ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΕʹ Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω

Δευτέρα 24 Οκτωβρίου 2016

ΙΕʹ Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω




Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


 ΙΕʹ Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.

αʹ. Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν  ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία  καὶ  θυμὸς, τὰ  σμήνη ἀφίπταται.  ∆ιὰ τοῦτο  ὁ μακάριος οὗτος  καὶ  σοφὸς γεωργὸς  διακαθαίρει  καλῶς  ἡμῶν  τὰ σκεύη, οὐ δρέπανον,  οὐδέ τι  ἄλλο  σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν  τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει  εὐχαῖς καὶ πόνοις  καὶ τοῖς ἄλλοις  ἅπασιν.


 Ὅρα οὖν πῶς ἡμῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπήλασε τὴν ὀργήν. ∆είκνυσι πάλιν πῶς ἂν μᾶλλον  πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν μὴ ὦμεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ  τις  οὖσα, ὀλίγη  καὶ  ἡ  κίνησις  γίνεται  ἐκραγέντος  τοῦ  ταμιείου·  ὅταν  δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυ  ρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι· καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον  καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς  πεποιημέναις  εἱρκταῖς  κατέχηται,  οὐδὲν,  κἂν  ἀγριαίνῃ,  κἂν  κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως μὲν ἂν ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν μέγα ἡμᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι  κακίας.  Τότε  γὰρ  δὴ  αἷμα  εὑροῦσα πλησίον  τῷ  τε  τόπῳ  καὶ  τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα  εἰς τὴν  οἰκείαν  ἐνθεῖσα πονηρίαν,  ἄφωνον  ἐργάζεται  τὸν  ἄνθρωπον,  καὶ ἀποπνεῖν  ποιεῖ, τὴν ψυχὴν  ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡμῖν ἅπαντα οὕτω.  μετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισμοὺς ἐμπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει  βάραθρον  τὸν  ἁλόντα.  Ἵν'  οὖν  ταῦτα  ἀκριβῶς  διερευνώμενοι,   τοῦτο φύγωμεν     τὸ     κακὸν,     καὶ  χαλινώσωμεν  τὸ     θηρίον, μᾶλλον δὲ  πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πειθώμεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ' ὑμῶν.  Τί γάρ μοι δεῖ πραγμάτων  καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν; Πειθώμεθα τοίνυν  τῷ Παύλῳ λέγοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν. Ἀλλ' οἴμοι τῆς κατεχούσης ἡμᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ μακαρίζειν, καὶ ἐναβρύνεσθαι τῷ κακῷ,  καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ' ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορπίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νομίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, μὴ λυμήνηται·  ἄπειρος ἐγὼ  τῆς ἐκείνου  κακίας εἰμί· δέδοικα μή με λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώμενον, εἰς τὰς πάγας ἐμβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡμᾶς συμποδίσῃ τοῖς ἡτοιμασμένοις αὐτῷ πρὸς ἡμετέραν ἀπάτην. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα τὰ ῥήματα, τὰ μὴ φοβερὰ φοβουμένων.  Οὐδενὸς μὲν οὖν οὕτω δεῖ καταφρονεῖν,  οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· μωροὺς ποιεῖ καὶ ἀνοήτους. βʹ. Ἢ οὐχ ὁρᾶτε ὅτι τυφλὸν ἡ κακία; ἢ οὐκ ἠκούσατε, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἑαυτῷ ὀρύσσει; πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλησμένην; Εἰ μὲν οὖν, ὡς δαίμονας καὶ μαινομένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς μωροὺς (καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φημὶ κἀγώ· εἰ δὲ ὡς δεινοὺς πράγμασι χρῆσθαι, τοῦτο οὐκέτι. Οὐδὲν γὰρ οὕτω πρὸς πραγμάτων οἰκονομίαν ἐπιτήδειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐμπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ σώματα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους μαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία. Οὐκ ἔστιν οὖν ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι. Βούλεσθε πάλιν  καὶ ἐπὶ ὑποδείγματος,  ὃ λέγω,  ποιήσω φανερὸν,  κακούργου καὶ ἀπλάστου παραγαγὼν ὑμῖν εἰκόνας; Κακοῦργος ἦν ὁ Ἀβεσσαλὼμ, καὶ πάντας ἰδιοποιεῖτο· ὅρα οὖν ὅση ἦν ἡ κακουργία. Περιιὼν, φησὶν, ἔλεγε, Μὴ ἔστι σοι κρίσις; οἰκειώσασθαι ἕκαστον βουλόμενος. Ὁ δὲ  ∆αυῒδ ἄπλαστος. Τί οὖν; Ὅρα ἀμφοτέρων τὸ τέλος, ὅρα πόσης ἔγεμεν ἐκεῖνος ἀνοίας. Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα μόνην  τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις  τετύφλωτο  πᾶσιν. Ἀλλ' οὐχ ὁ ∆αυΐδ. Ὁ πορευόμενος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς. Τουτέστιν, ὁ μηδὲν περιεργαζόμενος, ὁ μηδὲν κατασκευάζων  κακόν.  Πειθώμεθα  τοίνυν  τῷ  μακαρίῳ  Παύλῳ, καὶ  ἐλεῶμεν  καὶ δακρύωμεν τοὺς πικροὺς, καὶ πάντα πράττωμεν καὶ ποιῶμεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆς  ἐξαντλῆσαι  τὴν  πονηρίαν.  Πῶς γὰρ οὐκ ἄτοπον, χολῆς  μὲν ἡμῖν  ἐνούσης (καίτοι  γε  χρήσιμον  τοῦτο  τὸ  στοιχεῖον·  χωρὶς  γὰρ  χολῆς  ἄνθρωπον  εἶναι  οὐ δυνατὸν, ταύτης δὴ λέγω τῆς στοιχειώδους)· πῶς οὐκ ἄτοπον ταύτην μὲν κενοῦν κατὰ δύναμιν, καίτοι μεγάλα παρ' αὐτῆς ὠφελουμένους·  τὴν δὲ ἐν τῇ ψυχῇ μηδὲν ποιεῖν μηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαμοῦ χρήσιμον οὖσαν, ἀλλὰ καὶ τὰ μέγιστα ἀδικοῦσαν; Ὁ βουλόμενος, φησὶν, εἶναι σοφὸς ἐν ὑμῖν, γενέσθω μωρὸς, ἵνα γένηται σοφός. Ἄκουε πάλιν καὶ τοῦ Λουκᾶ λέγοντος· Μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ εἶχον χάριν πρὸς ὅλον τὸν λαόν. Ἢ οὐχ ὁρῶμεν καὶ νῦν τοὺς ἀφελεῖς καὶ ἀπλάστους κοινῆς τιμῆς παρὰ πάντων ἀπολαύοντας;     Οὐδεὶς    τῷ     τοιούτῳ     φθονεῖ     εὐπραγοῦντι,     οὐδεὶς     ἐπεμβαίνει δυσπραγοῦντι· ἀλλὰ πάντες καὶ καλῶς πράττοντι συγχαίρουσι, καὶ πταίσαντι συναλγοῦσιν. Ἂν δὲ πικρὸς ἅνθρωπος εὐημερήσῃ ποτὲ, ὡς κακοῦ τινος συμβάντος, ἅπαντες στένουσι· κἂν δυσπραγήσῃ πάλιν, ἅπαντες χαίρουσιν. Ἐλεῶμεν οὖν αὐτούς· ἔχουσι γὰρ κοινοὺς ἐχθροὺς πανταχοῦ περιιόντας. Ὁ Ἰακὼβ ἄπλαστος ἦν, ἀλλὰ τὸν κακοῦργον  Ἡσαῦ ἐνίκησεν·  Εἰς κακότεχνον  γὰρ ψυχὴν  οὐκ εἰσελεύσεται σοφία. Πᾶσα πικρία ἀρθήτω ἀφ'  ὑμῶν· μηδὲ λείψανον  μενέτω. Οἶδε γὰρ τοῦτο κινηθὲν, καθάπερ ἀπὸ σπινθῆρός τινος, ὁλόκληρον ἔνδον ποιῆσαι πυράν. Τί τοίνυν  ἐστὶν ἡ πικρία  κατανοήσωμεν  ἀκριβῶς·  οἷον  ὁ  ὕπουλος  ἀνὴρ,  ὁ  δολερὸς,  ὁ  πρὸς  τὸ κακοποιεῖν  παρεσκευασμένος, ὁ καχύποπτος·  ἀπὸ δὴ τούτου  ἀεὶ θυμὸς καὶ ὀργὴ τίκτεται. Οὐ γὰρ ἔστιν ἐν γαλήνῃ  τὴν τοιαύτην  εἶναι ψυχήν· ῥίζα γὰρ θυμοῦ καὶ ὀργῆς πικρία. Ὁ τοιοῦτος καὶ βαρύθυμός ἐστιν, καὶ οὐδέποτε ἀνίησι τὴν ψυχὴν, ἀεὶ σύννους ὢν, ἀεὶ σκυθρωπός. Ὅπερ γὰρ ἔφην, αὐτοὶ πρῶτοι καρποῦνται τὰ ἑαυτῶν κακά. Καὶ κραυγὴ, φησί. Τί δήποτε; καὶ κραυγὴν ἀναιρεῖς; Τὸν γὰρ ἤπιον τοιοῦτον εἶναι χρή. Ἵππος γάρ ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ τὴν ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἐπιβάτην. Ἀκουέτωσαν ταῦτα μάλιστα γυναῖκες, αἱ ἐν παντὶ  πράγματι κράζουσαι καὶ βοῶσαι. Ἐν ἑνὶ χρήσιμον τὸ κράζειν μόνον, ἐν τῷ κηρύττειν  καὶ διδάσκειν, ἀλλαχοῦ  δὲ οὐδαμοῦ, ἀλλ' οὔτε ἐν εὐχῇ. Καὶ εἰ βούλει μαθεῖν διὰ τῶν πραγμάτων, μηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργησίας. Ὥσπερ γὰρ οὐκ ἔνι  τὸν  μὴ κράζοντα ὀργισθῆναι, οὕτως  οὐκ ἔνι  τὸν κράζοντα  μὴ ὀργισθῆναι.  Μὴ γάρ μοι τὸν  βαρύμηνιν  εἴπῃς  καὶ μνησίκακον  καὶ αὐτοπικρίαν  καὶ αὐτοχολήν·  ἡμεῖς περὶ τῆς τοῦ πάθους συναρπαγῆς διαλεγόμεθα νῦν.  γʹ. Ὥστε οὐ μικρὸν πρὸς τοῦτο συμβάλλεται τὸ παιδεῦσαι τὴν ψυχὴν μηδέποτε  κράζειν  καὶ  βοᾷν.  Τὰ  πτερὰ  περικόπτεις   τῆς  ὀργῆς,  τὴν   κραυγὴν περιαιρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὰς χεῖρας μὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι μὴ κράζοντα συμποδίζεσθαι. ∆ῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ' οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυμός.  Ἡ  δὲ  κραυγὴ  καὶ  τὸν  οὐκ  ὄντα  ἐξαίρει·  καὶ  μάλιστα  ἐντεῦθεν  ταχέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς  κραυγῆς  πληροῦσι τῆς  ἑαυτῶν·  πολλάκις  δὲ καὶ  εἰ  παρὰ στενωπὸν τυγχάνοι ᾠκοδομημένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ' ἂν ἀσχημονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ' ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε  ὑπὲρ  τῶν  οἰκείων  ἀδικημάτων,  ὅπερ ἀεί  φημι,  μήτε  τῆς  ὑπηρεσίας  ἄν  τι ἐλλείπῃ, ἀλλ' εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠμότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον μαστίζειν, ὡς μηδὲ αὐθημερὸν τοὺς μώλωπας σβέννυσθαι. Γυμνώσασαι γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσμοῦσι πολλάκις πρὸς τοῖς σκίμποσιν. Οἴμοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ  μοι, μνήμη;  ἀλλὰ  γυμνοῖς  τὴν  παιδίσκην,  καὶ δεικνύεις  τῷ  ἀνδρί; καὶ οὐκ αἰσχύνῃ  μή σου καταγνῷ;  καὶ  ἐπιπλέον  αὐτὸν  παροξύνεις,  καὶ  ἀπειλεῖς  δήσειν, μυρία πρότερον λοιδορησαμένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ,  Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ'  εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην  ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν  ἀνόητον  ἄνδρα,  καθάπερ  δημίῳ  αὐτῷ  κέχρηται.  Ταῦτα  ἐν Χριστιανῶν οἰκίαις  γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν  τὸ γένος, φησὶ, καὶ ἰταμὸν  καὶ ἀναίσχυντον  καὶ  ἀδιόρθωτον.  Οἶδα κἀγώ·  ἀλλ'  ἔστιν  ἑτέρως  ῥυθμίσαι, φόβοις, ἀπειλαῖς,  ῥήμασι, κἀκείνην  μειζόνως  δυναμένοις  δάκνειν,  καὶ  σὲ τῆς  αἰσχύνης ἀπαλλάξαι.  Αἰσχρὰ ἐφθέγξω  ῥήματα  ἐλευθέρα  οὖσα, καὶ  οὐ  μᾶλλον  ἐκείνην  ἢ σαυτὴν καταισχύνεις;  Εἶτα ἐν  βαλανείῳ  ἐὰν  δέῃ προελθεῖν,  μώλωπες  κατὰ  τῶν νώτων  γυμνουμένης αὐτῆς, καὶ τεκμήρια περιφέρει τῆς ὠμότητος. Ἀλλ' ἀφόρητον, φησὶν,  ἀνέσεως  τυχὸν  τὸ δουλικὸν  γένος.  Οἶδα κἀγώ·  ἀλλ' ἑτέρως,  ὅπερ ἔφην, ἐπίστρεφε, μὴ μάστιξι μόνον  μηδὲ φόβῳ,  ἀλλὰ  καὶ  κολακείᾳ  καὶ  τῷ  εὖ ποιεῖν. Ἀδελφή  σου  γέγονεν,   ἂν  ᾖ  πιστή.  Ἐννόησον  ὅτι  σὺ  δέσποινα,  κἀκείνη   σοι διακονεῖται. Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς αἰσχρὸν πρᾶγμα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦ  ῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν  φύσιν  ταύτην  αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας  χρείας  οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ ἀνδρὶ, πολλῷ μᾶλλον τῇ ὁμοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται μισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, μὴ συγχώρει ὑπερμαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ τῆς ὑπερβολῆς! ἐγὼ ἔσομαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας! διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι μετέχει ψυχῆς; οὐχὶ τῶν  αὐτῶν  ἠξίωται  παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει  τραπέζης; οὐ  τῆς  αὐτῆς  σοι κοινωνεῖ  εὐγενείας;  Τί οὖν,  ἂν  ᾖ,  φησὶ, λοίδορος καὶ λάλος καὶ μέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα  τὰ λοιπὰ φέρε ἐλαττώματα.  Κἂν μέθυσος ᾖ, κἂν λοίδορος, κἂν  λάλος,  κἂν  βάσκανος, κἂν  πολυτελὴς,  κἂν  σπαθῶσα τὴν  οὐσίαν, κοινωνὸν  ἔχεις  βίου· ῥυθμίζειν  ἀνάγκην  ἔχεις· διὰ τοῦτο κεφαλὴ  εἶ σύ. Οὐκοῦν ῥύθμιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος  μένῃ, κἂν κλέπτῃ, φύλαττε  τὰ σά· μὴ ἐκείνην  τοσοῦτον  τιμωροῦ·  ἂν  λάλος  ᾖ, ἐπιστόμιζε. Τοῦτο φιλοσοφίας  ἐστὶ τῆς ἀνωτάτω.   Νυνὶ  δὲ  εἰς  τοσοῦτό  τινες  ἀτοπίας  ἥκουσιν,  ὡς  ἀποκαλύπτειν   τὴν κεφαλὴν,  καὶ ἀπὸ τριχῶν  σύρειν τὰς θεραπαινίδας. δʹ. Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡμῖν ὁ λόγος·  ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν  ἐξελκομένας ταύτην. Γυνὴ ἀκατακάλυπτος μὴ ἔστω, φησὶν ὁ Παῦλος· σὺ δὲ ὅλως τὸ κρήδεμνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις· σὺ δὲ αὐτὴν γυμνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν μὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρόνισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡμῖν  νῦν  οὐχ ὑπὲρ ἐκείνων  εἴρηται, ἀλλ' ὑπὲρ ὑμῶν  τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσεμνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ.  Ὧ γὰρ  μέτρῳ  μετρεῖτε,  φησὶν,  ἀντιμετρηθήσεται  ὑμῖν.  Θὲς τῷ  στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χαλεπαίνουσαν  φέρειν γενναίως,  πρὸς τὴν ὁμότιμον   οὐδὲ   ὑβρίζουσαν   δυσχερανεῖς·   μὴ   δυσχεραίνουσα   δὲ,   τὴν   ἄκραν φιλοσοφίαν  κατώρθωσας.  Εἰσὶ δέ  τινες,  αἳ  καὶ  ὅρκους  προστιθέασιν·  οὐδὲν  δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ  σύμφημι· κώλυσον  δὲ, ἀπὸ σαυτῆς ἀρχομένη,  μὴ φόβῳ  τοσοῦτον, ὅσον ὑποδείγματι·  ἔσο ἐν πᾶσιν ἀρχέτυπος  εἰκών.  Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ' ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν  πληγὰς,  αἱ  πληγαὶ  τραύματα,  τὰ   τραύματα  θάνατον.  Ἀλλ'  οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ' ἢ τοῦτο μόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθάπερ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς μὲν προσιόντας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτεροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχομένων. Ἐπεὶ οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόμενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶ κατασκευάζοντες μυρία κακὰ, καὶ δι' ἔργων ἀμυνόμενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ'  ὑμῶν,  φησὶ, σὺν πάσῃ κακίᾳ. Μὴ ῥημάτων  μὲν φείδου, διὰ δὲ τῶν ἔργων  ἀμύνου.  Ἐγὼ  διὰ  τοῦτο  τὴν  γλῶσσαν  ἐκόλασα, καὶ  τὴν  κραυγὴν  αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ μάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόμεναι μὴ φαίνωνται  τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύματα, ἅπερ ἂν μὴ εἰς τὴν ἐπιφάνειαν ἐξανθήσῃ; καὶ πυρετοὶ  ὅσοι τὰ ἐντόσθια  καίου  σιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα  ἡ τὴν  ψυχὴν  ἐπινεμομένη.  Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ μικρᾷ καὶ μεγάλῃ. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν ἐξαίρωμεν, ἵνα μὴ λυπῶμεν  τὸ Πνεῦμα τὸ ἅγιον. Ἀνέλωμεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέμωμεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα  συμφοραὶ, πάντα  δάκρυα, πάντα  θρῆνοι  καὶ οἰμωγαί.  Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς ἀποστρεφόμεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ' οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ  τῶν  μουσικῶν,  ὅσα μὲν  ἂν  κράζῃ, ἀηδέστερά ἐστι  πρὸς  τὸν  φθόγγον,  οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσωμεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην  δὲ ἐκκόψαντες,  αὐτοὶ πρῶτοι  τῆς  γαλήνης  ἀπολαύσομεν,  καὶ  εἰς  τὸν  εὔδιον  πλευσόμεθα  λιμένα·  οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


ΙΣΤʹ.Πᾶσα πικρία  καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία  ἀρθήτω  ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ χνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ὑμῖν.

αʹ. Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς  βασιλείας  τῶν  οὐρανῶν  ἐπιτυχεῖν,  ἀλλὰ  δεῖ  καὶ  πολλῆς  τῆς  τῶν  ἀρετῶν ἐργασίας. Ἵνα  μὲν  γὰρ  γεέννης  ἀπαλλαγῶμεν,  ἀπέχεσθαι  δεῖ  πονηρίας·  ἵνα  δὲ βασιλείας ἐπιτύχωμεν,  ἀντέχεσθαι τῆς ἀρετῆς. Ἢ οὐκ ἴστε, ὅτι καὶ ἐν τοῖς ἔξωθεν δικαστηρίοις, ὅταν ἐξέτασις ᾖ τῶν εἰργασμένων, καὶ ἐκκλησιάζῃ πᾶσα ἡ πόλις, οὕτω γίνεται; Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος ἦν παλαιὸν, χρυσῷ στεφανοῦσθαι στεφάνῳ, οὐ τὸν μηδὲν κακὸν ἐργασάμενον τὴν πόλιν· τοῦτο γὰρ αὐτὸ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη  μόνον·  ἀλλὰ  τὸν  μεγάλας  εὐεργεσίας  ἐπιδειξάμενον.  Οὕτως ἐπὶ  ταύτην ἐχρῆν  ἄγεσθαι τὴν  τιμήν.  Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς  μικροῦ δεῖν  με παρέλαθεν  ὃ μάλιστα πρὸς ὑμᾶς ἀναγκαῖον  ἦν  εἰπεῖν.  Τῆς γὰρ διαιρέσεως ταύτης  τὸ πρῶτον ἀνατίθεμαι μέρος, μικρᾷ τινι ἐπιδιορθώσει χρησάμενος. Ἐπειδὴ γὰρ ἔφην, πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ  ὅτι τῶν  κακῶν  ἡμῖν  ἡ ἀναχώρησις  ἀρκεῖ, μεταξύ με λέγοντα ὑπεισῆλθέ τις ἀπειλὴ φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν ἐπάγουσα, ἀλλὰ  τοὺς  ἐλλελοιπότας  τι  τῶν  ἀγαθῶν  κολάζουσα. Τίς δὴ οὖν  αὕτη  ἐστί; Τῆς ἡμέρας, φησὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενομένης τῆς κυρίας, καθεσθεὶς ἐπὶ τοῦ  βήματος  ὁ Κριτὴς, καὶ  τὰ  μὲν  πρόβατα στήσας ἐκ δεξιῶν,  τὰ  δὲ ἐρίφια  ἐξ ἀριστερῶν, πρὸς μὲν  τὰ πρόβατα ἔλεγε· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φα  γεῖν. Τοῦτο καλῶς· ἔδει γὰρ αὐτοὺς τῆς τοσαύτης φιλανθρωπίας  ταυτὴν  λαβεῖν  τὴν  ἀντίδοσιν·  τὸ μέντοι  τοὺς μὴ μεταδόντας  τοῖς δεομένοις ἐξ ὧν εἶχον αὐτοὶ, μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολάζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή; Μάλιστα μὲν οὖν καὶ τοῦτο εὐπρόσωπον ἂν ἔχοι λόγον, οὐχ ἧττον ἢ ἐκεῖνο τὸ πρότερον. ∆ιὰ γὰρ τούτου παιδευόμεθα, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρανοῖς ἀπολαύσονται ἀγαθῶν· οἱ δὲ ἐγκληθῆναι μὲν οὐδὲν ἔχοντες κακὸν, ἐλλελοιπότες δέ  τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ γεέννης ἀπαχθήσονται πῦρ. Εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι καὶ τὸ ἀγαθὸν μὴ ποιῆσαι, κακίας μέρος ἐστίν· ἀργίας γὰρ τοῦτό ἐστιν, ἀργία δὲ κακίας μέρος· μᾶλλον  δὲ οὐ μέρος, ἀλλὰ ὑπόθεσις καὶ ῥίζα πονηρά·  πᾶσαν  γὰρ  κακίαν  ἐδίδαξεν  ἡ  ἀργία.  Μὴ τοίνυν  ἀνοήτως  ταύτας  τὰς ἐρωτήσεις ἐρωτῶμεν, οἷον, ὁ μηδὲν πεποιηκὼς κακὸν, μηδὲν ἀγαθὸν, ποῖον δέξεται τόπον; Τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν. Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα,  ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων  παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν; Ναὶ, φησί· καὶ μὴν οὐδὲν εἰργάσατο κακόν. Αὐτὸ μὲν οὖν τοῦτό ἐστι κακόν. Ἀλλ', εἰ δοκεῖ, ἀγάγωμεν καὶ ἐπὶ τὸν λοιπὸν βίον τὸν λόγον. Ἔστω τις γεωργὸς,  καὶ μηδὲν  λυμαινέσθω  τοῖς  ἡ μετέροις ὑπάρχουσι, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοι καθεζέσθω μήτε σπείρων, μὴτε αὔλακα τέμνων, μήτε βοῦς ὑποζευγνὺς, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολά  σομεν τὸν τοιοῦτον; Καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν αὐτῷ τι· ἀλλ' αὐτῷ μὲν οὖν τούτῳ ἠδίκησεν· ἀδικεῖ γὰρ κοινῷ λόγῳ, τὴν παρ' ἑαυτοῦ συντέλειαν μὴ παρεχόμενος. Τί δὲ, εἰπέ μοι; ἂν τῶν  δημιουργῶν  ἕκαστος καὶ χειροτεχνῶν  τὸν  μὲν ἑτερότεχνον,  ἀλλὰ  μηδὲ τὸν ὁμότεχνον βλάπτῃ μηδὲν, ἀργῇ δὲ μόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑμῖν ὁ βίος οὕτω καὶ διέφθαρται; Βούλει καὶ ἐπὶ τοῦ σώματος τὸν λόγον ἑλκύσωμεν; Οὐκοῦν ἡ χεὶρ μὴ πληττέτω τὴν κεφαλὴν, μηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, μηδὲ ἐξορυττέτω τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζέσθω κακόν· μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν  μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν  ἀργοῦσαν, καὶ παντὶ  λυμαινομένην  τῷ σώματι; Τί δέ; ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν  χεῖρα, μηδὲ δάκνῃ  τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐμπεφράχθαι  μᾶλλον; Εἰ τοίνυν  καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δημιουργῶν, καὶ ἐπὶ τοῦ σώματος παντὸς ἀδικία μεγάλη, οὐ μόνον τὸ κακόν τι πρᾶξαι, ἀλλὰ  καὶ ἡ τῶν  ἀγαθῶν  ἔλλειψις,  πολλῷ  μᾶλλον  ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ τοῦτο γένοιτ' ἄν. βʹ. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀπάγων  ἡμᾶς τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετήν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τὰς ἀκάνθας ἐκκοπῆναι πάσας, ἂν τὰ χρηστὰ μὴ καταβάληται  σπέρματα; Εἰς γὰρ τὴν αὐτὴν  περιστήσεται πάλιν  ζημίαν  ἡμῖν  ὁ πόνος  μείνας  ἀτελής.  ∆ιά τοι τοῦτο  καὶ ὁ Παῦλος σφόδρα κηδόμενος  ἡμῶν,  οὐ  μέχρι  τῆς  τῶν  κακῶν  ἐκκοπῆς  καὶ  ἀναιρέσεως  ἵστησι τὰ παραγγέλματα, ἀλλὰ καὶ ταχὺ τῶν ἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει. Εἰπὼν γὰρ, Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω  ἀφ' ὑμῶν  σὺν πάσῃ κακίᾳ, ἐπήγαγε·  Γίνεσθε δὲ  εἰς  ἀλλήλους  χρηστοὶ, εὔσπλαγχνοι,  χαριζόμενοι  ἑαυτοῖς. Ἕξεις γάρ εἰσιν αὗται  καὶ διαθέσεις. Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡμᾶς ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινήσεώς τινος, καὶ ὁρμῆς οὐκ ἐλάττονος τῆς ἐν τῇ φυγῇ τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγαθῶν. Καὶ ἐπὶ τοῦ σώματος ὁ μέλας ἂν ἀπαλλαγῇ τῆς ποιότητος ταύτης, οὐκ εὐθέως γίνεται λευκός. Μᾶλλον δὲ μὴ ἐπὶ τῶν φυσικῶν τὸν λόγον γυμνάσωμεν, ἀλλ' ἐπὶ τῶν κατὰ προαίρεσιν τὸ παράδειγμα παραγάγωμεν. Ὁ μὴ ἐχθρὸς οὐ πάντως  φίλος ἐστὶν, ἀλλ' ἔστι τι μέσον, ὃ μήτε ἔχθρας, μήτε φιλίας ἐστὶν,  ἐν  ᾧ  μάλιστα  οἱ  πλείους  τῶν  ἀνθρώπων  καθεστήκασι πρὸς ἡμᾶς.  Ὁ μὴ δακρύων, οὐ πάντως καὶ γελᾷ, ἀλλ' ἔστι μέση κατάστασις. Οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ὁ μὴ πικρὸς πάντως  χρηστὸς, οὐδὲ ὁ μὴ θυμώδης πάντως  εὔσπλαγχνος· ἀλλὰ δεῖ πάλιν  ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν. Καὶ θέα πῶς κατὰ νόμον ἀρίστης  γεωργίας  ὁ  μακάριος  Παῦλος τὴν  ἐμπιστευθεῖσαν  αὐτῷ  γῆν  παρὰ  τοῦ Γεωργοῦ διακαθαίρει τε καὶ ἐργάζεται. Ἀνεῖλε τὰ νόθα σπέρματα, παρακαλεῖ λοιπὸν, ὥστε κατασχεῖν  τὰ γνήσια φυτά.  Γίνεσθε χρηστοὶ, φησίν. Ἂν  γὰρ τῶν  ἀκανθῶν ἀνασπασθεισῶν μένῃ ἡ χώρα  ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας. ∆ιὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν, ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν, ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεμε κακίαν καὶ βλασφημίαν, ἐφύτευσε συγγνώμην· τὸ γὰρ, Χαριζόμενοι ἑαυτοῖς, τοῦτό ἐστι. Συγγνωμικοὶ,  φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήμασιν. Ὁ μὲν γὰρ χρήματα ἀφιεὶς τῷ δανεισαμένῳ παρ' αὐτοῦ, καινὸν μὲν ἐργάζεται ἔργον καὶ θαυμαστὸν, πλὴν ἀλλὰ μέχρι τοῦ σώματος ἡ χάρις, εἰ καὶ ἑαυτῷ  τὴν  ἀμοιβὴν ἐν τοῖς πνευματικοῖς  καὶ τοῖς κατὰ ψυχὴν  ἀποδίδωσι δώροις· ὁ δὲ ἁμαρτήματα χαρισάμενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου τοῦ τῆς συγγνώμης τυχόντος· οὐ γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον  ἐπιεικέστερον  ἐποίησεν. Οὐ γὰρ οὕτως  ἐπεξερχόμενοι  τοῖς  ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέποντες καὶ δυσωποῦντες. Ἐκείνως  μὲν  γὰρ οὔτε ἡμᾶς αὐτοὺς, οὔτε ἐκείνους  ὠνήσαμεν,  ἀλλ' ἀμφοτέρους ἐβλάψαμεν, αὐτοί τε τὸ ἀνταπόδομα διώξαντες κατὰ τοὺς παρὰ Ἰουδαίοις ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκκαύσαντες θυμόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀμειψώμεθα, πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσαμεν παρ' αὐτῷ δικαστήριον ἡμῖν φέρον τὰς ψήφους, καταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡμεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρόφασιν, δι' ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς μακροθυμίας μέρος μετὰ πλείονος  τοῦ μέτρου, εἰδὼς  ἂν μὲν τὸ ἴσον ἀποδῷ, καὶ οὕτως ἠλάττωται, τῷ μὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ' ἡμῶν τὸ ὑπόδειγμα λαβεῖν ἔλαττον φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ  τὴν  ἀπὸ τοῦ  χρόνου  γενομένην  αὐτῷ  ἐλάττωσιν  τοῦ  προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται. Οἱ γὰρ  ἄνθρωποι,  ὅταν  εὐγνώμονες  ὦσιν,  οὐχ  οὕτως  ἐπὶ  τοῖς  κακοῖς, ὡς  ἐπὶ  τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδικημένων, στένουσι. Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν, τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν. Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων καὶ εὐφημίας, τὸ κακῶς παθόντα μὴ ἀντεπεξελθεῖν.  ∆ιὰ τοῦτο μάλιστα τούτῳ  δάκνονται.  Ὥστε, εἰ βούλει ἀμύνασθαι, τούτῳ ἀμύνου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυμαστήν. Ἔπαθες κακῶς; Ποίησον καλῶς, οὕτως ἀμύνου  τὸν  ἐχθρόν.  Ἂν  μὲν  γὰρ  ἐπεξέλθῃς,  ὁμοίως  καὶ  σὲ κἀκεῖνον  ἅπαντες μέμφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέρως σε μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κατηγορήσουσι. γʹ. Τί δὲ ἐχθρῷ γένοιτο ἂν μεῖζον τοῦ τὸν ἐχθρὸν ἰδεῖν παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον; τί ἐχθρῷ πικρότερον τοῦ ἑαυτὸν θεάσασθαι παρὰ πάντων  ὑβριζόμενον  ἐπ' ὄψεσι τοῦ ἐχθροῦ; Ἐὰν αὐτὸν  ἀμύνῃ, καὶ κατεγνώσθης ἴσως, καὶ σὺ μόνος ἠμύνω· ἂν δὲ ἀφῇς, ἀντὶ σοῦ πάντες ἀμυνοῦνται αὐτόν· ὅπερ τοῦ παθεῖν  κακῶς χαλεπώτερον,  τὸ τὸν ἐχθρὸν τοσούτους τοὺς ἀμύνοντας  ἔχειν. Ἂν ἀνοίξῃς σὺ τὸ  στόμα, ἐκεῖνοι σιγήσονται· ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόματι, ἀλλὰ  μυρίοις  τοῖς  τῶν  ἄλλων  αὐτὸν  βάλλεις,  καὶ  μᾶλλον  ἀμύνῃ.  Καὶ σοὶ μὲν ὑβρίζοντι πολλοὶ καὶ ἐγκαλοῦσιν· ἐροῦσι γὰρ τοῦ πάθους εἶναι τὰ ῥήματα· ὅταν δὲ ὁ μηδὲν  ἠδικημένος  οὕτως  αὐτὸν  πλύνῃ  ταῖς  ὕβρεσι, τότε  μάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄμυνα. Ὅταν γὰρ οἱ μηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικημένοι συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτη ἡ ἐκδικία. Τί οὖν, ἂν μηδεὶς ἀμύνηται; φησίν. Οὐκ ἔστιν εἶναι λιθίνους ἀνθρώπους, ὡς τοσαύτην φιλοσοφίαν  ὁρῶντας μὴ θαυμάσαι· κἂν μὴ τότε ἀμύνωσιν, ὕστερον ὅμως ἐν καταστάσει γενόμενοι, τοῦτο ἐργάσονται, σκώπτοντες ἐκεῖνον καὶ λοιδοροῦντες. Κἂν ἕτερος δὲ μηδεὶς θαυμάσῃ, αὐτός σε ἐκεῖνος πάντως θαυμάσεται, κἂν μὴ λέγῃ. Ἡ γὰρ τοῦ καλοῦ κρίσις ἡμῖν, κἂν εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἔλθωμεν, ἀδέκαστος καθέστηκεν, οὐ παρακλινομένη. Ἢ διὰ τί τὸν Κύριον ἡμῶν οἴει τὸν Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; οὐκ ἐπειδὴ ὅσῳ ἐάν τις μακρόθυμος γένηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκεῖνον  ὠφέλησεν  ὠφέλειαν  τὴν μεγίστην; ∆ιὰ τοῦτο στρέφειν καὶ τὴν ἄλλην  προσέταξεν, ἵνα  ἐμπλήσῃ  τὴν  ἐπιθυμίαν  τοῦ  θυμουμένου.  Τίς γὰρ  οὕτω θηρίον ἐστὶν, ὡς μὴ ἐντραπῆναι  λοιπόν; Οἱ κύνες λέγονται  τοῦτο ποιεῖν· κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί  τινι,  ὁ δὲ ὕπτιον  ῥίψας ἑαυτὸν  μηδὲν  ἐργάσηται, τὸν θυμὸν ἅπαντα  ἔσβεσεν. Εἰ τοίνυν  ἐκεῖνοι  τὸν παθεῖν  παρ' αὐτοῖς κακῶς ἕτοιμον δυσωποῦνται,  πολλῷ  μᾶλλον  τὸ  τῶν  ἀνθρώπων  γένος  λογικώτερον.  Ἀλλὰ  γὰρ ἄξιον τὸ μικρὸν ἔμπροσθεν εἰς μνήμην ἐλθὸν, καὶ εἰς μαρτυρίαν  ἑλκυσθὲν, μὴ παριδεῖν. Τί δὴ τοῦτό ἐστιν; Ἐλέγομεν περὶ τῶν Ἰουδαίων καὶ τῶν ἀρχόντων  τῶν παρ' αὐτοῖς,  ὅτι  ἐνεκαλοῦντο  ὡς  διώκοντες  ἀνταπόδομα,  καίτοι  τοῦτο  ὁ νόμος αὐτοῖς ἐπέτρεπεν· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἀλλ' οὐχ ἵνα τοὺς ἀλλήλων  ἐξορύττωσιν ὀφθαλμοὺς, ἀλλ' ἵνα φόβῳ τοῦ παθεῖν τὴν τοῦ ποιεῖν ἄδειαν ἐπισχόντες, μήτε ἐργάζωνταί  τι κακὸν ἑτέρους, μήτε πάσχωσιν αὐτοὶ παρ' ἑτέρων. ∆ιὰ τοῦτο εἶπεν· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἵνα τὰς ἐκείνου δήσῃ χεῖρας, οὐχ  ἵνα  τὰς  σὰς ἀντεξαγάγῃ,  οὐχ  ἵνα  τῶν  σῶν  ὀφθαλμῶν  ἀπείρξῃ τὴν  βλάβην μόνον, ἀλλ' ἵνα καὶ τοὺς ἐκείνου διατηρήσῃ σώους. Ἀλλ' ὅπερ ἐζήτουν, τίνος ἕνεκεν συγκεχωρημένης  ἀμύνης ἐνεκαλοῦντο  οἱ τῷ πράγματι κεχρημένοι; τί ποτε τοῦτό ἐστι; Τὸ μνησίκακον ἐνταῦθά φησιν. Εὐθέως μὲν γὰρ τὸν παθόντα δρᾶσαι συγχωρεῖ, ὅπερ ἔφην, κατέχων ἐκεῖνον· μνησικακεῖν δὲ οὐκέτι ἀφίησιν· οὐκέτι γὰρ τὸ πρᾶγμά ἐστι   τοῦ   θυμοῦ,   οὐδὲ   τῆς   ζεούσης  ὀργῆς,   ἀλλὰ   πονηρίας   μεμελετημένης. Συγγινώσκει  δὲ ὁ Θεὸς τοῖς  ἀπὸ τῆς  ἐπηρείας  ἴσως  συναρπασθεῖσι, καὶ  ἐπὶ  τὴν ἄμυναν   ὡρμηκόσι·  διὸ   λέγει,   Ὀφθαλμὸν   ἀντὶ   ὀφθαλμοῦ·   καὶ   πάλιν,   Ὁδοὶ μνησικάκων  εἰς  θάνατον.  Εἰ δὲ  ἔνθα  ὀφθαλμὸν  ἀντὶ  ὀφθαλμοῦ  πηροῦν  ἐξῆν, τοσαύτη κεῖται τιμωρία τοῖς μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς κελευσθεῖσι; Μὴ τοίνυν ὦμεν μνησίκακοι, ἀλλὰ σβέσωμεν τὴν ὀργὴν, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῶμεν.  Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν, καὶ ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Τινώμεθα οὖν περὶ τοὺς ὁμοδούλους φιλάνθρωποι, συμπαθεῖς, ὅπως ἂν καὶ τὰς ἐν τῷ παρόντι βίῳ διαφύγωμεν  παγίδας,  καὶ κατὰ τὴν  μέλλουσαν  ἡμέραν τῆς  παρ' αὐτοῦ  τύχωμεν συγγνώμης, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |