ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΘʹ Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν γῆν

Σάββατο 29 Οκτωβρίου 2016

ΚΘʹ Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν γῆν




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΚΘʹ Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν  γῆν  αὐτὸς  καὶ  οἱ  μαθηταὶ  αὐτοῦ,  καὶ  ἐκεῖ  διέτριβε  μετ'  αὐτῶν,  καὶ ἐβάπτιζεν.


αʹ. Οὐδὲν τῆς  ἀληθείας  φανερώτερον,  οὐδὲ  ἰσχυρότερον  γένοιτ'  ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται,  καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια  γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν  πολλῶν,  οὐκ  ἄλλῳ  τινὶ  τῶν  ἀνθρωπίνων   ἐστὶν  ὑπεύθυ  . νος·  ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος,  καὶ  τοὺς  πρὸς αὐτὴν  καταφεύγοντας,  ὥσπερ ἐν  ἀσφαλεῖ  τειχίῳ φυλάττουσα,   τῇ   τῆς   οἰκείας   δυνάμεως   ὑπερβολῇ,   καὶ   τὰς   μὲν   λαθραίους ἐκτρεπομένη  καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ'  ἑαυτῆς.


Τοῦτο γοῦν καὶ ὁ Χριστὸς τῷ Πιλάτῳ διαλεγόμενος ἐδήλου λέγων· Ἐγὼ πάντοτε παῤῥησίᾳ ἐδίδαξα, καὶ ἐν κρυφῇ ἐλάλησα οὐδέν. Τοῦτο καὶ τότε εἶπε, καὶ νῦν ἔπραξεν. Μετὰ ταῦτα ἦλθεν  εἰς τὴν Ἰου . δαίαν γῆν  αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε, καὶ ἐβάπτιζεν. Ἐν μὲν γὰρ ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνῄει, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι  τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν  θαυμάτων  ὠφέλειαν·  μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην πολλάκις ἤρχετο, ἐπειδὴ καὶ ἐνταῦθα πολλοὶ συνέτρεχον. Τοὺς δὲ πολυοχλοῦντας  ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ' ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Καίτοι προϊών  φησιν ὁ Εὐαγγελιστὴς, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δῆλον, ὅτι καὶ ἐνταῦθα  τοῦτο λέγει, ὅτι αὐτοὶ ἐβάπτιζον  μόνοι. Καὶ τίνος  ἕνεκεν,  φησὶν,  οὐκ  ἐβάπτιζεν;  Προλαβὼν  Ἰωάννης  εἶπεν,  ὅτι  Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. Εἰκότως οὖν οὐκ ἐβάπτιζεν· οἱ δὲ μαθηταὶ τοῦτο ἔπραττον, βουλόμενοι πολλοὺς προσάγειν τῇ σωτηριώδει διδασκαλίᾳ. Καὶ τί δήποτε, τῶν μαθητῶν τοῦ Ἰησοῦ βαπτιζόντων,  οὐκ ἐπαύσατο Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ μεμένηκε καὶ αὐτὸς βαπτίζων, καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον εἰσαγωγῆς τοῦτο ἔπραττε; Τὸ γὰρ εἰπεῖν, Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων  ἐν  Αἰνών· καὶ ἐπαγαγεῖν,  Οὔπω γὰρ ἦν  βεβλημένος  εἰς τὴν  φυλακὴν, δηλοῦντος ἦν, ὅτι ἕως τότε οὐκ ἐπαύσατο τοῦτο ποιῶν. Καὶ τίνος, φησὶν, ἕνεκεν ἕως τότε ἐβάπτιζε; καίτοι γε σεμνοτέρους ἂν ἀπέφηνε  τοὺς μαθητὰς τοῦ Ἰησοῦ, εἴ γε ἐκείνων  ἀρξαμένων  αὐτὸς  ἐπαύσατο. Τίνος οὖν  ἕνεκεν  ἐβάπτιζεν;  Ἵνα  μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἐμβάλῃ, καὶ φιλονεικοτέρους  ἐργάσηται. Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν,  οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰ καὶ τοῦτο προσέθηκε, πολλῷ φιλονεικοτέρους   ἂν  ἐποίησε.  ∆ιὰ  τοῦτο  καὶ  ὁ  Χριστὸς  τότε  μάλιστα  ἤρξατο κηρύττειν, ὅτε ἐκποδὼν ὁ Ἰωάννης ἐγένετο. Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν  Ἰωάννου  καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν  ἐπὶ  τὸν  Χριστὸν μετελθεῖν,  καὶ  μηκέτι  ταῖς  περὶ  ἀμφοτέρων  ἑαυτοὺς σχίζεσθαι γνώμαις.  Χωρὶς δὲ τούτων, καὶ ἐν τῷ βαπτίζειν οὐκ ἐπαύσατο συνεχῶς παραινῶν, καὶ μεγάλα καὶ σεμνὰ δεικνὺς τὰ τοῦ Ἰησοῦ. Ἐβάπτιζε δι' οὐδὲν ἕτερον, ἢ μόνον εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσιν. Ὁ τοίνυν  τοῦτο κηρύττων, πῶς ἂν σεμνοὺς ἀπέφηνε τοὺς μαθητὰς τοῦ Χριστοῦ; Παυσάμενος γὰρ, τοὐναντίον ἂν ἔδοξε ζήλῳ ἢ ὀργῇ τοῦτο ποιεῖν· τῷ δὲ ἐπιμεῖναι  κηρύττων, ἰσχυρότερα ταῦτα ἀπέφηνε.  Οὐ γὰρ  ἑαυτῷ  τὴν  δόξαν  ἐκτᾶτο,  ἀλλὰ  τῷ  Χριστῷ παρέπεμπε  τοὺς ἀκροωμένους, καὶ οὐχ ἧττον  τῶν  μαθητῶν  αὐτῷ  συνέπραττεν,  ἀλλὰ  καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ ἀνύποπτος αὐτοῦ ἡ μαρτυρία ἦν, καὶ πολλῷ μείζονα δόξαν παρὰ πᾶσιν εἶχεν ἐκείνων. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος  ἔλεγεν, ὅτι Ἐξήρχοντο, καὶ  ἐβαπτίζοντο  πρὸς  αὐτὸν  πᾶσα ἡ  Ἰουδαία  καὶ  ἡ  περίχωρος  τοῦ Ἰορδάνου.  Καὶ τῶν  μαθητῶν  δὲ  βαπτιζόντων,  οὐ  διέλιπον  πολλοὶ  πρὸς  αὐτὸν τρέχοντες.  Εἰ δέ τις  ἐξετάζοι, καὶ τί  πλέον  εἶχε  τὸ τῶν  μαθητῶν  βάπτισμα, τοῦ Ἰωάννου;  ἐροῦμεν, ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ . Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Ἵνα γὰρ μὴ ἀεὶ περιτρέχοντες οὕτω συνάγωσι τοὺς ὀφείλοντας   πιστεύειν,  ὅπερ  ἐπὶ  τοῦ  Σίμωνος  ὁ  ἀδελφὸς  ἐποίησε,  καὶ  ἐπὶ  τοῦ Ναθαναὴλ ὁ Φίλιππος, τὸ βαπτίσαι ἐνεστήσαντο, ὥστε δι' αὐτοῦ ἅπαντας ἐπάγεσθαι ἀπονητὶ, καὶ τῇ μελλούσῃ προοδοποιεῖν πίστει. Ὅτι δὲ οὐδὲν πλέον εἶχεν ἀλλήλων τὰ βαπτίσματα, τὰ ἐχόμενα δηλοῖ. Ποῖα δὴ ταῦτα; Ἐγένετο, φησὶ, ζήτησις ἐκ τῶν μαθητῶν  Ἰωάννου  μετὰ Ἰουδαίου  περὶ καθαρισμοῦ. Ζηλοτύπως  γὰρ ἔχοντες  ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς οἱ μαθηταὶ Ἰωάννου, καὶ πρὸς αὐτὸν δὲ τὸν Χριστὸν, ἐπειδὴ εἶδον αὐτοὺς βαπτίζοντας, ἤρξαντο διαλέγεσθαι πρὸς τοὺς βαπτιζομένους, ὡς τοῦ παρ' αὐτοῖς βαπτίσματος πλέον τι τοῦ τῶν μαθητῶν τοῦ Χριστοῦ ἔχοντος. Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον. Ὅτι γὰρ αὐτοὶ οἱ ἐπιδραμόντες εἰσὶν, ἀλλ' οὐκ ἐκεῖνος ἐζήτησεν, ἄκουσον πῶς τοῦτο ὁ Εὐαγγελιστὴς ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαῖός τις μετ' αὐτῶν ἐζήτησεν, ἀλλ' ὅτι ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου ἐγένετο μετὰ Ἰουδαίου τινὸς περὶ καθαρισμοῦ. βʹ. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς  ἐχρήσατο τῷ  λόγῳ· ἀλλ' ὅση δύναμις,  παραμυθεῖται  τὸ ἔγκλημα,  ζήτησιν γενέσθαι  ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες  ἔρχονται  πρὸς αὐτόν· τουτέστιν,  ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες,  Ὧ σὺ μεμαρτύρηκας·  οἷον,  ὃν  σὺ λαμπρὸν  ἔδειξας,  καὶ  περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς  ἀναμνῆσαι τῆς ἄνωθεν  κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως·  ἀλλὰ  τί; Ὃς ἦν  μετὰ σοῦ πέραν  τοῦ  Ἰορδάνου,  ᾧ  σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν,  ὃς ἡμῶν  πλέον  εἶχεν  οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον  ᾤοντο  παρακνίζειν  αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα  δὲ  ἔλεγον,  ἀτελέστερον  ἔτι  διακείμενοι,  καὶ  οὐδέπω  φιλοτιμίας   ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ  πάλιν  ἀποσχισθέντες  ἕτερόν  τι  κακὸν  ἐργάσωνται·  ἀλλὰ  τί  φησι; Οὐδεὶς δύναται ἀνθρώπων  λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους  ἀθρόον  καὶ  ἐκ προοιμίων  διδάξαι  τὸ  πᾶν·  ἀλλὰ  θέλει  τέως αὐτοὺς  καταπλῆξαι  καὶ  φοβῆσαι,  καὶ  δεῖξαι  ὅτι  οὐχ  ἑτέρῳ,  ἀλλ'  ἢ  τῷ  Θεῷ πολεμοῦσιν,  αὐτῷ  πολεμοῦντες.  Ὅπερ οὖν  καὶ  ὁ Γαμαλιὴλ ἔλεγεν·  Οὐ δύνασθε καταλῦσαι  αὐτὸ,  μήποτε  καὶ  θεομάχοι  εὑρεθῆτε· τοῦτο  καὶ  αὐτὸς  λανθανόντως ἐνταῦθα   κατασκευάζει.  Τὸ  γὰρ  εἰπεῖν,   Οὐδεὶς  δύναται   λαμβάνειν,   ἐὰν  μὴ  ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δη . λοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον  ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως  διελύθησαν  καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν  αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα   δὲ  οὐ  τοιαῦτα·   οὐκ  ἄρα  ἀνθρώπινα.   Καὶ  ὅρα  πῶς  ὅτε  εἶπον,  Ὧ  σὺ μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς  αὐτοὺς  αὐτὸ  περιέτρεψεν.  Καὶ γὰρ  πρότερον  δείξας  ὅτι  οὐ  παρὰ τῆς  αὐτοῦ μαρτυρίας τὸ λάμψαι  αὐτῷ  γέγονε,  μετὰ ταῦτα  ἐντεῦθεν  αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. ∆ιὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες,  Ὧ σὺ μεμαρτύρηκας, οὐ μόνον  οὐδὲν  ἠλάττωται  ἐκ τοῦ τὴν  ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ  πλεονεκτεῖ  μάλιστα ἐκ τούτου· ἄλλως  τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν  οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· ∆ιάκονός εἰμι, καὶ τὰ τοῦ  πέμψαντος  λέγω,  οὐκ ἀνθρωπίνῃ  χάριτι  κολακεύων  αὐτὸν,  ἀλλὰ  τῷ  Πατρὶ αὐτοῦ τῷ πέμψαντί  με διακονούμενος.  Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον  δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν  πραγμάτων  ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς  παραστῆσαι βουλόμενος,  ἅμα δὲ καὶ συγκαταβαίνων  αὐτῶν  τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ∆ιὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι  τοῖς  γινομένοις,  φίλον  ἑαυτὸν  ἐκάλεσε τοῦ  νυμφίου,  δεικνὺς  ὅτι  οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδρα . χαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι,  τοσοῦτον  ἀπέχω  τοῦ  ἀλγῆσαι  τοῖς  πραττομένοις,  ὅτι  τότε  μάλιστα  ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη  τῷ νυμφίῳ,  τότε ἂν ἐδήχθην·  ἀλλ' οὐχὶ  νῦν,  φησὶν,  ὅταν  τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν  ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει  τὸν  νυμφίον  ἡ νύμφη.  Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ  λέγοντες,  ὅτι Πάντες  ἔρχονται  πρὸς  αὐτόν.  Τοῦτο γὰρ  καὶ  ἐσπούδαζον, καὶ  διὰ  τοῦτο  πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ.

γʹ. Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου; Ἀπὸ τῆς παραβολῆς τὸν λόγον μετήγαγεν ἐπὶ τὸ προκείμενον. Ἐπειδὴ γὰρ νυμφίου καὶ νύμφης ἐμνημόνευσε, δείκνυσιν, ἡ νυμφαγωγία  πῶς γίνεται, ὅτι διὰ φωνῆς καὶ διδασκαλίας. Οὕτω γὰρ καὶ ἡ Ἐκκλησία ἁρμόζεται τῷ Θεῷ. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. ∆ιὰ ταύτην οὐκοῦν ἐγὼ χαίρω τὴν φωνήν.  Καὶ τὸ  Ὁ ἑστηκῶς  δὲ, οὐχ  ἁπλῶς  τέθεικεν,  ἀλλὰ  δηλῶν  ὅτι  τὰ  αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν  ἑστάναι χρὴ καὶ ἀκούειν, ἐκείνῳ  παραδόντα τὴν νύμφην· καὶ ὅτι λειτουργός ἐστι καὶ διάκονος, καὶ τὰ τῆς χρηστῆς ἐλπίδος αὐτῷ καὶ τῆς εὐφροσύνης ἐξῆλθεν εἰς ἔργον. ∆ιὸ καὶ ἐπάγει τοῦτο δεικνύς· Αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· τουτέστιν, ἤνυσται παρ' ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει, καὶ πλέον οὐδὲν δυνάμεθα ἐργάσασθαι λοιπόν. Εἶτα οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν τοῦ πάθους αὔξησιν γίνεσθαι κωλύων, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται λέγων, ἀπὸ τῶν εἰρημένων τε καὶ γεγενημένων  ἤδη καὶ ταῦτα πιστούμενος· διὸ ἐπάγει λέγων, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· τουτέστι, τὰ μὲν ἡμέτερα ἔστη, καὶ ἐπαύσατο λοιπὸν,  αὐξάνει δὲ τὰ ἐκείνου. Τοῦτο οὖν ὃ δεδοίκατε, οὐχὶ νῦν ἔσται μόνον, ἀλλὰ καὶ πολλῷ μᾶλλον προϊόν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα λαμπρὰ δείκνυσι τὰ ἡμέτερα. ∆ιὰ τοῦτο δὴ καὶ ἦλθον,  καὶ χαίρω ὅτι τὰ αὐτοῦ πολλὴν ἔλαβε τὴν ἐπίδοσιν, καὶ γέγονε ταῦτα δι' ἅπερ πάντα τὰ παρ' ἡμῶν ἐγένετο.  Εἶδες  πῶς  ἠρέμα  καὶ  μετὰ  πολλῆς  τῆς  σοφίας  τό  τε  πάθος  αὐτῶν κατεπράϋνε,  καὶ τὴν  βασκανίαν  ἔσβεσε, καὶ ἀδυνάτοις  ἐπιχειροῦντας  ἔδειξεν, ᾧ μάλιστα παύεται κακία; ∆ιὰ τοῦτο γὰρ καὶ ᾠκονομήθη, ἔτι ζῶντος αὐτοῦ καὶ βαπτίζοντος, ταῦτα γενέσθαι, ἵνα αὐτὸν μάρτυρα τῆς ὑπεροχῆς ἔχωσι, καὶ μηδεμίαν, εἰ μὴ πείθοιντο, ἀπολογίαν ἔχειν. Οὐδὲ γὰρ ἀφ' ἑαυτοῦ ἐπὶ τὸ ταῦτα εἰπεῖν ἦλθεν, οὔτε ἑτέρων  ἐρωτησάντων·  αὐτοὶ γὰρ ἦσαν καὶ οἱ πυθόμενοι  καὶ οἱ ἀκούσαντες. Οὐδὲ γὰρ οὕτως  ἀφ' ἑαυτοῦ  λέγοντι  ἐπείθοντο,  ὡς  αὐτοκατάκριτον  τὴν  ψῆφον εἶχον, μετὰ τὴν ἐρώτησιν ἀκούοντες ἀποκρινομένου· ὥσπερ οὖν καὶ Ἰουδαῖοι καὶ διὰ τοῦτο μάλιστα δὴ, τὸ οἴκοθεν ἀποστεῖλαι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι ἅπερ ἤκουσαν, καὶ μὴ πεισθῆναι, πάσης ἑαυτοὺς ἀπολογίας ἐξέβαλον. Τί τοίνυν ἐντεῦθεν παιδευόμεθα; Ὅτι πάντων αἴτιον τῶν κακῶν ἡ κενοδοξία. Τοῦτο γὰρ αὐτοὺς ἐπὶ τὴν ζηλοτυπίαν ἤγαγε· τοῦτο πάλιν αὐτοὺς μικρὸν λωφήσαντας διήγειρε· διὸ καὶ προσελθόντες  τῷ  Ἰησοῦ λέγουσι· ∆ιατί οἱ μαθηταί  σου οὐ νηστεύουσι; Φύγωμεν τοίνυν, ἀγαπητοὶ, τὸ πάθος. Ἂν γὰρ τοῦτο φύγωμεν, τῆς γεέννης ἀπαλλαγησόμεθα. Τοῦτο γὰρ  μάλιστα  αὐτοῖς  ἀνάπτει  τὸ  πῦρ· οὕτω  παν  . ταχοῦ  τὴν  ἀρχὴν ἐξέτεινε τὴν ἑαυτοῦ, καὶ ἡλικίαν  πᾶσαν καὶ ἀξίαν κατέχει τυραννικῶς.  Τοῦτο τὰς Ἐκκλησίας ἄνω καὶ κάτω πεποίηκε, τοῦτο καὶ τοῖς πολιτικοῖς λυμαίνεται πράγμασι, τοῦτο καὶ οἰκίας ὁλοκλήρους  ἀνέτρεψε, καὶ πόλεις,  καὶ δήμους καὶ ἔθνη. Καὶ τί θαυμάζεις, ὅπου γε καὶ εἰς τὴν ἔρημον ἐξῆλθε, καὶ πολλὴν αὐτοῦ κἀκεῖ τὴν δύναμιν ἐπεδείξατο; Οἱ γὰρ πολλὰ χρήμασι χαίρειν  εἰπόντες, καὶ τῇ τοῦ κόσμου φαντασίᾳ πάσῃ. καὶ μηδενὶ συγγινόμενοι, καὶ τῆς τυραννικωτέρας  τῶν σωμάτων κρατοῦντες ἐπιθυμίας, οὗτοι πολλάκις, ἁλόντες ὑπὸ κενοδοξίας, πάντα ἀπώλεσαν. ∆ιὰ τοῦτο τὸ πάθος ὁ πολλὰ καμὼν τοῦ μηδὲν καμόντος, ἀλλὰ μυρία ἁμαρτόντος, ὁ Φαρισαῖος τοῦ Τελώνου, διὰ τοῦτο τὸ νόσημα, ἧττον ἔχων ἀπῆλθεν. Ἀλλὰ τὸ μὲν κατηγορεῖν τοῦ πάθους, οὐδὲν ἔργον ἐστὶ, (πάντες γὰρ τὰ αὐτὰ ψηφίζονται), τὸ δὲ ζητούμενον, ὅπως αὐτοῦ περιγενώμεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ἂν ἀντιστήσωμεν δόξαν δόξῃ. Ὥσπερ γὰρ τοῦ τῆς γῆς πλούτου καταφρονοῦμεν,  ὅταν πρὸς ἕτερον ἴδωμεν πλοῦτον, καὶ τῆς ζωῆς ταύτης ὑπερορῶμεν, ὅταν ἐννοήσωμεν  τὴν πολλῷ  ταύτης ἀμείνω· οὕτω καὶ δόξαν τὴν ἐνταῦθα διαπτύσαι δυνησόμεθα, ὅταν τὴν ταύτης ἐννοήσωμεν  μακρῷ σεμνοτέραν, τὴν  ὄντως  δόξαν. Ἡ μὲν γὰρ κενή τις ἐστὶ καὶ . ματαία,  ὄνομα  ἔχουσα πράγματος  ἔρημον· ἐκείνη  δὲ ἀληθὴς,  ἡ ἀπὸ τῶν οὐρανῶν,   οὐκ   ἀνθρώπους,   ἀλλ'   ἀγγέλους   καὶ   ἀρχαγγέλους,   καὶ   τὸν   τῶν αρχαγγέλων   ∆εσπότην,  μᾶλλον  δὲ  μετ'  αὐτοῦ  καὶ  τοὺς  ἀνθρώπους  ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸνἐκεῖθεν  κρότον  σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται  τὰ ἐνταῦθα  κατασχεῖν, οὐδὲ γινόμενα  ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα  ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις  οὐδεὶς  τῶν  τῷ  βασιλεῖ  παρεστηκότων  δορυφόρων,  ἀφεὶς  ἀρέσαι τῷ  τὸ διάδημα ἔχοντι  καὶ ἐπὶ τοῦ θρόνου  καθημένῳ,  κολοιῶν  περιεργάζεται φωνὰς,  ἢ μυιῶν καὶ κωνώπων  περιιπταμένων  καὶ βομβούντων  θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον  αἱ τῶν  ἀνθρώπων  εὐφημίαι διάκεινται.  Εἰδότες τοίνυν  τῶν  ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


 Λʹ Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.

αʹ. ∆εινὸν ὁ τῆς δόξης ἔρως, δεινὸν καὶ πολλῶν  γέμον κακῶν· ἄκανθά τίς ἐστι δυσαπόσπαστος, καὶ θηρίον ἀτίθασσον, καὶ πολυκέφαλον, κατὰ τῶν τρεφόντων αὐτὸ ὁπλιζόμενον. Καθάπερ γὰρ ὁ σκώληξ τὰ ξύλα ἀφ' ὧν τίκτεται διατρώγει, καὶ ὁ ἰὸς τὸν σίδηρον ὅθεν πρόεισι δαπανᾷ, καὶ οἱ σῆτες τὰ ἔρια· οὕτω καὶ ἡ κενοδοξία τὴν τρέφουσαν αὐτὴν ἀπόλλυσι ψυχήν. ∆ιὸ πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε ἀφανίσαι τὸ πάθος. Ὅρα γοῦν  καὶ  ἐνταῦθα  ὅσα ἐπᾴδει  τοῖς  μαθηταῖς  τοῦτο  πάσχουσιν ὁ Ἰωάννης, καὶ μόλις αὐτοὺς καταπραΰνει. Μετὰ γὰρ τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἑτέροις αὐτοὺς ἐπαντλεῖ  λόγοις. Ποίοις δὴ τούτοις; Ὁ ἄνωθεν  ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί  φατε,  ἐκεῖνο  ὑμᾶς  ἀναγκαῖον  εἰδέναι,  ὡς  οὐκ  ἔνι  τὸν  ἐκ  τῶν  οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί  ποτέ  ἐστι, καὶ τί  βούλεται  δηλοῦν;  Τοῦτό ἐστι. ∆είκνυσι γὰρ διὰ τούτου,  ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς  γῆς  δὲ  ὄντα  καὶ  λαλοῦντα  ἑαυτὸν  λέγει,  οὐχ  ὅτι  ἐξ  οἰκείας  διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ . ματαία,  ὄνομα  ἔχουσα πράγματος  ἔρημον· ἐκείνη  δὲ ἀληθὴς,  ἡ ἀπὸ τῶν οὐρανῶν,   οὐκ   ἀνθρώπους,   ἀλλ'   ἀγγέλους   καὶ   ἀρχαγγέλους,   καὶ   τὸν   τῶν ἀρχαγγέλων   ∆εσπότην,  μᾶλλον  δὲ  μετ'  αὐτοῦ  καὶ  τοὺς  ἀνθρώπους  ἐπαινέτας ἔχουσα. Ἂν πρὸς ἐκεῖνο τὸ θέατρον ἴδῃς, ἂν τοὺς ἐκεῖ μάθῃς στεφάνους, ἂν πρὸς τὸν ἐκεῖθεν  κρότον  σεαυτὸν μεταθῇς, οὐδέποτέ σε δυνήσεται  τὰ ἐνταῦθα  κατασχεῖν, οὐδὲ γινόμενα  ἡγήσῃ μεγάλα, οὐδὲ ἀπόντα  ζητήσεις. Καὶ γὰρ ἐν τοῖς βασιλείοις τούτοις  οὐδεὶς  τῶν  τῷ  βασιλεῖ  παρεστηκότων  δορυφόρων,  ἀφεὶς  ἀρέσαι τῷ  τὸ διάδημα ἔχοντι  καὶ ἐπὶ τοῦ θρόνου  καθημένῳ,  κολοιῶν  περιεργάζεται φωνὰς,  ἢ μυιῶν καὶ κωνώπων  περιιπταμένων  καὶ βομβούντων  θόρυβον· οὐδὲν γὰρ τούτων ἄμεινον  αἱ τῶν  ἀνθρώπων  εὐφημίαι διάκεινται.  Εἰδότες τοίνυν  τῶν  ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΛΑʹ Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπιστῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.

αʹ. Πολὺ τῆς συγκαταβάσεως τὸ κέρδος ἐν ἅπασι δείκνυται  πράγμασιν. Οὕτω τὰς τέχνας  κατωρθώσαμεν,  οὐκ  ἀθρόον  παρὰ τῶν  διδασκάλων  πάντα  μανθάνοντες· οὕτω πόλεις ἐδειμάμεθα, ἠρέμα καὶ κατὰ μικρὸν αὐτὰς συνιστῶντες· οὕτω τὴν ζωὴν διακρατοῦμεν  τὴν  ἡμετέραν.  Καὶ μὴ θαυμάσῃς εἰ  ἐπὶ  τῶν  βιωτικῶν  τὸ  πρᾶγμα τοσαύτην ἔχει τὴν ἰσχὺν, ὅπου γε καὶ ἐν τοῖς πνευματικοῖς  πολλὴν  ἄν τις εὕροι ταύτης τῆς σοφίας οὖσαν τὴν δύναμιν. Οὕτω γὰρ καὶ ἠδυνήθησαν ἀπαλλαγῆναι τῆς εἰδωλολατρείας  Ἰουδαῖοι, ἠρέμα καὶ κατὰ μικρὸν ἐναγόμενοι, καὶ μηδὲν ἐξ ἀρχῆς ὑψηλὸν  ἀκούοντες,  μήτε δογμάτων,  μήτε  πολιτείας  ἕνεκεν.  Οὕτω μετὰ τὴν  τοῦ Χριστοῦ  παρουσίαν,  ὅτε   καὶ   ὑψηλοτέρων   δογμάτων   ὁ  καιρὸς  ἦν,   ἅπαντας προσήγοντο  οἱ  ἀπόστολοι,  οὐδὲν  ἐκ  πρώτης  ὑψηλὸν  φθεγγόμενοι.  Οὕτω καὶ  ὁ Χριστὸς τοῖς πλείοσι διελέγετο παρὰ τὴν ἀρχήν. Οὕτω καὶ Ἰωάννης ἐποίησε νῦν, ὡς περὶ ἀνθρώπου διαλεγόμενός τινος θαυμαστοῦ, καὶ τὰ ὑψηλὰ συνεσκιασμένως παρεντιθείς.  Ἀρχόμενος  γοῦν  οὕτως  ἔλεγεν·  Οὐ δύναται  ἄνθρωπος  ἀφ'  ἑαυτοῦ λαμβάνειν οὐδέν. Εἶτα ὑψηλόν τι συνάψας καὶ εἰπὼν, Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστὶ, πάλιν εἰς τὰ ταπεινὰ τὸν λόγον κατάγει, λέγων ἄλλα τε πολλὰ, καὶ ὅτι, Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· εἶτα ἐπάγει, λέγων· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Εἶτα καὶ εἰδὼς ἀπὸ τοῦ λόγου τῆς κολάσεως γινομένη τὴν ὄνησιν, καὶ οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ τοὺς πολλοὺς ἐπαγομένους, ὡς τῇ τῶν φοβερῶν ἀπειλῇ, ἐνταῦθα κατακλείει τὸν λόγον λοιπὸν, καὶ φησίν· Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν  τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Πάλιν κἀνταῦθα ἐπὶ τὸν Πατέρα ἀνάγει  τὸν τῆς κολάσεως λόγον. Οὐ γὰρ εἶπεν, ἡ ὀργὴ τοῦ Υἱοῦ, καίτοι γε αὐτός ἐστιν ὁ κριτής· ἀλλὰ τὸν Πατέρα αὐτοῖς ἐπέστησε, μᾶλλον φοβῆσαι βουλόμενος. Ἆρα οὖν ἀρκεῖ τὸ πιστεῦσαι εἰς τὸν Υἱὸν, φησὶ, πρὸς τὸ ζωὴν ἔχειν αἰώνιον; Οὐδαμῶς. Καὶ ἄκουε τοῦ Χριστοῦ τοῦτο δεικνύντος καὶ λέγοντος· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ ἡ . εἰς τὸ Πνεῦμα δὲ βλασφημία ἀρκεῖ καὶ μόνη εἰς γέενναν ἐμβαλεῖν. Καὶ τί λέγω περὶ μέρους δόγματος; Κἂν γὰρ εἰς τὸν Πατέρα τις καὶ τὸν Υἱὸν ὀρθῶς πιστεύσῃ, καὶ εἰς τὸ Πνεῦμα  τὸ  ἅγιον,  βίον  δὲ  μὴ  ἔχῃ  ὀρθὸν,  οὐδὲν  αὐτῷ  κέρδος  τῆς  πίστεως  εἰς σωτηρίαν. Οὐκοῦν καὶ ὅταν λέγῃ, Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν  Θεὸν, μὴ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν τὸ λεγόμενον.∆εῖ γὰρ ἡμῖν  καὶ βίου καὶ πολιτείας  ἀκριβεστάτης· ἐπεὶ καὶ ἐνταῦθα  εἴρηκεν, Ὁ πιστεύων   εἰς   τὸν   Υἱὸν,  ἔχει   ζωὴν   αἰώνιον·   ἀλλὰ   τὸ  τούτου   ἑξῆς   τέθεικε σφοδρότερον. Οὐδὲ γὰρ ἀπὸ τῶν χρηστῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων  τὸν λόγον ὑφαίνει. Καὶ ὅρα πῶς. Ἐπήγαγε γάρ· Ὁ δὲ ἀπειθῶν  τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθέν φαμεν ἀρκεῖν τὴν πίστιν εἰς σωτηρίαν μόνην. Καὶ δείκνυσι τὰ περὶ βίου πολλαχοῦ τῶν Εὐαγγελίων εἰρημένα.  ∆ιά τοι  τοῦτο  οὐκ εἶπεν,  αὕτη δέ ἐστιν  ἡ αἰώνιος  ζωὴ μόνη· οὐδὲ, ὁ πιστεύων εἰς τὸν Υἱὸν μόνον ἔχει αἰώνιον  ζωήν· ἀλλ' ἐν ἑκατέρῳ τοῦτο ἐμφαίνει, ὅτι ἔχει ζωὴν τὸ πρᾶγμα. Ἂν μέντοι τὰ τῆς πολιτείας μὴ ἀκολουθῇ, πολλὴ ἕψεται ἡ κόλασις. Καὶ οὐκ εἶπε, Μένει αὐτὸν, ἀλλ' Ἐπ' αὐτὸν, δηλῶν ὅτι οὐδέποτε ἀπ' αὐτοῦ ἀποστήσεται. Ἵνα γὰρ μὴ νομίσῃς θάνατον εἶναι πρόσκαιρον τὸ, Οὐκ ὄψεται ζωὴν, ἀλλὰ πιστεύσῃς ὅτι διηνεκὴς ἡ κόλασις, τοῦτο τέθεικε τὸ ῥῆμα, δεικνὺς ὅτι ἐνιζάνει αὐτῷ διηνεκῶς. Ἐποίησε δὲ τοῦτο, διὰ τούτων αὐτοὺς τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστόν. ∆ιόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο. Οὐ γὰρ εἶπεν, ἐὰν πιστεύσητε, καὶ, ἐὰν μὴ πιστεύσητε· ἀλλ' ἐπὶ τοῦ κοινοῦ προάγει τὸν λόγον, ὥστε ἀνύποπτα γενέσθαι τὰ λεγόμενα· καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν.  Ὁ μὲν γὰρ Χριστὸς εἶπεν, ὅτι Ὁ μὴ πιστεύων ἤδη κέκριται· οὗτος δὲ, Οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ'  αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὁμοίως ἦν αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν, καὶ ἕτερον περὶ αὐτοῦ. Τὸν μὲν γὰρ Χριστὸν ἐνόμισαν ἂν φιλαυτίας ἕνεκεν ταῦτα πολλάκις φθέγγεσθαι καὶ κομπάζειν· ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας. Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην  τὴν περὶ αὐτοῦ δό . ξαν ἔσχον λοιπόν. Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας, καὶ ἦλθεν  εἰς τὴν  Γαλιλαίαν. Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες,  βουλόμενοι  διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον,  οὕτως ἀπήγγελλον.  Τί δήποτε οὖν, φησὶν, ἀνεχώρει; Οὐ δειλίας  ἕνεκεν; ἀλλ' ἐκκόπτων αὐτῶν τὴν βασκανίαν, καὶ παραμυθούμενος τὸν φθόνον.  ∆υνατὸς μὲν γὰρ ἦν καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς  σαρκὸς τὴν  οἰκονομίαν.  Εἰ γὰρ  συνεχῶς  κρατούμενος  διέφευγε,  τοῦτο  ἂν ὑπωπτεύθη  παρὰ  πολλοῖς.  ∆ιά τοι  τοῦτο  τὰ  πολλὰ  ἀνθρωπινώτερον   ᾠκονόμει. Ὥσπερ γὰρ ἐβούλετο πιστευθῆναι ὅτι Θεὸς ἦν, οὕτως ὅτι Θεὸς ὢν, σάρκα ἐφόρει. ∆ιὰ τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν μαθητὴν  ἔλεγε· Ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐπετίμησεν, εἰπόντι· Ἵλεώς σοι, οὐ μὴ ἔσται τοῦτο. Οὕτω σφόδρα αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν. βʹ. Ἐπεὶ καὶ τῶν τῆς Ἐκκλησίας δογμάτων οὐ μικρὸν τοῦτο τὸ μέρος ἐστὶ, καὶ τῆς ὑπὲρ ἡμῶν σωτηρίας τὸ κεφάλαιον  τοῦτο, καὶ δι' οὗ πάντα γεγένηται  καὶ κατώρθωται. Οὕτω γὰρ καὶ θάνατος ἐλύθη, καὶ ἁμαρτία ἀνῃρέθη, καὶ κατάρα ἠφανίσθη, καὶ τὰ μυρία εἰσῆλθεν  εἰς  τὸν  βίον  ἡμῶν   ἀγαθά.  ∆ιὸ  μάλιστα  ἐβούλετο  πιστεύεσθαι  τὴν οἰκονομίαν, τὴν ῥίζαν καὶ πηγὴν ἡμῖν τῶν μυρίων γενομένην  ἀγαθῶν. Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα,  οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει. Ἀναχωρήσας γοῦν, πάλιν  τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο, ἀλλὰ μεγάλα  τινὰ  κατασκευάζων  πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν  αὐτὰ,  ἀλλὰ  μετὰ  τῆς  προσηκούσης αὐτῷ  σοφίας,  καὶ  τοῦ  μηδεμίαν καταλιπεῖν  Ἰουδαίοις  μηδὲ ἀναισχύντου  τινὸς  ἀπολογίας  πρόφασιν. Ὅπερ καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἐπήγαγεν, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, δεικνὺς ὁδοῦ πάρεργον αὐτὸν τοῦτο ποιούμενον. Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν. Καθάπερ γὰρ ἐκεῖνοι διωκόμενοι ὑπὸ Ἰουδαίων, τότε ἐπὶ τὰ ἔθνη ἤρχοντο· οὕτω καὶ ὁ  Χριστὸς, ὅτε  αὐτὸν   ἀπήλασαν,  τότε  καὶ  ἐκείνων   ἥπτετο,  ὡς  καὶ  ἐπὶ  τῆς Συροφοινικίσσης ἐποίησε γυναικός. Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν  ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε. ∆ιὰ τοῦτο καὶ οἱ μαθηταὶ ἀπολογούμενοι  ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον  πρῶτον  λαληθῆναι  τὸν  λόγον  τοῦ Θεοῦ· ἐπειδὴ  δὲ ἀναξίους  κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· καὶ αὐτὸς πάλιν,  Οὐκ ἦλθον  εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πάλιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν  τέκνων,  καὶ δοῦναι  τοῖς  κυναρίοις. Ἐπειδὴ δὲ αὐτὸν  ἀπήλασαν, θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ' ἐκείνους ἔρχεται, ἀλλὰ παριών. Παριὼν τοίνυν,  Ἦλθεν εἰς πόλιν  τῆς  Σαμαρείας λεγομένην  Συχὰρ, πλησίον  τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Τίνος ἕνεκεν  ἀκριβολογεῖται  ὁ  Εὐαγγελιστὴς  περὶ  τοῦ  τόπου;  Ἵνα  ὅταν  ἀκούσῃς τῆς γυναικὸς λαλούσης, Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν . ταύτην, μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς ∆είνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ  Ἡσαΐας  φησί·  Καὶ ἡ  κεφαλὴ  Σομόρων,  Ἐφραΐμ·  ἀλλ'  οἱ  κατοικοῦντες  οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος, προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ, ἀνελθὼν  Θεγλὰθ Φαλασὰρ, πόλεις  τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον  εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν  Αἰθιόπων κατέφυγε  συμμαχίαν.  Ἔγνω  τοῦτο  ὁ  Ἀσσύριος, καὶ  ἐπιστρατεύσας, καὶ  ἀνελὼν αὐτοὺς,  οὐκ ἔτι  τὸ ἔθνος  ἐκεῖ μένειν  ἀφίησι, διὰ τὰς  τοιαύτας  τῆς  ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων  τόπων  ἀγαγὼν,  κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν  ἀσφαλῆ αὐτῷ τὴν   ἀρχὴν   εἶναι,   τῶν   οἰκείων   ἐχόντων   τὸν   τόπον.  Τούτων   δὲ  γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν,  καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας τῶν ἐκδοθέντων,  ἐπαφίησι λέοντας  τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο  τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ  τὸν  παραδώσοντα αὐτοῖς  τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ὅμως οὐδὲ οὕτως  ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους  καὶ  πολεμίους,  οἳ  καὶ  ἀπὸ  τοῦ  ὄρους Σαμαρείτας αὐτοὺς  ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν  ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία.  Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν προφητῶν  οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν  μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν   Ἰουδαϊκὴν,   καὶ   ἐφιλοτιμοῦντο    ἐπὶ   τῷ   Ἀβραὰμ,  καὶ   πρόγονον   αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου  ὄντα  ἀπόγονον·  οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων  καὶ τούτους ἐβδελύσσοντο. Ὅθεν καὶ τῷ Χριστῷ ταῦτα ὠνείδιζον  λέγοντες·  Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ ἐπὶ τοῦ καταβάντος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ταύτης ἕνεκεν τῆς ὑποθέσεως  ὁ Χριστὸς Σαμαρείτην εἰσάγει, τὸν  ἔλεον  εἰς  αὐτὸν  πεποιηκότα,  τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον, τὸν βδελυκτὸν παρ' αὐτοῖς· καὶ ἐπὶ τῶν δέκα λεπρῶν, ἀλλογενῆ τὸν ἕνα φησὶ διὰ τοῦτο (Σαμαρείτης γὰρ ἦν)· καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτω λέγων ἐκέλευσεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.

γʹ. Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ  ὁ Εὐαγγελιστὴς, ἀλλὰ  καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν  ἀποβολὴν  τὴν  Ἰουδαϊκὴν πάλαι  γεγενημένην.  Καὶ γὰρ ἐπὶ  τῶν  προγόνων  αὐτῶν  τοὺς τόπους  ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν  αὐτῶν  καὶ  παρανομίαν,  ὄντα  αὐτῶν,  ἀπώλεσαν  οὗτοι.  Οὕτως  οὐδὲν κέρδος, προγόνων  εἶναι . χρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν  οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν  ἐπανῆλθον  εὐθέως·  ἐκεῖνοι  δὲ  τοσαύτας  ὑπομένοντες  τιμωρίας,  οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις   κέχρηται,  ἀλλ'  οὕτω  βαδίζει  συντόνως,   ὡς  καὶ  κοπιᾶσαι  ἐκ  τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. ∆ιὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ ∆αυῒδ ἀνακηρύττων  ἔλεγεν,  Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται,  τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν.  Τοῦτο καὶ Ἰωάννης  ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ∆ός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς  ὁδοιπορίας  εὔτονον  αὐτοῦ,  καὶ  τὸ  περὶ  τὰς  τροφὰς  ἠμελημένον,  καὶ  πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι  ἄρτους  οὐκ  ἐβάσταζον.  Καὶ  ὅταν   πεινῶντας   εἰσάγῃ,  καὶ  τίλλοντας   τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι,  οὐδὲν  ἄλλο  ἢ  τοῦτο  διὰ  πάντων   ἡμᾶς  παιδεύει,  τὸ  καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς  καὶ  ἐνταῦθα,  οὔτε  ἐπιφερομένους   τι,  οὔτε  ἐπειδὴ  μὴ  ἐβάσταζον,  ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης  διανιστάμενοι πρὸ τῶν  ἄλλων  τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ'  ἐκεῖνα  τῶν  ἄλλων   οὕτως  ἁπτόμενοι,  τὰ  βιωτικὰ  πρὸ  τῶν  πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. ∆ιὰ τοῦτο πάντα  ἄνω  καὶ κάτω γίνεται.  Τοὐναντίον  γὰρ ἐχρῆν ἁπάντων  τῶν  πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ  ἀπελθεῖν.   Καίτοι  γε  ἐξῆν  εἴ  γε  ἐβούλετο,  ἢ  μὴ  πάντας   ἐκπέμψαι,  ἢ ἀπελθόντων  ἐκείνων,  ἑτέρους διακόνους  ἔχειν·  ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ'  ἀθρόον εἰς . αὐτὴν  ἀνέβησαν τοῦ οὐρανοῦ τὴν  κορυφὴν,  καὶ πάντων ἐγένοντο   βασιλέων   σεμνότεροι,   ὁμιληταὶ   γενέσθαι   καταξιωθέντες    τοῦ   τῆς οἰκουμένης  ∆εσπότου, καὶ παρακολουθῆσαι τῷ  θαυμαζομένῳ  πάντοθεν.  Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων  συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; Ἤδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον  τὸ γύναιον  ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν  φιλομάθειαν  ἐπιδεικνύμενον.  Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν,  οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν,  οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν.  Τί οὖν;  ἔδει  τοσούτων  σωτηρίαν  ὑπεριδεῖν,  καὶ  προθυμίαν  οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ τῆς  προσηκούσης αὐτῷ  σοφίας πάντα  τὰ παρόντα  οἰκονομεῖ.  Ἐκάθητο μὲν  γὰρ, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων  αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον, ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν, Οὕτως; Οὐκ ἐπὶ θρόνου, φησὶν, οὐκ ἐπὶ προσκεφαλαίου, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ' ἐδάφους. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.

δʹ. Ὅρα πῶς καὶ τὴν γυναῖκα δι' ἄλλο δείκνυσιν ἐξελθοῦσαν, πανταχοῦ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων ἐπιστομίζων ἀντιλογίαν, καὶ ἵνα μή τις λέγῃ ὅτι ἐναντιοῦται    ἑαυτοῦ   τῷ   προστάγματι,   εἰς   μὲν   πόλιν   κελεύων   μὴ   εἰσιέναι Σαμαρειτῶν, Σαμαρείταις δὲ διαλεγόμενος.  ∆ιὸ καὶ τὸ, Ἀπεληλύθεισαν οἱ μαθηταὶ αὐτοῦ  εἰς  τὴν  πόλιν,  ἵνα  τροφὰς  ἀγοράσωσι, τέθεικεν  ὁ  Εὐαγγελιστὴς, πολλὰς εἰσάγων αἰτίας τῆς πρὸς αὐτὴν διαλέξεως. Τί οὖν ἡ γυνή; Ἀκούσασα, ∆ός μοι πιεῖν, σφόδρα συνετῶς εἰς κατασκευὴν ἐρωτήσεως τὸν παρὰ τοῦ Χριστοῦ λόγον λαμβάνει, καὶ λέγει· Πῶς σὺ Ἰουδαῖος ὢν, αἰτεῖς παρ' ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Καὶ πόθεν αὐτὸν Ἰουδαῖον ἐνόμιζεν εἶναι; Ἀπὸ τοῦ σχήματος ἴσως, καὶ ἀπὸ τῆς διαλέξεως. Σὺ δέ μοι σκόπει πῶς διεσκεμμένον τὸ γύναιον  ἦν. Εἰ γὰρ ἐχρῆν φυλάξασθαι, τὸν Ἰησοῦν ἐχρῆν, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Σαμαρεῖται τοῖς Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλ', Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται. Ἀλλ' ὅμως ἡ γυνὴ  καίτοι κατηγορίας  ἀπηλλαγμένη,  ἐπειδὴ ἐνόμισεν ἕτερον αὐτῇ ἀντιπίπτειν, οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ' ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ἀλλ' ἐκεῖνο ἄν τις διαπορήσειε, πῶς ὁ Ἰησοῦς ἐζήτησε παρ' αὐτῆς πιεῖν, τοῦ νόμου οὐκ ἐπιτρέποντος; Εἰ γὰρ λέγοι τις, ὅτι τῷ προειδέναι μὴ δώσουσαν, δι' αὐτὸ μὲν οὖν τοῦτο οὐδὲ αἰτῆσαι ἐχρῆν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀδιάφορον αὐτῷ λοιπὸν ἦν τὰς τοιαύτας ἐκβάλλειν παρατηρήσεις. Ὁ γὰρ τοὺς ἄλλους ἐνάγων εἰς τὸ λύειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰς ἂν παρέδραμεν. Οὐ γὰρ τὸ εἰσπορευόμενον, φησὶ, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Οὐ μικρὰ δὲ κατηγορία γένοιτ' ἂν τῶν  Ἰουδαίων  ἡ πρὸς τὴν  γυναῖκα  διάλεξις,  διότι  ἐκεῖνοι  μὲν  πολ . λάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν  Σαμαρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούεσθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας.  ∆ιὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων  σοι, ∆ός μοι  πιεῖν·  σὺ ἂν  ᾔτησας  αὐτὸν,  καὶ  ἔδωκεν  ἄν  σοι ὕδωρ  ζῶν. Πρότερον δείκνυσιν  ἀξίαν  οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι·  καὶ τότε  ἑαυτὸν ἐκκαλύπτει.  Καὶ γὰρ  ἔμελλεν  εὐθέως  μαθοῦσα  ὅστις  ἐστὶν,  ὑπακούσεσθαι  καὶ προσέξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων  οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύμησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς ταπεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων  δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται  ἄνθρωπος  γεννηθῆναι  γέρων  ὤν·  καὶ  πάλιν·  Μὴ δύναται  εἰς  τὴν κοιλίαν  τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;  Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ' ἐμοῦ, ἀλλὰ  σαυτῷ παρέσχες ἂν προτέρῳ· νῦν  δὲ κομπάζεις. Ἀλλ' οὐδὲν τούτων  εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν  αἰτεῖς  παρ' ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον,  καὶ ἐχθρὸν  διαλεγομένη·  Μή μοι γένοιτό  σοι μεταδοῦναι  ἀνθρώπῳ πολεμίῳ  καὶ τοῦ ἔθνους  ἡμῶν  ἠλλοτριωμένῳ.  Καὶ μετὰ ταῦτα  πάλιν  ἀκούσασα μεγάλα  λέγοντος,  ἐφ'  ᾧ  μάλιστα  δάκνονται   οἱ  ἐχθροὶ,  οὐ  κατεγέλασεν,  οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν  τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δεικνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόημα μέγα καὶ ὑψηλόν.  Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ' αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, οὐδὲν ἄλλο αἰνιττομένης  ἐστὶν, ἀλλ' ἢ ὅτι ἔσχε μὲν ἔννοιαν  μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν,  φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν  ταύτην  ἔδωκε τὴν πηγὴν,  ἑτέρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ' αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελτίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα  οὐκ ἔστι σε ἔχειν, . εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς  μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ  δώσειν ἡμῖν·  Ἀλλ'  οὐχὶ Ἰουδαῖοι οὕτω  προσηνῶς αὐτῷ  διαλέγονται,  καίτοι  καὶ αὐτοῖς  περὶ τῆς αὐτῆς ὑποθέσεως διελέχθη,  τοῦ τοιούτου  μνημονεύσας ὕδατος· ἀλλ' οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον.

εʹ. Εἰ δὲ γυνὴ  Σαμαρεῖτις τοσαύτην ποιεῖται σπουδὴν ὑπὲρ τοῦ μαθεῖν τι χρήσιμον, καὶ παραμένει τῷ Χριστῷ, καίτοι γε ἀγνοοῦσα αὐτόν· τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες  παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης·  ἀλλ'  ὑπὸ  τὴν  ἕω  καὶ  ὑπὸ  τοιοῦτον  ὄροφον  σκιᾶς  ἀπολαύοντες  καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ' ἀποκναίοντες; Ἀλλ' οὐκ ἐκείνη τοιαύτη, ἀλλ' οὕτω κατέχεται τοῖς λεγομένοις, ὡς καὶ ἑτέρους καλέσαι. Ἰουδαῖοι  δὲ  οὐ  μόνον  οὐκ  ἐκάλουν,  ἀλλὰ  καὶ  τοὺς  βουλομένους  προσελθεῖν ἐκώλυον  καὶ ἐνεπόδιζον· διὸ καὶ ἔλεγον· Μή τις ἐκ τῶν ἀρχόντων  ἐπίστευσεν εἰς αὐτόν; Ἀλλ' ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Μιμησώμεθα τοίνυν  τὴν  Σαμαρεῖτιν·  διαλεχθῶμεν  τῷ  Χριστῷ. Καὶ γὰρ  καὶ  νῦν  μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν καὶ διὰ τῶν μαθητῶν ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν οὖν καὶ πεισθῶμεν. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ τὸν  δοθέντα  ἡμῖν  χρόνον  ἀναλώσωμεν   εἰς  οὐδὲν  δέον,  ἀπελευσόμεθα  δίκην δώσοντες  τὴν  ἐσχάτην  τῆς  ἀκαίρου  δαπάνης.  Οὐ γὰρ  δήπου  ὁ  μὲν  χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν,  λόγον ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος· ὁ δὲ ζωὴν τοιαύτην δαπανήσας μάτην, οὐ δώσει δίκην. Οὐ διὰ τοῦτο ἡμᾶς ὁ Θεὸς ἤγαγεν εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσεν, ἵνα τῷ παρόντι χρησώμεθα μόνον, ἀλλ' ἵνα πάντα πρὸς τὴν μέλλουσαν πραγματευσώμεθα ζωήν. Τὰ γὰρ ἄλογα  μόνα  τῷ  παρόντι  χρήσιμα βίῳ· ἡμεῖς  δὲ διὰ τοῦτο  ψυχὴν  ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκείνης τῆς ζωῆς παρασκευὴν πάντα πράξωμεν. Ἵππων  μὲν γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν  οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ'  ἡ βελτίων  κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν,   ἵνα   τῷ   βασιλεῖ   παραστήκωμεν   διαπαντὸς   ἐν   τοῖς   αἰῶσι   τοῖς ἀπεράντοις. ∆ιὰ τοῦτο γὰρ καὶ ἀθάνατος  γέγονεν  ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν  οὐρανίων  προκειμένων,  ἐννόησον ὅση γίνεται  ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν  ἀνταλλάσσῃ.  ∆ιὰ ταῦτα  καὶ  γέενναν  ἠπείλησεν,  ἅτε  καταφρονούμενος,  ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰ . μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυ . ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |