ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Xαιρετισμοί Αγία Μαρία η Μαγδαληνή

Τρίτη 21 Μαρτίου 2017

Xαιρετισμοί Αγία Μαρία η Μαγδαληνή



Xαιρετισμοί Αγία Μαρία η Μαγδαληνή
Κοντάκιον. Ἦχος πλ. δ΄. 
Τῇ Ὑπερμάχῳ Στρατηγώ τα Νικητήρια
Τῇ Μυροφόρῳ εὐλαβῶς τὸν ὕμνον στέψωμεν, Μαρίᾳ πάντες ἐν ᾠδαῖς συμφώνως ᾄδοντες, ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ, καὶ παρέχει τὰς ἰάσεις τοῖς προστρέχουσι, τῇ σορῷ χειρὸς αὐτῆς πᾶσιν ἐκ πίστεως, καὶ κραυγάζουσι· Χαίροις Λόγου Μαθήτρια. ( Xαιρετισμοί Αγία Μαρία η Μαγδαληνή)
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἐξεπλάγησαν θεῖοι, τολμήματι τῷ σῷ Μυροφόρε (γ΄)· πῶς ἄτρομος σὺ μόνη νυκτὸς πρὸς τὸν τάφον Χριστοῦ δραμοῦσα, ἔγερσιν κατεῖδες τὴν αὐτοῦ πρώτη· ὢ χάριτος! ἡμεῖς δὲ σοὶ βοῶμεν·
Χαῖρε, αὐγὴ ἡ τηλαυγεστάτη·
χαῖρε, λαμπὰς ἡ παμφαεστάτη.
Χαῖρε, Μυροφόρων σεπτὸν ἀκροθίνιον·
χαῖρε, Ἀποστόλων σοφῶν μηνυτήριον.
Χαῖρε, θείων ἡ οἰκήσασα, σὺν Ἀγγέλοις τοῖς χοροῖς·
χαῖρε, θείας ἀπολαύσασα, Παραδείσου τῆς τρυφῆς.
Χαῖρε, ὅτι τῷ κάλλει ἡλιόμορφος ὤφθης·
χαῖρε, ὅτι τῷ εἴδει ἀστραπὴ καθωράθης.
Χαῖρε, Χριστοῦ ἡ πρώτη μαθήτρια·
χαῖρε, πασῶν τῶν ἄλλων ἡ πρόκριτος.
Χαῖρε, Χριστοῦ τῷ φίλτρῳ φλεχθεῖσα·
χαῖρε, Χριστοῦ στοργῇ ἡ θελχθεῖσα.
Χαίροις, Λόγου Μαθήτρια.




Βλέπουσα ἡ Μρία, ἐν Σταυρῷ τὸν Σωτῆρα, κρεμάμενον ὑπὲρ κόσμου λύτρον, σὺν Μαρίᾳ Παρθένῳ Μητρί, γοερῶς θρηνοῦσα παρειὰς ἔξαινε, καὶ σὺν παρθένῳ Μαθητῇ, ἐν πίστει ἔψαλλε τὸν θεῖον ὕμνον·

Ἀλληλούϊα.



Γνῶσιν ἔνθεον σχοῦσα, Μυροφόρε Μαρία, ἐβόας παρανόμοις ἐντόνως· πῶς τὸν πλάστην Θεὸν τοῦ παντός, Ὃν πᾶσα ἡ κτίσις ὑμνεῖ, Σταυρῷ ἡπλώσατε ἀδίκῳ φθόνῳ ἄθλιοι; Διὸ ὑμνοῦντές σε βοῶμεν·

Χαῖρε, στεῤῥὸν τῆς πίστεως τεῖχος· χαῖρε, πολλὴν ἡ σχοῦσα τὴν γνῶσιν.

Χαῖρε, τῆς Ἁγίας Τριάδος τὸ κήρυγμα· χαῖρε, καθελοῦσα θρησκείαν τὴν ἄθεον.

Χαῖρε, φῶς ἰδοῦσα ἄχρονον, ἐν τῷ Τάφῳ τοῦ Χριστοῦ· χαῖρε, ὅτι τὴν Ἀνάστασιν, ἀνεκήρυξας σπουδῇ.

Χαῖρε, ἡ ἐν καρδίᾳ τρέφουσα θεῖον ζῆλον· χαῖρε, ἡ εὐωδίαν πνέουσα ἐν χειρί σου.

Χαῖρε, κρουνὸς δογμάτων ἀκένωτος· χαῖρε, πηγὴ θαυμάτων ἀέναος.

Χαῖρε, χαρὰ τῶν εἰς σὲ προστρεχόντων· χαῖρε, ἑτοίμη βοηθὸς τοῖς βοῶσι·

Χαίροις, Λόγου Μαθήτρια.



Δύναμις τοῦ Ὑψίστου, ἐνεθάῤῥυνε πάντως, σεπτὴν Μαγδαληνὴν Μυροφόρον, δειλιᾶσαι μηδόλως ὁρμὴν τῶν φυλάκων, Ἑβραίων τ’ ὀργήν, σπεύδουσα ἐλθεῖν Χριστοῦ σῶμα μυρίσαι, ὕμνον Θεῷ βοῶσαν·

Ἀλληλούϊα.


Ἔχουσα ἡ Μαρία, τῆς Τριάδος τὴν πίστιν, διέδραμεν εἰς Ῥώμην τῷ ζήλῳ, Βασιλέα εἰς ἄμυναν δὲ ἐκκινεῖ Πιλάτου, ὃς Θεὸν ἔκτεινεν, Ἑβραίων θεομάχων τε, πρὸς ἣν ἡμεῖς νῦν προσφωνοῦμεν·

Χαῖρε, Χριστοῦ ἐγέρσεως κῆρυξ·

χαῖρε, Ἐδὲμ τὴν θείαν οἰκοῦσα.

Χαῖρε, ἡ μανίαν ἀνόμων ἐλέγξασα·

χαῖρε, ἡ φθαρτὰ πάντα μισήσασα.

Χαῖρε, ὅτι κόσμον ἅπαντα, ηὔγασας σαῖς διδαχαῖς·

χαῖρε, πάντας ἡ λαμπρύνασα, ἀστραπαῖς σου φαειναῖς.

Χαῖρε, ὅτι θαυμάτων αὐτουργὸς ἀνεδείχθης·

χαῖρε, νάουσα κρήνη ἰαμάτων φανεῖσα.

Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε·

χαῖρε, λουτὴρ καθάρσιος πέλουσα.

Χαῖρε, δι’ ἧς ἀθυμία παρῆλθε·

χαῖρε, δι’ ἧς χαρὰ ἀντεισῆλθε.

Χαίροις, Λόγου Μαθήτρια.



Ζῆλον ἔνθεον σχοῦσα, ἡ θεόφρων Μαρία, Χριστοῦ τάφῳ πρωΐ λίαν ἦλθε· καὶ Ἀγγέλους δύο φαεινοὺς ἐν αὐτῷ ἰδοῦσα· σπουδῇ ᾔρετο· μαθοῦσα δὲ τὴν ἔγερσιν Χριστοῦ ἐν πίστει ἔφη·

Ἀλληλούϊα.



Ἤκουσας ὦ Μαρία, Μυροφόρε Κυρίου, Ἀγγέλων παρὰ θείων, ἀνέστη ἐκ τοῦ τάφου Χριστὸς ὁ Θεός. Καὶ χαρᾷ Μαθηταῖς ἐν σπουδῇ ἤγγειλας· οἳ σπεύδοντες προσῆλθον ἐν τῷ Τάφῳ τοῦ ἰδεῖν· ἡμεῖς δὲ σοὶ βοῶμεν·

Χαῖρε, Χριστὸν ἐνθέρμως ποθοῦσα·

χαῖρε, Αὐτὸν σπουδῇ ἐκζητοῦσα.

Χαῖρε, τὸν Χριστὸν ἀγαπῶσα θερμότατα·

χαῖρε, πρὸς Αὐτὸν φίλτρον ἄπλετον τρέφουσα.

Χαῖρε, νάμα ὃ ἐξέῤῥευσε, παραδόξως ἐξ Ἐδέμ·

χαῖρε, πόμα ὃ ἀνέψυξε, τοὺς τακέντας ἐξ Ἀδάμ.

Χψαῖρε, τῶν εὐσεβούντων ἡ στερέμνιος βάσις·

χαῖρε, τῶν ἀσεβούντων παντελὴς ὄντως πτῶσις.

Χαῖρε, Χριστοῦ φωνῆς ἡ ἀκούσασα·

χαῖρε, ταχὺ ἡ τοῦτον κηρύξασα.

Χαῖρε, τερπνὴ χελιδὼν κελαδοῦσα·

χαῖρε, σεπτὴ Μυροφόρε Κυρίου.

Χαίροις, Λόγου Μαθήτρια.



Θαυμαστὴ ἐν τῷ κόσμῳ, ἡ Μαρία ἐδείχθη, τὰς νόσους θεραπεύουσα πάντων, τῶν ἐν πίστει αὐτῆς τὴν σεπτήν, αἰτουμένων χεῖρα βοηθόν, πάθη τε αὐτὴν προσπτυσσομένων ἐξαλείφουσα ποικίλα, καὶ Θεῷ βοώντων·

Ἀλληλούϊα.





Ἴθυνάς σου τοὺς πόδας, πρὸς οὐράνιον δρόμον, Μαρία ἰσαπόστολε ὄντως, ὡς ποθοῦσα Χριστὸν τὸν Θεόν· ὅθεν τοῦτον κλαίουσα, σπουδῇ ἔδραμες, μυρίσαι ἐν τῷ τάφῳ ὡς νεκρόν· ἡμεῖς δὲ σοὶ βοῶμεν·

Χαῖρε, κλεινὸς βλαστὸς τῶν Μαγδάλων·

χαῖρε, τερπνὸν γυναικῶν τὸ κλέος.

Χαῖρε, Ἀποστόλων χορείαν φαιδρύνουσα·

χαῖρε, τῶν Ἀγγέλων τὰς τάξεις ἡδύνουσα.

Χαῖρε, ζόφον πλάνης λύσασα, σῷ κηρύγματι σοφή·

χαῖρε, κόσμον καταυγάσασα, θείᾳ λάμψει σου σεμνή.

Χαῖρε, ἡλίου δίκην ἡ ἀκτινοβολοῦσα·

χαῖρε, κηλῖδα ὅλως ἡ μὴ σχοῦσα σπιλοῦσαν.

Χαῖρε, Ἑβραίων πλάνην πατήσασα·

χαῖρε, ἀπίστους σκότους λυτρώσασα.

Χαῖρε, σὴν χάριν σοῖς δούλοις διδοῦσα·

χαῖρε, ἀεὶ σὲ αἰτοῦσι παροῦσα.

Χαίροις, Λόγου Μαθήτρια.



Κόσμου παθῶν ἡδέων, μεριμνῶν σαρκικῶν τε ἠλόγησας θεόφρον Μαρία, Μυροφόρων σεπτῶν καλλονή, καὶ διάγουσα βίον ἁγνόν, ἔγερσιν ἰδεῖν κατηξιώθης τοῦ Χριστοῦ, καὶ χαρμονῆς πλησθεῖσα ἔφης·

Ἀλληλούϊα.



Λάμψασα ἡ Μαρία, ὡς φωστὴρ ἐν τῷ κόσμῳ, ἐδίωξε τῆς πλάνης τὸν ζόφον, ἐν αὐτῷ δὲ πίστιν Χριστοῦ, ὡς κηρύξασα ἡ ἰσαπόστολος, ἀκούει παρ’ ἡμῶν ᾀδόντων ταῦτα·

Χαῖρε, λαοῦ εὐσεβοῦντος σθένος·

χαῖρε, ἡμῶν σὲ τιμώντων τεῖχος.

Χαῖρε, πρὸ θανάτου τελοῦσα τεράστια·

χαῖρε, μετὰ πότμον τελοῦσα θαυμάσια.

Χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ·

χαῖρε, ὅτι ἐπεσκίασε πᾶσα χάρις ἐπὶ σέ.

Χαῖρε, ἡ δοξασθεῖσα ἰσαγγέλως ἐν κόσμῳ·

χαῖρε, ὅτι αὐγάζεις ὡς πλειὰς ἐν τῷ πόλῳ.

Χαῖρε, χοροὺς Ἁγίων ἡδύνουσα·

χαῖρε, Χριστῷ σὺν τούτοις πρεσβεύουσα.

Χαῖρε, Θεὸν σὺν Ἀγγέλοις ὑμνοῦσα·

χαῖρε, ἀνθρώπων τὸ γένος κοσμοῦσα.

Χαίροις, Λόγου Μαθήτρια.



Μένουσα ἐν Ἐφέσῳ, ἰσαπόστολε Λόγου, παρὰ τῷ Μαθητῇ Θεολόγῳ, Ἰωάννῃ Μαρία Θεῷ, τὸ σὸν πνεῦμα παρατέθεικας, τὸ σῶμά σου δὲ ἔλιπες ἡμῖν, Θεῷ βοῶσιν οὕτως·

Ἀλληλούϊα.





Νέον ᾄσωμεν ὕμνον, ἐπαξίως Μαρίᾳ, Χριστοῦ Μαγδαληνῇ Μυροφόρῳ, ἧς σορὸν μυριπνόου χειρός, προσκυνοῦντες πίστει ἅπαντες, πνέουσαν θείων θαυμάτων χάριτας, ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε, Ἀγγέλων Θεοῦ τὸ θαῦμα·

χαῖρε, τὸ καύχημα τῶν ἀνθρώπων.

Χαῖρε, τὸ σεπτὸν Χριστοῦ σῶμα μυρίσασα·

χαῖρε, ἡ ὀσμῆς πιστοὺς θείας πληρώσασα.

Χαῖρε, στέφανον ἀμάραντον, δεξαμένη πρὸς Χριστοῦ·

χαῖρε, θάλαμον οὐράνιον, κατοικοῦσα παρ’ αὐτῷ.

Χαῖρε, ὅτι ἐστέφθης λαμπρῷ δόξης στεφάνῳ·

χαῖρε, ὅτι συνήφθης ταῖς χορείαις τῶν ἄνω.

Χαῖρε, ὁδὸν τὴν θείαν βαδίσασα·

χαῖρε, ὑψίστοις δόμους οἰκήσασα.

Χαῖρε, λαμπτὴρ Χριστωνύμων ἁπάντων·

χαῖρε, βολὶς τῶν πανσέπτων χαρίτων.

Χαίροις, Λόγου Μαθήτρια.



Ξένα ὅλως ὑπάρχει, καὶ παράδοξα ὄντως, Μαρία κυριώνυμε κόρη, κατορθώματά σου· εὐθαρσῶς γὰρ εἰς τὸ μνῆμα Χριστοῦ ἐν σπουδῇ ἔδραμες, καὶ πρώτη τὴν Ἀνάστασιν Αὐτοῦ ἰδοῦσα, ὕμνεις οὕτως·

Ἀλληλούϊα.



Ὅλον ἔχουσα στέρνοις, ἐν τοῖς σοῖς Μυροφόρε, Χριστὸν τὸν τοῦ Θεοῦ Θεὸν Λόγον, ὅλη πνεύματι ἄνω σὺ εἶ, καὶ σορόν σου χαρίτων πλουτεῖς ἅπαντας, προφθάνουσα τοὺς ἐπικαλουμένους σε καὶ σοὶ βοῶντας·

Χαῖρε, Χριστὸν Μυροφόρων δόξα·

χαῖρε, Αὐτοῦ Ἀποστόλων μοῦσα.

Χαῖρε, τὸ ἁγνὸν τοῦ Θεοῦ οἰκητήριον·

χαῖρε, τὸ σεπτὸν τοῦ Κυρίου ἐκλόγιον.

Χαῖρε, ῥῶσιν ἡ παρέχουσα, ἀσθενοῦσι δαψιλῶς·

χαῖρε, βλέπειν ἡ βραβεύουσα, ἀβλεπτοῦσιν ἐντελῶς.

Χαῖρε, τοῖς ὑμνηταῖς σου, χάριν πᾶσαν διδοῦσα·

χαῖρε, σὲ προσκυνοῦσιν, ἴασιν χορηγοῦσα.

Χαῖρε, Χριστὸν τοῖς πᾶσι κηρύξασα·

χαῖρε, πηροῦ τὸ φῶς ἡ λαμπρύνασα.

Χαῖρε, σεπτὴ Μυροφόρε Κυρίου· χαῖρε, Θεοῦ ἰσαπόστολε Λόγου.

Χαίροις, Λόγου Μαθήτρια.



Πᾶσαν χάριν ἐδέξω, πρὸς Χριστοῦ Μυροφόρε, καὶ ταύτας τοῖς αἰτοῦσί σε δίδως· ἐκ παντοίας γὰρ νόσους δεινῆς, καὶ ἀκρίδος τῆς πληγῆς, ἅπαντας τοὺς προσιόντας σοι λυτροῦσαι καὶ κινδύνων, ἰᾶσαι δαιμονῶντάς τε· διὸ Θεῷ βοῶμεν·

Ἀλληλούϊα.







Ῥεῖθρα βλύζει θαυμάτων, ἡ σορὸς τῆς χειρός σου, Μαρία ἡ πανεύοσμος πᾶσι, τοῖς ἐν πίστει καὶ πόθῳ αὐτήν, προσκυνοῦσι καὶ σώζει δεινῶν ἅπαντας, ἐγείρει γηθοσύνως δὲ πρὸς σὲ βοᾷν τὸν ὕμνον·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·

χαῖρε, τὸ κάλλος τῆς ἀϋλίας.

Χαῖρε, Μαθητῶν τοῦ Χριστοῦ ἡ προβαίνουσα·

χαῖρε, τὸ φαιδρὸν τῶν πιστῶν ἀγαλλίαμα.

Χαῖρε, ὅτι σὺ δεδόξασαι, ἔν τε γῇ καὶ οὐρανοῖς·

χαῖρε, ὅτι καὶ νενύμφευσαι, τῷ τῶν ὅλων Ποιητῇ.

Χαῖρε, ὅτι διώκεις τῶν δαιμόνων τὰ στίφη·

χαῖρε, ὅτι ἐλαύνεις τὰς κακούργων ἐφόδους.

Χαῖρε, πιστῶν προπύργιον ἄσειστον·

χαῖρε, ἡμῶν χαράκωμα πέλουσα.

Χαῖρε, ζωῆς αἰωνίου τρυφῶσα·

χαῖρε, φωτὸς ἀκηράτου πλησθεῖσα.

Χαίροις, Λόγου Μαθήτρια.



Σῶσον πάντας τοὺς πίστει, τὴν σορὸν τῆς σεπτής σου, χειρὸς Μαγδαληνὴ προσκυνοῦντας, προσιόντας τε πόθῳ σοι νῦν, καὶ τελοῦντας μνήμην σου ἀεὶ ἔνδοξε, ἐκ πάσης περιστάσεως καὶ βλάβης, τῷ Θεῷ βοῶντας·

Ἀλληλούϊα.



Τεῖχος εἶ τῆς σῆς ποίμνης, Μυροφόρε Μαρία, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· τὸν γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀνεκήρυξας σὺ Ποιητὴν πάνσεμνε, ἀπίστους ἐπιστρέφουσα, τοὺς δὲ πιστοὺς στηρίζουσα, πρὸς σὲ βοῶντας ταῦτα·

Χαῖρε, δαιμόνων ἡ καθαιρέτις·

χαῖρε, εἰδώλων ἡ καταλύτις.

Χαῖρε, πλανωμένων ὀξεῖα ἀντίληψις·

χαῖρε, λυπουμένων ταχεῖα ἐπίσκεψις.

Χαῖρε, πλάνης κατασβέσασα, ἀθεΐας τε πυράν·

χαῖρε, σκότος διαλύσασα, ἀπιστίας καὶ φοράν.

Χαῖρε, ἐκδυσωποῦσα τὸν Θεὸν ὑπὲρ πάντων·

χαῖρε, συμπαθεστάτη θλιβομένων προστάτις.

Χαῖρε, Χριστὸν γενναίως κηρύξασα·

χαῖρε, τρυφῆς Αὐτοῦ ἀπολαύσασα.

Χαῖρε, δι’ ἧς Ἰουδαῖοι νεκροῦνται·

χαῖρε, δι’ ἧς ὁ σατὰν καθαιρεῖται.

Χαίροις, Λόγου Μαθήτρια.



Ὕμνοις ὦ Μυροφόρε, ἡ σὴ χεὶρ ἐν τῷ τάφῳ, Κυρίου προσεκόμισε μύρα, ἐφ’ ᾧ δὴ ἀνυμνοῦντες αὐτήν, οὐδὲν τελοῦμεν ἄξιον, ἀλλ’ οὖν εὐχαριστοῦντες τῷ Θεῷ, ὕμνον Αὐτῷ ἀεὶ βοῶμεν·

Ἀλληλούϊα.

Φωτοφόρος ἡ χείρ σου, ὤφθη ὄντως Μαρία, ἡ χάρις γὰρ αὐτῆς ὡς φῶς λάμπει· προσιοῦσι δ’ ἡμῖν εὐλαβῶς, τῶν ἰάσεων νέμει πληθὺν ἅπασι, καὶ σκότους τῶν παθῶν ἡμᾶς λυτροῦται πρὸς αὐτὴν βοῶντας·

Χαῖρε, τερπνῶν παραδείσου χύσις·

χαῖρε, παθῶν δυσωδίας λύσις.

Χαῖρε, σωτηρίου φωτὸς ἡ διάδοσις·

χαῖρε, τῶν χαρίτων αὐτοῦ ἡ ἐπίδοσις.

Χαῖρε, μύρα εὐωδέστατα, ἡ πηγάζουσα πιστοῖς·

χαῖρε, ῥεῖθρα τῶν ἰάσεων, ἡ προχέουσα λαοῖς.

Χαῖρε, ἡμᾶς ἐλαίῳ ἱλαρύνουσα θείῳ·

χαῖρε, ψυχὰς εὐόσμῳ ἡ μυρίζουσα μύρῳ.

Χαῖρε, τοῦ θείου Πνεύματος οἴκημα·

χαῖρε, πιστῶν ἁπάντων ἐντρύφημα.

Χαῖρε, σοφὴ θεραπεύουσα νόσους·

χαῖρε, σεμνὴ ἐκδιώκουσα πάθη.

Χαίροις, Λόγου Μαθήτρια.



Χεῖρά σου τὴν ἁγίαν, Μυροφόρε Μαρία, πλουτοῦντες προσφωνοῦμέν σοι Χαῖρε, διὰ σοῦ γὰρ τὸν μόνον Θεόν, ἐν Τριάδι σέβειν καὶ ὑμνεῖν ἔγνωμεν, καὶ σκότους ἀπηλλάγημεν βοῶντες πρὸς Αὐτὸν τὸν ὕμνον·

Ἀλληλούϊα.



Ψάλλοντές σου τὴν χάριν, τῶν θαυμάτων ἐκ πόθου, κυκλοῦμεν τὴν σορὸν τῆς χειρός σου· ἐκ δεινῶν γὰρ πολλῶν δι’ αὐτῆς, καὶ κινδύνων πάντων καὶ παθῶν ἅπαντες, λυτρούμεθα προστρέχοντες, καὶ πόθῳ ἐκβοῶμέν σοι ταῦτα·

Χαῖρε, τοῦ θείου φωτὸς φορεῖον·

χαῖρε, πυρσὸς τῶν αὐτοῦ χαρίτων.

Χαῖρε, μυροδόχον ἀγγεῖον τοῦ Πνεύματος·

χαῖρε, μυροθήκη τερπνὴ θείας χάριτος.

Χαῖρε, ὅτι τὸ σὸν λείψανον, ὀσμὴν πέμπει δαψιλῶς·

χαῖρε, ὅτι χαρακτὴρ ὁ σός, τέρπει πάντας τοὺς πιστούς.

Χαῖρε, πάντα ἀφεῖσα καὶ Χριστὸν πριαμένη·

χαῖρε, δόξαν καὶ χάριν, παρ’ Αὐτῷ εὑραμένη.

Χαῖρε, φθαρτὰ παρεῖδες γὰρ ἅπαντα·

χαῖρε, οὐράνια ἀπολαύσασα.

Χαῖρε, ἡμῶν πρεσβευτὴς καὶ μεσίτις·

χαῖρε, πιστῶν ἡ ἑτοίμη προστάτις.

Χαίροις, Λόγου Μαθήτρια.



Ὦ μαθήτρια Λόγου, Μυροφόρε Μαρία, Χριστοῦ τῶν Μυροφόρων ἀκρότης (γ΄), τὸ ἐφύμνιον τόδε τὰ νῦν, προσφερόμενόν σοι εὐμενῶς πρόσδεξαι, καὶ ἐκ παντοίων λύτρωσαι κακώσεων τοὺς μελῳδοῦντας·

Ἀλληλούϊα.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |