ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον

Δευτέρα 24 Οκτωβρίου 2016

Ηʹ Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον




Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


Ηʹ Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια λογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φω στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημαἐμοὶ εἰς ἡμέραν Χριστοῦ.

αʹ.  Τὰς  παραινέσεις   μετὰ  ἐγκωμίων   δεῖ  ποιεῖσθαι·    οὕτω   γὰρ  καὶ εὐπαράδεκτοι  γίνονται,  ὅταν πρὸς τὸν οἰκεῖον  ζῆλον καλῶμεν  τοὺς παραινουμένους·οἷον καὶ Παῦλος ἐνταῦθα  ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί  μου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιμεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ' ὑμᾶς ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. ∆ιὰ τί, Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου; Τότε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν  καὶ τὴν αἰδὼ πάντα ποιεῖν,  νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι' ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐμοῦ ἀκούσητε, ἀλλ' ἵνα μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν  σωτηρίαν  κατεργάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς  φόβου ζῶντα  γενναῖόν  τι  καὶ  θαυμαστὸν  ἐπιδείξασθαι.


 Καὶ οὐχ  ἁπλῶς  εἶπε,  Φόβου, ἀλλὰ προσέθηκε,  Καὶ τρόμου,  ὅστις  ἐπίτασίς  ἐστι  τοῦ  φόβου,  προσεκτικωτέρους  ποιῆσαι βουλόμενος. Τοῦτον εἶχε τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγε, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πόσῳ μᾶλλον  τὰ πνευματικά; Εἰπὲ γάρ μοι· τίς γράμματα ἔμαθε φόβου χωρίς; τίς τέχνης  ἔμπειρος γέγονε  φόβου χωρίς; Εἰ δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυμίᾳ  μόνον  ἐνοχλεῖ,  τοσούτου  φόβου  ἡμῖν  ἐδέησεν,  ὥστε  ῥᾳθυμίαν  ἐπιστρέψαι φυσικὴν  μόνον· ἔνθα τοσοῦτος ὁ πόλεμος, τοσαῦτα κωλύματα,  πῶς ἔνι φόβου χωρὶς διασωθῆναί  ποτε; Πῶς δ' ἂν οὗτος γένοιτο  ὁ φόβος; Ἂν  ἐννοήσωμεν,  ὅτι πανταχοῦ πάρεστιν  ὁ  Θεὸς, ὅτι  πάντα  ἀκούει,  ὅτι  πάντα  ὁρᾷ,  οὐ  τὰ  πραττόμενα  μόνον  καὶ λεγόμενα,  ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας· Κριτικὸς γάρ  ἐστιν  ἐνθυμήσεων   καὶ  ἐννοιῶν   καρδίας.  Ἂν  οὕτω  διαθῶμεν   ἑαυτοὺς,  οὐδὲν πονηρὸν πράξομεν, οὐδὲν ἐροῦμεν, οὐδὲν ἐννοήσομεν. Εἰπὲ γάρ μοι, εἰ διαπαντὸς  τοῦ ἄρχοντος  πλησίον  εἱστήκεις, οὐ μετὰ φόβου ἂν εἱστήκεις; Καὶ πῶς Θεῷ σὺ παρεστὼς γελᾷς  καὶ  ἀναπίπτεις,   καὶ  οὐ  δέδοικας  οὐδὲ  φρίσσεις;  Μὴ  δὴ  τῆς  ἀνοχῆς  αὐτοῦ καταφρόνει· πρὸς γὰρ μετάνοιάν σε ἄγων μακροθυμεῖ· μηδὲ ποιῶν τι, ἄνευ τοῦ νομίζειν ἐν  πᾶσι παρεῖναι  τὸν  Θεὸν πράττειν  ἀνέχου· πάρεστι  γάρ. Κἂν τοίνυν  ἐσθίῃς,  κἂν μέλλῃς  καθεύδειν,  κἂν  ὀργίζῃ, κἂν  ἁρπάζῃς, κἂν  τρυφᾷς,  κἂν  ὁτιοῦν  ποιῇς,  νόμιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέποτε εἰς γέλωτα ἐμπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξαφθήσῃ. Ἂν τοῦτον ἔχῃς διαπαντὸς  τὸν λογισμὸν, διαπαντὸς  ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόμος, κἂν ἔμπειρος ᾖ, κἂν σφόδρα ᾖ τεχνίτης,  μετὰ φόβου καὶ τρόμου ἕστηκε, δεδοικὼς μὴ καταπέσῃ ἐκ τῆς οἰκοδομῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄμμα ἔχε διεγηγερμένον,  μὴ καταπέσῃς ἐκεῖθεν· πολλὰ γὰρ τὰ πνευματικὰ  τῆς πονηρίας,  τὰ  βουλόμενά  σε καθελεῖν.  ∆ουλεύσατε,  φησὶ,  τῷ  Κυρίῳ ἐν  φόβῳ,  καὶ ἀγαλλιᾶσθε  αὐτῷ ἐν τρόμῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις  μετὰ τρόμου; Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις.  Ὅταν γάρ τι ἀγαθὸν  ἐργασώμεθα, καὶ τοιοῦτον,  οἷον εἰκὸς τοὺς ἐν τρόμῳ  τι  ποιοῦντας,   τότε  χαίρομεν  μόνον.  Μετὰ  φόβου  καὶ  τρόμου  τὴν  ἑαυτῶν σωτηρίαν  κατεργάζεσθε.  Οὐκ εἶπεν,  Ἐργάζεσθε, ἀλλὰ,  Κατεργάζεσθε, τουτέστι,  μετὰ πολλῆς  τῆς  σπουδῆς, μετὰ πολλῆς  τῆς  ἐπιμελείας.  Ἐπειδὴ δὲ εἶπε, Μετὰ φόβου  καὶ τρόμου, καὶ ἐναγωνίους   ἐποίησεν, ὅρα πῶς παραμυθεῖται  τὴν ἀγωνίαν.  Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν  ἐν ὑμῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόμου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ' ἵνα προσέχῃς, ἵνα μὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν  ἐν ὑμῖν. Εἰ τοίνυν  αὐτὸς ἐνεργεῖ, ἡμᾶς δεῖ τὴν προαίρεσιν παρασχεῖν  συγκεκροτημένην  διαπαντὸς,  ἐσφιγμένην,  ἀδιάχυτον.  Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν  ἐν ὑμῖν καὶ τὸ θέλειν  καὶ τὸ ἐνεργεῖν.  Εἰ τὸ θέλειν  αὐτὸς ἡμῖν ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡμῖν λέγεις, ὅτι Ὑπηκούσατε· οὐ γὰρ ὑπακούομεν. Εἰκῆ λέγεις, Ἐν φόβῳ καὶ ἐν τρόμῳ· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπον, Αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ἀλλ' ἐκλῦσαι τὴν ἀγωνίαν  ὑμῶν βουλόμενος.  Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν.  Μὴ φοβηθῇς, καὶ οὐδὲν κάμνῃς· καὶ προθυμίαν  αὐτὸς ἡμῖν δίδωσι καὶ ἐργασίαν. Ὅταν γὰρ θελήσωμεν, αὔξει τὸ θέλειν ἡμῶν λοιπόν· οἷον, βούλομαι ἀγαθόν τι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθὸν, ἐνήργησε δι' αὐτοῦ καὶ τὸ θέλειν. Ἢ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν, ὥσπερ ὅταν τὰ κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγῃ.


βʹ. Ὥσπερ οὖν λέγων  αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ' ἀφίησιν  ἐν  ἡμῖν  τὸ αὐτεξούσιον· οὕτως  ὅταν  λέγῃ  ἐνεργεῖν  ἐν  ἡμῖν  τὸ θέλειν,  οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν  προθυμίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται· οὕτως ἐκ τοῦ μὴ ποιεῖν  τὸ μὴ ποιεῖν.  Ἔδωκας ἐλεημοσύνην;  μᾶλλον  προετράπης δοῦναι.  Οὐκ ἔδωκας δέ; μᾶλλον  ἤργησας. Ἐσωφρόνησας μίαν ἡμέραν; ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν. Ἐῤῥᾳθύμησας; ἐπέτεινας  τὴν ῥᾳθυμίαν· Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν  εἰς βάθος κακῶν καταφρονεῖ.  Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ·  οὕτως ὅταν ἔλθῃ  εἰς  βάθος  ἀγαθῶν,   σπουδάζει.  Καθάπερ  γὰρ  ἐκεῖνος  ἀπογνοὺς   ῥᾳθυμότερος γίνεται· οὕτως οὗτος ἐννοῶν  τὸ πλῆθος τῶν ἀγαθῶν, σπουδαιότερος γίνεται, δεδοικὼς μὴ  τὸ  πᾶν  ἀπολέσῃ.  Ὑπὲρ τῆς  εὐδοκίας,  φησί·  τουτέστι,  διὰ  τὴν  ἀγάπην,  διὰ  τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἐνταῦθα δείκνυσι, καὶ ποιεῖ θαῤῥεῖν, ὅτι πάντως  ἐνεργεῖ. Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται, ζῇν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῇν. Ὁρᾷς πῶς οὐκ ἀφαιρεῖται  τὸ αὐτεξούσιον; Ταῦτα πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ὁ διάβολος ἐπειδὰν μὴ δυνηθῇ ἡμᾶς ἀπαγαγεῖν τοῦ καλῶς  ποιεῖν,  ἑτέρως  τεχνάζεται  ἡμῶν  κενῶσαι  τὸν  μισθόν.  Ἢ γὰρ  κενοδοξίαν,  ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ,  εἰ μὴ τοῦτο, γογγυσμὸν, ἢ, εἰ μηδὲν τούτων, διάκρισιν. Ὅρα τοίνυν  πῶς  αὐτὰ ἐκκαθαίρει  ὁ Παῦλος. Εἶπε περὶ τῆς ταπεινοφροσύνης  ὅσαπερ εἶπεν, ἀναιρῶν ἀπόνοιαν· εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ φύσημα· καὶ ἀλλαχοῦ μὲν, Μὴ ἐν  τῇ παρουσίᾳ μου μόνον·  λέγει  δὲ ἐνταῦθα  περὶ τοῦ  γογγυσμοῦ  καὶ τοῦ διακριτικοῦ. Τί δήποτε δὲ ἐπὶ μὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν, ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ' ἁπλῶς ἐπέταξεν; Ὅτι ἐκεῖ μὲν  γενόμενον  ἤδη  τοῦτο  ἦν·  διὸ  καὶ  σφοδροτέρας  ἐδέησεν  αὐτῷ  τῆς  πληγῆς,  καὶ μείζονος τῆς ἐπιτιμήσεως· ἐνταῦθα  δὲ, ὥστε μὴ γενέσθαι, παραινεῖ. Τοὺς οὖν οὐδέπω ἡμαρτηκότας περιττὸν ἦν πληκτικώτερον ἀσφαλίζεσθαι· ἐπεὶ καὶ εἰς ταπεινοφροσύνην ἐνάγων  οὐ παρέθηκεν ὑπόδειγμα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκολάσθησαν, ἀλλ' ἀπὸ τοῦ Θεοῦ τὴν παραίνεσιν εἰσήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται,  ὡς τέκνοις  γνησίοις, οὐχ ὡς οἰκέταις. Ἐν γὰρ τοῖς ἀγαθοῖς ὁ μὲν εὐγνώμων  καὶ εὐγενὴς ἀπὸ τῶν κατορθούντων  ἐνάγεται, ὁ δὲ ἀγνώμων  οὐκ ἀπὸ τούτων, ἀλλ' ἀπὸ τῶν τιμωρουμένων·  ἐκεῖνος ἀπὸ τῆς τιμῆς, οὗτος ἀπὸ τῆς κολάσεως. ∆ιὰ τοῦτο καὶ Ἑβραίοις γράφων  ἔλεγε,  τὸν  Ἡσαῦ εἰς  μέσον παραγαγὼν,  ὃς ἀντὶ  βρώσεως μιᾶς  ἀπέδοτο  τὰ πρωτοτόκια· καὶ πάλιν, Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ ἐν τοῖς Κορινθίοις δὲ πολλοὶ ἦσαν οἱ πορνεύσαντες· διὰ τοῦτο ἔλεγε, Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς  ταπεινώσῃ  ὁ  Θεός μου,  καὶ  πενθήσω  πολλοὺς  τῶν  προημαρτηκότων   καὶ  μὴ μετανοησάντων  ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν. Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα  ὁ γογγυσμός.  Τί δέ ἐστι, Χωρὶς διαλογισμῶν;  ἆρα καλὸν,  ἆρα οὐ καλόν; Μὴ διαλογίζεσθε  φησὶ,  κἂν  πόνος  ᾖ,  κἂν  κάματος  ᾖ,  κἂν  ὁτιοῦν.  Οὐκ εἶπεν,  Ἵνα  μὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγματι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν  Ἐπιστολῇ· ἀλλ' ἐνταῦθα  οὐδὲν  τοιοῦτον  εἶπεν,  ἀλλ',  Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι   καὶ   ἀκέραιοι,   τέκνα   Θεοῦ   ἀμώμητα   ἐν   μέσῳ   γενεᾶς    σκολιᾶς   καὶ διεστραμμένης,  ἐν οἷς φαίνεσθε,  ὡς φωστῆρες  ἐν κόσμῳ, λόγον  ζωῆς ἐπέχοντες,  εἰς καύχημα  ἐμοὶ  εἰς  ἡμέραν  Χριστοῦ. Ὁρᾷς ὅτι  παιδεύει  τούτους  μὴ  γογγύζειν;  Ὥστε δούλων ἀγνωμόνων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ μοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς  πονῶν,  καὶ ἑαυτῷ  πονῶν  γογγύζει;  Ἐννόησον, φησὶν,  ὅτι σαυτῷ πονεῖς,  ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν  ἐστὶν, ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάμνωσιν.  Ὁ δὲ ἑαυτῷ  συλλέγων,  τίνος  ἕνεκεν  γογγύζει;  ὅτι  ὁ πλοῦτος  αὐτοῦ  οὐκ αὔξεται;  Ἀλλ' οὐκ  ἔστι τοῦτο.  Ὁ ἑκοντὶ  καὶ  μὴ  κατ' ἀνάγκην  ποιῶν,  τίνος  ἕνεκεν γογγύζει; Βέλτιον μηδὲν ἐργάσασθαι, ἢ μετὰ γογ  γυσμοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόμενον.  Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις  ταῖς ἡμετέραις ταῦτα λέγομεν  ἀεὶ, Βέλτιον ταῦτα μὴ γίνεσθαι, ἢ μετὰ γογγυσμοῦ; καὶ πολλάκις  εἱλόμεθα  τῆς διακονίας ἀποστερηθῆναι   τῆς  ἡμετέρας,  ἢ  γογγύζοντος   ἀνασχέσθαι;  ∆εινὸν   γὰρ,  δεινὸν   ὁ γογγυσμός· ἐγγὺς βλασφημίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖνοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγμά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ Θεῷ, ἄρα βλάσφημος. Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι  κίνδυνοι, οὐδεμία  ἀνάπαυσις,  οὐδεμία  ἄνεσις,  μυρία  πάντοθεν  ἐπέῤῥει  δεινά·  νῦν  δὲ  εἰρήνη βαθεῖα, νῦν εὐμάρεια.


γʹ. Τίνος οὖν ἕνεκεν γογγύζεις; ὅτι πένῃ; Ἀλλ' ἐννόει τὸν Ἰώβ. Ἀλλ' ὅτι νοσεῖς; Τί οὖν,  εἰ  τοσαῦτα  συνειδὼς  ἀγαθὰ  σαυτῷ  καὶ  κατορθώματα,  ὅσα ὁ ἅγιος  ἐκεῖνος, ἐνόσησας; Ἐννόει πάλιν  ἐκεῖνον, ὅτι ἐκεῖνος ἐπὶ πολὺν  χρόνον  σκώληκας βρύων, καὶ ἐπὶ τῆς κοπρίας καθήμενος,  καὶ τὸν ἰχῶρα  ξέων διετέλει· Χρόνου γὰρ, φησὶ, πολλοῦ παρῳχηκότος,  εἶπε  πρὸς  αὐτὸν  ἡ  γυνή·  Μέχρι τίνος  καρτερήσεις  λέγων,  Ἀναμένω χρόνον ἔτι μικρόν; εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ παῖς σου ἀπέθανε; Τί οὖν, εἰ πάντας ἀπέβαλες, καὶ θανάτῳ πονηρῷ, ὥσπερ ἐκεῖνος; Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει παραμυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συμβαλεῖν στόμα, τὸ μύσαι ὀφθαλμοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰ τελευταῖα ἀκοῦσαι ῥήματα. Ἀλλ' οὐδενὸς τούτων ἠξιώθη ὁ δίκαιος,  ἀλλὰ  πάντες  ὁμοῦ κατεχώσθησαν.  Καὶ τί ταῦτα  λέγω;  εἰ προσετάγης  αὐτὸς σφάξαι τὸν υἱόν σου καὶ καταθῦσαι καὶ καυθέντα ἰδεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος ὁ πατριάρχης, τί ἂν ἐποίησας; Ἐκεῖνος δὲ τίς ἄρα ἦν τὸ θυσιαστήριον οἰκοδομῶν, τὰ ξύλα ἐπιτιθεὶς,  συμποδίζων  τὸ παιδίον;  Ἀλλ' ὀνειδίζουσί  σέ τινες;  Τίς ἂν οὖν  ἦς, εἰ παρὰ φίλων ἐπὶ παραμυθίαν ἡκόντων ἤκουες ταῦτα; Νῦν μὲν γὰρ ἁμαρτήματα ἔχομεν πολλὰ, καὶ  ὀνειδιζόμεθα   εἰκότως·  τότε  δὲ  ἐκεῖνος  ὁ  ἀληθινὸς,   ὁ  δίκαιος,  ὁ  θεοσεβὴς,  ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τἀναντία τούτων ἤκουε παρὰ τῶν φίλων. Τί δὲ, εἰπέ  μοι,  εἰ  τῆς  γυναικὸς  ὀνειδιζούσης  ἤκουες  λεγούσης,  Ἐγὼ  πλανῆτις  καὶ λάτρις, τόπον  ἐκ τόπου, καὶ οἰκίαν  ἐξ οἰκίας περιερχομένη,  προσδεχομένη  τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν περιεχουσῶν με ὀδυνῶν; Τίνος ἕνεκεν ταῦτα λέγεις, ὦ ἀνόητε; μὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος; Οὐχ οὗτος, ἀλλ' ὁ διάβολος. Εἰπόν τι ῥῆμα πρὸς  Κύριον, φησὶ,  καὶ  τελεύτα.  Εἶτα, ἂν  ὁ κείμενος  εἴπῃ  καὶ  τελευτήσῃ,  σὺ ῥᾴων γέγονας; Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς. Τοιαύτη ἦν, ὡς μηδὲ ἐν οἰκίᾳ καὶ ὑπωρόφιον εἶναι δύνασθαι· τοιαύτη ἦν, ὡς πάντας ἀπαγορεύειν. Οὐ γὰρ ἂν, εἰ μὴ ἀνίατα  ἐνόσησεν, ἔξω τῆς πόλεως  ἐκάθητο,  τῶν  ἐλέφαντι  κατεχομένων χείρων ὤν. Οὗτοι μὲν γὰρ καὶ εἰς οἰκίας εἰσίασι, καὶ συναγελάζονται  ἀλλήλοις· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων  ἐπὶ τῆς κοπρίας γυμνὸς, οὐδὲ ἱμάτιον περιβαλέσθαι ἠδύνατο. Πῶς γάρ; ἴσως ἂν καὶ προσετέθη ἄλγος ταῖς ἀλγηδόσι. Τήκω γὰρ βώλακας γῆς, φησὶν, ἀπὸ ἰχῶρος ξέων. Ἰχῶρας αὐτῷ αἱ σάρκες καὶ σκώληκας ἔτικτον, καὶ τοῦτο διηνεκῶς. Ὁρᾷς πῶς ἕκαστος ἡμῶν ναρκᾷ ταῦτα ἀκούων; Εἰ δὲ ἀκοῦσαι οὐκ ἀνεκτὰ ταῦτα, ἰδεῖν ἀνεκτά; Εἰ δὲ ἰδεῖν οὐκ ἀνεκτὰ, πολλῷ μᾶλλον παθεῖν. Ἀλλ' ὅμως ἔπαθεν ὁ δίκαιος, καὶ οὐκ ἐπὶ δύο ἡμέρας ἢ τρεῖς, ἀλλ' ἐπὶ χρόνῳ  πολλῷ,  καὶ οὐχ ἥμαρτεν,  οὐδὲ ἐν  τοῖς χείλεσιν  αὐτοῦ.  Ποίαν  ἔχεις  μοι  τοιαύτην   νόσον  εἰπεῖν,  ὀδύνας  ἔχουσαν  πολλάς; πηρώσεως γὰρ οὐ χεῖρον τοῦτο ἦν; Βρόμον γὰρ ὁρῶ, φησὶ, τὰ σῖτά μου. Καὶ οὐδὲ τοῦτο μόνον,  ἀλλ' οὐδὲ ὃ τοῖς  ἄλλοις  ἀνάπαυσίς  ἐστιν  ἡ νὺξ  καὶ  ὁ ὕπνος,  τοῦτο  ἐκείνῳ παραμυθίαν  τινὰ  ἔφερεν,  ἀλλὰ  χαλεπωτέρα   ἦν  πάσης  βασάνου.  Καὶ ἄκουε  αὐτοῦ λέγοντος·  Ἵνα τί με φοβεῖς ἐνυπνίοις,  καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ἐὰν γένηται πρωῒ, λέγω, Πότε ἑσπέρα; Καὶ τοιαῦτα πάσχων οὐκ ἐγόγγυσεν. Οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἡ παρὰ τῶν πολλῶν πονηρὰ δόξα· ὡς γὰρ μυρίων ἔνοχον κακῶν εἶχον λοιπὸν, ἀφ' ὧν ἔπασχε. Τοῦτο γοῦν καὶ οἱ φίλοι αὐτῷ ἔλεγον· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι.  ∆ιὸ  καὶ  αὐτὸς  ἔλεγε·  Καὶ νουθετοῦσί  με  ἐλάχιστοι,  οὓς  οὐκ  ἀξίους ἡγησάμην κυνῶν τῶν ἐμῶν νομάδων. Πόσων τοῦτο θανάτων οὐ χεῖρον; Ἀλλὰ τοσούτῳ κλύδωνι πάντοθεν βαλλόμενος, καὶ πάντοθεν αἰρομένου τοῦ χειμῶνος χαλεποῦ, συννεφείας,  ζάλης, σκηπτῶν, ἰλίγγων,  στροβίλων,  ἔμενεν  αὐτὸς ἀκλινὴς,  καθάπερ ἐν γαλήνῃ  καθήμενος  τῷ κλύδωνι  τῷ τοσούτῳ, τῷ οὕτω χαλεπῷ,  καὶ οὐκ ἐγόγγυσε· καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὶν ἢ περὶ ἀναστάσεώς τι λεχθῆναι,  πρὶν ἢ περὶ γεέννης  καὶ κολάσεως  καὶ  τιμωρίας.  Ἡμεῖς  δὲ καὶ  προφητῶν  καὶ  ἀποστόλων  καὶ εὐαγγελιστῶν ἀκούοντες,  καὶ  μυρία  ὁρῶντες  παραδείγματα,  καὶ  τοὺς  περὶ  ἀναστάσεως  μαθόντες λόγους, ἀσχάλλομεν ἔτι, καίτοι οὐδεὶς ἂν ἔχοι λέγειν ἑαυτῷ τοσαῦτα συμπεπτωκότα. Εἰ γὰρ  καὶ  χρήματά  τις  ἀπώλεσεν,  ἀλλ'  οὐ  παῖδας  καὶ  θυγατέρας  τοσαύτας,  καὶ  εἰ ἀπώλεσεν,  ἴσως  ἁμαρτών·  ἐκεῖνος  δὲ  ἐξαίφνης  ἐν  μέσαις  ταῖς  θυσίαις,  ἐν  μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν· καὶ εἰ παῖδας καὶ χρήματα ὁμοῦ τοσαῦτα, ὅπερ ἀδύνατον, ἀλλ' οὐχὶ  καὶ ἥλκωτο  διαπαντὸς,  καὶ ἰχῶρας  ἔξεεν· εἰ δὲ καὶ τοῦτο, ἀλλ' οὐχὶ  τοὺς ἐπεμβαίνοντας  εἶχε καὶ ὀνειδίζοντας·  ὅπερ μάλιστα πάντων  δάκνειν ἡμᾶς εἴωθεν, ἢ αἱ συμφοραί. Εἰ γὰρ τοὺς παρακαλοῦντας ἔχοντες ἐν τοῖς κακοῖς καὶ παραμυθουμένους καὶ ἐλπίδας  ἡμῖν  ὑποτείνοντας   χρηστὰς,  οὕτως  ἀλύομεν,  ἐννόησον  τί  ἦν  ὀνειδίζοντας ἔχειν. Εἰ τὸ, Ὑπέμεινα συλλυπούμενον,  καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας,  καὶ οὐχ εὗρον, δεινὸν  καὶ ἀφόρητον,  τὸ ἀντὶ τῶν παρακαλούντων  ὀνειδίζοντας  εὑρεῖν πόσον κακόν; Παρακλήτορες, φησὶ, κακῶν πάντες.


δʹ. Εἰ ταῦτα διαπαντὸς ἐστρέφομεν, εἰ ταῦτα ἐλογιζόμεθα, οὐκ ἂν ἡμᾶς ἐλύπησέ τι τῶν παρόντων,  εἰς ἐκεῖνον  ὁρῶντας τὸν ἀθλητὴν,  εἰς τὴν ἀδαμαντίνην  ψυχὴν,  εἰς τὴν ἀῤῥαγῆ καὶ χάλκεον  διάνοιαν·  ὥσπερ γὰρ χαλκοῦν  ἢ λίθινον  περικείμενος  σῶμα, αὐτὸς  ἅπαντα  ἔφερε  γενναίως   καὶ  καρτερικῶς.  Ταῦτα  ἐννοοῦντες,   πάντα  ποιῶμεν χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ποιεῖς τι ἀγαθὸν, καὶ γογγύζεις; διὰ τί; ἀνάγκη γάρ σοι ἐπίκειται; Οἶδα, φησὶν, ὅτι πολλοὶ πλησίον ἀναγκάζουσιν ὑμᾶς γογγύζειν (τοῦτο γὰρ ᾐνίξατο,  εἰπὼν  τὸ, Ἐν μέσῳ γενεᾶς  σκολιᾶς καὶ διεστραμμένης)· ἀλλὰ  τοῦτό ἐστι τὸ θαυμαστὸν,  τὸ καὶ  παρακνιζόμενον  μηδὲν  πάσχειν  τοιοῦτον.  Καὶ γὰρ οἱ ἀστέρες ἐν
νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται  κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται·  ὅταν δὲ φῶς ᾖ, οὐχ οὕτω φαίνονται.  Οὕτω καὶ σὺ, ὅταν μετὰ σκολιῶν ὢν, εὐθὺς μένῃς, μᾶλλον ἀπολάμπεις· τὸ θαυμαστὸν τοῦτό ἐστι, τὸ ἀμέμπτους γενέσθαι. Ἵνα γὰρ μὴ τοῦτο λέγωσι, προλαβὼν αὐτὸς τοῦτο τέθεικε. Τί ἐστι, Λόγον ζωῆς ἐπέχοντες; Τουτέστι, μέλλοντες  ζήσεσθαι, τῶν σωζομένων ὄντες. Ὅρα πῶς εὐθέως  τίθησι  τὰ ἔπαθλα· Οἱ φωστῆρες,  φησὶ, λόγον  φωτὸς  ἐπέχουσιν·  ὑμεῖς  λόγον ζωῆς. Τί ἐστι, Λόγον ζωῆς; Σπέρμα ζωῆς  ἔχοντες,  τουτέστιν,  ἐνέχυρα  ζωῆς  ἔχοντες, αὐτὴν κατέχοντες τὴν ζωὴν, τουτέστι, σπέρμα ζωῆς ἐν ὑμῖν ἔχοντες· τοῦτο λέγει, Λόγον ζωῆς. Ἄρα οὖν οἱ ἄλλοι πάντες νεκροί· τοῦτο γὰρ εἰπὼν οὕτως ἐδήλωσεν· ἢ γὰρ ἂν καὶ οἱ ἄλλοι λόγον ζωῆς ἐπεῖχον. Εἰς καύχημα ἐμοὶ, φησί. Τί ἐστι τοῦτο; Καὶ ἐγὼ κοινωνῶ, φησὶ, τῶν ὑμετέρων ἀγαθῶν. Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν. Ποῖον καύχημα, ὦ μακάριε Παῦλε; Μαστίζῃ, ἐλαύνῃ, ὑβρίζῃ δι' ἡμᾶς· διὰ τοῦτό φησιν, Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν, φησὶν, ἔδραμον, οὐδὲ εἰς κενὸν  ἐκοπίασα· ἀλλ' ἀεὶ ἔχω καυχᾶσθαι, φησὶν, ὅτι οὐ μάτην  ἔδραμον. Ἀλλ' εἰ καὶ σπένδομαι. Οὐκ εἶπεν, Ἀλλ' εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γράφων·  καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ παιδεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. Ὢ μακαρίας ψυχῆς! θυσίαν καλεῖ τὴν προσαγωγὴν  αὐτῶν.  Ἄρα πολλῷ  βέλτιον  τοῦ βοῦς προσενεγκεῖν  τὸ ψυχὴν προσενεγκεῖν.  Ἂν τοίνυν  πρὸς τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν  ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν, χαίρω, φησὶ, τῷ θανάτῳ  τῷ ἐμῷ· τοῦτο γὰρ αἰνίττεται  λέγων·  Ἐπὶ τῇ θυσίᾳ καὶ  λειτουργίᾳ  τῆς  πίστεως  χαίρω,  καὶ  συγχαίρω  πᾶσιν  ὑμῖν· τὸ αὐτὸ  δὲ καὶ  ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Τί συγχαίρεις; Ὁρᾷς πῶς δείκνυσιν ὅτι δεῖ χαίρειν αὐτούς; Χαίρω μὲν οὖν, φησὶν, ὅτι σπονδὴ γίνομαι· συγχαίρω δὲ, ὅτι θυσίαν προσενεγκών. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε, ὅτι προσηνέχθην.  Συγχάρητέ  μοι, φησὶ, χαίροντι  ἐπὶ τῷ ἐμῷ θανάτῳ.  Οὐκ ἄρα δακρύων  ἀξία ἡ τελευτὴ  τῶν  δικαίων,  ἀλλὰ χαρᾶς. Εἰ αὐτοὶ χαίρουσιν, συγχαίρειν αὐτοῖς δεῖ· καὶ γὰρ ἄτοπον, ἐκείνων  χαιρόντων, κλαίειν  ἡμᾶς. Ἀλλὰ τὴν συνήθειαν  ἐπιζητοῦμεν,  φησί. Σκῆψις ταῦτα, πρόφασις. Ὅρα γοῦν  τί  παραγγέλλει   Φιλιππησίοις,  Συγχαίρετέ  μοι  καὶ  χαίρετε·  καὶ  σὺ  συνήθειαν ἐπιζητεῖς; Εἰ μὲν ἔμελλες αὐτὸς ἐνταῦθα  μένειν, εἰκότως  λέγεις· εἰ δὲ μικρὸν ὕστερον καταλήψῃ  τὸν ἀπελθόντα,  ποίαν  συνήθειαν  ζητεῖς; Συνήθειαν  γὰρ ἐπιζητεῖ  τις, ὅταν διαπαντὸς  ᾖ τις διεσπασμένος· εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς;  Τοὺς ἐν ἀποδημίαις  ὄντας  διὰ τί μὴ δακρύομεν; οὐχὶ  μικρὸν δακρύσαντες, εὐθέως  μετὰ  τὴν  πρώτην  ἢ  δευτέραν  παυόμεθα;  Εἰ συνήθειαν  ἐπιζητεῖς,  τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι  τὴν φύσιν· τὸ δὲ μετὰ τοῦτο χαῖρε, καθάπερ λέγων  ὁ Παῦλος, Οὐδὲν πάσχω δεινὸν, ἀλλὰ καὶ χαίρω πρὸς τὸν Χριστὸν ἀπερχόμενος· Καὶ ὑμεῖς χαίρετε,   συγχάρητέ  μοι,  φησί.  Χαίρωμεν  τοιγαροῦν  καὶ  ἡμεῖς,  ὅταν  ἴδωμεν δίκαιον  τελευτῶντα,  μᾶλλον  δὲ καὶ ὅταν τινὰ τῶν ἀπεγνωσμένων.  Ὁ μὲν γὰρ ἄπεισι μισθὸν ἀποληψόμενος τῶν πόνων, ὁ δὲ ἐνέκοψέ τι τῶν ἁμαρτημάτων αὐτοῦ. Ἀλλ' ἴσως ἂν,  φησὶ,  μετεβάλετο  ζῶν.  Ἀλλ' οὐκ  ἂν  αὐτὸν  ἔλαβεν  ὁ Θεὸς, εἴ  γε  μεταβαλέσθαι ἔμελλεν. Ὁ γὰρ πάντα ὑπὲρ σωτηρίας ἡμῶν οἰκονομῶν,  τίνος ἕνεκεν αὐτὸν οὐκ εἴασε μέλλοντα εὐαρεστεῖν; εἰ τοὺς μὴ μεταβαλλομένους  ἀφίησι, πολλῷ μᾶλλον τοὺς μεταβαλλομένους.   Πάντοθεν  οὖν  ἡμῖν  ὁ  κοπετὸς  ἐκκεκόφθω,  πάντοθεν   ὁ  θρῆνος λυέσθω· ἐπὶ πᾶσιν εὐχαριστῶμεν τῷ Θεῷ, χωρὶς γογγυσμῶν  πάντα πράττωμεν· εὐφραινώμεθα, εὐάρεστοι ἐν πᾶσιν αὐτῷ γινώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν
ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Θʹ.Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.

αʹ. Εἶπεν, ὅτι τὰ κατ' ἐμὲ εἰς προκοπὴν  τοῦ Εὐαγγελίου  ἐλήλυθεν,  Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ  τῆς  πίστεως  ὑμῶν· ἐστήριξεν αὐτοὺς  διὰ τούτων.  Ἴσως ἂν ὑπώπτευσαν  τὰ πρότερα παραμυθίας ἕνεκεν  εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν;  Τιμόθεον πέμπω πρὸς ὑμᾶς, φησί· καὶ γὰρ ἐπόθουν  πάντα  ἀκοῦσαι τὰ κατ' αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐμοῦ, ἀλλ', Ἵνα γνῶ τὰ ὑμέτερα; Τὰ μὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιμοθέου ἔμελλεν ἀπαγγέλλειν·  διὸ προϊών φησιν, Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον  τὸν ἀδελφὸν  πέμψαι πρὸς ὑμᾶς. Τὰ δὲ ὑμέτερα βούλομαι, φησὶ, μαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι  χρόνον  παρὰ τῷ Παύλῳ διὰ τὴν  ἀσθένειαν  τὴν  σωματικήν.  Ὥστε ἀναγκαίως  βούλομαι, φησὶ, μαθεῖν  τὰ καθ' ὑμᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιμοθέου, λέγων, Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευμαρίσει μοι ὁ Θεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ,  γνοὺς  τὰ περὶ ὑμῶν.  Ὥσπερ ὑμᾶς, φησὶν,  ἀνεκτησάμην  ταῦτα  ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν  ἐκεῖνοι, ὅτι δι' ὧν  ἐνόμιζον  βλάπτειν,  διὰ  τούτων  εὔφραναν·  οὕτω  βούλομαι  καὶ  τὰ καθ' ὑμᾶς μαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. ∆εικνύει ἐνταῦθα, ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τού  τοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ,  τοῦτό ἐστιν, Ὥσπερ ὑμεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας  πόθον! Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ  μαρτυρεῖ, ὡς  ὅταν  λέγῃ,  Ἡμεῖς  δὲ ἀποφανισθέντες   ἀφ'  ὑμῶν  πρὸς  καιρὸν  ὥρας.  Καὶ ἐνταῦθα,  Ἐλπίζω,  φησὶ,  πέμψαι Τιμόθεον, ἵνα γνῶ τὰ περὶ ὑμῶν· ὃ κηδεμονίας ἦν μεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν μηδὲ ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ' αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύματι  πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο. Εἰ γὰρ τοῦτο   ἐπείσθησαν   οἱ  μαθηταὶ,   ἀναίσχυντοι   ἂν   ἐγένοντο·   νῦν   δὲ  προσδοκῶντες λανθάνειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς μάλιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε μὴ ἐλθόντα Τιμόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι  αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος  αὑτοῦ τὴν παρουσίαν, ὥστε μεταβαλέσθαι Κορινθίους. ∆ιὰ τοῦτο καὶ ἔγραφε· Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ μόνον ἡ ἀγάπη δείκνυται,   τῷ  τὰ  οἰκεῖα  ἀπαγγέλλειν,   ἀλλὰ   καὶ  τῷ   τὰ  ἐκείνων   ζητεῖν   μαθεῖν· μεριμνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισμένης  καὶ ἀεὶ ἐναγωνίου  οὔσης. Ἅμα δὲ καὶ τιμᾷ  αὐτοὺς,  Τιμόθεον  πέμπων.  Τί λέγεις;  Τιμόθεον  πέμπεις;  τί  δήποτε;  Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, τουτέστι, τῶν ὁμοίως μοι μεριμνώντων,  ὅστις γνησίως  τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν  μετ' αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό  ἐστιν; Ἀντὶ  τοῦ, Ὁμοίως  ἐμοὶ  κηδόμενον  ὑμῶν  καὶ  φροντίζοντα.  Οὐκ ἄν  τις εὐκόλως  ἕλοιτο, φησὶ, ταύτης  ἕνεκεν  τῆς αἰτίας ὁδοιπορίαν  τοσαύτην  ποιήσασθαι. Ὁ φιλῶν  ὑμᾶς μετ' ἐμοῦ, Τιμόθεός ἐστιν· ἐνῆν  μὲν γὰρ καὶ ἄλλους   πέμψαι, ἀλλ' οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους αὐτῷ ὁμοίως φιλεῖν.  Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιμοθέῳ γράφων  λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡμᾶς τοὺς ἀκούοντας  μὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων  τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα  πόνον,  πρὸς πᾶσαν ταλαιπωρίαν.  Τὴν δὲ δοκιμὴν  αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Καὶ ὅτι οὐχ  ἁπλῶς  λέγω,  ὑμεῖς,  φησὶν,  αὐτοὶ  ἐπίστασθε,  ὅτι,  ὡς  πατρὶ  τέκνον,  σὺν  ἐμοὶ ἐδούλευσεν  εἰς  τὸ  Εὐαγγέλιον.  Παρατίθεται  ἐνταῦθα  τὸν  Τιμόθεον,  εἰκότως,  ὥστε πολλῆς  ἀπολαῦσαι  παρ' αὐτῶν  τιμῆς.  Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων  ποιεῖ, λέγων,  Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων  αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν μισθόν. Τοῦτον μὲν οὖν, φησὶν, ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ' ἐμέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως  ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐ διὰ τοῦτο πέμπω αὐτὸν, ὡς μὴ ἐλευσόμενος, ἀλλ' Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν, ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται.


βʹ. Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται  διανοίας. Ἀναγκαῖον  δὲ ἡγησάμην  Ἐπαφρόδιτον  τὸν ἀδελφὸν  καὶ συνεργὸν  καὶ συστρατιώτην μου. Καὶ τοῦτον πάλιν  μετὰ ἐγκωμίων  τῶν αὐτῶν,  ὧν καὶ τὸν Τιμόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων  συνέστησεν, ὅτι τε αὐτοὺς ἀγαπᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑμῶν  μεριμνήσει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ  ηὐδοκίμησε· καὶ τοῦτον  ἀπὸ τῶν αὐτῶν  πάλιν  διὰ  τὴν  αὐτὴν  αἰτίαν,  ἣν  καὶ  ἐκεῖνον,  ἐπῄνεσε.  Πῶς; Τὸ γὰρ  εἰπεῖν ἀδελφὸν  καὶ συνεργὸν,  καὶ μὴ μέχρι τούτου  μόνον  στῆναι, ἀλλὰ  καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος  ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ  αὐτῷ  μαρτυροῦντος,  ἅπερ  καὶ  ἑαυτῷ.  Τὸ δὲ,  Συστρατιώτην,  πλέον  ἐστὶ  τοῦ, Συνεργόν.  Ἴσως  γάρ  τις  ἐν  μὲν  ψιλοῖς  πράγμασι  συνήργησεν,  ἐν  δὲ  πολέμῳ  καὶ κινδύνοις  οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑμῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν  τῆς χρείας μου, πέμψαι  πρὸς ὑμᾶς. Τουτέστι, Τὰ ὑμέτερα ὑμῖν  χαρίζομαι.  Ἤτοι  τὸν  ὑμέτερον  ὑμῖν  πέμπομεν,  ἢ τὸν  ὑμᾶς  διδάσκοντα.  Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶ  αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι  ἀγαπᾶται  παρ'  ὑμῶν.  Οὐ μικρὸν  δὲ  τοῦτο  εἰς  τὸ  φιλεῖν   ἐπισπάσασθαι.  Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλαξεν ὑμᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ· οὐ μὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ' ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς. Ἐνταῦθα  καὶ ἄλλο  κατασκευάζει, ἀπολογούμενος  ὅτι  διὰ χρόνου  πέμπει  πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον·
Οὐκ ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον  διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι  μακρὰ  αὕτη   γέγονε,   καὶ  πολὺν   χρόνον   ἀνάλωσε,   φησί·  Καὶ  γὰρ  ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυμίας καὶ ὀλιγωρίας  πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν  διανοίας, καὶ μὴ ὑποπτευθῆναι, ὅτι  καταφρονῶν  αὐτῶν   οὐκ  ἦλθεν;  Οὐδὲν  γὰρ  οὕτω  τὸν  μαθητὴν   ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδημονεῖ ὑπὲρ αὐτοῦ, ὅπερ ὑπερβαλλούσης  ἀγάπης  ἐστίν. Ἠκούσατε, φησὶν,  ὅτι  ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον  θανάτου.  Καὶ ὅτι  οὐ  προφασίζομαι,  ἀκούσατε·  Ἀλλ' ὁ Θεὸς αὐτὸν  ἠλέησε.  Τί λέγεις,  ὦ  αἱρετικέ;  Ἐνταῦθα  ἔλεόν  φησι  τοῦ  Θεοῦ εἶναι  τὸ  τὸν μέλλοντα  ἀπιέναι  κατέχειν  καὶ ὑποστρέψαι πάλιν. Καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος  οὗτός  ἐστι τὸ ἐν  τῷ  πονηρῷ  ἀφιέναι.  Ἀλλὰ  πρὸς μὲν  τὸν  αἱρετικὸν  εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν; Καὶ γὰρ ὁ αὐτὸς ἀμφισβητήσει ἴσως, καὶ ἐρεῖ· Εἰ τὸ  ἀναλῦσαι  σὺν  Χριστῷ  πολλῷ   μᾶλλον   κρεῖσσον,  τίνος  ἕνεκέν  φησιν  αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ μᾶλλον  ἐρήσομαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον  εἶναι τὸ ἐπιμεῖναι  δι' ὑμᾶς; Ὥσπερ γὰρ αὐτῷ  ἀναγκαῖον  ἦν ἐκεῖνο,  οὕτω  καὶ τούτῳ  μετὰ πλείονος πλούτου καὶ μείζονος παῤῥησίας μέλλοντι  πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο μὲν γὰρ  κἂν  μὴ  νῦν  ἐγένετο,  ὕστερον  ἔμελλε·  τὸ  δὲ  κερδᾶναι  ψυχὰς  οὐκ  ἔνι  λοιπὸν ἀπελθόντας  ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν  συνήθειαν τῶν ἀκουόντων  ὁ Παῦλος φθέγγεται,  καὶ οὐ πανταχοῦ  φιλοσοφεῖ·  πρὸς γὰρ ἀνθρώπους  κοσμικοὺς ὁ λόγος  ἦν αὐτῷ,  δεδοικότας   ἔτι  τὸν  θάνατον.   Εἶτα  δείκνυσιν   ἐν  ὅσῳ  λόγῳ   ἐστὶν  αὐτῷ  ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσιμον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω χρησίμην ἑαυτῷ φησιν εἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι' ἐκείνου. Ἄλλως  δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας  τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ, ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται  ἱκανοί. Ἡ μὲν γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων,  ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν  ἀῤῥωστίαν  γενομένῃ  αὐτῷ. ∆ιὰ τού  των  δείκνυσιν,  ὅσου τιμᾶται  τὸν Ἐπαφρόδιτον.  Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως,    χωρὶς    μελλήσεως,    μετὰ   πολλοῦ    τοῦ   τάχους,    κελεύσας   πάντα ὑπερθέμενον   ἐλθεῖν  πρὸς  ὑμᾶς,  ἵνα  τῆς  ἀδημονίας  ἀπαλλαγῇ.  Οὐ γὰρ  οὕτω  τοὺς ποθουμένους  ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίρομεν, ὡς ὅταν ἴδωμεν, καὶ μάλιστα, ὅταν παρ' ἐλπίδας ἐκβῇ τὸ πρᾶγμα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν, φησὶν, ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν  ὑμεῖς  χαίρητε,  κἀγὼ  χαίρω,  καὶ  οὗτος  χαίρει  ἐπὶ  τοιαύτῃ  ἡδονῇ,  καὶ  ἐγὼ ἀλυπότερος ἔσομαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ', Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέποτε ἡ ψυχὴ   αὐτοῦ  ἦν  λύπης   ἐκτός.  Ὁ  γὰρ  λέγων,   Τίς  ἀσθενεῖ,  καὶ  οὐκ  ἀσθενῶ;  τίς σκανδαλίζεται,  καὶ  οὐκ  ἐγὼ  πυροῦμαι;  πότε  λύπης  ἐκτὸς  ἦν;  Ὡσεὶ ἔλεγε·  Ταύτην ἀποτίθεμαι  τὴν  ἀθυμίαν.  Προσδέχεσθε οὖν  αὐτὸν  ἐν  Κυρίῳ μετὰ  πάσης χαρᾶς.  Ἐν Κυρίῳ, ὅ ἐστι, πνευματικῶς.  Τουτέστι, μετὰ πολλῆς  τῆς σπουδῆς· μᾶλλον  δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος.  Ἀξίως τῶν ἁγίων  ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.

γʹ. Ταῦτα πάντα ποιεῖ ὑπὲρ αὐτῶν ἐκείνων,  οὐχ ὑπὲρ τῶν πεμπομένων.  Μεῖζον γὰρ τὸ  κέρδος  τῷ  ποιοῦντι,  ἢ τῷ  πάσχοντι  εὖ. Καὶ τοὺς  τοιούτους  ἐντίμους  ἔχετε. Τουτέστι, Προσδέχεσθε αὐτὸν  ἀξίως τῶν  ἁγίων.  Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρὸς   ἐμὲ   λειτουργίας.   Οὗτος  κοινῇ   παρὰ   τῆς   πόλεως   ἦν   ἀπεσταλμένος   τῶν Φιλιππησίων, ὥστε τῷ Παύλῳ διακονεῖν, ἢ καὶ ἴσως τι ἀποκομίζων αὐτῷ ἐληλύθει. Ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων· ∆εξάμενος γὰρ παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν. Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα  τῇ πόλει Ῥωμαίων,  ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας  δύνασθαι τοῦτο ποιεῖν,  ἀλλὰ  καὶ αὐτοὺς ἐπισφαλῶς  προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις  τοῖς μεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις. Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται  φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται,  ὅπερ εἰκὸς  τὸν  Παῦλον τότε  πάσχειν·  τὸν  δὲ Ἐπαφρόδιτον  ἄνδρα  γενναῖον  ὄντα,  παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν. ∆ύο τοίνυν  τίθησιν, ἀφ' ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν, ὅτι μέχρι θανάτου ἐκινδύνευσε, φησὶ, δι' ἐμέ· δεύτερον δὲ, ὅτι τὸ πρόσωπον τῆς πόλεως περιθέμενος ταῦτα ἔπαθεν, ὡς ἐν τῷ κινδύνῳ  ἐκείνῳ τοῖς πέμψασι λογίσασθαι τὸν μισθὸν, ὡς ἂν ἡ πόλις πρεσβευτὴν ἔπεμψεν. Ὥστε τὸ μετὰ θεραπείας ὑποδέξασθαι, καὶ ὑπὲρ τῶν γεγενημένων εὐχαριστῆσαι, μᾶλλόν ἐστι κοινωνῆσαι  τοῖς τετολμημένοις.  Καὶ οὐκ εἶπε, ∆ι' ἐμὲ, ἀλλ' ἀξιοπιστότερον αὐτὸ ποιεῖ λέγων,  ὅτι ∆ιὰ τὸ ἔργον τοῦ Θεοῦ.  Οὐδὲ γὰρ δι' ἐμὲ ποιεῖ,  ἀλλὰ  διὰ  τὸν  Θεὸν ἤγγισε  μέχρι  θανάτου.  Τί γάρ; εἰ  μὴ  ἀπέθανε,  τοῦ  Θεοῦ οἰκονομήσαντος, ἀλλ' αὐτὸς παρεβουλεύσατο καὶ ἐξέδωκεν ἑαυτὸν, ὡς κἂν ὁτιοῦν δέῃ παθεῖν, οὐκ ἀποστησόμενος τῆς πρός με θεραπείας. Εἰ δὲ ὑπὲρ τοῦ Παύλου θεραπεῦσαι εἰς θάνατον  ἑαυτὸν  ἐξέδωκε, πολλῷ  μᾶλλον  ὑπὲρ τοῦ κηρύγματος  τοῦτο  ἂν  ἔπαθε· μᾶλλον  δὲ καὶ τοῦτο  ὑπὲρ τοῦ κηρύγματος  ἦν, τὸ ὑπὲρ ἐκείνου  ἀποθανεῖν.  Οὐ γὰρ μόνον ὑπὲρ τοῦ μὴ θῦσαι μαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις  μαρτύριον  ποιοῦσι·  καὶ  εἰ  δεῖ  τι  θαυμαστὸν  εἰπεῖν,  πολλῷ  μᾶλλον   αἱ τοιαῦται,  ἢ  ἐκεῖναι.  Ὁ γὰρ  ὑπὲρ  τοῦ  ἐλάττονος  κατατολμῶν   τοῦ  θανάτου,  πολλῷ μᾶλλον ὑπὲρ τοῦ μείζονος. Ὥστε καὶ ἡμεῖς, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα.  Οὐ γὰρ ἔνι μὴ τολμῶντα,  γενναῖόν  τι πρᾶξαί ποτε, ἀλλὰ  ἀνάγκη τὸ[ν]  τῆς  ἐνταῦθα  ἀσφαλείας  προνοούμενον  ἐκπεσεῖν  τῆς  μελλούσης· Ἵνα ἀναπληρώσῃ, φησὶ, τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Τί ἐστι τοῦτο; Οὐ παρῆν ἡ πόλις, ἀλλ' ἐλειτούργησέ μοι δι' ἐκείνου πᾶσαν λειτουργίαν  τῷ ἐκεῖνον  πέμψαι. Τὸ οὖν  ὑστέρημα  τῆς  ὑμετέρας  λειτουργίας  αὐτὸς  ἐνεπλήρωσεν,  ὥστε  καὶ  κατὰ  τοῦτο δίκαιος ἂν εἴη ἀπολαῦσαι τιμῆς πολλῆς, ὅτι ὅπερ ἐχρῆν πάντας ποιῆσαι, τοῦτο ἔπραξεν αὐτὸς ὑπὲρ ὑμῶν. Καὶ δείκνυσι καὶ πρώτην  οὖσαν λειτουργίαν  παρὰ τῶν ἐν ἀσφαλείᾳ τοῖς κινδυνεύουσι·  Τὸ γὰρ ὑστέρημα τῆς λειτουργίας  οὕτως εἴρηται, ὡς πρὸς ἐκείνην. Ὁρᾷς φρόνημα ἀποστολικόν; Τοῦτο οὐκ ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεμονίας.  Ἵνα  γὰρ μὴ ἐπαίρωνται,  ἀλλὰ  μετριάζωσι,  μηδὲ  μέγα  τι  παρεσχηκέναι νομίζωσιν, ἀλλὰ ταπεινῶνται, λειτουργίαν  τὸ πρᾶγμα καλεῖ καὶ ὑστέρημα. Μὴ τοίνυν μηδὲ ἡμεῖς μέγα φρονῶμεν,  τοῖς ἁγίοις παρέχοντες,  μηδὲ χαρίζεσθαι αὐτοῖς ἐν τούτῳ νομίζωμεν·  καὶ  γὰρ  ὀφείλεται  τοῖς  ἁγίοις  παρ' ἡμῶν  τὸ  πρᾶγμα,  καὶ  οὐδὲν  αὐτοῖς χαριζόμεθα. Ὥσπερ γὰρ τοῖς ἐν στρατοπέδῳ ἑστῶσι καὶ πολεμοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων  καὶ  μὴ πολεμούντων ὀφείλεται  τὰ  τελέσματα  (ὑπὲρ  γὰρ  ἐκείνων  ἑστήκασιν οὗτοι), οὕτω καὶ ἐνταῦθα. Εἰ μὴ γὰρ ἐδίδασκεν ὁ Παῦλος, τίς ἂν αὐτὸν τότε ἐνέβαλεν εἰς δεσμωτήριον; Ὥστε λειτουργεῖν  χρὴ τοῖς ἁγίοις. Πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν στρατευομένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέρειν, καὶ ἐνδύματα καὶ τροφὰς, οὐ κατὰ
τὴν  χρείαν  μόνον,  ἀλλὰ  καὶ κατὰ  τὴν  περιουσίαν,  τῷ  δὲ στρατευομένῳ  βασιλεῖ τῷ ἐπουρανίῳ,  καὶ παραταττομένῳ  πρὸς πολλῷ  χαλεπωτέρους  (Ἡ πάλη  γὰρ, φησὶν,  οὐ πρὸς αἷμα καὶ σάρκα), μηδὲ τὴν ἀναγκαίαν χρείαν χορηγεῖν; πόσης ἀγνωμοσύνης, πόσης τοῦτο ἀχαριστίας, πόσης μικρολογίας;


δʹ. Ἀλλ', ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων  ἰσχύει φόβος παρ' ἡμῖν τῆς γεέννης καὶ τῶν μελλουσῶν  κολάσεων. ∆ιὰ δὴ τοῦτο πάντα ἀνατέτραπται,  ὅτι τὰ μὲν πολιτικὰ πράγματα μετὰ πολλῆς τῆς ἐντρεχείας  καθ' ἑκάστην ἡμέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευματικῶν οὐδεὶς οὐδαμοῦ λόγος· ἀλλὰ τὰ μὲν μετ' ἀνάγκης ἀπαιτούμενα καὶ βασάνων, καὶ ὡς παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται μετὰ πολλῆς
 τῆς  εὐγνωμοσύνης·  τὰ  δὲ  παρὰ  ἑκόντων,   καὶ  ὡς  παρὰ  ἐλευθέρων,   πάντα ἐλλιμπάνεται.  Οὐ κατὰ πάντων  λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσματα ταῦτα ἐγκαταλιμπανόντων.  Μὴ γὰρ  οὐκ  ἠδύνατο  ὁ  Θεὸς ἀνάγκῃ  ταῦτα  ποιεῖν;  Ἀλλ'  οὐ βούλεται· ὑμῶν γὰρ φείδεται  μᾶλλον, ἢ τῶν τρεφομένων.  ∆ιὰ τοῦτο ὑμᾶς οὐκ ἀνάγκη βούλεται  κατατιθέναι,  ἐπειδὴ  οὐκ ἔστι μισθός. Καὶ ὅμως  πολλοὶ  τῶν  ἐνταῦθα,  τῶν Ἰουδαίων εἰσὶ ταπεινότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείονα λάβωσι, τοσούτῳ καὶ πλείων ὁ μισθός. Οὐκ ἔλεγον, Πολλὰ λαμβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω λεγόντων  τινῶν. Καὶ οἱ μὲν οἰκοδομοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούμενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν  ἱερέων  λαμπρότερον  ἱμάτιον  περιβάληται,  ἢ τῆς ἀναγκαίας  εὐπορήσῃ τροφῆς, ἢ τὸν  διακονούμενον  ἔχῃ, ἵνα  μὴ ἀναγκάζηται  αὐτὸς ἀσχημονεῖν,  πλοῦτον  τὸ πρᾶγμα τίθενται.  Ὄντως πλουτοῦμεν  καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁμολογοῦσιν. Ἡμεῖς μὲν γὰρ κἂν μικρὰ ἔχωμεν, πλουτοῦμεν·  ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται,  πένονται.  Μέχρι τίνος ἀνοηταίνομεν;  οὐκ ἀρκεῖ τὸ μηδὲν ποιεῖν εἰς κόλασιν ὑμῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ τῆς κακηγορίας προστιθέναι ζημίαν; Εἰ μὲν γὰρ αὐτὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν μισθὸν  ἀπώλεσας,  ὑπὲρ  ὧν  ἔδωκας  ἐγκαλῶν·  ὅλως  δὲ  εἰ  σὺ ἔδωκας,  τί  ἐγκαλεῖς; Πρότερον μὲν οὖν αὐτῷ πενίαν ἐμαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοίνυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκαλεῖν. Ἀλλ' ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας μισθὸν ἔχειν; ∆ιὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέξασθαι βίον, εἰ καὶ μὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν  λεγόντων  ἰταμῶς, ὅταν εἴπωμεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο,  φησὶν,  ἠδύνατο  πλουτεῖν· εἶτα  ὑβριστικῶς,  Ὁ προγόνος  αὐτοῦ, καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ μοι, γυμνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ μὲν οὖν ὑπὲρ τούτων ἀκριβολογῇ· ὅρα δὲ μὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ' ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγούσης, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν  καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως  οὐκ ἂν ἠπόρησεν· ἀλλ' οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα  κερδαίνει, εἰπέ μοι; σηρικὰ ἱμάτια περίκειται; πλῆθος ἀκολούθων  ἔχων  σοβεῖ κατὰ τὴν ἀγοράν; ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδομεῖ, ἔχων  ὅπου καταμείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ  οὐ  φείδομαι,  ἀλλ'  ἀνάξιον  αὐτὸν  εἶναι  τῆς  ἱερωσύνης  φημί.  Πῶς γὰρ  ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι μὴ δυνάμενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας  εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐτὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ μοι, ὁ μαθητής; Ἀλλ' ὁ
μὲν  πατὴρ  ὁ  σαρκικὸς  ἂν  τοῦτο  ποιῇ,  αἰσχύνην  τὸ  πρᾶγμα  ἡγῇ·  ἂν  δὲ  ὁ   πνευματικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκαλύψῃ; μᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδοξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιμῷ φθείρεσθαι ἔδει; Ἀλλ' οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωμεν  πρὸς αὐτοὺς ταῦτα,  εὐθέως  φιλοσοφοῦσι·  Γέγραπται, φησὶ,  Μὴ κτήσησθε χρυσὸν,  μηδὲ  ἄργυρον, μηδὲ δύο χιτῶνας,  μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱμάτια ἔχουσι, καὶ κλίνας ἐστρωμένας. Ἐπῆλθέ μοι στενάξαι πικρὸν νῦν· εἰ δὲ μὴ ἀσχημονεῖν ἔμελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων  κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες  αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς  οὐδὲ αἰσθανόμεθα. Εἰπέ μοι, διὰ τί γὰρ σαυτῷ τοῦτο μὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται   μόνον,   φησίν·  ὅταν   οὖν   ὁ  Παῦλος  λέγῃ,   Ἔχοντες   διατροφὰς   καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, πρὸς τοὺς διδασκάλους λέγει μόνους; Οὐδαμῶς, ἀλλὰ  πρὸς πάντας  ἀνθρώπους.  Καὶ δῆλον  ἄνωθεν  τὸ χωρίον  διεξιοῦσιν·  εἰπὼν  γὰρ, Πορισμὸς μέγας ἐστὶν ἡ εὐσέβεια μετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαμεν  εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν  τι δυνάμεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι  πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς.


εʹ. Εἶδες ὅτι πρὸς πάντας  ὁ λόγος εἴρηται; Τί δέ; ὅταν λέγῃ πάλιν,  Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώματα  τῇ  κοιλίᾳ,  καὶ  ἡ κοιλία  τοῖς  βρώμασιν· ὁ δὲ Θεὸς καὶ  ταύτην,  καὶ  ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόμενος; μὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν  ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ φύσις· τὸ γὰρ τῶν γυναικῶν  γένος πλείονος δεῖται ἀναπαύσεως,  ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν,  ἔνθα καὶ ἡ ἡλικία  καὶ ἡ φύσις κώλυμα, οὐκ ἀφίεται  αὐτὴν  σπαταλᾷν,  ἀλλὰ  καὶ τεθνηκέναι  αὐτήν  φησιν  (οὐ γὰρ ἁπλῶς  εἶπε μὴ σπαταλᾷν, ἀλλ',  Ἡ σπαταλῶσα, ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνηκυῖα ἐκκέκοπται)·  ποίαν   ἕξει  συγγνώμην   ἄνθρωπος   ταῦτα   ποιῶν,   ἐφ'  οἷς  ἡ  γυνὴ   ἡ γεγηρακυῖα  κολάζεται;  Ἀλλὰ ταῦτα  οὐδεὶς  οὐδὲ εἰς ἔννοιαν  λαμβάνει,  ταῦτα  οὐδεὶς ἐξετάζει.   Ἐγὼ   δὲ   νῦν   ταῦτα   εἰπεῖν   ἠναγκάσθην,   οὐχὶ   τοὺς   ἱερέας   ἀπαλλάξαι ἐγκλημάτων    βουλόμενος,    ἀλλ'   ὑμῶν    φειδόμενος.    Ἐκεῖνοι   μὲν   οὖν,   ἂν   μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ' ὑμῶν βλάπτονται·  ἀλλ' ἄν τε εἴπητε, ἄν τε μὴ εἴπητε, λόγον τῷ δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑμέτερα βλάπτει ῥήματα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ' ὑμῶν λεγόμενα, ἐκεῖνοι μὲν οὖν ἐκέρδανον συκοφαντούμενοι εἰκῆ, ὑμεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ δὲ ὑμῶν οὐχ οὕτως ἐστίν· ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τε  ψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες  τοὺς  διδασκάλους,  καὶ  τὴν  τάξιν  ἀνατρέποντες·  εἰ  γὰρ  ἀδελφὸν  οὐ  δεῖ κρίνειν, πολλῷ  μᾶλλον  διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιμωρία· παντὸς  γὰρ  ῥήματος  ἀργοῦ  δώσετε  λόγον.  Ὥστε ὑμῶν  ἕνεκεν  πάντα  ποιοῦμεν  καὶ κάμνομεν.  Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ,  οὐδεὶς λέγει πρὸς ἑαυτὸν τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν μή τις ἀποτάξηται, φησὶν  ὁ Χριστὸς, πᾶσιν  αὑτοῦ  τοῖς  ὑπάρχουσιν,  οὐκ  ἔστι μου  ἄξιος. Τί ὅταν  λέγῃ, ∆ύσκολον πλούσιον εἰσελθεῖν  εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ  ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ,  οὐδεὶς πρὸς ἑαυτὸν  διαλέγεται,  ἀλλ' ἐν τοῖς ἑτέρων  σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο μέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκλημάτων. Ἵνα δὲ καὶ αὐτῶν,  ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους  εἶναι, ἀπαλλάξω  δι' ὑμᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόμον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωμεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας,  μηδὲ ὑποδήματα, μὴ ζώνην, μὴ ῥάβδον. Τί οὖν, εἰπέ μοι; Πέτρος παρὰ τὸ πρόσταγμα  ἐποίει; πῶς  γὰρ οὒ, ὁ καὶ  ζώνην  ἔχων  καὶ  ἱμάτιον  καὶ ὑποδήματα;  ὅτι  γὰρ εἶχεν,  ἄκουε τοῦ  ἀγγέλου  λέγοντος  πρὸς αὐτὸν,  Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν· ἔνεστι γὰρ κατ'  ἐκεῖνον  τὸν καιρὸν καὶ ἀνυπόδετον  εἶναι, ἡ δὲ πολλὴ  χρεία ἐν τῷ χειμῶνί ἐστιν· ἀλλ' ὅμως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιμοθέῳ γράφων,  Σπούδασον πρὸ χειμῶνος  ἐλθεῖν·  εἶτα παραγγέλλει  καὶ λέγει· Τὸν φελώνην,  ὃν ἀπέλιπον  ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος  φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων,  ὅτι Σκεῦος ἐκλογῆς  μοί ἐστιν  οὗτος; Ἔδει ταύτην ἀφεῖναι  τὴν ἀμφιβολίαν  παρ' ὑμῖν, καὶ μηδεμίαν  ἐπαγαγεῖν  τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην  ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας·  πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁμαρτήμασίν ἐσμεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡμετέρων οὐδένα λόγον ποιούμεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσμεν, ὅτι τοὺς θείους οὐ παιδευόμεθα νόμους. Ἔδει μὲν οὖν ταύτην ὑμᾶς εἰσπράξασθαι τὴν δίκην· ἀλλὰ τί πάθω; πατήρ  εἰμι·  πολλὰ  καὶ  πέρα  τοῦ  δέοντος  οἱ  πατέρες  χαρίζονται   τοῖς  παισὶ,  τῶν σπλάγχνων  αὐτοῖς  διαθερμαινομένων [ἐκεῖνοι]  τῶν  πατρικῶν·  κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόμενον, αὐτοὶ μᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύον  ται, ἕως ἂν τῆς ἀθυμίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ μὴ λαβεῖν, ἵνα λάβητε καλῶς.
Τί  οὖν  ἔστιν  εἰπεῖν;  Οὐκ ἠναντιώθησαν,   μὴ  γένοιτο,  ἀλλὰ  καὶ  σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διαπαντός.  Καὶ τοῦτο  οὐ στοχαζόμενος  λέγω,  ἀλλ' ἀπὸ τῶν  θείων  Γραφῶν. Πῶς; Φησὶν  ὁ  Λουκᾶς εἰρηκέναι  τὸν  Χριστὸν τοῖς  μαθηταῖς,  Ὅτε  ἀπέστειλα  ὑμᾶς  ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώνης καὶ ὑποδημάτων, μήτι ὑστέρησεν ὑμῖν; Λέγουσιν αὐτῷ· Οὔ. Οὐκοῦν λοιπὸν  κτήσασθε. Ἀλλὰ  τί  ἔδει,  εἰπέ  μοι; ἕνα  χιτῶνα  ἔχειν;  Τί οὖν; εἰ πλύνεσθαι   τοῦτον   ἔδει,  γυμνὸν   ἐχρῆν  οἴκοι  καθέζεσθαι;  ἢ  γυμνὸν   περιιέναι   καὶ ἀσχημονεῖν,   χρείας   καλούσης;   Ἐννόησον   οἷον   ἦν   Παῦλον   τὸν   ἐπὶ   τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν. Τί δέ; εἰ κρυμὸς ἐπετέθη σφοδρὸς, καὶ κατέβρεξεν, ἢ καὶ ἐπάγωσε, πῶς  ξηραίνεσθαι  ἐνῆν; πάλιν  γυμνὸν  ἐχρῆν  καθῆσθαι; τί δέ; εἰ ψῦχος κατέτεινε τὸ σῶμα, τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; Ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς  κατεσκεύαστο,  ἄκουσον  τί  φησι  περὶ  Τιμοθέου·  Οἴνῳ  ὀλίγῳ   χρῶ  διὰ  τὸν στόμαχόν  σου  καὶ  τὰς  πυκνάς  σου  ἀσθενείας·  καὶ  πάλιν   περὶ  ἑτέρου,  Ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι ὑμῖν τὸν ὑμῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου. Καὶ γὰρἠσθένησε παραπλήσιον θανάτου, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι. Τί οὖν; ἀπόλλυσθαι ἐχρῆν; Οὐδαμῶς. Τίνος οὖν ἕνεκεν  τότε τοῦτο ἐπέταξε; Τὴν δύναμιν  αὐτοῦ θέλων  δεῖξαι, ὅτι καὶ μετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ' οὐκ ἐποίησε. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησε; Πολλῷ τῶν Ἰσραηλιτῶν ἦσαν οὗτοι θαυμασιώτεροι, ὧν τὰ ὑποδήματα οὐ κατετρίβετο, οὐδὲ τὰ ἱμάτια,  καὶ ταῦτα  ἐκείνην  τὴν  ἔρημον  διοδευόντων,  ἔνθα  θερμοτέρα ἐπιπίπτουσα  ἡ ἀκτὶς  ἡ  ἡλιακὴ  καὶ  λίθους  αὐτοὺς  καταφρύγειν   δύναται.  Τίνος  οὖν  ἕνεκεν  τοῦτο ἐποίησε;  ∆ιὰ  σέ.  Ἐπειδὴ  γὰρ  οὐκ  ἔμελλες   ὑγιαίνειν,   ἀλλὰ   τραυματίζεσθαι,   τῶν φαρμάκων  σοι τὴν  ὑπόθεσιν  παρέσχε· καὶ  τοῦτο  δῆλον  ἐκεῖθεν.  Εἰπὲ γάρ  μοι, οὐκ ἠδύνατο  αὐτὸς αὐτοὺς θρέψαι; εἰ σοὶ τῷ προσκεκρουκότι ἔδωκεν,  οὐ πολλῷ  μᾶλλον Παύλῳ ἂν ἔδωκεν; ὁ τοῖς Ἰσραηλίταις διδοὺς τοῖς γογγυσταῖς, τοῖς πόρνοις, τοῖς εἰδωλολάτραις,   οὐ  πολλῷ   μᾶλλον   ἂν  Πέτρῳ  τῷ  καταλείψαντι  ἅπαντα  δι'  αὐτὸν ἀφῆκεν; ὁ μιαροὺς ἀφεὶς ἔχειν ἄνδρας, οὐ πολλῷ μᾶλλον ἂν Ἰωάννῃ ἐχαρίσατο, τῷ καὶ τὸν πατέρα δι' αὐτὸν καταλείποντι;  Ἀλλ' οὐκ ἠθέλησεν· ἀλλὰ διὰ σοῦ αὐτοὺς τρέφει, ἵνα  σὺ ἁγιασθῇς. Καὶ θέα μοι τὴν  ὑπερβολὴν  τῆς φιλανθρωπίας. Εἵλετο τοὺς αὑτοῦ μαθητὰς ἐλαττωθῆναι,  ἵνα σὺ μικρὸν ἀναπνεύσῃς. Ἀλλ' εἰ ἐποίησεν αὐτοὺς ἀνενδεεῖς, φησὶ, πολλῷ θαυμαστότεροι ἂν ἦσαν, πολλῷ ἐπιδοξότεροι. Ἀλλὰ σοῦ ἡ σωτηρία ἐξεκέκοπτο.  Οὐχ  εἵλετο  τοίνυν   ἐκείνους   γενέσθαι  θαυμαστοὺς,  ἀλλ'  ἐλαττοῦσθαι μᾶλλον,  ἵνα  σὺ  σωθῇς·  καὶ  ἐλαττωθῆναι  ἐκείνους  συνεχώρησεν,  ἵνα  σὺ  δυνηθῇς σωθῆναι.  Οὐ γὰρ  ὁμοίως  αἰδέσιμός ἐστι διδάσκαλος  λαμβάνων,  ἀλλ' ἐκεῖνος μάλιστα  τιμᾶται  ὁ μὴ λαμβάνων·  ἀλλ' ὁ μαθητὴς  οὐκ ὠφελεῖται,  ἀλλὰ  τὸν  καρπὸν ἐγκόπτεται. Ὁρᾷς τὴν σοφίαν τοῦ φιλανθρώπου Θεοῦ; Ὥσπερ γὰρ αὐτὸς οὐχὶ τὴν ἰδίαν δόξαν ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ ἐν δόξῃ ὢν εἵλετο ἀτιμασθῆναι διὰ σὲ, οὕτω καὶ ἐπὶ τῶν διδασκάλων· δυνάμενος αὐτοὺς ποιῆσαι αἰδεσίμους, εἵλετο εἶναι εὐκαταφρονήτους  διὰ σὲ, ἵνα σὺ ἔχῃς κερδαίνειν,  ἵνα σὺ ἔχῃς πλουτεῖν.  Ἵνα γὰρ σὺ εὐπορῇς ἐν τοῖς πνευματικοῖς,  διὰ τοῦτο ἐκεῖνος ἀπορεῖ ἐν τοῖς βιωτικοῖς. Ὅτι τοίνυν ἐδύνατο ποιῆσαι αὐτοὺς ἀνενδεεῖς, ἔδειξε διὰ πολλῶν· ὅτι δὲ διὰ σὲ ἀφίησιν αὐτοὺς ἐν ἐνδείᾳ εἶναι, καὶ τοῦτο δείκνυται ὁμοίως. Ταῦτα οὖν εἰδότες, μὴ πρὸς κατηγορίας, ἀλλὰ πρὸς εὐποιίας τραπῶμεν· μὴ τὰ ἑτέρων κακὰ περιεργαζώμεθα, ἀλλὰ τὰ ἡμέτερα αὐτῶν ἀναλογιζώμεθα· τὰ ἑτέρων κατορθώματα ἐννοῶμεν, τὰ δὲ ἡμέτερα ἁμαρτήματα ἀναλογιζώμεθα·   καὶ  οὕτως  εὐαρεστήσομεν  τῷ  Θεῷ. Ὁ  μὲν  γὰρ   τὰ  ἑτέρων ἁμαρτήματα ὁρῶν, καὶ τὰ αὑτοῦ κατορθώματα, διπλῇ βλάπτεται· ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυμίαν ἐμπίπτει. Ὅταν γὰρ ἐννοήσῃ, ὅτι ὁ δεῖνα ἥμαρτεν, εὐκόλως ἁμαρτήσει καὶ αὐτός· ὅταν ἐννοήσῃ, ὅτι αὐτὸς κατώρθωσεν, εὐκόλως ἀπονοεῖται.  Ὁ δὲ τὰ  μὲν  αὐτοῦ  κατορθώματα  λήθῃ  παραδιδοὺς,  τὰ  δὲ ἁμαρτήματα βλέπων  μόνα, καὶ τὰ ἑτέρων ἁμαρτήματα μὴ περιεργαζόμενος, ἀλλὰ τὰ κατορθώματα, πολλὰ κερδανεῖ. Πῶς, ἄκουε· Ὅταν ἴδῃ, ὅτι ὁ δεῖνα κατώρθωσε, πρὸς τὸν ἴσον αἴρεται ζῆλον· ὅταν ἴδῃ, ὅτι αὐτὸς ἥμαρτε, ταπεινοφρονήσει  καὶ μετριάσει. Ἂν οὕτω ποιῶμεν, καὶ  οὕτω  τὰ  καθ'  ἑαυτοὺς  οἰκονομῶμεν,   δυνησόμεθα  τῶν  ἐπηγγελμένων  τυχεῖν ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |