῆς, εἰς μέσον ἁπάντων ὑμῶν μιαροῦ τινος Ἕλληνος φιλοσόφου βιβλίον καθ' ἡμῶν εἰρημένον ἀγαγεῖν, ἑτέρου πάλιν πρεσβυτέρου τούτου, ἵν' οὕτω γοῦν ὑμᾶς διανέστησα, καὶ τῆς πολλῆς νωθείας ἀπήγαγον. Εἰ γὰρ ἐκεῖνοι μὲν, ὥστε καθ' ἡμῶν εἰπεῖν, τοσαῦτα ἠγρύπνησαν, τίνος ἂν εἴημεν συγγνώμης ἡμεῖς ἄξιοι, εἰ μηδὲ τὰς προσβολὰς τὰς καθ' ἡμῶν εἰσόμεθα ἀποκρούεσθαι; Τίνος δὲ ἕνεκεν καὶ παρήχθημεν; Οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος· Ἕτοιμοι γίνεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος; Καὶ ὁ Παῦλος δὲ τὰ αὐτὰ παραινεῖ λέγων· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Ἀλλὰ τί φασι πρὸς ταῦτα οἱ κηφήνων ἀλογώτεροι; . Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ· καὶ, Ὁ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ τὰς μαρτυρίας τῶν Γραφῶν πρὸς τὸ δέον ἐπίστανται παράγειν οἱ πολλοί. Οὐ γὰρ τὸν ἀνόητον ἐνταῦθα λέγει, οὐδὲ τὸν οὐδὲν εἰδότα, ἀλλὰ τὸν ἀπόνηρον, τὸν μὴ κακοῦργον, τὸν συνετόν. Ἐπεὶ εἰ τοῦτο ἦν, περιττὸν ἦν ἀκούειν, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἀλλὰ τί ταῦτα χρὴ λέγειν, εἰς οὐδὲν δέον ἀπαντῶντος τούτου τοῦ λόγου; Πρὸς γὰρ τοῖς εἰρημένοις, οὐδὲ τὰ ἄλλα ἡμῖν κατώρθωται, τὰ τοῦ βίου καὶ τῆς ζωῆς λέγω, ἀλλὰ πάντοθεν ἄθλιοι καὶ καταγέλαστοί ἐσμεν, καὶ αἰτιᾶσθαι μὲν ἀλλήλους ἀεὶ πρόχειροι, διορθοῦσθαι δὲ ἐφ' οἷς αἰτιώμεθα καὶ ἐγκαλούμεθα, ὀκνηροί. ∆ιὸ παρακαλῶ ὑμᾶς, νῦν γοῦν ἡμῶν αὐτῶν γενομένους, μὴ μέχρι τῆς κατηγορίας ἵστασθαι μόνον· οὐ γὰρ ἀρκεῖ τοῦτο ἐξιλεώσασθαι τὸν Θεόν· ἀλλὰ καὶ ἀρίστην εἰς πάντα σπουδάσωμεν ἐπιδείξασθαι μεταβολὴν, ἵνα εἰς δόξαν τοῦ Θεοῦ βιώσαντες, καὶ αὐτοὶ τῆς μελλούσης ἀπολαύσωμεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΗʹ. Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λα λοῦντος, καὶ ἠκολούθησαν αὐτῷ.
.
αʹ. Ῥᾴθυμόν πως ἡ ἀνθρωπίνη φύσις, καὶ ὀξύῤῥοπον πρὸς ἀπώλειαν, οὐ παρὰ τὴν τῆς φύσεως κατασκευὴν, ἀλλὰ παρὰ τὴν ἐκ προαιρέσεως ῥᾳθυμίαν· διὸ πολλῆς δεῖται τῆς ὑπομνήσεως. Καὶ ὁ Παῦλος δὲ διὰ τοῦτο γράφων τοῖς Φιλιππησίοις ἔλεγε· Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ἡ μὲν γὰρ γῆ τὰ σπέρματα παραλαβοῦσα ἅπαξ, εὐθέως ἀποδίδωσι τοὺς καρποὺς, καὶ οὐ δεῖται δευτέρας καταβολῆς· ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ' ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν. Πρῶτον μὲν γὰρ δυσκόλως ἐνιζάνει τῇ διανοίᾳ τὰ λεγόμενα, διὰ τὸ πολλὴν μὲν ὑποκεῖσθαι τὴν σκληρότητα, μυρίαις δὲ συνέχεσθαι ταῖς ἀκάνθαις, καὶ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ τὰ σπέρματα διαρπάζοντας. Ἔπειτα ὅταν παγῇ καὶ ῥιζωθῇ, τῆς αὐτῆς πάλιν δεῖται σπουδῆς, ὥστε πρὸς ἀκμὴν ἐλθεῖν αὐτὰ, καὶ ἐλθόντα μεῖναι ἀσινῆ, καὶ μηδὲν παραβλαβῆναι παρὰ μηδενός. Ἐπὶ μὲν γὰρ τῶν σπερμάτων, ὅταν ὁ στάχυς ἀπαρτισθῇ καὶ τὴν οἰκείαν ἰσχὺν ἀπολάβῃ, καὶ ἐρυσίβης καὶ αὐχμοῦ καὶ τῶν ἄλλων ἁπάντων εὐκόλως καταφρονεῖ· ἐπὶ δὲ τῶν δογμάτων οὐχ οὕτως, ἀλλὰ καὶ μετὰ τὸ τελείως ἐργασθῆναι τὸ πᾶν, πολλάκις ἐπελθὼν χειμὼν εἷς καὶ κλυδώνιον, δυσκολίας προσβαλούσης, καὶ ἀνθρώπων ἀπατᾷν εἰδότων ἐπιβουλευσάντων, καὶ ἑτέρων πειρασμῶν ποικίλων ἐπενεχθέντων, ἐλυμήνατο. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα ὅταν ἀκούσῃς τοῦ Ἰωάννου τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίας καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ ἅπαξ εἰπὼν ἀκουσθῆναι· ἐπειδὴ δὲ οὐ πολλοὶ τοῖς λεγομένοις προσεῖχον ἐξ ἀρ . χῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρᾳ πάλιν αὐτοὺς ἀφυπνίζει φωνῇ. Σκόπει δέ· Εἶπεν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε· καὶ ὅτι Οὐχ ἱκανός ἐστι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· καὶ, ὅτι Αὐτὸς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ ὅτι τὸ Πνεῦμα τεθέαται καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν· καὶ μεμαρτύρηκεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· οὐδεὶς προσέσχεν οὐδὲ ἠρώτησεν, οὐδὲ εἶπε· Τί ταῦτα λέγεις; καὶ ὑπὲρ τίνος; καὶ διατί; Εἶπε πάλιν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐδὲ οὕτω καθήψατο τῆς ἀναισθησίας αὐτῶν. ∆ιὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν. ∆ιὰ δὴ τοῦτο οὐδὲ μακρὸν ποιεῖ τὸν λόγον, ὅτι ἓν μόνον ἐσπούδαζε, προσαγαγεῖν αὐτοὺς καὶ κολλῆσαι τῷ Χριστῷ. Ἤδει γὰρ ὅτι τοῦτο καταδεξάμενοι καὶ πεισθέντες, οὐ δεήσονται τοῦ μαρτυρήσοντος αὐτῷ λοιπόν· ὅπερ οὖν καὶ γέγονεν. Εἰ γὰρ οἱ Σαμαρεῖται λέγουσι μετὰ τὴν ἀκρόασιν αὐτοῦ τῇ γυναικὶ, Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός· πολλῷ μᾶλλον οἱ μαθηταὶ τάχιον ἐχειρώθησαν ἂν, ὃ δὴ καὶ γέγονεν. Ἐλθόντες γὰρ καὶ ἀκούσαντες μίαν ἑσπέραν, οὐκ ἔτι πρὸς Ἰωάννην ὑπέστρεψαν, ἀλλ' οὕτως αὐτῷ προσηλώθησαν, ὥστε τὴν Ἰωάννου διακονίαν ἀναδέξασθαι, καὶ αὐτοὶ κηρύττειν αὐτόν. Εὑρίσκει γὰρ οὗτος, φησὶ, τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός. Θέα δέ μοι κἀκεῖνο, πῶς, ὅτε μὲν . ἔλεγεν, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονε, καὶ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ, οὐδένα εἷλεν· ὅτε δὲ περὶ τῆς οἰκονομίας διελέχθη, καὶ ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἤγαγε, τότε ἠκολούθησαν οἱ μαθηταί. Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ' ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον. Ἤκουσαν γοῦν ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ εὐθέως ἐπέδραμον. Εἰ γὰρ ἔστιν ἀπολούσασθαι τὰ ἐγκλήματα, τίνος ἕνεκεν, φησὶν, ἀναβαλλόμεθα; πάρεστιν ὁ χωρὶς πόνων ἐλευθερώσων ἡμᾶς· πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας ὑπερτίθεσθαι τὴν δωρεάν; Ἀκουέτωσαν οἱ κατηχούμενοι, καὶ πρὸς ἐσχάτας ἀναπνοὰς τὴν οἰκείαν ἀναβαλλόμενοι σωτηρίαν. Πάλιν εἱστήκει, φησὶν, ὁ Ἰωάννης καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Οὐδὲν ὁ Χριστὸς διαλέγεται, ἀλλὰ πάντα ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ νυμφίου γίνεται. Οὐκ αὐτός τι λέγει πρὸς τὴν νύμφην τέως, ἀλλὰ πάρεστι μὲν σιγῇ, ἕτεροι δὲ αὐτὸν δηλοῦσι καὶ τὴν νύμφην, ἐγχειρίζουσι δὲ ἕτεροι· αὕτη δὲ φαίνεται μόνον, καὶ οὐκ ἀφ' ἑαυτοῦ ταύτην ἄπεισι λαβὼν, ἀλλ' ἑτέρου παραδόντος αὐτήν. Ὅταν δὲ λάβῃ παραδοθεῖσαν, οὕτως αὐτὴν διατίθησιν, ὡς μηκέτι μεμνῆσθαι τῶν κατεγγυησάντων. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἦλθεν ἁρμοσόμενος τὴν Ἐκκλησίαν· οὐδὲν αὐτὸς εἶπεν, ἀλλὰ παρεγένετο μόνον· ὁ δὲ φίλος αὐτοῦ ὁ Ἰωάννης τὴν δεξιὰν ἐνέθηκε τῆς νύμφης, διὰ τῶν λόγων ἐγχειρίσας αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων. Λαβὼν αὐτὸς λοιπὸν, οὕτως αὐτοὺς διέθηκεν, ὡς μηκέτι πρὸς τὸν ἐγχειρίσαντα ἀπελθεῖν. βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν ἐνταῦθα παρατηρῆσαι. Καθάπερ γὰρ ἐπὶ τῶν γάμων οὐχ ἡ κόρη πρὸς τὸν νυμφίον ἄπεισιν, ἀλλ' οὗτος πρὸς αὐτὴν ἐπείγεται, κἂν βασιλέως υἱὸς ᾖ, κἂν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένην, κἂν θεραπαινίδα κατεγγυήσασθαι μέλλῃ· οὕτω καὶ ἐνταῦθα συνέβη. Οὐκ εἰς τὸν οὐρανὸν ἀνῆλθε τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' αὐτὸς πρὸς τὴν εὐκαταφρόνητον ταύτην καὶ εὐτελῆ παραγέγονε· καὶ γενομένων τῶν γάμων, οὐκ εἴασεν ἐνταῦθα μένειν αὐτὴν λοιπὸν, ἀλλὰ παραλαβὼν, πρὸς τὸν οἶκον ἀνήγαγε τὸν πατρικόν. Τί δήποτε δὲ οὐ κατ' ἰδίαν λαμβάνει τοὺς μαθητὰς τοὺς ἑαυτοῦ, καὶ περὶ τούτων αὐτοῖς διαλέγεται ὁ Ἰωάννης, καὶ οὕτως αὐτοὺς δίδωσι τῷ Χριστῷ, ἀλλὰ δημοσίᾳ μετὰ πάντων αὐτοῖς φησιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ; Ἵνα μὴ δόξῃ συσκευῆς εἶναι τὸ ἔργον. Εἰ μὲν γὰρ παρ' αὐτοῦ κατ' ἰδίαν παρακληθέντες ἀπῄεσαν, καὶ ὡς χάριν αὐτῷ παρέχοντες, ταχέως ἂν ἴσως καὶ ἀπεπήδησαν· νῦν δὲ ἐκ τῆς κοινῆς γενομένης διδασκαλίας καταδεξάμενοι τὴν ἀκολούθησιν, βέβαιοι λοιπὸν ἔμενον μαθηταὶ, ὡς οὐ διὰ τὴν εἰς τὸν διδάσκαλον χάριν ἀκολουθήσαντες, ἀλλ' εἰλικρινῶς καὶ πρὸς τὸ κέρδος ὁρῶντες τὸ ἑαυτῶν. Οἱ μὲν οὖν προφῆται καὶ οἱ ἀπόστολοι πάντες ἀπόντα αὐτὸν ἐκήρυττον· οἱ μὲν πρὸ τῆς κατὰ σάρκα παρουσίας, οἱ δὲ μετὰ τὴν ἀνάληψιν· οὗτος δὲ μόνος παρόντα. ∆ιὸ καὶ φίλον αὐτὸν τοῦ νυμφίου φησὶν, ἐπειδὴ καὶ ἐν τοῖς γάμοις μόνος αὐτὸς παρεγένετο. . Καὶ γὰρ αὐτὸς πάντα ἐποίησε καὶ ἀπετέλεσεν· αὐτὸς τῷ πράγματι τὴν ἀρχὴν παρέσχε. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Τοῦτο εἶπε, δεικνὺς ὅτι οὐ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐμαρτύρει· καὶ γὰρ ἐθαύμαζε τὸν Χριστὸν χαίρων καὶ ἀγαλλόμενος. Καὶ οὐ ποιεῖ τὸν λόγον παρακλητικὸν τέως, ἀλλὰ θαυμάζει μόνον καὶ ἐκπλήττεται τὸν παρόντα· καὶ τὴν δωρεὰν δὲ αὐτοῖς πᾶσιν ἐφ' ἣν παρεγένετο δηλοῖ, καὶ τὸν τρόπον τοῦ καθαρμοῦ. Ὁ γὰρ ἀμνὸς ἀμφότερα ταῦτα ἐμφαίνει. Καὶ οὐκ εἶπεν, Ὁ ληψόμενος, ἢ Ὁ ἄρας· ἀλλ', Ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς ἀεὶ τοῦτο ποιοῦντος αὐτοῦ. Οὐ γὰρ τότε μόνον ἔλαβεν ὅτε ἔπαθεν, ἀλλ' ἐξ ἐκείνου μέχρι τοῦ παρόντος αἴρει τὰς ἁμαρτίας, οὐκ ἀεὶ σταυρούμενος (μίαν γὰρ ὑπὲρ ἁμαρτιῶν προσήνεγκε θυσίαν), ἀλλ' ἀεὶ καθαίρων διὰ τῆς μιᾶς ἐκείνης. Ὥσπερ οὖν ἡμῖν ὁ Λόγος τὸ ἐξαίρετον δείκνυσι, καὶ ὁ Υἱὸς τὸ ἐξηλλαγμένον πρὸς τοὺς ἄλλους ἐμφαίνει· οὕτω καὶ ὁ ἀμνὸς, καὶ ὁ Χριστὸς, καὶ ὁ προφήτης, καὶ τὸ φῶς τὸ ἀληθινὸν, καὶ ὁ ποιμὴν ὁ καλὸς, καὶ ὅσα ἂν ἐπ' αὐτοῦ λέγηται μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, πολὺ δείκνυσι τὸ διωρισμένον. Καὶ γὰρ ἀμνοὶ ἦσαν πολλοὶ, καὶ προφῆται, καὶ χριστοὶ, καὶ υἱοί· ἀλλὰ πάντων ἐκείνων αὐτὸν ἀφίστησι πολλῷ τῷ μέσῳ. Καὶ οὐδὲ τῷ ἄρθρῳ τούτῳ ἠσφαλίσατο μόνον, ἀλλὰ καὶ τῇ τοῦ Μονογενοῦς προσθήκῃ. Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν. Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν· Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησὶν), ἐσφάλθαι σφόδρα ὁ τοιοῦτός μοι δοκεῖ. Ἐπὶ μὲν γὰρ τῶν πολλῶν καὶ τῇ σαρκὶ δουλευόντων, εἰκότως ὁ μετὰ τὴν ἑστίασιν καιρὸς οὐκ ἔστι σφόδρα ἐπιτήδειος πρός τι τῶν ἀναγκαίων, διὰ τὸ τὴν καρδίαν τοῖς σιτίοις βαρύνεσθαι· ἔνθα δὲ ἀνὴρ ἦν οὐδὲ τῆς κοινῆς μετέχων τροφῆς, ἀλλὰ καὶ τὴν ἑσπέραν μετὰ τοσαύτης διάγων νήψεως, μεθ' ὅσης ἡμεῖς ὑπὸ τὴν ἕω, μᾶλλον δὲ καὶ μετὰ πολλῷ πλείονος (ἐπὶ μὲν γὰρ ἡμῶν πολλάκις τῆς ἑσπερινῆς τροφῆς λείψανα ἐναπολειφθέντα, φαντάζει τὴν ψυχὴν, ἐκεῖνος δὲ οὐδενὶ τούτων τὸ πλοῖον ἐβάρυνεν)· εἰκότως καὶ δείλης ὀψίας περὶ τοιούτων ἐφθέγγετο. Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε· ἐπεὶ καὶ τῷ Χριστῷ τρεῖς ἡμέρας προσεκαρτέρησαν, καὶ ἦσαν ἄσιτοι. Τοῦτο γὰρ σφοδροῦ κήρυκος καὶ ἐπιμελοῦς γεωργοῦ, μὴ πρότερον ἀποστῆναι, ἕως ἂν ἴδῃ κατασχεθέντα τὸν φυτευθέντα λόγον. Τί δήποτε δὲ οὐ περιῆλθε πανταχοῦ τῆς Ἰουδαίας κηρύσσων αὐτὸν, ἀλλ' εἱστήκει παρὰ τὸν ποταμὸν, περιμένων ἐλθεῖν αὐτὸν καὶ δεῖξαι παραγενόμενον; Ὅτι διὰ τῶν ἔργων ἐκεῖνο γενέσθαι ἐβούλετο· τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. Τὴν δὲ μείζονα αὐτῷ καταλιμπάνει μαρτυρίαν τὴν διὰ τῶν ἔργων, καθάπερ καὶ αὐτός φησιν· Ἐγὼ οὐ παρὰ ἀνθρώπου λαμβάνω τὴν μαρτυρίαν· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ταῦτά ἐστι τὰ μαρτυροῦντα περὶ ἐμοῦ. Ὅρα γοῦν πῶς τοῦτο ἐνεργέστερον ἦν. Ἐπειδὴ γὰρ μικρὸν ἐνέβαλε σπινθῆρα, ἀθρόως ἡ πυρὰ πρὸς τὸ ὕψος ᾔρετο. Οἱ γὰρ πρὸ τούτου μηδὲ προσέχοντες τοῖς λεγομένοις, ὕστερον λέγουσι· Πάντα ὅσα εἶπεν Ἰωάννης, ἀληθῆ ἐστιν.
γʹ. Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα. Καὶ ἤκουσαν οἱ μαθηταὶ αὐτοῦ οἱ δύο, καὶ ἠκολούθησαν αὐτῷ. Καίτοι γε καὶ ἕτεροι ἦσαν αὐτῷ μαθηταὶ, ἀλλ' ἐκεῖνοι οὐ μόνον οὐκ ἠκολούθησαν, ἀλλὰ καὶ ζηλοτύπως πρὸς αὐτὸν διετέθησαν· Ῥαββὶ γὰρ, φησὶν, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν οὗτοι φαίνονται ἐγκαλοῦντες· ∆ιατί ἡμεῖς νηστεύομεν, καὶ οἱ μαθηταί σου οὐ νηστεύουσιν; Ἀλλ' οἱ τῶν ἄλλων βελτίους οὐδὲν τοιοῦτον ἔπαθον, ἀλλ' ὁμοῦ τε ἤκουσαν καὶ ἠκολούθησαν. Ἠκολούθησαν δὲ, οὐχ ὡς τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλ' ὡς αὐτῷ μάλιστα πεισθέντες, καὶ δεῖγμα μέγιστον τοῦ κρίσει λογισμῶν ὀρθῇ τοῦτο ποιεῖν ἐξενεγκόντες. Οὐδὲ γὰρ παρακληθέντες αὐτὸ ἐποίησαν, ὅπερ ὕποπτον ἦν, ἀλλ' ἐπειδὴ προεῖπε μόνον τὸ μέλλον, ὅτι βαπτίσει ἐν Πνεύματι ἁγίῳ, ἠκολούθησαν αὐτῷ. Οὐ τοίνυν ἀπέστησαν τοῦ διδασκάλου, ἀλλ' ἐβουλήθησαν μαθεῖν, τί πλέον φέρει τοῦ Ἰωάννου. Καὶ ὅρα τὴν σπουδὴν μετὰ αἰδοῦς γινομένην. Οὐδὲ γὰρ εὐθέως προσελθόντες ἐπηρώτησαν τὸν Ἰησοῦν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, οὐδὲ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἰδίᾳ διαλεχθῆναι αὐτῷ ἐσπούδαζον. Ἤδεισαν γὰρ οὐ ταπεινοφροσύνης, ἀλλ' ἀληθείας ὄντα τοῦ διδασκάλου τὰ ῥήματα. Ἦν Ἀνδρέας, φησὶν, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Τίνος οὖν ἕνεκεν καὶ τὸ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα; Τινές φασι διὰ τὸ αὐτὸν εἶναι τὸν γράφοντα τὸν ἠκολουθηκότα· τινὲς δὲ οὐχ οὕτως, ἀλλ' ὅτι ἐκεῖνος οὐχὶ τῶν ἐπισήμων ἦν. Οὐδὲν οὖν πλέον τῶν ἀναγκαίων λέγειν ἐχρῆν. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν ἐκείνου τὴν προσηγορίαν, ἐπεὶ οὐδὲ τῶν ἑβδομήκοντα δύο λέγει τὰ ὀνόματα; Τοῦτο καὶ παρὰ Παύλῳ ἔστιν ἰδεῖν Συνεπέμψαμεν γὰρ αὐτῷ, φησὶ, τὸν ἀδελφὸν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Τοῦ δὲ Ἀνδρέου μέμνηται καὶ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ' αὐτοῦ, ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ ἰδὼν αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Ἐντεῦθεν παιδευόμεθα, ὅτι οὐ φθάνει τὰς βουλήσεις ἡμῶν ὁ Θεὸς ταῖς δωρεαῖς· ἀλλ' ὅταν ἡμεῖς ἀρξώμεθα, ὅταν τὸ θέλειν παράσχωμεν, τότε καὶ αὐτὸς πολλὰς δίδωσιν ἡμῖν τῆς σωτηρίας τὰς ἀφορμάς. Τί ζητεῖτε; Τί τοῦτο; ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ; Ἀλλ' οὐχ ἵνα μάθῃ (πῶς γάρ;), ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως μᾶλλον αὐτοὺς οἰκειώσηται, καὶ πλείονος μεταδῷ τῆς παῤῥησίας, καὶ δείξῃ τῆς ἀκροάσεως ὄντας ἀξίους. Εἰκὸς γὰρ ἦν ἐρυθριᾷν καὶ δεδοικέναι, ἅτε ἀγνῶτας ὄντας, καὶ τοιαῦτα περὶ αὐτοῦ τοῦ διδασκάλου μαρτυροῦντος ἀκηκοότας. Ταῦτ' οὖν ἅπαντα λύων, τὴν αἰδὼ, τὸν φόβον, ἐρωτᾷ, καὶ οὐκ εἴασε σιγῇ μέχρι τῆς οἰκίας ἐλθεῖν· καίτοι τὸ . αὐτὸ ἂν ἐγένετο, καὶ εἰ μὴ ἠρώτησε. Παρέμειναν γὰρ ἂν ἀκολουθοῦντες αὐτῷ, καὶ κατὰ πόδας βαδίζοντες ἐπέστησαν τῇ οἰκίᾳ. Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Τοῦτο ὅπερ εἶπον κατασκευάζων, καταπραΰνων τε αὐτοῖς τὸν λογισμὸν ἐρυθριῶντα, ἔτι καὶ ἀγωνιῶντα, καὶ παρέχων θαῤῥεῖν. Οὐ διὰ τῆς ἀκολουθήσεως δὲ μόνον τὸν πόθον, ἀλλὰ καὶ διὰ τῆς ἐρωτήσεως ἐφανέρωσαν. Οὐδὲ γὰρ οὐδέπω μαθόντες παρ' αὐτοῦ, οὐδὲ ἀκούσαντες, διδάσκαλον αὐτὸν καλοῦσιν, εἰς τοὺς μαθητὰς εἰσωθοῦντες ἑαυτοὺς, καὶ τὴν αἰτίαν δεικνύντες, δι' ἣν ἠκολούθουν, ὥς τι τῶν χρησίμων ἀκουσόμενοι. Θέα δέ μοι καὶ τὴν σύνεσιν. Οὐκ εἶπον· ∆ίδαξον ἡμᾶς περὶ δογμάτων ἤ τινος ἑτέρου τῶν ἀναγκαίων· ἀλλὰ τί; Ποῦ μένεις; Μετὰ γὰρ ἡσυχίας, ὅπερ ἔμπροσθεν ἔφην, καὶ εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαί τι παρ' αὐτοῦ, καὶ μαθεῖν ἤθελον. ∆ιόπερ οὐδὲ ἀνεβάλοντο, οὐδὲ εἶπον· Ἥξομεν πάντως αὔριον, καὶ ἀκουσόμεθα διαλεγομένου σου δημοσίᾳ· ἀλλὰ τὴν πολλὴν σπουδὴν ἢν εἶχον περὶ τὴν ἀκρόασιν ἐπιδείκνυνται, τῷ μηδὲ ὑπὸ τῆς ὥρας ἀποτραπῆναι. Καὶ γὰρ ἔτυχε λοιπὸν πρὸς δυσμὰς ὁ ἥλιος ὤν. Ὥρα γὰρ ἦν ὡς δεκάτη, φησί. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ λέγει τὰ σημεῖα τῆς οἰκίας, οὐδὲ τὸν τόπον, ἀλλ' ἐπισπᾶται πλέον αὐτοὺς πρὸς τὴν ἀκολούθησιν, δεικνὺς ὅτι αὐτοὺς ἀπεδέξατο. Καὶ διὰ τοῦτο οὐδὲ αὐτὸς τοιοῦτόν τι εἶπεν· ἄκαιρόν ἐστιν εἰς οἰκίαν νῦν ὑμᾶς εἰσελθεῖν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀναχωρήσατε οἴκαδε νῦν· ἀλλ' ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. Πῶς οὖν ἀλλαχοῦ φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· ἐνταῦθα δὲ λέγει, Ἔρχεσθε καὶ ἴδετε ποῦ μένω; Ὅτι τὸ, Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ, δηλωτικόν ἐστι τοῦ μηδὲ ἴδιον καταγώγιον κεκτῆσθαι, οὐχ ὅτι ἐν οἰκίᾳ οὐ κατέμενε· καὶ γὰρ καὶ ἡ παραβολὴ τοῦτο βούλεται. Ὅτι μὲν οὖν παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην, εἶπεν ὁ Εὐαγγελιστής· τίνος δὲ ἕνεκεν, οὐκ ἔτι προσέθηκεν, ὡς δήλου τῆς αἰτίας οὔσης. Οὐδὲ γὰρ ἑτέρου τινὸς ἕνεκεν οὔτε αὐτῷ ἠκολούθησαν, οὔτε ὁ Χριστὸς αὐτοὺς ἐπεσπάσατο, ἀλλ' ἢ διὰ τὴν διδασκαλίαν· ἧς οὕτω δαψιλῶς καὶ προθύμως ἀπέλαυσαν, καὶ ἐν νυκτὶ μιᾷ, ὡς εὐθέως θατέρους καὶ ἐφ' ἑτέρων θήραν ἐλθεῖν.
δʹ. Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας. Τροφὴ μὲν οὖν καὶ λουτρὰ καὶ δεῖπνα, καὶ τὰ ἄλλα τὰ βιωτικὰ, καιρὸν ἐχέτω τὸν ὡρισμένον· διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ' ἅπας αὐτῆς ἔστω ὁ καιρός. Εὐκαίρως γὰρ, φησὶν, ἀκαίρως ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ ὁ Προφήτης δέ φησιν, Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ τοῖς Ἰουδαίοις δὲ ὁ Μωϋσῆς διαπαντὸς τοῦτο ποιεῖν ἐκέλευε. Τὰ μὲν γὰρ βιωτικὰ, βαλανεῖα λέγω καὶ δεῖπνα, εἰ καὶ ἀναγκαῖα, ὅμως συνεχῶς γινόμενα τὸ σῶμα ἐξίτηλον ἐργάζεται· ἡ δὲ τῆς ψυχῆς διδασκαλία, ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ τὴν δεχομένην ἰσχυροτέραν ποιεῖ ψυχήν. Νῦν δὲ λήροις μὲν καὶ φλυαρίαις ἀνονήτοις πάντα καιρὸν ἀφορίζομεν, καὶ τὸν ὑπὸ τὴν ἕω, καὶ τὸν. περὶ δείλης, καὶ μεσημβρίαν, καὶ ἑσπέραν δὲ αὐτὴν συνεδρεύομεν εἰκῆ, καὶ τόπους εἰς τοῦτο ἀπετάξαμεν· τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα. Τί οὖν τὸ αἴτιον; Κακῶς διακείμεθα τὴν ψυχήν. Τὸ ἐπιθυμητικὸν αὐτῆς τὸ περὶ ταῦτα καὶ ὀρεκτικὸν ἐξελύσαμεν ἅπαν. ∆ιὰ τοῦτο οὐκ ἔῤῥωται πρὸς τὴν τῆς πνευματικῆς τροφῆς ὄρεξιν. Μέγα δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀῤῥωστίας τεκμήριον, τὸ μὴ πεινῇν, μηδὲ διψῇν, ἀλλὰ δυσαρέστως πρὸς ἀμφότερα ἔχειν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο συμβαῖνον, νοσήματος χαλεποῖ τεκμήριον καὶ ἀῤῥωστίας ποιητικόν· πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς. Πῶς οὖν αὐτὴν ἀναπεπτωκυῖαν καὶ ἐκλελυμένην ἀναῤῥῶσαι δυνησόμεθα; τί ποιοῦντες, φησὶ, καὶ τί λέγοντες; Ἁπτόμενοι τῶν λόγων τῶν θείων, προφητικῶν, ἀποστολικῶν, εὐαγγελικῶν, καὶ τῶν ἄλλων ἁπάντων. Τότε γὰρ εἰσόμεθα, ὅτι πολλῷ βέλτιον ταῦτα σιτεῖσθαι, ἢ τὰς ἀκαθάρτους τροφάς· οὕτω γὰρ χρὴ τὰς ἀκαίρους φλυαρίας καὶ συνόδους καλεῖν. Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Τί βέλτιον, περὶ τοῦ γείτονος λαλεῖν καὶ τῶν τοῦ γείτονος πραγμάτων, καὶ τὰ ἀλλότρια πολυπραγμονεῖν, ἢ τὰ τῶν ἀγγέλων καὶ τὰ ἡμῖν αὐτοῖς διαφέροντα ἀναζητεῖν; Τὰ μὲν γὰρ τοῦ γείτονος, οὐ πάντως σά· τὰ δὲ τῶν οὐρανῶν, σά. Ἀλλ' ἔνεστι, φησὶν, ἅπαξ εἰπόντα ταῦτα, πληρῶσαι τὸ πᾶν. Τί δὲ περὶ ὧν διαλέγεσθε μάτην καὶ εἰκῆ, οὐκ ἐννοεῖτε τοῦτο, ἀλλὰ πάντα τὸν βίον εἰς τοῦτο καταναλίσκοντες, τὴν ὑπόθεσιν τὴν περὶ τούτων οὐδέποτε κατεδαπανήσατε; Καὶ οὔπω λέγω τὰ πολλῷ τούτων φορτικώτερα. Οἱ μὲν γὰρ ἐπιεικέστεροι, ταῦτα πρὸς ἀλλήλους διαλέγονται· οἱ δὲ ῥᾳθυμότεροι καὶ μᾶλλον ἠμελημένοι, μίμους καὶ ὀρχηστὰς καὶ ἡνιόχους ἐν τοῖς αὐτῶν περιφέρουσι λόγοις, τὴν ἀκοὴν μολύνοντες, τὴν ψυχὴν διαφθείροντες, τὴν φύσιν ἐκβακχεύοντες τούτοις τοῖς διηγήμασιν, ἅπαν κακίας εἶδος εἰς τὴν ἑαυτῶν διάνοιαν διὰ ταύτης εἰσάγοντες τῆς διαλέξεως. Ἅμα γὰρ ἐφθέγξατο ἡ . γλῶττα τοῦ ὀρχουμένου τὸ ὄνομα, καὶ εὐθέως ἀνετύπωσεν ἡ ψυχὴ τὴν ὄψιν, τὴν κόμην, τὴν ἐσθῆτα τὴν ἁπαλὴν, αὐτὸν ἐκεῖνον τούτων μαλακώτερον ὄντα. Ἕτερος πάλιν ἑτέρωθεν ἀνεῤῥίπισε τὴν φλόγα, γυναῖκα πόρνην εἰς τὴν διάλεξιν εἰσαγαγὼν, κἀκείνης τὰ ῥήματα, τὰ σχήματα, τῶν ὀμμάτων τὰς διαστροφὰς, τῆς ὄψεως τὸ ὑγρὸν, τῶν τριχῶν τὰς στρεβλώσεις, τῶν παρειῶν τὰ ἐπιτρίμματα, τὰς ὑπογραφάς. Ἆρα οὐκ ἐπάθετέ τι καὶ ἐμοῦ ταῦτα διηγουμένου; Ἀλλὰ μὴ αἰσχυνθῆτε, μηδὲ ἐρυθριάσητε· ἡ γὰρ τῆς φύσεως ἀνάγκη τοῦτο ἀπαιτεῖ, καὶ οὕτω διατίθησι τὴν ψυχὴν, ὡς ἂν ἡ τῶν ἀπαγγελλομένων δύναμις ἔχῃ. Εἰ δὲ ἐμοῦ φθεγγομένου, εἰ δὲ ἐν ἐκκλησίᾳ ἑστῶτες, εἰ δὲ ἐκείνων ἀπέχοντες ἐπάθετέ τι πρὸς τὴν ἀκρόασιν· ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας· Καὶ τί δήποτε, φήσειεν ἂν ἴσως τις τῶν οὐ προσεχόντων, εἰ τῆς φύσεως ἡ ἀνάγκη τὴν ψυχὴν οὕτω διατίθησιν, ἐκείνην ἀφεὶς, ἡμῖν ἐγκαλεῖς; Ὅτι τὸ μὲν, ἀκούοντα τοιαῦτα μαλάττεσθαι, τῆς φύσεως ἔργον· τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα. Ἐπεὶ καὶ τὸν ὁμιλοῦντα πυρὶ, διαφθείρεσθαι δεῖ, καὶ τοῦτο ἡ τῆς φύσεως ἀσθένεια βούλεται· ἀλλ' οὐκ ἔτι καὶ πρὸς τὸ πῦρ ἡμᾶς καὶ τὴν ἐκεῖθεν ἄγει διαφθορὰν ἡ φύσις· τοῦτο γὰρ τῆς κατὰ προαίρεσιν μόνης ἂν εἴη διαστροφῆς. Τοῦτο οὖν ἀνελεῖν ἀξιῶ καὶ διορθῶσαι, ὥστε μὴ ἑκόντας ἑαυτοὺς κατακρημνίζειν, μηδὲ πρὸς τὰ βάραθρα τῆς κακίας ὠθεῖν, μηδὲ αὐτομάτως τρέχειν ἐπὶ τὴν πυράν· ἵνα μὴ καὶ τῇ τῷ διαβόλῳ κατεσκευασμένῃ φλογὶ καταστήσωμεν ὑπευθύνους ἑαυτούς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ ταύτης κἀκείνης ἀπαλλαγέντας, πρὸς αὐτοὺς τοῦ Ἀβραὰμ χωρῆσαι τοὺς κόλπους, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΘʹ. Εὑρίσκει οὕτω πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· «Εὑρήκαμεν τὸν Μεσσίαν,» ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.
.
αʹ. Ὁ Θεὸς παρὰ τὴν ἀρχὴν ποιήσας τὸν ἄνθρωπον, οὐκ ἀφῆκεν εἶναι μόνον, ἀλλ' ἔδωκεν αὐτῷ βοηθὸν τὴν γυναῖκα, καὶ συνοικεῖν ἐποίησεν, εἰδὼς ἀπὸ τῆς συσκηνίας ταύτης πολὺ τὸ κέρδος ἐσόμενον. Τί γὰρ εἰ μὴ πρὸς τὸ δέον ἐχρήσατο τῇ εὐεργεσίᾳ ταύτῃ ἡ γυνή; Ἀλλ' ὅμως εἰ τοῦ πράγματος αὐτοῦ τὴν φύσιν τις καταμάθοι, πολλὴν ἀπὸ τῆς συνοικήσεως ταύτης ὄψεται τὴν ὠφέλειαν ἐπὶ τῶν νοῦν ἐχόντων γινομένην. Οὐκ ἐπὶ γυναικὸς δὲ μόνον καὶ ἀνδρὸς, ἀλλὰ κἂν ἀδελφοὶ τοῦτο ποιῶσι, καὶ αὐτοὶ τῆς εὐεργεσίας ἀπολαύσονται. ∆ιὸ καὶ ὁ Προφήτης ἔλεγε· Τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Καὶ ὁ Παῦλος παρῄνει μὴ ἐγκαταλιπεῖν τὴν ἐπισυναγωγὴν τὴν ἑαυτῶν. Καὶ γὰρ τοῦτό ἐστιν ᾧ τῶν θηρίων διεστήκαμεν. ∆ιὰ τοῦτο καὶ πόλεις ἐδειμάμεθα, καὶ ἀγορὰς καὶ οἰκίας, ἵνα ὁμοῦ καὶ μετ' ἀλλήλων ὦμεν, οὐ κατὰ τὴν οἴκησιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἀγάπης σύνδεσμον. Ἐπειδὴ γὰρ ἐνδεὴς ἡμῖν ἡ φύσις παρὰ τοῦ πεποιηκότος ἐγένετο, καὶ οὐκ αὐτάρκης ἐστὶν ἑαυτῇ, συμφερόντως ᾠκονόμησεν ὁ . Θεὸς τὴν ἐντεῦθεν ἔνδειαν λοιπὸν ἐκ τῆς κατὰ τὴν σύνοδον παρ' ἀλλήλων γινομένης ὠφελείας διορθωθῆναι. ∆ιὰ τοῦτο γάμος οἰκονομεῖται, ὥστε τὸ λεῖπον ἑτέρῳ παρ' ἑτέρου πληροῦσθαι, καὶ τὴν ἐνδεῆ γενέσθαι οὕτως αὐτάρκη, ὡς αὐτὴν ἔχειν καὶ θνητὴν γενομένην, τῇ διαδοχῇ μέχρι πολλοῦ τὴν ἀθανασίαν διατηρεῖν. Καὶ ἦν μὲν μακρότερον ἐπεξελθεῖν τούτῳ τῷ λόγῳ, δεικνύντα ὅσα ἀπὸ τῆς πρὸς ἀλλήλους συνόδου τῆς γνησίας καὶ εἰλικρινοῦς τὰ κέρδη τοῖς συνερχομένοις γίνεται· ἀλλ' ἕτερόν ἐστι τὸ κατεπεῖγον νῦν, οὗ δὴ καὶ ἕνεκεν ἡμῖν ταῦτα εἴρηται. Ὁ γὰρ Ἀνδρέας μείνας παρὰ τῷ Ἰησοῦ, καὶ μαθὼν ἅπερ ἔμαθεν, οὐ κατέσχε παρ' ἑαυτῷ τὸν θησαυρὸν, ἀλλ' ἐπείγεται καὶ τρέχει ταχέως παρὰ τὸν ἀδελφὸν, μεταδώσων αὐτῷ τῶν ἀγαθῶν ὧν εἰλήφει. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν ὁ Ἰωάννης, τίνα ἐστὶν ἃ διελέχθη πρὸς αὐτοὺς ὁ Χριστός; πόθεν δὲ καὶ δῆλόν ἐστιν ὅτι διὰ τοῦτο ἔμειναν παρ' αὐτῷ; Ἀπεδείχθη μὲν ἡμῖν τοῦτο καὶ πρώην· ἔξεστι δὲ καὶ ἐκ τῶν τήμερον ἀναγνωσθέντων μαθεῖν. Ὅρα γὰρ τί φησιν οὗτος πρὸς τὸν ἀδελφόν· Εὑρήκαμεν τὸν Μεσσίαν, ὃς ἑρμηνεύεται Χριστός. . Εἶδες πῶς ὅσα ἐν βραχεῖ ἔμαθεν, ἔδειξεν ἐντεῦθεν; Καὶ γὰρ καὶ τὴν τοῦ διδασκάλου ἰσχὺν παρίστησι πείσαντος αὐτοὺς, καὶ τὴν αὐτῶν προθυμίαν ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα μεριμνώντων. Τοῦτο γὰρ τὸ ῥῆμα ψυχῆς ἐστιν ὠδινούσης τὴν παρουσίαν αὐτοῦ, καὶ προσδοκώσης τὴν ἄφιξιν ἄνωθεν, καὶ περιχαροῦς γεγενημένης μετὰ τὸ φανῆναι τὸ προσδοκώμενον, καὶ ἐπειγομένης ἑτέροις μεταδοῦναι τῶν εὐαγγελίων. Τοῦτο ἀδελφικῆς εὐνοίας, τοῦτο φιλίας συγγενικῆς, τοῦτο εἰλικρινοῦς διαθέσεως, ἐν τοῖς πνευματικοῖς σπουδάζειν χεῖρα ὀρέγειν ἀλλήλοις. Ἄκουσον δὲ καὶ τούτου μετὰ τῆς τοῦ ἄρθρου προσθήκης λέγοντος. Οὐ γὰρ εἶπε, Μεσσίαν, ἀλλὰ, τὸν Μεσσίαν· οὕτως ἕνα τινὰ Χριστὸν προσεδόκων, οὐδὲν κοινὸν πρὸς τοὺς ἄλλους ἔχοντα. Θέα δέ μοι καὶ ἐξ αὐτῆς τῆς ἀρχῆς τὴν εὐπειθῆ καὶ εὐήνιον τοῦ Πέτρου διάνοιαν. Εὐθέως γὰρ ἐπέδραμε μηδὲν μελλήσας. Ἤγαγε γὰρ αὐτὸν, φησὶ, πρὸς τὸν Ἰησοῦν. Ἀλλὰ μηδεὶς εὐκολίαν αὐτοῦ καταγινωσκέτω, εἰ μὴ πολλὰ ζητήσας οὕτω τὸν λόγον ἐδέξατο. Εἰκὸς γὰρ καὶ τὸν ἀδελφὸν ἀκριβέστερον εἰρηκέναι αὐτῷ ταῦτα, καὶ διὰ μακρῶν· ἀλλ' οἱ εὐαγγελισταὶ πανταχοῦ πολλὰ ἐπιτέμνουσι βραχυλογίας ἐπιμελούμενοι. Ἄλλως δὲ, οὐδὲ εἴρηται ὅτι ἐπίστευσεν ἁπλῶς, ἀλλ' ὅτι Ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, ἐκείνῳ λοιπὸν παραδώσων, ὥστε τὸ πᾶν παρ' ἐκείνου μαθεῖν· καὶ γὰρ καὶ ὁ ἕτερος μαθητὴς συνῆν καὶ συνεβάλετο πρὸς ταῦτα. Εἰ δὲ ὁ Βαπτιστὴς Ἰωάννης εἰπὼν, ὅτι Ἀμνός ἐστι, καὶ ὅτι ἐν Πνεύματι βαπτίζει, τὴν σαφεστέραν περὶ τούτου διδασκαλίαν ἐπέτρεψε παρ' ἐκείνου μαθεῖν· πολλῷ μᾶλλον Ἀνδρέας ἂν τοῦτο ἐποίησεν, αὐτὸς μὲν οὐχ ἡγούμενος πρὸς τὴν ἐξήγησιν πᾶσαν ἐξαρκεῖν, εἰς δὲ αὐτὴν τοῦ φωτὸς ἕλκων τὴν πηγὴν μετὰ τοσαύτης σπουδῆς καὶ χαρᾶς, ὡς μηδὲ τὸ τυχὸν ἀναβαλέσθαι καὶ μελλῆσαι ἐκεῖνον. Καὶ ἐμβλέψας αὐτῷ, φησὶν, ὁ Ἰησοῦς λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἄρχεται λοιπὸν ἐνταῦθα ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προῤῥήσεων. Οὕτω καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, καὶ ἐπὶ τῆς γυναικὸς τῆς Σαμαρείτιδος. βʹ. Τῶν γὰρ σημείων οὐχ ἧττον αἱ προφητεΐαι προσάγονται, καὶ τὸ ἀκόμπαστον ἔχουσι. Τὰ μὲν γὰρ θαύματα κἂν διαβληθείη παρὰ τοῖς ἀνοήτοις (Ἐν Βεελζεβοὺλ γὰρ, φησὶν, ἐκβάλλει τὰ δαιμόνια), περὶ δὲ τῆς προφητείας οὐδὲν τοιοῦτον ἐλέχθη ποτέ. Ἐπὶ μὲν οὖν τοῦ Σίμωνος καὶ τοῦ Ναθαναὴλ τούτῳ τῆς διδασκαλίας τῷ τρόπῳ κέχρηται. ἐπὶ δὲ Ἀνδρέου καὶ Φιλίππου τοῦτο οὐκ ἐποίησε. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν εἶχον τὴν μαρτυρίαν Ἰωάννου, οὐ μικρὰν παρασκευήν· ὁ δὲ Φίλιππος τοὺς παρόντας ὁρῶν, ἀξιόπιστον τεκμήριον ἐλάμβανε πίστεως. Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται. Ὁ γὰρ τὸν Πατέρα εἰπὼν, δῆλον ὅτι καὶ τὸ μέλλον προῄδει· καὶ μετ' ἐγκωμίου ἡ πρόῤῥησις. Τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος· καὶ δῆλον ἐκεῖθεν. Σκόπει γοῦν ἐπὶ τῆς Σαμαρείτιδος, πῶς μετὰ σφοδρῶν ἐλέγχων ποιεῖται τὴν πρόῤῥησιν. Πέντε γὰρ, φησὶν, ἄνδρας ἔσχες· καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ πολὺν περὶ προφητείας ποιεῖται λόγον, πρὸς τὴν τῶν εἰδώλων δόξαν ἱστάμενος. Ἀπαγγειλάτωσαν γὰρ. ὑμῖν τί μέλλει ἐφ' ὑμᾶς ἔρχεσθαι· καὶ πάλιν· Ἀπήγγειλα καὶ ἔσωσα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· καὶ δι' ὅλης τοῦτο τῆς προφητείας εἰς μέσον ἄγει. Τοῦτο γὰρ μάλιστα ἔργον Θεοῦ, ὅπερ οὐδὲ μιμήσασθαι δύναιντ' ἂν οἱ δαίμονες, κἂν σφόδρα φιλονεικῶσιν. Ἐπὶ μὲν γὰρ τῶν θαυμάτων καὶ φαντασία γένοιτο ἄν· τὸ δὲ τὰ μέλλοντα προειπεῖν μετὰ ἀκριβείας, τῆς ἀκηράτου φύσεως ἐκείνης μόνης ἐστίν. Εἰ δέ που καὶ δαίμονες τοῦτο πεποιήκασιν, ἀλλ' ἀπατῶντες τοὺς ἀνοητοτέρους· ὅθεν καὶ εὐφώρατα αὐτῶν πανταχοῦ τὰ μαντεῖα. Ὁ δὲ Πέτρος οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται· οὐδέπω γὰρ οὐδὲν ᾔδει σαφῶς, ἀλλὰ τέως ἐμάνθανεν. Ὅρα δὲ οὐδὲ ὁλόκληρον τὴν πρόῤῥησιν κειμένην. Οὐ γὰρ εἶπεν, Ἐγώ σε μετονομάσω Πέτρον, καὶ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν ἐπὶ τῇ πέτρᾳ ταύτῃ, ἀλλὰ, Σὺ κληθήσῃ Κηφᾶς. Ἐκεῖνο γὰρ αὐθεντίας ἦν καὶ ἐξουσίας μείζονος. Ὁ δὲ Χριστὸς οὐκ εὐθέως οὐδὲ ἐξ ἀρχῆς τὰ τῆς ἐξουσίας ἐπιδείκνυται πάντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται. Ὅτε γοῦν ἔδωκε τῆς αὐτοῦ θεότητος ἀπόδειξιν, λοιπὸν αὐθεντικώτερον αὐτὸ τίθησι, λέγων· Μακάριος εἶ, Σίμων, ὅτι ὁ Πατήρ μου ἀπεκάλυψέ σοι· καὶ πάλιν· Κἀγώ σοι λέγω· σὺ εἶ Πέτρος, καὶ ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Τοῦτον μὲν οὖν οὕτως ὠνόμασε· τοὺς δὲ περὶ Ἰάκωβον, υἱοὺς βροντῆς. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; ∆εικνὺς ὅτι αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δεδωκὼς, καὶ τὰ ὀνόματα μεταῤῥυθμίζων, ὁ τὸν Ἄβραμ, Ἀβραὰμ καλέσας, καὶ τὴν Σάραν Σάῤῥαν· καὶ τὸν Ἰακὼβ Ἰσραήλ. Πολλοῖς μὲν καὶ ἐκ γενετῆς τὰ ὀνόματα ἔθηκεν, ὡς τῷ Ἰσαὰκ, ὡς τῷ Σαμψὼν, ὡς τοῖς ἐν τῷ Ἡσαΐᾳ καὶ Ὠσηέ· τοῖς δὲ μετὰ τὴν παρὰ τῶν γονέων προσηγορίαν, ὡς τοῖς τε εἰρημένοις, καὶ τῷ Ἰησοῦ τοῦ Ναυή. Ἔθος δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἦν, ἀπὸ τῶν πραγμάτων τὰ ὀνόματα τίθεσθαι, ὅπερ δήπου καὶ Ἠλίας πεποίηκε, Τοῦτο δὲ οὐχ ἁπλῶς γίνεται, ἀλλ' ἵνα τὴν προσηγορίαν ἔχωσιν ὑπόμνημα τῆς εὐεργεσίας τοῦ Θεοῦ, ἵνα μνήμη διηνεκὴς τῆς διὰ τῶν ὀνομάτων προφητείας ἐνηχῆται τοῖς ἀκούουσιν. Οὕτω καὶ τὸν Ἰωάννην ἄνωθεν ἐκάλεσεν. Οἷς μὲν γὰρ ἔμελλεν ἐκ πρώτης ἡλικίας ἡ ἀρετὴ διαλάμπειν, ἐκεῖθεν τὰ ὀνόματα ἐλάμβανον· τοῖς δὲ μετὰ ταῦτα μέλλουσιν ἐπιδιδόναι, μετὰ ταῦτα καὶ ἡ προσηγορία ἐτίθετο.
γʹ.Ἀλλὰ τότε μὲν διάφορα ἕκαστος ἐλάμβανεν ὀνόματα· νῦν δὲ ἓν πάντες ἔχομεν, τὸ πάντων μεῖζον ἐκεῖνο, τὸ Χριστιανοὶ προσαγορεύεσθαι, καὶ υἱοὶ τοῦ Θεοῦ, καὶ φίλοι καὶ σῶμα. Ἱκανὴ γὰρ αὕτη ἡ προσηγορία πασῶν μᾶλλον ἐκείνων ἡμᾶς διαναστῆσαι, καὶ ποιῆσαι προθυμοτέρους πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. Μὴ τοίνυν ἀνάξια πράττωμεν τῆς κατὰ τὴν προσηγορίαν τιμῆς, ἐννοήσαντες τὴν ὑπερβολὴν τῆς ἀξίας οἳ τοῦ Χριστοῦ καλούμεθα. Οὕτω γὰρ ἡμᾶς Παῦλος ὠνόμασεν. Ἐννοήσωμεν καὶ αἰδεσθῶμεν τῆς προσηγορίας τὸ μέγεθος. Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι· ἡμεῖς οὐ στρατηγοῦ, οὐδὲ ἄρχοντός τινος τῶν ἐπὶ γῆς, οὐκ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν Σεραφὶμ, ἀλλ' αὐτοῦ τοῦ τούτων βασιλέως καλούμενοι ἀπὸ τῆς προσηγορίας, οὐχὶ καὶ τὴν ψυχὴν αὐτὴν προησόμεθα, . ὥστε μὴ ὑβρίσαι τὸν τιμήσαντα. Οὐκ ἴστε τὰ τάγματα τὰ βασιλικὰ τῶν ἀσπιδηφόρων καὶ λογχοφόρων τὰ περὶ τὸν βασιλέα, πόσης ἀπολαύει τιμῆς; Οὕτω καὶ ἡμεῖς ἐγγὺς αὐτοῦ γενέσθαι καταξιωθέντες καὶ πολλῷ πλησιαίτερον, καὶ τοσούτῳ ἐγγύτερον τῶν εἰρημένων, ὅσῳ τὸ σῶμα τῇ κεφαλῇ μᾶλλον τούτων πλησίον ἐστὶ, πάντα πράττωμεν δι' ὧν τὸν Χριστὸν μιμησόμεθα. Τί οὖν φησιν ὁ Χριστός; Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Τοῦτο μὲν οὖν ἂν ἀπαιτήσωμεν παρ' ὑμῶν, φορτικὸν ἴσως καὶ ἐπαχθὲς εἶναι δόξει τοῖς πολλοῖς· διὸ τὴν μὲν ἀκρίβειαν ταύτην ἀφίημι, διὰ τὴν ὑμετέραν ἀσθένειαν, ἀξιῶ δὲ μὴ προσηλῶσθαι τοῖς χρήμασιν, ἀλλ' ὥσπερ ἐγὼ τῆς ὑπερβολῆς ἀφίσταμαι τῆς κατὰ τὴν ἀρετὴν διὰ τὴν ἀσθένειαν τὴν τῶν πολλῶν, οὕτω καὶ ὑμᾶς τῆς κατὰ τὴν κακίαν ἀποστῆναι, καὶ πολλῷ πλέον. Οὐκ ἐγκαλῶ τοῖς οἰκίας ἔχουσι, καὶ ἀγροὺς, καὶ χρήματα, καὶ ἀνδράποδα· ἀλλὰ μετὰ ἀσφαλείας ταῦτα κεκτῆσθαι βούλομαι καὶ μετὰ τοῦ πρέποντος. Τί δέ ἐστι, μετὰ τοῦ πρέποντος; Ἐν τάξει δεσποτῶν, καὶ μὴ δούλων, ὥστε κρατεῖν αὐτῶν, καὶ μὴ κρατεῖσθαι ὑπ' αὐτῶν, ὥστε κεχρῆσθαι αὐτοῖς, καὶ μὴ παρακεχρῆσθαι. Χρήματα διὰ τοῦτο εἴρηται, ἵνα αὐτοῖς εἰς τὰς ἀναγκαίας χρώμεθα διακονίας, οὐχ ἵνα φυλάττωμεν· τοῦτο γὰρ οἰκέτου, δεσπότου δὲ ἐκεῖνο· δούλου, τὸ τηρεῖν, τὸ δὲ ἀναλίσκειν, κυρίου καὶ πολλὴν ἔχοντος τὴν ἐξουσίαν. Οὐ διὰ τοῦτο ἔλαβες, ἵνα αὐτὰ καταχώσῃς, ἀλλ' ἵνα αὐτὰ διανείμῃς. Εἰ δὲ ἐβούλετο αὐτὰ ὁ Θεὸς φυλάττεσθαι, οὐκ ἂν αὐτὰ ἀνθρώποις ἔδωκεν, ἀλλ' εἴασεν ἂν ἐν τῇ γῇ κείμενα . μένειν. Ἐπειδὴ δὲ βούλεται αὐτὰ δαπανᾶσθαι, διὰ τοῦτο αὐτὰ ἡμᾶς εἴασεν ἔχειν, ἵνα ἀλλήλοις μεταδῶμεν. Ἂν δὲ παρ' ἑαυτοῖς κατέχωμεν, οὐκ ἔτι δεσπόται τούτων ἐσμέν. Εἰ δὲ βούλει αὐτὰ πλείω ποιῆσαι, καὶ διὰ τοῦτο κατέχεις, καὶ ἐνταῦθα αὕτη πασῶν ἀρίστη μέθοδος, τὸ σκορπίσαι καὶ πανταχοῦ διανεῖμαι. Οὐδὲ γὰρ ἔνι γενέσθαι πρόσοδον δαπάνης χωρὶς, οὐδὲ πλοῦτον ἄνευ ἀναλωμάτων. Τοῦτο καὶ ἐν τοῖς βιωτικοῖς γινόμενον ἴδοι τις ἄν. Οὕτως ὁ ἔμπορος, οὕτως ὁ γεωργὸς, ὁ μὲν τὰ σπέρματα, ὁ δὲ τὰ χρήματα ἐκβάλλοντες· καὶ γὰρ θάλασσαν ὁ μὲν πλεῖ τοῦ σκορπίσαι τὰ ἑαυτοῦ, ὁ δὲ ἐνιαυτὸν ὁλόκληρον μοχθεῖ, τὰ σπέρματα καταβάλλων καὶ θεραπεύων. Ἐνταῦθα δὲ οὐδενὸς δεῖ τούτων, οὐ κατασκευάσαι πλοῖον, οὐ ζεῦξαι βοῦς καὶ ἀρόσαι γῆν, οὐκ ἀνωμαλίαν ἀέρων μεριμνᾷν, οὐ χαλάζης καταβολὴν φοβηθῆναι· οὐκ ἔνι κύματα ἐνταῦθα, οὐδὲ σκόπελος· οὗτος ὁ πλοῦς καὶ οὗτος ὁ σπόρος ἑνὸς δεῖται μόνου, τοῦ ῥῖψαι τὰ ὄντα· τὰ δὲ λοιπὰ ἅπαντα ὁ γεωργὸς ἐκεῖνος ποιήσει, περὶ οὗ φησιν ὁ Χριστός· Ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἔστιν ἀπονητὶ πάντα λαβεῖν, ὕπτιον εἶναι καὶ ῥᾴθυμον· ἔνθα δὲ πολλοὶ μὲν ἱδρῶτες, πολλοὶ δὲ μόχθοι καὶ φροντίδες, καὶ μετὰ ταῦτα τὸ τῶν ἐλπίδων ἄδηλον, πᾶσαν ἐπιδείκνυσθαι προθυμίαν; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου ἀνοηταίνωμεν πρὸς τὴν οἰκείαν σωτηρίαν, ἀλλὰ τὰ φορτικώτερα ἀφέντες, πρὸς τὰ ῥᾷστα καὶ κερδαλεώτερα τρέχωμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου