ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου

Παρασκευή 13 Ιανουαρίου 2017

Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου



Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου.

Καὶ ἐπιθήσας ἐμφύσησον αὐτὴν καὶ ἔχει αὐτῇ θεραπεῦσαι. λαβὼν δὲ ὁ ὄφις ἐκ τῆς πηλοῦ ἀπῄει πρὸς τὴν θήλειαν αὐτοῦ. θεασάμενοι δὲ οἱ ὄχλοι κατηκολούθησαν αὐτὸν ἰδεῖν τί μέλλει ποιεῖν. καὶ βλέπουσι τὴν θήλειαν αὐτοῦ ἑστῶσαν ὀρθὴν ἔξω θεν τῶν καγκέλλων ἔχουσαν φῦμα μέγα καὶ λαβὼν ὁ ὄφις τὸν πηλὸν ἐπιτιθεῖ αὐτὴν καὶ ἐμφυσήσας αὐτῇ παρουσίᾳ πάν των ἐθεράπευσεν αὐτήν. καὶ λαβὼν αὐτὴν ἀνεχώρησεν. καὶ θεασάμενοι οἱ ὄχλοι τὸ μυστήριον ἐδόξασαν τὸν θεόν. Ἕτερον δὲ θαῦμα ἐγένετο ἐν ταῖς ἡμέραις αὐτοῦ. ἐπελθούσης γὰρ τῆς μεγάλης ἀπειλῆς τῶν φόβων ἐπὶ πᾶσαν τὴν οἰκουμένην κατήγοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἀνατολὴ καὶ Ἀντιόχεια δεόμενοι αὐτοῦ ἐπὶ τὸ δυσωπῆσαι τὸν θεόν. πολλαὶ γὰρ πτώσεις ἐγίνοντο οἰκημάτων καὶ θνήσεις ἀνθρώπων ἱκα νῶν, ὥστε καὶ τὸν δίκαιον σὺν τῷ στύλῳ ὥσπερ κάλαμον ὑπὸ ἀνέμου δονεῖσθαι. καὶ σὺν αὐτοῖς δακρύων ἔλεγεν τοῖς ὄχλοις· Ἀδελφοί, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστιν ἕως ἑνός. οὐκ ἀκούετέ μου, ἀλλὰ εἰς τὸ τίς τίνα πλεονεκτή σει αἱ πορνεῖαι ὑμῶν καὶ αἱ ἀδικίαι ὑπερπεριέσσευσαν. ὄντως ὑμῖν ἀδελφοὶ λέγω· εὐκοπώτερόν ἐστιν μοι λαλεῖν μετὰ τοῦ δεσπότου ἢ μεθ᾽ ὑμῶν τῶν ἀπίστων. καὶ κελεύσας παύσασθαι τὸ λιτανεύειν, ἐποίησεν εὐχήν, καὶ πάλιν ἐπέμενεν ἐν τοῖς αὐτοῖς ἡ ἀπειλὴ δονοῦσα τὰ πάντα. καὶ ἐπέτρεψεν αὐτοῖς κράζειν τὸ Κύριε ἐλέησον. καὶ ἐπιμενόντων αὐτῶν ἐπὶ ὥρας ἱκανὰς καὶ κραζόντων αὐτῶν· 




Δὸς ἡμῖν εἰρήνην, ἐποίησεν εὐχὴν μεγάλην. καὶ μετὰ τὸ πληρῶσαι αὐτὸν τὴν εὐχὴν ἀποκριθεὶς εἶπεν τῷ λαῷ· Ἀδελφοὶ ὄντως ὑμῖν λέγω, ὅτι ἀπὸ παντὸς τοῦ πλήθους εἰ μὴ μία ψυχὴ ἄλλη οὐκ εἰσηκούσθη· ἵνα δὲ πείσω ὑμᾶς, ἰδοὺ ἐν τῷ μέσῳ αὐτὸν ποιῶ ἐλθεῖν. καὶ κελεύ σας αὐτὸν ἐλθεῖν παρουσίαν πάντων ἐπερωτᾷ αὐτὸν καὶ λέγει αὐτῷ· Ἀδελφὲ πίστευσόν μοι λέγοντι· ἀπὸ πάντων τούτων σὺ μόνος ἠκούσθης· ἀλλὰ πληροφόρησον πάντας καὶ εἰπὲ ἡμῖν, τί σοι ἀγαθὸν πέπρακται. ἐ〈κεῖ〉νος δὲ οὐκ ἤθελεν λέγων· Ἁμαρτωλός εἰμι, συνχώρησόν μοι. ἀναγκαζομένου δὲ αὐτοῦ ἐπὶ πολὺ ἦλθεν αὐτῷ φωνὴ ἐκ τὸν οὐρανὸν λέγουσα·


Εἰση κούσθη ἡ δέησίς σου. καὶ τοῦ ἀγροίκου ἑστῶτος μεταξὺ παν τὸς τοῦ λαοῦ ἤρξατο αὐτοῖς διηγεῖσθαι ὅτι Ἄνθρωπός εἰμι γεωργὸς καὶ ἔθος μοί ἐστιν, τὸν κόπον μου τῆς ἡμέρας, ὃν ἐὰν κάμω, εἰς τρία μέρη μερίζω αὐτά. καὶ πρῶτον ἀποτίθε μαι τὸ μέρος τῶν πτωχῶν, μετὰ τὸ τέλος τοῦ δημοσίου, καὶ οὕτως τὸ τοῦ ἀναλώματός μου. τοῦτο ποιῶν ἕως τῆς δεῦρο οὐκ ἐπαυσάμην. καὶ πάντες ἀσπαζόμενοι προσεκύνουν αὐτόν. καὶ συνέθλιβον τὸν ἄνδρα εἷς ἕκαστος μαινόμενος ἰδεῖν αὐτόν. Ἰουλιανὸς δέ τις ἄνθρωπος ὑπάρχων Ἀρδαβουρίου οὐκ ἐπαύσατο ἐνοχλῶν Ἀρδαβουρίῳ λέγειν· Ἐπίτρεψόν μοι καὶ ἀνελθὼν κατα〈φέρω αὐτὸν〉 ἐκ τοῦ κίονος καὶ πληρῶ αὐτὸν  καὶ ὁρμήσαντος πρὸς αὐτὸν καὶ θήσαντος 〈σκά〉λαν εἰς τὸν κίονα ἀνῆλθεν Ἰουλιανὸς ὁ προσδοκῶν αὐτὸν καταγαγεῖν. καὶ ἀνελθὼν ἕως τρίτου βασμίδος ἀπέστη ἡ σκάλα ἀπὸ τοῦ κίονος καὶ ἐκρεμάσθη ἀπὸ τῆς γῆς ὡς ἀπὸ πηχῶν τεσσάρων, καὶ ἐκρέμετο εἰς τὸν ἀέρα. καὶ πάντες ἐθαύμαζον ἐπὶ τῇ θέᾳ τῇ γινομένῃ· καὶ διαπονηθεὶς Ἀρδαβούριος ἔτεινεν τὸ τόξον αὐτοῦ βουλόμενος αὐτὸν τοξεῦσαι καὶ εὐθέως ἐνάρ κησεν αὐτοῦ ἡ χεὶρ καὶ οὐκ ἴσχυσεν ἀπολ〈ῦσαι〉 τὴν σαγίταν. οὐ μόνον δὲ ἐχειράγρησεν ἀλλὰ καὶ ἐποδάλγησεν ἕως τῆς τε λευτῆς αὐτοῦ.] Ἔστη οὖν ὁ μακάριος ἐν διαφόροις κίοσιν ἔτη τεσσα ράκοντα καὶ ἑπτὰ καὶ μετὰ ταῦτα πάντα ἐπεζήτησεν αὐτόν· καὶ ἦν ἡμέρα παρασκευή· καὶ ἦν κεκλεισμένος εἰς εὐχὴν καὶ ὡς ἔθος εἶχεν, ἐποίησεν ὅλην τὴν παρασκευὴν καὶ τῷ σαββάτῳ καὶ τῇ κυριακῇ καὶ οὐκ ἀνένευσεν, ὡς ἔθος εἶχεν, εὐλογεῖν τοὺς κεκλικότας τὰ γόνατα. καὶ ὡς εἶδον τοῦτο, ἀνῆλθον πρὸς αὐτὸν καὶ εἶδον τὸ πρόσωπον αὐτοῦ καὶ ἦν ἐξαστράπτον ὡς ὁ ἥλιος. καὶ καθὼς εἶχεν ἔθος τοῦ λαλεῖν μοι, οὐδέν μοι ἀπ εκρίνατο. κἀγὼ ἔλεγον ἐν ἑαυτῷ, ὅτι ἀνεπάη· καὶ πάλιν ἠπί στουν καὶ ἐφοβούμην ἐγγίσαι αὐτῷ καὶ τολμήσας λέγω αὐτῷ· Κύριέ μου, διὰ τί μοι οὐ λαλεῖς καὶ τελεῖς τὴν εὐχήν σου; ὁ κόσμος ἐκδέχεται, ἵνα εὐλογηθῇ, ἰδοὺ τρεῖς ἡμέραι. καὶ στὰς πάλιν ὥραν μίαν λέγω αὐτῷ·


Οὐδέν μοι ἀποκρίνῃ, κύριέ μου. καὶ ἐκτείνας μου τὴν χεῖρα ἡψάμην τοῦ πώγωνος αὐτοῦ καὶ ὡς εἶδον, ὅτι μαλθακώτερον ἦν τὸ σῶμα αὐτοῦ, ἔγνων, ὅτι ἐτελεύτησεν· καὶ θεὶς τὸ πρόσωπόν μου ἐν ταῖς χερσίν μου ἔκλαυσα πικρῶς καὶ κύψας ἐφίλησα αὐτοῦ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν πώγωνα καὶ παρεπάρας αὐτοῦ τὸ ἱμάτιον ἐφίλησα τοὺς πόδας αὐτοῦ καὶ κρατήσας τὴν χεῖρα αὐτοῦ ἔθηκα ἐπὶ τοὺς ὀφθαλμούς μου. καὶ ἐν ὅλῳ τῷ σώματί μου καὶ ἐν τοῖς ἱματίοις αὐτοῦ ἦν ὀσμὴ μύρου, ὥστε εὐφραν θῆναι ἀπὸ τῆς εὐωδίας ἐκείνης. καὶ στὰς ὡς ἡμιώριον προσ έσχον τῷ τιμίῳ αὐτοῦ λειψάνῳ καὶ ἰδοὺ ἐσείσθη τὸ σῶμα αὐτοῦ ἅμα τῷ στύλῳ καὶ ἤκουσα φωνῆς λεγούσης· Ἀμὴν ἀμὴν ἀμήν, καὶ ἐκ τοῦ φόβου εἶπον· Εὐλόγησόν με, κύριε, καὶ μνήσθητί μου ἐν τῇ καλῇ σου ἀναπαύσει. Καὶ κατῆλθον καὶ οὐκ ἐφανέρωσά τινι τὸ μυστήριον, ἵνα μὴ θόρυβος γένηται, ἀλλὰ διὰ πιστοῦ ἀνδρὸς ἐσήμανα τῷ ἐπισκόπῳ Ἀντιοχείας Μαρτυρίῳ καὶ τῷ στρατηλάτῃ Ἀρδα βουρίῳ. καὶ τῇ ἑξῆς ἡμέρᾳ ἔρχεται ὁ ἐπίσκοπος Ἀντιοχείας μετὰ καὶ ἄλλων ἓξ ἐπισκόπων· ἔρχεται δὲ καὶ ὁ Ἀρδαβούριος μετὰ ἑξακοσίων ὀνομάτων, ἵνα μὴ συναχθέντων τῶν χωρίων ἁρπάσωσι τὸ τίμιον αὐτοῦ λείψανον· οὕτως γὰρ καὶ ἐσκέ πτοντο. ἐγένοντο δὲ κορτῖναι κύκλῳ τοῦ στύλου αὐτοῦ. καὶ ἀνέρχονται τρεῖς ἐπίσκοποι καὶ φιλοῦσι τὰ ἱμάτια αὐτοῦ εἰπόν τες τρεῖς ψαλμοὺς καὶ ἀνήνεγκαν γλωσσόκομον μολύβδινον καὶ ἔθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον καὶ καταφέρουσιν αὐτὸ διὰ μαγγάνων καὶ τότε ἔγνωσαν πάντες, ὅτι ἐτελεύτησεν ὁ ἅγιος Συμεών, ὥστε καὶ τοὺς Σαρακηνοὺς πάντας συναχθῆναι ἐν ὅπλοις μετὰ καμήλων βουλομένων καὶ αὐτῶν ἁρπάσαι τὸ λείψανον. καὶ γίνεται σύγχυσις τοῦ ὄχλου ὥστε μὴ φαίνεσθαι τὸ ὄρος ἐκ τοῦ πλήθους καὶ τοῦ καπνοῦ τῶν θυμιαμάτων καὶ τῶν κηρῶν καὶ λαμπάδων τῶν καιομένων, ὧν οὐκ ἦν ἀριθμός. Αἱ δὲ φωναὶ τοῦ κλαυθμοῦ τῶν ἀνδρῶν καὶ γυναι κῶν καὶ παιδίων ἀπῄει ἕως μακρὰν καὶ ὅλον τὸ ὄρος ἐσαλεύετο ἀπὸ τῆς κραυγῆς τῶν πετεινῶν τῶν συναχθέντων καὶ κυκλω σάντων τὴν μάνδραν τοῦ ἁγίου.

Ὡς οὖν κατήγαγον αὐτόν, ἔθηκαν αὐτὸν ἐπὶ τὸ ἀλτάριον τὸ μαρμάρινον, ὃ εἶχεν ἔμπροσ θεν τοῦ στύλου αὐτοῦ τετάρτην ἤδη ἔχων ἡμέραν τελευτήσας. καὶ οὕτως ἥπλωσεν τὸ ἅγιον αὐτοῦ λείψανον ὡς πρὸ ὥρας μιᾶς ἀναπαείς. καὶ πάντες οἱ ἐπίσκοποι ἔδωκαν αὐτῷ τὴν ἀγάπην· τὸ δὲ πρόσωπον αὐτοῦ ἦν φαιδρὸν πάνυ ὡς τὸ φῶς· αἱ δὲ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος ἦσαν ὡσεὶ χιών. ἠθέλησεν δὲ ὁ ἐπίσκοπος Ἀντιοχείας ἆραι τρίχαν τοῦ πώγω νος αὐτοῦ εἰς εὐλογίαν καὶ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ ἐποί ησαν πάντες οἱ ἐπίσκοποι ὑπὲρ αὐτοῦ εὐχὴν κλαίοντες καὶ λέγοντες τῷ ἁγίῳ λειψάνῳ ὅτι Οὐδέν σοι λείπει τῶν μελῶν ἢ τῶν ἱματίων οὔτε πάλιν ἀρεῖ τις ἐκ τοῦ ἁγίου σου καὶ τι μίου λειψάνου. καὶ ταῦτα αὐτῶν λεγόντων μετὰ κλαυθμοῦ ἀπεκατεστάθη ἡ χεὶρ τοῦ ἐπισκόπου ὑγιής. καὶ τότε μετὰ ψαλμῶν καὶ ὕμνων ἔβαλον αὐτὸν ἐν τῷ γλωσσοκόμῳ. Ἐγὼ δὲ ὁ ἁμαρτωλὸς ἐθεώρουν πρὸ πέντε καὶ ἓξ ἡμερῶν τῆς ἀναπαύσεως αὐτοῦ ἄνδραν ἐν στολῇ φοβερᾷ, ᾗ οὐ δύναμαι διηγήσασθαι καὶ τὸ μῆκος αὐτοῦ ὄντα ὡς δύο ἀνθρώπων καὶ λαλοῦντα αὐτῷ τρίτον τῆς ἡμέρας καὶ διδοῦντα αὐτῷ τὴν ἀγάπην. ἐγὼ δὲ ἠθέλησα διηγήσασθαί τισιν τὰ περὶ αὐτοῦ καὶ ὁ νοῦς μου ἡρπάζετο καὶ ἐκωλυόμην τοῦ λαλεῖν ἕως οὗ ἀνεπάη. καθὼς οὖν ἤρχετο πρὸς αὐτὸν ὁ ἀνήρ, ὃν εἶπον, ἐθεώρουν, φησίν, ἐσθίοντας αὐτούς· τὸ δὲ τί ἤσθιον, οὐκ ᾔδειν καὶ ἔψαλλον· τί δὲ ἔψαλλον, οὐκ ᾔδειν, εἰ μὴ μόνον τὸ ἀμήν. καὶ φόβος με περιεῖχεν πρὸς τὴν θέαν τοῦ ἀνδρός.


Ἐπιτιθοῦσιν οὖν τὸ γλωσσόκομον τοῦ ἁγίου ἐπὶ τὴν καροῦχαν καὶ οὕτως μετὰ κηρῶν καὶ θυμιαμάτων καὶ ψαλμῳ δίας ἀποφέρουσιν αὐτὸν εἰς τὴν πόλιν αὐτῶν Ἀντιόχειαν. ἐρχομένων δὲ αὐτῶν ὡς ἀπὸ μιλίων πέντε τῆς πόλεως ἐν τόπῳ λεγομένῳ Μερόπη ἐστάθησαν αἱ μοῦλαι καὶ οὐκ ἐκι νῶντο· μυστήριον γὰρ παράδοξον ἦν ἐκεῖ· ἦν γὰρ ἐκ δεξιῶν τῆς ὁδοῦ μνῆμα. καὶ παρέμενεν αὐτῷ τις ἀνήρ· τὸ δὲ πρᾶγμα τοῦ ἀνδρὸς τοιοῦτον ἦν. ὕπανδρον γυναῖκα ἐφίλει ἐπὶ εἴκοσι χρόνους καὶ οὐκ ἠδυνήθη αὐτῆς κυριεῦσαι. ἐτελεύτησεν δὲ ἡ γυνή, καὶ τιθοῦσιν αὐτὴν ἐν ἐκεῖνο τὸ μνῆμα. καὶ ἵνα πως κερδήσῃ ὁ μισόκαλος τὴν ψυχὴν τοῦ ἀνδρός, ἀπελθὼν ἐν τῷ μνημείῳ παρανοίγει τὴν πλάκα τοῦ μνήματος καὶ συγγίνεται τῷ νενεκρωμένῳ σώματι. καὶ εὐθέως ἐβοβώθη καὶ ἐκρατήθη ἐν τῷ μνήματι καὶ οὐκέτι ἠδύνατο ἀναχωρῆσαι τοῦ τόπου ἐκείνου. παρερχομένων δὲ τῶν ὁδοιπόρων προσεῖχον αὐτῷ καθεζομένῳ ἐν τοῖς βαθμιδίοις τοῦ μνήματος, καὶ ἕκαστος διὰ τὸν θεὸν ἀπέφερεν αὐτῷ, ὃς μὲν ὕδωρ, ὃς δὲ τροφήν. κατὰ βούλησιν δὲ θεοῦ παρερχομένου τοῦ τιμίου λειψάνου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ (lies ὁ) μήτε λαλῶν μήτε ἀκούων τῆς καρού χας ἱσταμένης καὶ τοῦ ὄχλου ἐξῆλθεν ἐκ τοῦ μνήματος κράζων καὶ λέγων· Ἐλέησόν με, ἅγιε τοῦ θεοῦ Συμεών, καὶ ἐπιλαβό μενος τῆς καρούχας, εὐθέως ἠνεῴχθησαν αὐτοῦ τὰ χαλινὰ καὶ αἱ φρένες αὐτοῦ ἦλθον εἰς διάνοιαν. καὶ πάντες ἰδόντες τὸ γεγονὸς ἐδόξασαν τὸν θεόν, ἀπὸ δὲ τῆς κραυγῆς τῶν ἀνθρώ  πων ἐσείετο ὁ τόπος ἐκεῖνος. ὁ δὲ ἄνθρωπος ἔκραζεν· Ἐγὼ σήμερον διὰ σοῦ ἐσώθην, δοῦλε τοῦ θεοῦ, ἀπολωλὼς γὰρ ἤμην τῇ ἁμαρτίᾳ. Ἐξῆλθεν δὲ πᾶσα ἡ πόλις εἰς ὑπάντησιν τοῦ τιμίου λειψάνου λευχημονοῦντες μετὰ κηρῶν καὶ λαμπάδων. καὶ εἰσφέρουσιν αὐτὸν εἰς τὴν ἐκκλησίαν τὴν λεγομένην Κασιανοῦ. καὶ μεθ᾽ ἡμέρας τριάκοντα κελεύει ὁ στρατηλάτης Ἀρδαβού ριος καὶ τίθησιν αὐτὸν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, κἀκεῖθεν πάλιν κατὰ ἀποκάλυψιν θεοῦ οἰκοδομήθη εὐκτήριος ναὸς τοῦ ἁγίου καὶ ὁσίου Συμεὼν καὶ οὕτως μετὰ πολλῆς δόξης καὶ ὕμνων μετέθηκαν τὸ ἅγιον αὐτοῦ λείψανον ἐν τῷ εὐκτηρίῳ ἐκείνῳ. Πολλοὶ δὲ παρεκάλεσαν δεδωκότες χρυσίον καὶ ἀργύ ριον, ἵνα λάβωσιν εὐλογίαν ἐκ τῶν ἁγίων αὐτοῦ λειψάνων. καὶ οὐδενὶ παρέσχεν ὁ ἐπίσκοπος διὰ τοὺς ὅρκους, οὓς ὤμωσεν. πολλαὶ δὲ ἰάσεις ἐπιτελοῦνται ἐν τῷ τόπῳ, ἔνθα ἀπόκεινται τὰ τίμια αὐτοῦ λείψανα διὰ τῆς χάριτος τῆς δοθείσης αὐτῷ παρὰ τοῦ δεσπότου ἡμῶν Χριστοῦ. ἐτελειώθη δὲ ὁ ἅγιος τοῦ θεοῦ Συμεὼν μηνὶ σεπτεμβρίῳ αʹ βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Ἐγὼ δὲ ὁ ἐλάχιστος Ἀντώνιος παραμονάριος ὢν ἐκ μέρους ἱστόρησα· τίς γὰρ ἠδύνατο κατ᾽ ἀξίαν τὰ θαύματα αὐτοῦ καὶ τὰς ἰάσεις συγγράψασθαι εἰ μὴ ἐκ μέρους εἰκάσαι τὰς ἀχράντους αὐτοῦ πράξεις εἰς ἔπαινον καὶ δόξαν θεοῦ εἰς τοὺς αἰῶνας, ἀμήν:]


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |