ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου·

Παρασκευή 13 Ιανουαρίου 2017

Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου·



Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου·
καὶ πάντων τούτων τὰ ὅμοια ἠμφίεσμαι. ἐξεπλήττετο δὲ ὁ ἀρχιμανδρίτης ἐπὶ τῇ συνετῇ αὐτοῦ ἀποκρίσει, ὅτι ἄγροικος ὢν πῶς κατηνύγη εἰς τὸν φόβον τοῦ θεοῦ. καλέσας δὲ ὁ ἀρχιμανδρίτης ἰατροὺς δύο, μετὰ πολλῶν μόχθων καὶ πόνων ὡς νομίζεσθαι αὐτὸν τεθνηκέναι, ἀπέσπασαν ἀπ᾽ αὐτοῦ τὸ σχοινίον † ἀπὸ τῶν σαρ κῶν τῶν κεκολλημένων ἐν αὐτῷ, καὶ ἐπιμελησάμενοι αὐτοῦ ἡμέρας πεντήκοντα ὠφέλησαν αὐτὸν ἐκ μέρους. καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τέκνον, ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ὅπου βούλει Τότε ἐξέρχεται ἐκ τοῦ μοναστηρίου ὁ ἅγιος Συμεών· καὶ ἰδοὺ ἦν παρακείμενον φρέαρ πλησίον τοῦ μοναστηρίου, ἐν ᾧ ὕδωρ οὐχ ὑπῆρχεν ἐν αὐτῷ, πλῆθος δὲ πνευμάτων ἀκα θάρτων πονηρῶν κατῴκει ἐν αὐτῷ· οὐ μόνον δὲ πνευμάτων ἀκαθάρτων, ἀλλὰ καὶ ἀσπίδων καὶ ἐχιδνῶν καὶ ὄφεων καὶ σκορπίων πλῆθος ἀνείκαστον· ὅθεν πάντες ἐφοβοῦντο διελ θεῖν διὰ τοῦ τόπου ἐκείνου. Ἀπῆλθεν δὲ ἐκεῖ ὁ ἅγιος Συμεὼν μηδενὸς εἰδότος καὶ ῥίπτει ἑαυτὸν ἐν τῷ φρέατι ἐκείνῳ, ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ κρύβει ἑαυτὸν ἐν τῷ πλαγίῳ τοῦ φρέατος. Μετὰ οὖν ἑπτὰ ἡμέρας τοῦ ἀναχωρῆσαι αὐτὸν τοῦ μοναστηρίου θεωρεῖ ὁ ἀρχιμανδρίτης κατ᾽ ὄναρ ἀνείκαστον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ κυκλούντων τὸ μοναστή ριον, λαμπάδας κρατούντων καὶ λεγόντων· Ἄρτι κατακαί ομέν σε ἐνταῦθα, εἰ μὴ τὸν δοῦλον τοῦ θεοῦ Συμεὼν παρα δώσεις ἡμῖν. διὰ ποίαν δὲ αἰτίαν ἐδίωξας αὐτόν, τί δὲ ἐποίησεν, ὅτι ἀπέρριψας αὐτὸν ἐκ τοῦ μοναστηρίου, ποῖον δέ ἐστιν τὸ σφάλμα αὐτοῦ; εἰπὲ ἡμῖν, πρίν σε κατακαύσωμεν· οὐκ οἶδας, τί εἶχες ἐν τῷ μοναστηρίῳ σου; οὗτος γὰρ μείζων σου εὑρε θήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ. καὶ δι υπνισθεὶς ὁ ἀρχιμανδρίτης ἔντρομος γενόμενος λέγει τοῖς μοναχοῖς· 



Ὡς ὁρῶ ὅτι ὁ ἄνθρωπος ἐκεῖνος γνήσιος δοῦλος τοῦ θεοῦ τυγχάνει· ἰδοὺ γὰρ πολλὰ κακὰ ἔπαθον κατ᾽ ὄναρ τῇ νυκτὶ ταύτῃ δι᾽ αὐτόν· ἀλλὰ παρακαλῶ ὑμᾶς, ἀδελφοί, διαδράμετέ μοι καὶ εὕρετέ μοι αὐτόν, ἐπεὶ μηδεὶς ἔλθοι ἐξ ὑμῶν ἐνταῦθα. Καὶ ἐξελθόντες ἐζήτησαν ἐν παντὶ τόπῳ αὐτὸν καὶ μὴ εὑρόντες αὐτὸν ἦλθον λέγοντες τῷ ἀρχιμανδρίτῃ· Ὄντως, δέσποτα, οὐκ ἐάσαμεν τόπον, ὅπου οὐκ ἐζητήσαμεν, εἰ μὴ τὸν τόπον, ἐν ᾧ οὐδεὶς τολμᾷ διοδεῦσαι διὰ τὸ πλῆθος τῶν ἀγρίων θηρίων. λέγει αὐτοῖς ὁ ἀρχιμανδρίτης· Τέκνα, ποιή σαντες εὐχὴν καὶ λαβόντες λαμπάδας, ἀπελθόντες κατέλθατε καὶ ἐπιζητήσατε αὐτόν. καὶ ποιήσαντες εὐχὴν ἐπάνω τοῦ φρέατος ἐπὶ ὡρῶν τριῶν ἐχάλασαν ἐν τῷ φρέατι πέντε μοναχοὺς μετὰ σχοινίων λαμπάδας κρατοῦντας· καὶ τὰ ἑρ πετὰ θεωροῦντα εἰς τὰς γωνίας ἔφυγον. ἰδὼν δὲ αὐτοὺς ὁ ἅγιος Συμεὼν ἀνέκραζεν λέγων· Δέομαι ὑμῶν, ἀδελφοὶ καὶ δοῦλοι τοῦ θεοῦ, ἔνδοτέ μοι μικρόν, ἵνα παραδῶ τὸ πνεῦμά μου, ἀρκεῖ γάρ μοι, ὅτι ὃ ἐπεβαλόμην οὐκ ἐπλήρωσα. οἱ δὲ μοναχοὶ βιασάμενοι αὐτὸν μετὰ πολλῆς βίας ἀνήγαγον αὐτὸν ἐκ τοῦ φρέατος, σύροντες αὐτὸν ὡς κακὸν πράξαντα· ἤγαγον δὲ αὐτὸν τῷ ἀρχιμανδρίτῃ. ὁ δὲ ἰδὼν αὐτὸν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· Συγχώρησόν μοι, δοῦλε τοῦ θεοῦ, αὐτός μου γενοῦ καθηγητὴς καὶ δίδαξόν με, ἅπερ ἔχει καὶ δωρεῖται ἡ καρτερία.


Ὁ δὲ ἅγιος Συμεὼν οὐκ ἐπαύετο κλαίων καὶ δεόμενος τοῦ θεοῦ, ποιήσας δὲ ἐν αὐτῷ τῷ μοναστηρίῳ χρόνους τρεῖς ἐξέρχεται μηδενὸς γινώσκοντος, καὶ ἀπέρχεται εἰς ἔρημον τό πον, ἐν ᾧ παρέκειντο χωρία ἱκανά, ἔγγιστα δὲ αὐτοῦ ἦν χω ρίον ἐπιλεγόμενον Γελασοῖς, καὶ οἰκοδομεῖ ἐκεῖ αὐτῷ τόπον μικρὸν ἀπὸ ξηρολίθων, καὶ στήκει μέσον χρόνους τέσσαρας νιφόμενος, βρεχόμενος, καυματούμενος, καὶ πολλοὶ ἀπήρχοντο πρὸς αὐτόν· ἡ δὲ τροφὴ αὐτοῦ ἦν φακὴ βρεκτὴ καὶ τὸ πόμα αὐτοῦ ὕδωρ. Καὶ μετὰ ταῦτα ἐποίησεν ἑαυτῷ στῦλον πηχῶν τεσσάρων καὶ στήκει ἐν αὐτῷ ἔτη ἑπτά, καὶ ἦν ἡ φήμη αὐτοῦ πανταχοῦ διατρέχουσα· καὶ μετὰ ταῦτα οἰκοδομοῦσιν αὐτῷ οἱ ὄχλοι μάνδρας δύο ἀπὸ ξηρολίθου, καὶ ἐπιτιθοῦσιν θύραν τῇ ἔσωθεν μάνδρᾳ καὶ ποιοῦσιν αὐτῷ στῦλον πηχῶν τριάκοντα,καὶ στήκει ἐν αὐτῷ ἔτη δεκαπέντε πολλὰς ἰάσεις ἐπιτελῶν· πολλοὶ γὰρ δαιμονιῶντες ἀπῄεσαν ἐκεῖ καὶ ἐθεραπεύοντο. Ὁ δὲ ἅγιος Συμεὼν ἐμιμεῖτο τὸν καθηγητὴν αὐτοῦ Χριστόν, ὃν καὶ ἐπικαλούμενος χωλοὺς ἐποίει περιπατεῖν,λεπροὺς καθαρίζων, μογγιλάλους ποιῶν λαλεῖν, παραλυτικοὺς τρέχειν, μακρονοσοῦσιν παρέχων ἴασιν, νουθετῶν καὶ παρα καλῶν ἕκαστον· Ἐάν σοι εἴπῃ τις, ὅτι τίς σε ἐθεράπευσεν, λέγε σύ, ὅτι Ὁ θεός με ἐθεράπευσεν· μή σοι δόξῃ εἰπεῖν ὅτι Συμεών με ἐθεράπευσεν, ἐπεὶ πάλιν ἐν τοῖς αὐτοῖς πόνοις εὑρίσκῃ. καὶ τοῦτό σοι λέγω· μηδέποτε ψεύσῃς καὶ ὀμόσῃς τὸν θεόν· εἰ δὲ καὶ ἀνάγκη σοι γίνεται τοῦ ὀμόσαι, κατ᾽ ἐμοῦ τοῦ ταπεινοῦ ὄμνυε, εἴτε μετ᾽ ἀληθείας εἴτε μετὰ ψεύδους· μεγάλη γὰρ ἁμαρτία ἐστὶν καὶ φοβερὸν τὸ ὀμνύειν εἰς τὸν θεόν. Ἀκούσατε φοβερὸν καὶ παράδοξον θαῦμα· ἡ μήτηρ αὐτοῦ διὰ εἴκοσι ἐτῶν μανθάνει, ποῦ ἐστιν ὁ ἅγιος Συμεὼν καὶ δρομαίως ἐλθοῦσα ἠθέλησεν αὐτὸν θεάσασθαι διὰ τοσού των ἐτῶν καὶ πολλὰ κλαίουσα ἐπὶ τὸ ἰδέσθαι αὐτὸν καὶ οὐ συνεχωρήθη θεάσασθαι αὐτόν· ἐπὶ πολὺ δὲ αὐτῆς θελούσης ἁγιασθῆναι ὑπὸ τῶν ἁγίων αὐτοῦ χειρῶν, ἠναγκάσθη ἐπὶ τὸν τοῖχον σκαλαβατᾶν· σκαλαβατοῦσα δὲ ἐπὶ τὸν τοῖχον τῆς μάνδρας ἐρράγη χαμαί, μὴ δυνηθεῖσα θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Συγχώρησόν μοι, μήτηρ τὰ νῦν, καὶ εἴ ἐσμεν ἄξιοι ἐν ἐκείνῳ τῷ αἰῶνι θεωροῦμεν ἀλλήλους. καὶ ὡς ἤκουσεν ταῦτα, πλεῖον ἐκαίετο τοῦ θεάσασθαι αὐτόν. καὶ δηλοῖ αὐτῇ ὁ ἅγιος Συμεών· Παῦσαι, κυρία μου μήτηρ, ἐπειδὴ ἐκ μήκου ἐλήλυθας καὶ ἐκοπίασας δι᾽ ἐμὲ τὸν ταπεινόν, ἀλλὰ θὲς σεαυτὴ〈ν〉 μικρὸν καὶ ἀναπαύουσα ἴσχυσον καὶ μετ᾽ ὀλίγον σε ὁρῶ. ἡ δὲ ἀκούσασα τίθησιν ἑαυτὴν εἰς τὰ πρό θυρα αὐτοῦ καὶ εὐθέως ἀπέδωκεν τὸ πνεῦμα τῷ θεῷ. ἦλθον δὲ οἱ προσμονάριοι ἐπὶ τὸ ἐξυπνῆσαι αὐτήν· καὶ εὗρον αὐτὴν νεκρὰν καὶ ἀνήγγειλαν τῷ ἁγίῳ περὶ αὐτῆς. ὁ δὲ ἀκούσας κελεύει αὐτὴν εἰσενεχθῆναι καὶ τίθησιν αὐτὴν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, καὶ θεασάμενος αὐτὴν μετὰ δακρύων ἤρξατο λέγειν·



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |