ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΘʹ Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι

Δευτέρα 24 Οκτωβρίου 2016

ΙΘʹ Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι



Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62

ΙΘʹ Βλέπετε  οὖν  ἀκριβῶς  πῶς  περιπατεῖτε,  μὴ  ὡς  ἄσοφοι,

Βλέπετε  οὖν  ἀκριβῶς  πῶς  περιπατεῖτε,  μὴ  ὡς  ἄσοφοι,  ἀλλ'  ὡς  σοφοὶ,ἐξαγοραζόμενοι  τὸν  καιρὸν,  ὅτι  αἱ  ἡμέραι  πονηραί  εἰσι. ∆ιὰ  τοῦτο  μὴ  γίνεσθε ἄφρονες,  ἀλλὰ  συνιέντες  τί  τὸ  θέ  λημα  τοῦ  Κυρίου.

αʹ. Ἔτι  τὴν  τῆς  πικρίας ἐκκαθαρίζει  ῥίζαν,  ἔτι  τὴν  ὑπόθεσιν  τῆς  ὀργῆς  ἐκκόπτει.  Τί γάρ  φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. Ἤδει τὸν ∆ιδάσκαλον αὐτοῦ, ὅτι πέμπων τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν,  ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν  καὶ μεταξὺ  λύκων  ἦσαν, καὶ ἔτι προστεταγμένοι μὴ ἀμύνεσθαι, ἀλλὰ πάσχειν κακῶς, διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε καὶ τὸ πρότερον ἱκανὸν ἦν αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν. Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιμελῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος· πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ  κατὰ μητρὸς ἦσαν διεσπαρμένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται;


Ἤκουσαν τοῦ Χριστοῦ λέγοντος· Ὁ φιλῶν  πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἵν' οὖν μὴ νομίσωσιν, ὅτι ἁπλῶς  πολέμους εἰσάγει καὶ μάχας, ἐπειδὴ ἔμελλε μεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ  ἔμελλον  ἐπεξιέναι,  τούτου χάριν  λέγει· Βλέπετε πῶς  ἀκριβῶς περιπατεῖτε. Τουτέστι, Πλὴν τοῦ κηρύγματος, μηδαμόθεν ἄλλοθεν  δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑμῶν· αὕτη μόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω· μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν. Ἀπόδοτε γὰρ, φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος. Ὅταν γὰρ ἐν τοῖς ἄλλοις  ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται. Μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρόν. Οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ ζητεῖτε δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα  φέρετε, καὶ τούτῳ  τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ  κατάθεσθε, πᾶν ὅ τι ἂν θέλωσιν. Ἀσαφὲς τὸ εἰρημένον· φέρε οὖν, ἐπὶ ὑποδείγματος ποιήσω αὐτὸ φανερόν.     Ἐννόησόν     μοί     τινα οἰκίαν ἔχοντα λαμπρὰν, εἶτά     τινας ἐπεισερχομένους ὥστε αὐτὸν ἀνελεῖν  κἀκεῖνον  πολλὰ διδόντα, καὶ ἐξαιρούμενον ἑαυτόν· τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. Οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην, καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁτιοῦν ἂν ἀπαιτήσῃ τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. Αἱ γὰρ ἡμέραι, φησὶ, πονηραί εἰσι. Τί πονηρία τῆς ἡμέρας; Πονηρία τῆς ἡμέρας περὶ τὴν ἡμέραν ὀφείλει εἶναι. Ἂν τί ἐστιν ἑκάστῳ τῶν  ἐν ἡμῖν πονηρὸν  μάθῃς, γνώσῃ καὶ τί ἐστι πονηρία ἡμέρας. Τί ἐστι πονηρία σώματος; νόσος. Τί δὲ πονηρία ψυχῆς; κακία. Τί ἐστι πονηρία ὕδατος; πικρία. Καὶ ἑκάστου ἡ πονηρία ἡ φαυλότης  ἐστὶ περὶ ἐκείνην  τὴν φύσιν, ἧς ἐστι πονηρία. Εἰ τοίνυν ἡ πονηρία περὶ τὴν ἡμέραν ἐστὶ, περὶ αὐτὴν τὴν ἡμέραν χρὴ εἶναι, περὶ τὰς ὥρας, περὶ τὸ φῶς. Οὕτω καὶ ὁ Χριστός φησιν· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Ἀπὸ τούτου κἀκεῖνο γνωσόμεθα. Πῶς οὖν ἡμέρας καλεῖ πονηράς; πῶς καιρὸν πονηρόν; Οὐ τὴν οὐσίαν, οὐδὲ τὰ κτίσματα, ἀλλὰ διὰ τὰ ἐν αὐτοῖς γινόμενα· καθάπερ καὶ ἡμῖν ἔθος λέγειν· Χαλεπὴν ἡμέραν διήγαγον καὶ κακήν· καίτοι πῶς ἂν γένοιτο χαλεπὴ, ἀλλ' ἢ ἀπὸ τῶν ἐν αὐτῇ συμβαινόντων; Τὰ δὲ ἐν αὐτῇ συμβαίνοντα, ἐστὶν ἀγαθὰ μὲν,  παρὰ Θεοῦ· κακὰ δὲ, παρὰ ἀνθρώπων  πονηρῶν.  Ἄρα τῶν  ἐν  τοῖς  καιροῖς συμβαινόντων  πονηρῶν  οἱ ἄνθρωποι  δημιουργοὶ,  καὶ  διὰ  τοῦτο  καιροὶ πονηροὶ λέγονται. Οὕτω καὶ ἡμεῖς καιροὺς πονηροὺς καλοῦμεν. ∆ιὰ τοῦτο, φησὶ, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν   ἀσωτία.  Καὶ  τούτου   γὰρ   ἡ   ἀμετρία   θυμώδεις   ποιεῖ   καὶ   θρασεῖς  καὶ ἀκροσφαλεῖς,  ὀργίλους  καὶ  χαλεπούς.  Εἰς εὐφροσύνην  ὁ οἶνος  δέδοται,  οὐκ  εἰς μέθην· νῦν δὲ τὸ πρᾶγμα καὶ ἀνανδρίας εἶναι δοκεῖ καὶ γέλωτος, τὸ μὴ μεθύσκεσθαι. Ποία τοίνυν  ἐλπὶς  σωτηρίας; Γέλως, εἰπέ  μοι, τὸ μὴ μεθύσκεσθαι, ἔνθα  μάλιστα  πάντων  τὸ μεθύσκεσθαι γέλως  ὤφειλεν  εἶναι; Μάλιστα μὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω μέθης εἶναι καλόν· πολλῷ δὲ πλέον τὸν στρατιώτην, τὸν ἐν ξίφεσι στρεφόμενον, τὸν ἐν αἵμασι, τὸν ἐν σφαγαῖς· πολλῷ μᾶλλον τὸν στρατιώτην, ὅταν καὶ ἑτέρωθεν  ὁ θυμὸς θήγηται,  ἀπὸ τῆς  ἐξουσίας, ἀπὸ τῆς  δυναστείας, ἀπὸ τοῦ συνεχῶς ἐν ἐπιβουλαῖς καὶ μάχαις εἶναι. Βούλει μαθεῖν ποῦ καλὸς ὁ οἶνος; ἄκουε τῆς Γραφῆς λεγούσης· ∆ότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. Εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν,  καὶ τὸ συννεφὲς  ἀπάγειν.  Οἶνος εὐφραίνει καρδίαν ἀνθρώ  που, φησί. Πῶς οὖν ἐκ τοῦ οἴνου ἡ μέθη; οὐ γὰρ ἔνι τὸν αὐτὸν τὰ ἐναντία ἐργάζεσθαι ἑαυτῷ. Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ' ἐκ τῆς ἀμετρίας. Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι' ὑγείαν  σώματος· ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος καὶ λέγοντος τῷ Τιμοθέῳ· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.


βʹ.∆ιὰ  γὰρ  τοῦτο  ὁ  Θεὸς ἐποίησεν  ἡμῶν  τὰ  σώματα  σύμμετρα, καὶ  ἀπὸ  ὀλίγων κορέννυσθαι, ἐντεῦθεν  ἤδη παιδεύων  ἡμᾶς, ὅτι πρὸς ἑτέραν  ἡμᾶς ζωὴν  ἐποίησε ἐπιτηδείους.  Καὶ ἐβούλετο μὲν καὶ ἐξ ἀρχῆς ἐκείνην  δοῦναι, ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κατεστήσαμεν, ἀνεβάλετο· καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο, οὐδὲ ἐν αὐτῷ ἀφίησιν ἡμᾶς ἀπολαύειν  ἀμέτρως· οἴνου γὰρ κοτύλη καὶ ἄρτος εἷς ἀρκεῖ γαστέρα ἐμπλῆσαι  ἀνθρώπου.  Καὶ τὸν  πάντων  τῶν  ἀλόγων  κρατοῦντα,  ὀλιγοδεέστερον αὐτῶν  κατὰ τὴν  ἀναλογίαν  ἐποίησε, καὶ τὸ σῶμα βραχὺ, οὐδὲν  ἕτερον  ἢ τοῦτο δηλῶν, ὅτι πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα. Μὴ μεθύσκεσθε οἴνῳ, φησὶν, ἐν ᾧ ἐστιν ἀσωτία. Οὐ γὰρ σώζει, ἀλλ'  ἀπόλλυσιν, οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχήν. Ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· εὐχαριστοῦντες πάντοτε  ὑπὲρ πάντων  ἐν  ὀνόματι  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ τῷ  Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις  ἐν  φόβῳ  Χριστοῦ. Βούλει, φησὶν,  εὐφραίνεσθαι; Βούλει τὴν ἡμέραν ἀναλίσκειν; Ἐγώ σοι δίδωμι πότον πνευματικόν· ἡ γὰρ μέθη καὶ τὴν εὔσημον ἐκκόπτει  φωνὴν     τῆς γλώσσης τῆς ἡμετέρας,     ψελλίζειν παρασκευάζουσα, καὶ ὀφθαλμοὺς  καὶ πάντα ἁπλῶς διαστρέφουσα. Μάθε ψάλλειν,καὶ ὄψει  τοῦ  πράγματος  τὴν  ἡδονήν·  οἱ ψάλλοντες  γὰρ Πνεύματος πληροῦνται ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ᾠδὰς, πνεύματος ἀκαθάρτου. Τί ἐστιν, Ἐν ταῖς  καρδίαις ὑμῶν  τῷ  Κυρίῳ; Τουτέστι, μετὰ συνέσεως προσέχοντες· οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς  ψάλλουσι, τὰ ῥήματα φθεγγόμενοι,  τῆς καρδίας ῥεμβομένης ἑτέρωθι.  Πάντοτε, φησὶν,  ὑπὲρ ἁπάντων  εὐχαριστοῦντες  ἐν  ὀνόματι  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τουτέστι, Τὰ αἰτήματα ὑμῶν μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν· οὐδὲν γὰρ οὕτως εὐφραίνει  τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. Μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν,     ἀπάγοντες     τῶν     προειρημένων     τὴν     ψυχὴν     τὴν     ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπεν. Ἀλλὰ πληροῦσθε, φησὶ, ἐν Πνεύματι. Ἆρα ἐν ἡμῖν τοῦτο; Καὶ γὰρ ἐν ἡμῖν. Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν  ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα  χρηστοὶ, εὔσπλαγχνοι,  χαριζόμενοι  ἑαυτοῖς, ὅταν εὐτραπελία  μὴ παρῇ, ὅταν ἑαυτοὺς ἀξίους κατασκευάσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθεῖν καὶ  ἐπιπτῆναι;  Καὶ οὐχ  ἁπλῶς  ἐπελεύσεται,  ἀλλὰ  πληρώσει  τὴν  καρδίαν  ἡμῶν. Τοσούτου δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος. Πάντοτε εὐχαριστοῦντες, φησὶν, ὑπὲρ πάντων. Τί οὖν; ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ τῶν συμβαινόντων; Ναί· κἂν νόσος ᾖ, κἂν πενία. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ παρῄνει σοφός τις λέγων· Πᾶν ὃ ἐὰν ἐπαχθῇ  σοι, δέξαι ἀσμένως, καὶ ἐν  ἀλλάγμασι  ταπεινώσεώς  σου μακροθύμησον· πολλῷ  μᾶλλον  ἐν  τῇ Καινῇ γίνεσθαι  χρή.  Κἂν  τὸν  λόγον   τοίνυν   μὴ  εἰδῇς,  εὐχαρίστει·  τοῦτο  γάρ  ἐστιν  εὐχαριστία. Ἂν δὲ εὖ παθὼν καὶ εὐθηνούμενος καὶ εὐπραγῶν καὶ ἐν εὐημερίαις ὢν, εὐχαριστῇς, οὐδὲν  μέγα, οὐδὲν  θαυμαστόν· τὸ δὲ ζητούμενον,  ἐν  θλίψεσιν  ὄντα εὐχαριστεῖν, ἐν ἀθυμίαις. Μηδὲν πρὸ τοῦ ῥήματος τούτου φθέγγου, Εὐχαριστῶ σοι, ∆έσποτα.  Καὶ  τί  λέγω  ὑπὲρ  τῶν  ἐνταῦθα  θλίψεων;   ὑπὲρ  τῆς  γεέννης   αὐτῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ, ὑπὲρ τῶν κολάσεων τῶν ἐκεῖ, ὑπὲρ τῶν τιμωριῶν.  Πάνυ γὰρ τὸ πρᾶγμα ἡμᾶς ὠφέλησε  τοὺς προσέχοντας, ἀντὶ  χαλινοῦ  τοῦ τῆς γεέννης φόβου ταῖς καρδίαις ἡμῶν ἐπιτεθέντος. Μὴ τοίνυν ὑπὲρ τῶν φανερῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν  ἀφανῶν,  καὶ ὑπὲρ ὧν ἄκοντες εὐεργετούμεθα, εὐχαριστῶμεν·πολλὰ γὰρ καὶ μὴ βουλομένους ἡμᾶς εὐεργετεῖ, καὶ μὴ εἰδότας. Εἰ δὲ ἀπιστεῖτε, ἤδη ὑμῖν τὸ πρᾶγμα ποιήσω φανερόν. Ἐννόησον γάρ μοι· οἱ μιαροὶ καὶ ἄπιστοι Ἕλληνες οὐχὶ τῷ ἡλίῳ τὸ πᾶν ἐπιγράφουσι, καὶ τοῖς εἰδώλοις αὐτῶν; Τί οὖν; οὐχὶ εὐεργετεῖ καὶ αὐτούς; οὐχὶ τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν, καὶ ὅσα τοιαῦτα; Τί δὲ οἱ Μαρκιωνισταὶ λεγόμενοι; τί δὲ οἱ Μανιχαῖοι; οὐχὶ καὶ βλασφημοῦσιν αὐτόν; Τί οὖν; οὐχὶ εὐεργετεῖ αὐτοὺς καθ' ἑκάστην ἡμέραν; Εἰ δὲ ἐκείνους τοὺς ταῦτα οὐκ εἰδότας εὐεργετεῖ, πολλῷ μᾶλλον ἡμᾶς. Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων  γένος, καὶ διὰ κολάσεων καὶ δι' ἀνέσεων; Μὴ μόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶμεν· οὐδὲν γὰρ μέγα. Καὶ τοῦτο οἶδε καὶ ὁ διάβολος· διὸ καὶ ἔλεγε· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; οὐχὶ σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ, καὶ τὰ ἔξω; Περίελε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἦ μὴν εἰς  πρόσωπόν  σε εὐλογήσει.  Ἀλλ'  οὐδὲν  αὐτῷ  πλεῖον  ἐγένετο  τῷ  μιαρῷ,  μηδὲ γένοιτο, μηδὲ περὶ ἡμῶν γενέσθαι τι πλέον αὐτῷ. Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦμεν, καὶ ὅταν   ἐν   νόσοις,  καὶ  ὅταν   ἐν  ἐπηρείαις,  τότε  ἐπιτείνωμεν   τὴν   εὐχαριστίαν.
Εὐχαριστίαν δὲ  λέγω,  μὴ  ῥήμασι μηδὲ  γλώσσῃ, ἀλλὰ  πράγμασι  καὶ  ἔργοις,  καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαριστῶμεν αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαμένων  ἡμᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡμετέρων πατέρων διαφοράν. γʹ. Καὶ ταῦτα οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἀλλ' αὐτοῦ τοῦ φιλοῦντος  ἡμᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Τίς ἐξ ὑμῶν ἐστιν ἄνθρωπος, ὃς, ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα  τῆς  κοιλίας  αὑτῆς;  Εἰ  δὲ  καὶ  ἐπιλάθοιτο   ταῦτα  γυνὴ,  ἀλλ'  ἐγὼ  οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος. Εἰ γὰρ μὴ φιλεῖ, τίνος ἕνεκεν ἡμᾶς ἐποίησε; μὴ γὰρ ἀνάγκην  εἶχε; μὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν  πληροῦμεν; μὴ γὰρ δεῖταί τινος τῶν παρ' ἡμῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ,ὅτι τῶν  ἀγαθῶν  μου οὐ χρείαν  ἔχεις. Ἀλλ'  οἱ ἀγνώμονες  καὶ ἀναίσθητοι, Τοῦτο,  φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιμίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ μοι, ἀγνῶμον ἄνθρωπε, ποῖα λέγεις μὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτιμίαν; Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις·  ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων  ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασίτους,  καὶ  λαμπρὰν  οἰκίαν  κέκτηται,  καὶ  βίον  ἀπράγμονα  ζῇ. Καὶ πολλὰ τοιαῦτα  συνείρουσι, μακρὸν  ὑφαίνοντες   κατηγορίας  λόγον  κατὰ  τῆς  τοῦ  Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν  ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς· Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Τοσαῦτα δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν  ἀνθρώποις;  Τίς, εἰπέ  μοι, ὁ ταῦτα  διοικῶν;  Εἰ μηδεὶς  ἐφεστὼς  ἦν,  ἀλλ' ἀπὸ ταυτομάτου πάντα συνειστήκει, τίς τὴν καμάραν ταύτην τὴν οὕτω καλὴν, τὴν οὕτω μεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδάτων; τίς ὁ τοὺς  καιροὺς  τοὺς  καρποφόρους  διδούς; τίς  τοσαύτην  ἔθετο  ἐν  σπέρμασι καὶ φυτοῖς  δύναμιν;  τὸ γὰρ ἀπὸ ταυτομάτου  ἄτακτον  πάντως·  τὸ δὲ εὔτακτον  μετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς; Καὶ οὐ λέγω ἀπὸ ταυτομάτου, ἀλλὰ μετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον, ἔστω ξύλα καὶ λίθοι, ἔστω δὲ  καὶ  ἄσβεστος·  καὶ  λαβὼν   ἄνθρωπος   οἰκοδομίας  ἄπειρος  οἰκοδομείτω   καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν· μὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς  συγκρατούσης δυνάμεως  ἠδύνατο,  εἰπέ μοι, οὕτω παγίως  ἐπὶ χρόνον στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα ἐννοεῖν;  Καὶ εἰ μὲν βαστάζοι καὶ τὸν  οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ οὐρανὸς ἐν ὕδατι φέροιτο, πάλιν ἕτερον ζήτημα. Ἀλλὰ πᾶν τῆς προνοίας ἔργον. Τὰ γὰρ ἐπὶ τῶν ὑδάτων φερόμενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου· τοῦ δὲ κεκυρτωμένου τὸ μὲν σῶμα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται μόνον. Οὐκοῦν αὐτῷ  δεῖ σώματος ἀντιτύπου  καὶ σκληροῦ καὶ στέγειν  δυναμένου,  ὥστε φέρειν τὸ ἐπικείμενον  ἄχθος. Ἀλλ' ἀὴρ φέρει τὸν οὐρανόν; Ἀλλ' οὗτος πολλῷ τοῦ ὕδατος μαλακώτερος καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάμενος, οὐδὲ  τῶν λεπτοτάτων,  μήτι γε ὄγκον  τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίμεθα τῆς προνοίας  τὸν λόγον ἐπεξιέναι, καὶ καθολικῶς, καὶ κατακερματίζοντες, ὅλος ὁ αἰὼν ἡμᾶς ἐλλείψει. Ἐρήσομαι γὰρ τὸν ἐκεῖνα ζητοῦντα νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι προνοίας, καὶ πάλιν ἐρήσομαι· Πῶς οὖν γέγονεν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν. Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων  πραγμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι. Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιμιώτερος, καὶ ταῦτα δι' ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα. δʹ. Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ μόνον σοφίαν καὶ τὴν οἰκονομίαν οὐκ οἶδας, πῶς δυνήσῃ τοὺς λόγους εἰδέναι  τοὺς κατ' αὐτόν; Εἰπὲ δή μοι, τί δήποτε οὕτω μικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀμφιβάλλειν περὶ τῶν ἄνω φαινομένων; τίνος δὲ ἕνεκεν τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ δή μοι, διὰ τί γέγονεν ἡ νὺξ χειμῶνος μὲν μακροτέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦμα, διὰ τί σῶμα θνητόν; Καὶ μυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσομαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί μοι διαπορήσεις. Ὥστε τοῦτο μάλιστα προνοίας  ἐστὶ, τὸ τοὺς λόγους  ἡμῖν  ἀποῤῥήτους εἶναι.  Ἦ  γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόμισε τοῦ παντὸς, εἰ μὴ τοῦτο ἡμῶν κατέστελλε τὴν διάνοιαν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα, ἄνθρωπε· ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν, καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν.     Ἀλλ'    ἀφέντες     τῶν     ὄντως     κακῶν     τὰς     αἰτίας     ἐρευνᾷν,     ἕτερα πολυπραγμονοῦμεν.  ∆ιὰ τί μηδεὶς ἡμῶν μηδέποτε ἐξετάζει, διὰ τί ἥμαρτεν; ἆρα ἐν ἐμοὶ τὸ ἁμαρτάνειν; ἆρα οὐκ ἐν ἐμοί; Καὶ τί με δεῖ πολλοὺς περιιέναι λόγους; ἐν ἐμαυτῷ τὸ πρᾶγμα ζητήσω· ἆρα ἐκράτησά ποτε θυμοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γινόμενον, εὑρήσω ὅτι ἐν  ἐμοὶ τὸ ἁμαρτάνειν.  Οὐδεὶς ταῦτα  ἐξετάζει, οὐδεὶς  ταῦτα  πολυπραγμονεῖ,ἀλλὰ ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο μέλει, εἰ ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκοπεῖν, ἀλλὰ τί δήποτε σὺ πράττεις; Εἰ μὲν γὰρ ἀμφιβάλλεις,  ὅτι ἐφέστηκέ τις τῷ κόσμῳ δύναμις, πάντων ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀμφιβάλλεις, ὅτι ἀρέσαι δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων  εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον, καὶ ὄψει, ὅταν εὑρεθῇ τις τραῦμα ἔχων, ἐκεῖνον αὐτὸν τέμνοντα καὶ καίοντα. Ἐπὶ δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτονεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν  γινομένων  ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον, ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν μετασχηματίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην  ἂν ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ μοι, οὐχὶ ἁπλῶς σοι δοκεῖ ποιεῖν,  ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται  αἱ γραμμαὶ, καὶ αἱ περιαγωγαὶ  τῶν γραμμῶν; Ἀλλ' ἂν ἐπιθῇ τὰ χρώματα,  τότε σοι φανεῖται  ἡ τέχνη καλὴ, καὶ ὅμως οὐδὲ οὕτως ἀκριβῶς οὐδὲν δυνήσῃ καταμαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων  λέγω καὶ ζωγράφων καὶ τῶν ὁμοδούλων; Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι, καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα· ἀλλ' οὐκ ἂν ἔχοις. Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως ταῦτα· οὐ παύσῃ εἰκῆ πολυπραγμονῶν;  Οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ μὲν ἐπαγγελλόμενοι  μηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόμενοι, ἀνοητότεροι  τῶν  πάντων  εἰσίν.  Ὥστε οὐ  πανταχοῦ  τὸ  ἐπαγγέλλεσθαι  εἰδέναι, σοφίας, ἀλλ' ἔστιν ὅπου καὶ μωρίας ἐστίν. Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν  ἀνθρώπων ὄντων  ὁ μὲν  ἐπαγγέλλοιτο  τὸν  ἀπὸ τῆς  γῆς  εἰς τὸν  οὐρανὸν  ἀέρα διατρέχοντα μετρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ καταγελῶν καὶ μὴ εἰδέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι; τὸν  εἰδέναι  λέγοντα,  ἢ τὸν  ἀγνοοῦντα;  ∆ηλονότι  τὸν  λέγοντα  εἰδέναι. Οὐκοῦν ὁ ἀγνοῶν  τοῦ ὑποσχομένου εἰδέναι σοφώτερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν  ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος δὲ ἀγνοεῖν,  οὐ πάλιν  ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε; Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταμένη. Ὁ μὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι μέρος. Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον  ἀνθρώπῳ· καὶ γὰρ οὐ μικρὸν  τοῦτο. Ὁ δὲ λέγων  εἰδέναι,  ἐκεῖνος μάλιστα οὐκ οἶδεν ὃ λέγει  εἰδέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος. Οἴμοι, πόσοις  παιδευόμεθα  τὴν   πολυπραγμοσύνην   τὴν  ἄκαιρον,  καὶ  τὴν   περιεργίαν χαλινοῦν,  καὶ οὐκ ἀνεχόμεθα, ἀλλὰ  τοὺς ἑτέρων  περιεργαζόμεθα βίους, διὰ τί ὁ δεῖνα  πηρὸς,  διὰ  τί  πένης  ὁ  δεῖνα;  Οὐκοῦν  τῷ  λόγῳ  τούτῳ  καὶ  εἰς  ἕτερον ἐκπεσούμεθα λῆρον, διὰ τί ἡ δεῖνα γυνὴ, καὶ μὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων, διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. ∆ιά τοι τοῦτο ὁ Θεὸς μέτρα τῆς γνώσεως ἡμῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο. Καὶ θέα μοι τὴν πολυπραγμοσύνην  τὴν πολλήν·  ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωμεν κατανεῦσαι κάτω μικρὸν κατακύψαντες, ἴλιγγός τις ἡμᾶς εὐθέως καὶ σκοτοδινία λαμβάνει. Εἰπέ μοι δὴ τούτου τὴν αἰτίαν· ἀλλ' οὐκ ἂν εὕροις· διὰ τί μείζονα ὀφθαλμὸς ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται; εʹ. Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐμπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλμὸς  κατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου. ∆ιὰ τί μὴ πάντα τὰ μέλη ἰσότιμά ἐστι· διὰ τί μὴ μίαν  ἔλαβε  χρείαν  μηδὲ  χώραν;  Καὶ Παῦλος  ταῦτα  ἠρεύνησε,  μᾶλλον  δὲ  οὐκ ἠρεύνησε (σοφὸς γὰρ), ἦν ἀλλ' εἰς τοῦτο ἐμπεσὼν τὸ χωρίον, φησίν· Ἕκαστον αὐτῶν [ἔθετο] καθὼς ἠθέλησε· τῷ θελήματι  αὐτοῦ τὸ πᾶν ἐπέτρεψεν. Οὐκοῦν καὶ ἡμεῖς ζητεῖν ταῦτα ἀφέντες, μόνον εὐχαριστῶμεν ὑπὲρ ἁπάντων· ∆ιὰ τοῦτο, φησὶν, εὐχαριστεῖτε  ὑπὲρ  ἁπάντων.   Τοῦτο  εὐγνώμονος   οἰκέτου,  τοῦτο  σοφοῦ,  τοῦτο συνετοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ μὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαμοῦ χρήσιμοι λάλοι τέ εἰσι καὶ φλύαροι, καὶ τὰ τῶν  δεσποτῶν  περιεργάζονται,  ἅπερ  ἐκεῖνοι   κρύπτειν  ἐθέλουσιν·  οἱ  δὲ συνετοὶ  καὶ  εὐγνώμονες   πρὸς  ἓν  μόνον  ὁρῶσιν,  ὅπως  αὐτῶν  τὴν  διακονίαν πληρῶσιν; Ὁ πολλὰ  φθεγγόμενος  οὐδὲν  ἐργάζεται· ὥσπερ ὁ πολλὰ  ἐργαζόμενος οὐδὲν φθέγγεται ἄκαιρον. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ μόνον δὲ ἀργαὶ μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι. Εἰπὲ δή μοι, ποῖόν ἐστι πλέον τὸ μέσον, τὸ τῆς ἡμετέρας ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡμέτερον πρὸς κώνωπας, ἢ τοῦ Θεοῦ πρὸς ἡμᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡμᾶς. Τί οὖν σὺ τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρηται, φησὶ, πῶς ἀποκρινοῦμαι; βούλεται μαθεῖν παρ' ἐμοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί τινα τὸν προνοοῦντα. Οὐκοῦν μεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ' οὔ φησιν εἶναι πρόνοιαν. Ὅτι μὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄληπτος, ἐξ ὧν οὐχ εὑρίσκομεν τὸν λόγον. Εἰ γὰρ ἐν οἷς διοικοῦσιν ἄνθρωποι οὐκ ἴσμεν τὸν τρόπον τῆς διοικήσεως πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡμῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶ παραχωροῦμεν, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς. ∆ιὸ ὑπὲρ ἁπάντων εὐχαριστῶμεν, ὑπὲρ ἁπάντων δοξάζωμεν  αὐτόν,  Ὑποτασσόμενοι ἀλλήλοις,  φησὶν,  ἐν  φόβῳ  Θεοῦ. Εἰ γὰρ  δι' ἄρχοντα  ὑποτάττῃ,  ἢ διὰ χρήματα, ἢ δι' αἰδὼ, πολλῷ  μᾶλλον  διὰ τὸν  τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω γὰρ οὐκ ἔσται δουλεία. Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ μηδεὶς ἐν αὐτοῖς διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις διακονούμενοι· τίνες ἄμεινον  βιώσονται; τίνες  μετὰ πλείονος  ἡδονῆς, μετὰ πλείονος  εὐφροσύνης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσμὸς, οὐδὲ θυμὸς, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ὧδε φόβος καὶ δειλία· κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως τὸ πᾶν· κἀκεῖ μὲν βιαζόμενοι,  ἐνταῦθα  δὲ χάριν  ἔχοντες  ἀλλήλοις  δουλεύουσιν.  Οὕτω βούλεται  ὁ Θεός· διὰ τοῦτο  ἔνιψε  τοὺς πόδας τῶν  μαθητῶν,  Μᾶλλον δὲ, εἰ θέλεις  ἀκριβῶς ἐξετάσαι, καὶ ἐπὶ δεσποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι  τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος μὲν τὴν σωματικὴν διακονίαν παρέχῃ, σὺ δὲ τὸ σῶμα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύμασι καὶ ὑποδήμασι, καὶ οὗτος δουλείας ἐστὶ τρόπος· ὅτι ἐὰν μὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν,  οὐδὲ ἐκεῖνος τὴν ἑαυτοῦ, ἀλλ' ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόμος καὶ μὴ τρεφόμενον τοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων τοῦτο γίνηται; Ἐν φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόμενοι. Πόση ἡ χάρις, ὅταν καὶ μισθὸν ἔχωμεν; Ἀλλ' οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· μὴ ἁπλῶς ὑπακούσῃς, ἀλλ' ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαντας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους ἕξεις ταχέως τῇ τυραννικωτάτῃ  τῆς δουλείας δυνάμει δεδουλωμένους. Μᾶλλον γὰρ αὐτοὺς αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ' αὐτῶν τυγχάνων,  αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς. Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλλήλοις ἐν   φόβῳ   Χριστοῦ,  ἵνα   πάντων   κρατῶμεν   τῶν     παθῶν,   ἵνα   τῷ   Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλήλους ἀγάπην διασώζωμεν· καὶ τότε δυνησόμεθα καὶ τῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς, καὶ τὰ ἑξῆς.




 Κʹ.Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ,

Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ  τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ  τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες  τοῖς ἰδίοις  ἀνδράσιν ἐν παντί.  αʹ. Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ  θεὶς, ἓν καὶ τοῦτο τέθεικεν  ἐν τάξει μακαρισμοῦ· Καὶ γυνὴ,  φησὶν, ἀνδρὶ συμπεριφερομένη.  Καὶ πάλιν  ἀλλαχοῦ  μετὰ  τῶν  μακαρισμῶν  αὐτὸ  τίθησι,  τὸ γυναῖκα  ἀνδρὶ μετὰ ὁμονοίας συνεῖναι. Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν  ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιημένος τῆς συζυγίας ταύτης· καὶ ὡς περὶ ἑνὸς, περὶ ἀμφοτέρων διαλεγόμενος, οὕτως ἔλεγεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγμένος. ∆ιὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν μακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ φίλων καὶ ὁμοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ μητέρα, οὐ τέκνον, οὐκ ἀδελφὸν, οὐ φίλον, ἀλλὰ τί; Ἔπεσεν ἐπ' ἐμὲ ἡ  ἀγάπησίς  σου, φησὶν,  ὡς  ἀγάπησις  τῶν  γυναικῶν.  Ὄντως  γὰρ, ὄντως  πάσης τυραννίδος  αὕτη ἡ ἀγάπη τυραννικωτέρα.  Αἱ μὲν γὰρ ἄλλαι, σφοδραί· αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀμάραντον. Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων  ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα. ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀνδρὸς ἡ γυνὴ, καὶ μετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναικὸς ἀνὴρ καὶ γυνή. Ὁρᾷς σύνδεσμον καὶ συμπλοκὴν, καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν ἔξωθεν; Καὶ ὅρα πόσα ᾠκονόμησε. Τὴν ἀδελφὴν ἠνέσχετο γαμῆσαι αὐτὸν τὴν αὑτοῦ, μᾶλλον δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, μᾶλλον δὲ οὐ τὴν θυγατέρα, ἀλλά τι πλέον θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ. Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων.  Οὔτε γὰρ ἔξωθεν  αὐτὴν  εἰργάσατο, ἵνα μὴ ὡς ἀλλοτρία προσέχῃ· οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται. Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν στρέφηται μόνον πάντα εἰκῆ· κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυμαστὸν τὸ δένδρον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐξ ἑνὸς τοῦ Ἀδὰμ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ μὴ διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην  μεγάλην.  Καὶ μᾶλλον  συστέλλων,  οὐκέτι  ἐποίησεν  ἀδελφὰς  γαμεῖσθαι  καὶ  θυγατέρας,  ἵνα  μὴ πάλιν  τὴν  ἀγάπην  εἰς τὸ ἓν  συστέλλωμεν,  καὶ ἑτέρως  ἑαυτῶν  χωριζώμεθα.  ∆ιὰ τοῦτο ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλα  καλὰ καὶ οἰκίαις καὶ πόλεσιν. Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν. Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν  ὑπὲρ τούτου  τοῦ πράγματος  ἐποιήσατο τὴν  σπουδὴν  Παῦλος, λέγων· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Τί δήποτε; Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γείτονες  ἀπολαύουσι  τῆς  εὐωδίας,  καὶ  φίλοι  καὶ  συγγενεῖς·  ἐὰν  δὲ τοὐναντίον, πάντα ἀνατέτραπται  καὶ συγκέχυται. Καὶ καθάπερ τῶν στρατηγῶν πρὸς ἀλλήλους εἰρηνευόντων,  πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττομένων  πάλιν ἐκείνων, πάντα ἄνω καὶ κάτω γίνεται· οὕτω δὴ καὶ νῦν. ∆ιὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις· Ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆσαί μοι; Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι; Καὶ σφόδρα μὲν οὖν χρή· ἀλλὰ τὸ, ὡς, οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. Ἢ τοῦτό φησιν· Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ δουλεύετε· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον· ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ     πείθεσθαι.     Εἰ    γὰρ     Ὁ    ἀρχαῖς     ταύταις     ταῖς     ἔξωθεν     ταῖς     πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ  ἀνθέστηκε, πολλῷ  μᾶλλον  ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. Οὕτως ἐξ ἀρχῆς ἠθέλησε, φησὶν, ὁ Θεός. Ὑποθώμεθα οὖν τὸν μὲν ἄνδρα ἐν τάξει κεῖσθαι κεφαλῆς,  τὴν δὲ γυναῖκα  ἐν τάξει σώματος. Εἶτα καὶ ἀπὸ λογισμῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς  Ἐκκλησίας,  καὶ  αὐτός  ἐστι  σωτὴρ  τοῦ  σώματος.  Ἀλλ'  ὡς  ἡ  Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώματος· καὶ γὰρ ἡ κεφαλὴ  τοῦ σώματος σωτηρία ἐστίν. Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ  τῆς ἀγάπης τὴν  ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν. βʹ. Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, τουτέστιν, ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας  ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν  Ἐκκλησίαν. Ἤκουσας τῆς  ὑποταγῆς  τὴν  ὑπερβολήν· ἐπῄνεσας  καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν  ἄνδρα· καλῶς. Ἀλλ' ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πάλιν  γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι· Οἱ ἄνδρες,  ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Εἶδες μέτρον ὑπακοῆς; Ἄκουσον καὶ μέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφομένην  αὐτὸν καὶ μισοῦσαν καὶ διαπτύουσαν  καὶ θρυπτομένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κηδεμονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτομένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν γὰρ τούτων  τυραννικώτερον  τῶν  δεσμῶν, καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην μὲν γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας οἰχήσεται· τὴν  δὲ τοῦ βίου κοινωνὸν,  τὴν  παίδων  μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσμεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοικῶν  τῇ γυναικὶ,  καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ  Ἐκκλησία  τοῦ  Χριστοῦ· ἀλλ'  ὅμως  οὐκ  ἐβδελύξατο,  οὐδὲ  ἐμίσησε  διὰ  τὴν ὑπερβολὴν  τῆς  ἀμορφίας.  Βούλει ἀκοῦσαι αὐτῆς  τὴν  ἀμορφίαν;  ἄκουε  Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ μέλαν; τί σκότους μελανώτερον; ἀλλ' ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ  διάγοντες.  Ὅρα καὶ τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ μωρὰ ἦν, καὶ βλάσφημος· ἀλλ' ὅμως τοσούτων ὄντων,  ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωμένης, ὡς ὑπὲρ θαυμαστῆς, οὕτως ἑαυτὸν ἐξέδωκεν ὑπὲρ τῆς ἀμόρφου. Καὶ τοῦτο θαυμάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁμαρτωλῶν  ἡμῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ τοιαύτην  λαβὼν, καλλωπίζει  αὐτὴν καὶ λούει, καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι  τῶν  τοιούτων,  ἀλλ' ἵνα  ᾖ ἁγία  καὶ  ἄμωμος.  Τῷ λουτρῷ  λούει  αὐτῆς  τὴν ἀκαθαρσίαν. Ἐν ῥήματι, φησί. Ποίῳ; Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ  ἁγίου  Πνεύματος. Καὶ οὐχ  ἁπλῶς  αὐτὴν  ἐκόσμησεν, ἀλλ'  ἔνδοξον  ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζητῶμεν τὸ κάλλος,  καὶ  δυνησόμεθα  αὐτοῦ  γενέσθαι  δημιουργοί.  Μὴ  ζήτει  σὺ  παρὰ  τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ ∆εσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ ἄμωμος. Μὴ ἀποστραφῇς δι' ἀμορφίαν τὴν γυναῖκα.  Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐν  πετεινοῖς  ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι' εὐμορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν  νυμφίον  τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν  κάλλος  ἀλαζονείας  καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν  ἐμβάλλει, καὶ ὑποπτεύειν  σε πολλάκις  ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος. γʹ. Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον  τῶν  ἄστρων; Οἷον ἂν εἴποις σῶμα, οὐκ ἔστιν οὕτω λευκόν· οἵους ἂν εἴποις ὀφθαλμοὺς, οὐκ εἰσὶν οὕτω φαιδροί. Τούτων δὲ γενομένων καὶ οἱ ἄγγελοι ἐθαύμασαν, καὶ ἡμεῖς νῦν θαυμάζομεν, ἀλλ' οὐχ ὁμοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον γὰρ ἡ συνήθεια· οὐχ ὁμοίως ἐκπλήττει· πόσῳ μᾶλλον ἐπὶ γυναικός; Ἂν  δὲ  καὶ  νόσος  ἐπιγένηται,  εὐθέως  ἀπέπτη  τὸ  πᾶν.  Εὔνοιαν  ζητῶμεν  παρὰ γυναικὸς, μετριοφροσύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν, μηδὲ ἐγκαλῶμεν  αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, μᾶλλον  δὲ  μηδὲ  ὅλως  ἐγκαλῶμεν  (τολμηρῶν  γὰρ), μηδὲ  ἀποδυσπετῶμεν,  μηδὲ δυσχεραίνωμεν. Ἢ οὐχ ὁρᾶτε πόσοι γυναιξὶν  ὡραίαις συνοικήσαντες, ἐλεεινῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα εὐμόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσμήχωμεν, τὰς ῥυτίδας τὰς ἔνδον ἐκτίλλωμεν,  τοὺς μώμους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωμεν. Τοιοῦτον ὁ Θεὸς ἐπιζητεῖ κάλλος· τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν  αὐτὴν  κατασκευάζωμεν. Μὴ χρήματα ζητῶμεν, μηδὲ εὐγένειαν  τὴν  ἔξωθεν,  ἀλλ' εὐγένειαν  τὴν  ἐν  ψυχῇ.  Μηδεὶς ἀπὸ γυναικὸς ἀναμενέτω  πλουτεῖν·  αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος  οὗτος ὁ πλοῦτος· μηδὲ ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ μοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων  ἐπιμελήσεται; Ἀλλ',  οἴμοι! πανταχοῦ  τοῦτο  πάσχομεν· κἂν  παῖδα  κτησώμεθα, οὐ σπουδάζομεν ὅπως γένηται ἀγαθὸς, ἀλλ' ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωμεν· οὐχ ὅπως εὔτροπος, ἀλλ' ὅπως εὔπορος· κἂν ἐπιτήδευμα μετίωμεν,  οὐχ ὅπως ἁμαρτημάτων ἀπηλλαγμένον ᾖ, ἀλλ' ὅπως ἡμῖν κέρδος προσοίσῃ μέγα· καὶ πάντα γέγονε χρήματα Διὰ τοῦτο πάντα διέφθαρται,  ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς μείζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέ  στερον, καὶ δικαίωμα ἕτερον. Ἐκεῖνο μὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ μή τις εἴπῃ, Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ' ὀφειλή. Εἰπὼν, ὡς τὰ ἑαυτῶν σώματα, ἐπήγαγεν, Οὐδεὶς γάρ  ποτε  τὴν  ἑαυτοῦ  σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει  καὶ  θάλπει  αὐτήν. Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας. Καὶ πῶς αὐτοῦ ἐστι σάρξ; Ἄκουε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἔσονται, φησὶν, εἰς σάρκα μίαν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν. Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. Πῶς; Ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὕλης, ὥσπερ καὶ ἡ Εὔα σὰρξ ἀπὸ τῆς σαρκὸς τοῦ Ἀδάμ. Καλῶς δὲ ὀστῶν καὶ σαρκὸς ἐμνημόνευσε· ταῦτα γάρ ἐστιν ἐν ἡμῖν τὰ κυριώτερα, σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὥσπερ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία. Ἀλλ' ἐκεῖνο μὲν δῆλον· τοῦτο δὲ πῶς; Ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα. Τί ἐστιν, ἐκ τῆς σαρκὸς αὐτοῦ; Τουτέστι, γνησίως ἐξ αὐτοῦ. Καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμέν; Ὅτι κατ' αὐτὸν γεγενήμεθα. Καὶ πῶς ἐκ τῆς σαρκός; Ἴστε ὅσοι μετέχετε μυστηρίων· ἐκ τούτου γὰρ εὐθέως ἀναπλαττόμεθα. Καὶ πῶς; Πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος· Ἐπεὶ  οὖν  τὰ  παιδία  κεκοινώνηκε  σαρκὸς καὶ  αἵματος,  παραπλησίως  καὶ  αὐτὸς μετέσχε τῶν αὐτῶν. Ἀλλ' ἐνταῦθα αὐτὸς ἡμῖν ἐκοινώνησεν,  οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; Τινὲς τὸ αἷμά φασι καὶ τὸ ὕδωρ,  οὐκ  ἔστι  δέ·  ἀλλ'  ὅπερ  δηλοῦν  βούλεται,  τοῦτό  ἐστιν,  ὅτι  ὥσπερ  ἄνευ συνουσίας ἐκεῖνος γεγέννηται ἐκ Πνεύματος ἁγίου, οὕτω καὶ ἡμεῖς γεννώμεθα ἐν τῷ λουτρῷ. Ὅρα πόσα ὑποδείγματα, ὥστε πιστευθῆναι τὴν γέννησιν  ἐκείνην.  Ὢ τῆς ἀνοίας τῶν  αἱρετικῶν! τὸ ἤδη τεχθὲν  ἐξ ὕδατος, ὅτι τίκτεται,  γέννημα  ἀληθινὸν ὁμολογοῦσιν·  ὅτι  δὲ  γινώμεθα  αὐτοῦ  σῶμα, οὐ  δέχονται.  Ἂν  τοίνυν  τοῦτο  μὴ γινώμεθα,  πῶς  ἁρμόσει τὸ,  Ἐκ τῆς  σαρκὸς αὐτοῦ,  καὶ  ἐκ  τῶν  ὀστέων  αὐτοῦ, λεγόμενον; Σκόπει δέ· ἐπλάσθη ὁ Ἀδὰμ, ἐτέχθη ὁ Χριστός· ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰσῆλθε  φθορὰ,  ἐκ  τῆς  πλευρᾶς  τοῦ  Χριστοῦ ἐπήγασεν  ἡ  ζωή·  ἐν  παραδείσῳ ἐβλάστησε θάνατος, ἐν τῷ σταυρῷ αὐτοῦ ἡ ἀναίρεσις γέγονεν. δʹ. Ὡς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῆς ἡμετέρας φύσεως, οὕτως ἡμεῖς τῆς οὐσίας αὐτοῦ· καὶ ὡς ἡμᾶς ἐκεῖνος ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ ἡμεῖς αὐτὸν ἔχομεν ἐν ἡμῖν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἰδοὺ καὶ τρίτον δικαίωμα· δείκνυσι γὰρ, ὅτι τοὺς γεννησαμένους τις ἀφεὶς καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, τίκτεται ὁ παῖς· ὥστε  τοὺς τρεῖς εἶναι μίαν σάρκα. Οὕτως οὖν ἡμεῖς πρὸς τὸν Χριστὸν γινόμεθα  μία σὰρξ διὰ μετουσίας· καὶ πολλῷ μᾶλλον ἡμεῖς, ἢ τὸ παιδίον. Τί δή ποτε; Ὅτι ἐξ ἀρχῆς οὕτω γέγονε. Μή μοι λέγε, ὅτι τοιάδε ἐστί, καὶ τοιάδε ἐστίν. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα; Ὁ μὲν γάρ ἐστι χωλὸς, ὁ δὲ διεστραμμένους ἔχει τοὺς πόδας, ἕτερος χεῖρας ξηρὰς, ἄλλος ἄλλο τι μέλος ἀσθενές· καὶ ὅμως οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. Ὅσην τοίνυν ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· οὐχ ὅτι φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα. ἐπειδὴ οὐκέτι δύο εἰσὶ σώματα, ἀλλ' ἓν, ὁ μὲν κεφαλὴ ὢν, ἡ δὲ σῶμα. Καὶ πῶς φησιν ἀλλαχοῦ, Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός; Τοῦτο καὶ ἐγώ φημι, ὅτι ὥσπερ ἓν σῶμα ἡμεῖς, οὕτω καὶ ὁ Χριστὸς καὶ ὁ Πατὴρ ἕν. Εὑρίσκεται ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὤν. ∆ύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, καὶ τὸ τοῦ Χριστοῦ· διὸ καὶ ἐπάγει·  Τὸ μυστήριον  τοῦτο  μέγα  ἐστίν·  ἐγὼ  δὲ  λέγω  εἰς  Χριστὸν καὶ  εἰς  τὴν Ἐκκλησίαν. Τί ἐστι τοῦτο; Μέγα μυστήριον αὐτό φησιν, ὅτι μέγα τι καὶ θαυμαστὸν ᾐνίξατο  ὁ μακάριος Μωϋσῆς, μᾶλλον  δὲ ὁ Θεός· τέως μέντοι, Εἰς Χριστὸν, φησὶ, λέγω,  ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς  κατῆλθε, καὶ ἦλθε πρὸς τὴν νύμφην,  καὶ ἐγένετο εἰς πνεῦμα ἕν· Ὁ κολλώμενος  γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Καὶ καλῶς εἶπε· Μέγα μυστήριόν ἐστιν· ὡς ἂν εἰ ἔλεγε· Πλὴν ἀλλ' οὐχ ἡ ἀλληγορία ἀνατρέπει τὴν  ἀγάπην.  Πλὴν  καὶ  ὑμεῖς  οἱ  καθ'  ἕνα,  ἕκαστος  τὴν  ἑαυτοῦ  γυναῖκα  οὕτως ἀγαπάτω,  ὡς  ἑαυτόν·  ἡ  δὲ  γυνὴ  ἵνα  φοβῆται  τὸν  ἄνδρα.  Ὄντως  γὰρ,  ὄντως  μυστήριόν ἐστι, καὶ μέγα μυστήριον, ὅτι τὸν φύντα, τὸν γεννησάμενον, τὸν ἀναθρεψάμενον,  τὴν  ὠδινήσασαν, τὴν  ταλαιπωρηθεῖσαν  ἀφεὶς,  τοὺς τὰ τοσαῦτα εὐεργετήσαντας, τοὺς ἐν συνηθείᾳ γενομένους,  τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν  τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων  αὐτὴν προτιμᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων  γινομένων  οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων  μᾶλλον· καὶ χρημάτων ἀναλισκομένων καὶ δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον,  ἀπόῤῥητόν  τινα  σοφίαν  ἔχον.  Τοῦτο  ἄνωθεν   προφητεύων   ἐδήλου Μωϋσῆς· τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι' αὐτὸν εἴρηται μόνον οὕτως, ἀλλὰ καὶ διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι μόνον, ἀλλὰ τί; Ἵνα φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα  ἐστὶν  ἡ  γυνή.  Μήτε  οὖν  αὕτη  τὴν  ἰσοτιμίαν  ἀπαιτείτω·  ὑπὸ  γὰρ  τὴν κεφαλήν  ἐστι· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης  καταφρονείτω·  σῶμα γάρ ἐστι, κἂν καταφρονῇ τοῦ σώματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ' ἀντίῤῥοπον τῆς ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶμα· τὸ μὲν αὐτῇ πρὸς διακονίαν  παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰ  πάντα μέλη· ἐκείνη δὲ αὐτοῦ προνοουμένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄμεινον  τῆς συζυγίας. Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ φοβουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ μέλος τοῦ παντός ἐστι σώματος. ∆ιὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρατουμένης  οἰκίας,  οὐδὲ  πάντων  ἀρχόντων,  ἀλλὰ  ἀνάγκη  μίαν  εἶναι  τὴν ἀρχήν. Καὶ ταῦτα πανταχοῦ ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευματικοὶ, ἔσται εἰρήνη. Πεντακισχίλιαι  ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν  ὑπαρχόντων  ἔλεγεν ἴδιον εἶναι, ἀλλ'  ὑπετάττοντο  ἀλλήλοις. Τοῦτο δεῖγμα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν μὲν οὖν τῆς ἀγάπης τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι. εʹ. Καὶ ὅρα τὸν μὲν τῆς ἀγάπης πλατύνοντα,  τὰ κατὰ Χριστὸν διηγούμενον,  τὰ κατὰ τὴν  σάρκα τὴν ἰδίαν, τὸ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὴν μητέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκέτι πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο μᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ οὔσης, πάντα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ μὲν  γὰρ  ἀγαπῶν   τὴν  γυναῖκα,   κἂν  μὴ  σφόδρα  ἔχῃ  πειθηνίαν,   πάντα   ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν  ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει. ∆ιὰ τοῦτο ἐνδιατρίβει τούτῳ πλέον, ὅπερ ἐστὶν ἰσχυρόν. Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν μὴ φοβῆται, φησὶν, ἡ γυνή; Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν  τὰ  παρὰ  τῶν  ἄλλων  μὴ  ἕπηται,  τὰ  παρ'  ἡμῶν  ἕπεσθαι  δεῖ.  Οἷόν τι  λέγω· Ὑποτασσόμενοι,  φησὶν,  ἀλλήλοις   ἐν  φόβῳ  Χριστοῦ. Τί  οὖν,  ἂν  ὁ  ἕτερος  μὴ ὑποτάσσηται; Σὺ πείθου τῷ νόμῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ γοῦν γυνὴ κἂν μὴ ἀγαπᾶται,  ὅμως φοβείσθω, ἵνα μηδὲν ᾖ παρ' αὐτῇ γεγονός· ὅ τε ἀνὴρ, ἂν μὴ φοβῆται  ἡ γυνὴ,  ὅμως ἀγαπάτω,  ἵνα  μηδὲν  αὐτὸς ὑστερῇ· ἕκαστος γὰρ τὸ ἴδιον ἀπέλαβεν. Ἄρα γάμος ἐστὶν οὗτος γινόμενος κατὰ Χριστὸν, γάμος πνευματικὸς καὶ γέννησις πνευματικὴ,  οὐκ ἐξ αἱμάτων, οὐκ ἐξ ὠδίνων.  Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάμος οὐκ ἀπὸ πάθους οὐδὲ σωμάτων, ἀλλὰ πνευματικὸς  ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτομένης συνάφειαν ἄῤῥητον, καὶ μόνος οἶδεν αὐτός. ∆ιὰ τοῦτό φησιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ  σαρκὶ,  καὶ  τὸ  πνεῦμα   τῷ   πνεύματι.   Ποῦ  οἱ  αἱρετικοί;  Οὐκ  ἂν,  εἰ  τῶν διαβεβλημένων  ὁ γάμος  ἦν,  νύμφην  καὶ νυμφίον  ἐκάλεσεν· οὐκ ἂν  προτρέπων  ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος  τὸν πατέρα καὶ τὴν μητέρα καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν Χριστὸν  εἴρηται καὶ τὴν Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλμῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον  τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ' ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, μὴ τοιοῦτον νομίσῃς, οἷον ἐπ' ἀνθρώπων,  τόπων  μετάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι  λέγεται,  οὐκ ἐπειδὴ  ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατέλιπε τὸν Πατέρα. ∆ιὰ τί οὖν μὴ καὶ περὶ τῆς γυναικὸς  εἶπε,  Προσκολληθήσεται πρὸς  τὸν  ἄνδρα  αὐτῆς;  Τί  δήποτε;  Ὅτι  περὶ ἀγάπης   διελέγετο,   καὶ   τῷ   ἀνδρὶ   διελέγετο.   Ἐκείνῃ   μὲν   γὰρ   περὶ   φόβου διαλεγόμενος, φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ  τῆς  Ἐκκλησίας· περὶ  δὲ  ἀγάπης  αὐτῷ  διαλέγεται,  καὶ  αὐτῷ  τὰ  ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης πρὸς αὐτὸν  ἐφθέγξατο,  συσφίγγων  αὐτὸν  καὶ συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς  καὶ καταλιμπάνων,  ποίας ἂν εἴη ἄξιος συγγνώμης;  Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ παρ' ἡμῶν γένηται, φησὶν, ἐκείνη δὲ μὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται,  χωριζέσθω. Οὐ δεδούλωται  ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ  ἐν τοῖς τοιούτοις. Ἀλλ' ὅταν  ἀκούῃς φόβον,  ἐλευθέρᾳ προσήκοντα φόβον  ἀπαίτει,  μὴ καθὼς  παρὰ δούλης· σῶμα γάρ ἐστι σόν· ἂν γὰρ τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις, τὸ σῶμα ἀτιμάζων   τὸ  σόν.  Ποῖος  δέ  ἐστιν  ὁ  φόβος;  Ὥστε  μὴ  ἀντιλέγειν,   ὥστε  μὴ ἐπανίστασθαι, ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν  δὲ ἀγαπᾷς,  ὡς  ἐκελεύσθης,  μείζονα  ἐργάσῃ· μᾶλλον  δὲ οὐκέτι  φόβῳ  τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος  ἐστὶν, πολλῆς  δεόμενον  τῆς βοηθείας, πολλῆς  τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν  οἱ δευτέροις  συναπτόμενοι  γάμοις;  Οὐχὶ κατακρίνων  λέγω,  μὴ  γένοιτο·  καὶ  γὰρ  ὁ Ἀπόστολος συνεχώρησεν· ἀλλὰ  καὶ σφόδρα συγκαταβαίνων·  πάντα  αὐτῇ  πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ  ἀπὸ τῶν  ἔξωθεν  παραδειγμάτων  εἰσάγειν  τὴν  συμβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· μᾶλλον δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα. Ἰδοὺ τοῦτο ἔξωθεν. Ἀλλ' οὐκ εἶπε,  Καὶ συνοικήσει,  ἀλλὰ,  Προσκολληθήσεται,  τὴν  ἀκριβῆ  ἕνωσιν,  τὴν  μετὰ σφοδρότητος ἀγάπην δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦμα, οὐκ εἶπεν,  Εἰς ψυχήν· ἐκεῖνο  μὲν γὰρ δῆλον,  καὶ παντὶ  δυνατόν·  ἀλλ' οὕτως, ὡς εἰς σάρκα μίαν  εἶναι.    ʹ.  ∆ευτέρα ἐστὶν  ἀρχὴ  αὕτη,  ἀρχὴν  ἔχουσα  καὶ  πολλὴν  τὴν ὁμοτιμίαν· ἀλλ' ὅμως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία μεγίστη οἰκίας. Ἐκεῖνο μὲν  γὰρ  τὸ  τοῦ  Χριστοῦ παρέλαβεν,  οὐκ  εἰς  τὸ  δεῖν  ἀγαπᾷν  μόνον,  ἀλλὰ  καὶ ῥυθμίζειν. Ἵνα ᾖ, φησὶν, ἁγία καὶ ἄμωμος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ τὸ, Προσκολληθήσεται, ὁμοίως  εἰς  τὸ  ἀγαπᾷν.  Ἂν   γὰρ  αὐτὴν  κατασκευάσῃς ἁγίαν καὶ ἄμωμον, πάντα ἕπεται. Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς  τῆς εὐκολίας. Ῥύθμιζε τὴν γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ Παύλου λέγοντος· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.  Ἂν  οὕτω τὰς οἰκίας διοικῶμεν  τὰς ἑαυτῶν,  καὶ πρὸς Ἐκκλησίας ἐπιστασίαν ἐσόμεθα ἐπιτήδειοι·  καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ μικρά. Οὕτως ἔνι ἄνδρας  καὶ γυναῖκας  γενομένους  ἀγαθοὺς, πάντας  ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ,τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα  ἡ  οἰκία   συγκεκρότητο,  πῶς   ἅπασα  εὐλαβείας   ἔγεμεν.   Ἐκείνη   καὶ   τὸ ἀποστολικὸν  ἐπλήρου  παράγγελμα,  καὶ  τὸν  ἄνδρα  ἐφοβεῖτο·  ἄκουε  γὰρ  αὐτῆς λεγούσης·  Οὔπω μέν  μοι  γέγονεν  ἕως  τοῦ  νῦν,  ὁ  δὲ  κύριός  μου  πρεσβύτερος· κἀκεῖνος  αὐτὴν  οὕτως  ἠγάπα,  ὡς  πάντα  κελευούσῃ  πείθεσθαι.  Καὶ τὸ  παιδίον ἐνάρετον ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυμαστοὶ, οἵ γε καὶ κινδυνεῦσαι μετὰ τοῦ δεσπότου οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴν αἰτίαν ἐζήτησαν· ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι  τοῦ μονογενοῦς παιδὸς,  καὶ  ἀποδημίαν  ὑπερόριον.  Καθάπερ γὰρ  ἐπὶ  στρατηγοῦ,  ὅταν  καὶ  τὸ στρατιωτικὸν ᾖ συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιμελούμενοι, πολλὴ τῆς οἰκίας ἡ ὁμόνοια· ἐπεὶ, ἐὰν μὴ οὕτως ᾖ, πολλάκις δι' ἑνὸς οἰκέτου φαύλου τὸ  πᾶν  ἀνατρέπεται  καὶ  καταλύεται,  καὶ  ὁ  εἷς  πολλάκις  τὸ  πᾶν  ἠφάνισε  καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν ποιώμεθα καὶ γυναικῶν  καὶ παίδων καὶ δούλων, εἰδότες  ὅτι τὴν  ἀρχὴν  ἡμῖν  αὐτοῖς  εὔκολον  καταστήσομεν, καὶ ὅτι  τὰς εὐθύνας ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυμαστὸς, καὶ ἡ κεφαλὴ  καλὴ, καὶ τὸ λοιπὸν  σῶμα οὐδεμίαν ὑποστήσεται βίαν. Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖσθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ' ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι μὲν γὰρ δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· ἂν χρημάτων  καταφρονῶμεν,  ἂν πρὸς ἓν ὁρῶμεν μόνον,  ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν πρὸ ὀφθαλμῶν. Ὅπερ γὰρ ἐν τοῖς πρὸς τοὺς δούλους  διαλεγόμενος  ἔλεγεν,  Ὅ τι  ἂν  ποιήσῃ ἕκαστος ἀγαθὸν  ἢ κακὸν, τοῦτο κομιεῖται  παρὰ τοῦ Κυρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι' ἐκείνην  τοίνυν  τοσοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ Κυρίῳ. – Ὡς τῷ Κυρίῳ τοίνυν  πειθόμενος, καὶ δι' αὐτὸν πάντα ποιῶν, οὕτω πάντα πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν  καὶ πεῖσαι, καὶ μὴ ἀφεῖναι  ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν  ἐπὶ τῆς γυναικὸς  τὸν ἄνδρα· ἀλλὰ μηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, μηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους καὶ ἐξόδους ἁπλῶς· μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί γὰρ, εἰπέ μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ γυνὴ, μὴ δυσχέραινε· φιλίας  ἐστὶν, οὐκ ἀπονοίας· φιλίας  ἐστὶ ζεούσης τὰ ἐγκλήματα καὶ  διαθέσεως πεπυρωμένης  καὶ φόβου. ∆έδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, μή τις αὐτὴν περὶ τὸ κεφάλαιον  τῶν  ἀγαθῶν  ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, μή τις διώρυξε τὴν εὐνήν. Ἔστι καὶ ἄλλη μικροψυχίας ὑπόθεσις· μηδεὶς πέρα τοῦ μέτρου τῶν οἰκετῶν ἀντιποιείσθω, μήτε τῆς κόρης ὁ ἀνὴρ, μήτε τοῦ οἰκέτου  ἡ  γυνή·  καὶ  γὰρ  ταῦτα  ἱκανὰ  τεκεῖν  ὑποψίας.  Ἐννόησον  γάρ  μοι  τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα ἐκέλευσε τῷ πατριάρχῃ λαβεῖν  τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκασεν, οὐδὲ ἐπῆλθεν ὁ ἀνήρ· ἀλλὰ καίτοι μακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ' ὅμως μετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν  ἄλλων,  οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη; οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, μονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλόμην ἐγὼ συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤῥαν. Καίτοι γε οὐδὲν τούτου μεῖζον εἰς εὐνοίας λόγον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃσταῖς ὁμοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους (καὶ ὁ Ψαλμῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα)· τὸ μίαν σάρκα γενέσθαι  λοιπὸν  (τοῦτο  γάρ ἐστι κοινωνῆσαι  τῆς  εὐνῆς),  πολλῷ  μᾶλλον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' οὐδὲν τούτων ἴσχυσε τὸν δίκαιον ἑλεῖν, ἀλλ' ἐξέδωκε τῇ γυναικὶ,  δεικνὺς  ὅτι  οὐ παρὰ τὴν  αὐτοῦ  αἰτίαν  τι  γεγένηται·  καὶ τὸ δὴ μεῖζον, κύουσαν ἐξέπεμψεν αὐτήν. Τίς οὐκ ἂν ἠλέησε κυήσασαν ἐξ αὐτοῦ παιδίον; Ἀλλ' οὐχ ὁ δίκαιος ἐπεκάμφθη· πάντων  γὰρ τὴν ἀγάπην προὐτίθει τὴν πρὸς τὴν γυναῖκα. ζʹ. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς· μηδεὶς ὀνειδιζέτω πενίαν τῷ πλησίον, μηδεὶς χρημάτων ἐράτω, καὶ πάντα λέλυται. Μηδὲ λεγέτω γυνὴ πρὸς τὸν ἄνδρα· Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέμων  καὶ νωθείας  καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς  καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν  ἀγέλας  ἔχει  καὶ  εὐνούχων  ἐσμόν· σὺ δὲ κατέπτηχας,  καὶ  εἰκῆ  ζῇς. Μὴ λεγέτω  ταῦτα γυνὴ, καὶ τὰ τούτοις  ὅμοια· σῶμα γάρ ἐστιν, οὐχ ἵνα διατάττῃ  τῇ κεφαλῇ, ἀλλ' ἵνα πείθηται  καὶ ὑπακούῃ. Πῶς οὖν οἴσει, φησὶ, τὴν πενίαν; πόθεν εὑρήσει παραμυθίαν; Ἐκλεγέσθω παρ' ἑαυτῇ τὰς πενεστέρας, ἀναλογιζέσθω πόσαι πάλιν εὐγενεῖς καὶ ἐξ εὐγενῶν κόραι οὐ μόνον ἐξ ἀνδρῶν οὐδὲν προσέλαβον, ἀλλὰ καὶ  προσέδωκαν,  καὶ  τὰ  αὐτῶν  ἅπαντα  ἀνάλωσαν·  ἐννοείτω  τοὺς  ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγμονα ἀσπάσεται βίον. Καὶ ὅλως εἰ φιλοστόργως πρὸς τὸν ἄνδρα διακέοιτο, οὐδὲν τοιοῦτον ἐρεῖ, ἀλλ' αἱρήσεται πλησίον αὐτῆς ἔχειν αὐτὸν μηδὲν πορίζοντα, ἢ μυρία τάλαντα χρυσοῦ μετὰ μερίμνης καὶ φροντίδος τῆς ἐκ τῶν ἀποδημιῶν ταῖς γυναιξὶν ἐγγινομένης  ἀεί. Ἀλλὰ μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω,  χεῖρας μηδέποτε ἐντεινέτω·  πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ μηδὲ ὕβρεις, μηδὲ ὀνείδη, μηδὲ λοιδορίας· ἀλλ' ὡς ἀνοητότερον διακειμένην  ῥυθμιζέτω.  Πόθεν  δὲ  τοῦτο  ἔσται; Ἐὰν τὸν  ἀληθῆ  πλοῦτον μανθάνῃ,  ἐὰν  τὴν  ἄνω  φιλοσοφίαν,  οὐδὲν  ἐγκαλέσει  τῶν  τοιούτων.  ∆ιδασκέτω αὐτὴν, ὅτι πενία κακὸν οὐδέν· διδασκέτω, μὴ δι' ὧν λέγει μόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ· διδασκέτω δόξης καταφρονεῖν,  καὶ οὐδὲν  τοιοῦτον  ἡ γυνὴ  οὔτε ἐρεῖ οὔτε ἐπιθυμήσει. Καθάπερ ἄγαλμα  δεχόμενος,  οὕτως  ἀπὸ τῆς  ἑσπέρας ἐκείνης,  ἧς ἂν αὐτὴν εἰς τὸν θάλαμον δέχηται, διδασκέτω σωφροσύνην, ἐπιείκειαν, ὅπως βιώσηται σεμνῶς,  ἐκ  προοιμίων  εὐθέως  καὶ  ἐξ  αὐτῶν  τῶν  προθύρων  καταβάλλων   τῶν χρημάτων  τὸν  ἔρωτα· καὶ  φιλοσοφίαν  παιδευέτω,  καὶ  παραινείτω  ὅπως  μὴ  εἴη χρυσία κρεμάμενα  ἐπὶ  τῶν  ὤτων  καὶ  κατὰ  τῶν  παρειῶν  καὶ  ἐπὶ  τοῦ  τραχήλου περικείμενα, μήτε κατακείμενα περὶ τὸν θάλαμον, μήτε ἱμάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείμενα·  ἀλλ'  ἔστω  μὲν  φαιδρὸς  ὁ  κόσμος, μὴ  μὴν  εἰς  ὕβριν  ἡ  φαιδρότης ἐκπιπτέτω·  ἀλλὰ  ταῦτα  ἀφεὶς  τοῖς  ἐπὶ  τῆς  σκηνῆς,  αὐτὸς  μετὰ  πολλῆς   τῆς κοσμιότητος καλλώπιζε  τὸν  οἶκον, σωφροσύνης πνέοντα  μᾶλλον,  ἢ ἄλλης  τινὸς εὐωδίας. ∆ύο γὰρ ἐκ τούτου ἔσται, καὶ τρία τὰ καλά· πρῶτον  μὲν, οὐκ ἀλγήσει ἡ νύμφη, λυθεισῶν τῶν παστάδων, καὶ ἀποπεμπομένων ἑκάστῳ καὶ τῶν ἱματίων καὶ τῶν χρυσίων καὶ τῶν σκευῶν τῶν ἀργυρῶν· δεύτερον, οὐ φροντίσει ὁ νυμφίος ὑπὲρ τῆς ἀπωλείας, καὶ τῆς φυλακῆς τῶν συμπορισθέντων. Τρίτον πάλιν πρὸς τούτοις, τὸ κεφάλαιον  τῶν  ἀγαθῶν,  ἐξ αὐτῶν  τούτων  ἐνδείξεται  τὴν αὐτοῦ γνώμην,  ὅτι δὴ τούτων  οὐδενὶ χαίρει, καὶ ὅτι καὶ τὰ λοιπὰ πάντα καταλύσει, καὶ μήτε ὀρχήματα, μήτε   ἀσέμνους   ᾠδὰς   γενέσθαι   συγχωρήσει   ποτέ.   Καὶ  οἶδα   μὲν   ὅτι   δοκῶ καταγέλαστος εἶναι ἴσως τισὶ, τὰ τοιαῦτα νομοθετῶν· πλὴν ἀλλ' ἐὰν πεισθῆτέ μοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγματος ἀπολαύοντες ὠφελείας, τότε τὸ κέρδος εἴσεσθε· καὶ ὁ μὲν γέλως ῥυήσεται, καὶ καταγελάσεσθε τοῦ νῦν ἔθους, καὶ ὄψεσθε ὅτι ὄντως παίδων ἀνοήτων, καὶ ἀνδρῶν μεθυόντων ἐστὶ τὰ γινόμενα νῦν· ἃ δὲ παραινῶ, σωφροσύνης καὶ φιλοσοφίας, καὶ τῆς ἀνωτάτω  πολιτείας ἐστί. Τί οὖν φημι  δεῖν;  Πάντα τὰ  ᾄσματα τὰ  αἰσχρὰ, τὰ  σατανικὰ,  τὰς  ἀσέμνους  ᾠδὰς,  τὰς συνδρομὰς τῶν ἀκολάστων νέων περίελε τοῦ γάμου, καὶ ταῦτα τὴν νύμφην σωφρονίσαι υνήσεται. Εὐθέως γὰρ παρ' ἑαυτῇ λογιεῖται, Βαβαί! ποῖος οὗτος ὁ ἀνήρ; φιλόσοφός ἐστιν,     οὐδὲν     τὸν παρόντα     ἡγεῖται βίον,     ἐπὶ παιδοποιίαν καὶ  παιδοτροφίαν με ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ' ἀηδῆ ταῦτα τῇ νύμφῃ; Μέχρι τῆς πρώτης ἡμέρας, καὶ τῆς δευτέρας· λοιπὸν  δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην  καρπώσεται τὴν  ἡδονὴν,  πάσης ἑαυτὴν  ὑποψίας  ἀπαλλάττουσα.  Ὁ γὰρ μήτε αὐλῶν μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνασχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν  τι αἰσχρόν. Μετὰ δὲ τοῦτο, ὅταν πάντα περιέλῃς ταῦτα τοῦ γάμου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ μὲν αἰσχυντηλὸν  ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ μὴ διαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη, μέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουμένη τὸν ἄνδρα, καὶ  ξενιζομένη  πρὸς τὰ  πράγματα.  Σὺ τοίνυν  τοῦτο  τὸ  αἰσχυντηλὸν  μὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι ποιοῦσι τῶν ἀνδρῶν, ἀλλ' ἐπεξάγαγε ἐπὶ πολὺν χρό  νον· μέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει τέως, οὐ μέμψεται ἐφ' οἷς διατυπώσῃς. ηʹ. Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν  τοῖς γινομένοις.  Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας  πάντα   ἀνατρέπει   καὶ  συγχεῖ.  Πότε  τοίνυν   ἐστὶν  ἕτερος  οὕτω  καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν  γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν  ἔτι  καὶ δυσωπεῖται;  Τότε αὐτῇ τίθει  τοὺς νόμους  ἅπαντας,  καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ καὶ αὐτὸς  οὐδὲν  ἧττον  ἐκείνης  αἰσχυνόμενος,  ὀλίγα  μὲν  προσδιαλεγόμενος,  καὶ αὐτὰ δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας  κατάθες λόγους· δέχεται  γὰρ ἡ ψυχή· εἰς τὴν  καλλίστην  ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους,  καὶ νυμφευτρίας  ἐφθέγξατο  ῥήματα, μᾶλλον  δὲ οὐ νυμφευτρίας,  ἀλλὰ πνευματικῆς ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολλῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν  ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ  τούτων  εὐθὺς  παρασκεύασον  ὁδὸν  τῶν  λόγων  τῶν  περὶ  φιλοσοφίας,  καὶ κατηγόρει τοῦ πλούτου μετά τινος περιόδου. Ἁπλῶς μὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως λαβόμενος, πάντα ἀνύσεις. ∆όξεις γὰρ ἐν  τάξει  ἀπολογίας  τὸ πρᾶγμα ποιεῖν,  οὐχ  ὡς  αὐστηρός τις  καὶ ἄχαρις  καὶ μικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πάλιν  γὰρ  τὸν  λόγον  ἀναλαβεῖν   ἀναγκαῖον),  ὅτι  παρὸν  πλουσίαν  γῆμαι  καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ' ἐπαιδεύθην  ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγμα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναις  γυναιξὶ  καὶ τυμβωρύχοις.  ∆ιὸ ταῦτα  ἀφεὶς,  ἐπὶ τὴν  τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπιμελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία. ∆ιὰ δὴ ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν  παρόντα  στῆσαι βίον, ὥστε δυνηθῆναι  καὶ ἐκεῖ ἐν  τῷ  μέλλοντι  αἰῶνι  μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθείημεν  εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν  βίον μετελ  θεῖν τοῦτον, ἀεὶ καὶ μετὰ τοῦ Χριστοῦ, καὶ μετ'  ἀλλήλων  ἐσόμεθα μετὰ πλείονος  τῆς ἡδονῆς. Ἐγὼ πάντων τὴν σὴν ἀγάπην προτίθημι, καὶ οὐδὲν οὕτω μοι δύσκολον οὐδὲ ἐπαχθὲς,  ὡς  τό  ποτε  διενεχθῆναι  πρὸς σέ· κἂν  πάντα  ἀπολέσαι  δέῃ, κἂν  Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται· καὶ τὰ παιδία μοι ποθεινὰ  τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς  πρὸς ἡμᾶς διακειμένη  ᾖς. ∆εήσει δὲ καὶ σὲ ταῦτα  ποιεῖν.  Εἶτα παραμίγνυε  καὶ  τὰ  ἀποστολικὰ  ῥήματα,  ὅτι  οὕτως  ὁ  Θεὸς βούλεται τὴν εὔνοιαν ἡμῖν συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου     καταλείψει     ἄνθρωπος     τὸν     πατέρα αὑτοῦ καὶ τὴν  μητέρα,καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. Μηδεμία μικροψυχίας ἔστω πρόφασις ἡμῖν·  ἐῤῥέτω χρήματα,  καὶ ἀνδραπόδων  πλῆθος,  καὶ τιμαὶ  αἱ τῶν  ἔξωθεν·  ἐμοὶ πάντων  τοῦτο προτιμότερον. Πόσου χρυσίου, πόσων θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα  τὰ  ῥήματα  ἔσται  τῇ  γυναικί;  Μὴ φοβηθῇς  μή  ποτε  ἀπονοηθῇ  κατὰ  σοῦ φιλουμένη,  ἀλλ' ὅτι φιλεῖς  ὁμολόγει. Αἱ μὲν γὰρ ἑταῖραι νῦν  μὲν τούτῳ, νῦν  δὲ ἐκείνῳ  προσπλεκόμεναι, εἰκότως  ἂν ἐπαίροιντο  κατὰ τῶν  ἐραστῶν ὅταν τοιαῦτα ἀκούοιεν ῥήματα· ἐλευθέρα δὲ γυνὴ καὶ κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη τοῖς  ῥήμασιν, ἀλλὰ  πολλῷ  μᾶλλον  καὶ κατακάμπτεται.  Ἐνδείκνυσο δὲ τὴν  πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέμενος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι' αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προτίμα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ  αὐτὰ  δὲ  διὰ  ταύτην  φιλείσθω  παρὰ σοῦ. Ἂν  ἀγαθόν  τι  πράξῃ, ἐπαίνει  καὶ θαύμαζε· ἂν ἄτοπόν τι καὶ οἷον νεανίσι συμβαίνει, παραίνει καὶ ὑπομίμνησκε. Ἄνω καὶ κάτω χρημάτων κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε τὸν κόσμον τὸν ἀπὸ τῆς κοσμιότητος καὶ ἀπὸ τῆς σεμνότητος, καὶ δίδασκε διηνεκῶς τὰ συμφέροντα. θʹ. Εὐχαὶ  γενέσθωσαν  ὑμῖν  κοιναί·  ἕκαστος  εἰς  τὴν  ἐκκλησίαν  προΐτω,  καὶ  τῶν λεγομένων  καὶ τῶν ἀναγινωσκομένων  ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτω ἐπὶ τῆς οἰκίας τὸ μέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους  ἄνδρας,  τὸν  Παῦλον, τὸν  Πέτρον, οἳ  πάντων  μᾶλλον  καὶ  βασιλέων  καὶ πλουσίων  εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ  καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε αὐτὴν, ὅτι οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦσαι τῷ Θεῷ. Ἂν οὕτω τις γήμῃ, ἂν ἐπὶ τούτοις, τῶν μοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν  μὴ  γεγαμηκότων  ὁ  γεγαμηκώς.  Εἰ βούλει  καὶ  ἄριστα ποιεῖν  καὶ  ἑστιάσεις ἐπιτελεῖν,  μηδένα  ἄσεμνον, μηδένα  ἄκοσμον, ἀλλ' εἴ  τινα  ἅγιον  πένητα  εὕροις δυνάμενον  ὑμῖν εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον  μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑμῶν σπουδαζέτω εὐπορωτέραν γαμεῖν, ἀλλὰ πολλῷ  μᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην  ἀπὸ  τῶν  χρημάτων  εἰσελεύσεται  εἰσφέρουσα  ἀφορμὴν  ἡδονῆς,  ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν φορτικῶν ῥημάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐδέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐμὰ περίκειμαι, ἐξ ὧν οἱ γονεῖς μοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι; ἔτι τὰ σὰ περίκεισαι; καὶ τί τούτου τοῦ ῥήματος γέ  νοιτ' ἂν ἀθλιώτερον; σῶμα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήματα ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ' ἐγένεσθε εἰς μίαν· καὶ αἱ οὐσίαι δύο, καὶ οὐ μία. Ὢ τοῦ τῶν χρημάτων ἔρωτος!  εἷς  ἄνθρωπος,  ἓν  ζῶον  ἀμφότεροι  γεγένησθε,  καὶ  ἔτι  λέγεις,  Τὰ ἐμά; Ἐπάρατον τοῦτο τὸ ῥῆμα καὶ μιαρὸν ἀπὸ τοῦ διαβόλου εἰσηνέχθη. Πάντα ἡμῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων  ἀναγκαιότερα,  καὶ ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐμὸν φῶς, ὁ ἐμὸς ἥλιος, τὸ ἐμὸν ὕδωρ· πάντα ἡμῖν κοινὰ τὰ μείζονα, τὰ δὲ χρήματα οὐ κοινά; Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον δὲ μὴ τὰ χρήματα, ἀλλ' αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρήμασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιμῶσαι. Καὶ ταῦτα μετὰ τῶν ἄλλων  δίδασκε· ἀλλὰ μετὰ πολλῆς τῆς χάριτος. Ἐπειδὴ γὰρ αὐτὴ  καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν, καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐμὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐμὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆμα. Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι  τοῦτο  πράττομεν;  ὅταν  ἡμῶν  κατεχόντων   τι  ἁρπάσῃ, καὶ  τὸ  ἕτερον  πάλιν βούληται λαβεῖν, συγχωροῦμεν καὶ λέγομεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο. Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διάνοιά ἐστι· κἂν λέγῃ, Τὰ ἐμὰ, εἰπέ·  Πάντα  σά ἐστι, καὶ  ἐγὼ  σός. Οὐκ ἔστι  κολακείας  τὸ  ῥῆμα, ἀλλὰ  πολλῆς συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυμὸν, καὶ τὴν ἀθυμίαν σβέσαι. Κολακεία γάρ ἐστιν, ὅταν τις ἀγεννές  τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φιλοσοφία μεγίστη. Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό μοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Εἰ τοῦ σώματός μου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ σὺ, πολλῷ μᾶλλον τῶν χρημάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάμενος,  ἔσβεσας τὴν  πυρὰν,  κατῄσχυνας  τὸν  διάβολον,  δούλην  ἐποίησας μᾶλλον  ἀργυρώνητον,  τοῖς  ῥήμασι τούτοις  κατέδησας  αὐτήν.  Ὥστε ἀφ'  ὧν  σὺ φθέγγῃ, δίδαξον αὐτὴν μηδέποτε λέγειν, Ἐμὸν καὶ Σόν. Καὶ μηδέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ μετὰ κολακείας, μετὰ τιμῆς, μετὰ πολλῆς ἀγάπης. Τίμα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ' ἑτέρων τιμῆς, οὐ δεήσεται τῆς παρ' ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάντων αὐτὴν προτίθει, πάντων ἕνεκεν, καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωμίαζε. Οὕτως αὐτὴν πείσεις μηδενὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων  τῶν ἄλλων  καταγελᾷν.  ∆ίδασκε τοῦ  Θεοῦ τὸν  φόβον,  καὶ  πάντα  ὥσπερ ἀπὸ  πηγῆς ἐπιῤῥεύσει, καὶ μυρίων ἔσται ἡ οἰκία τῶν ἀγαθῶν γέμουσα. Ἂν τὰ ἄφθαρτα ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον  τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οἵους εἶναι χρὴ νομίζειν  τοὺς παῖδας τῶν  τοιούτων  πατέρων;  οἵους τοὺς οἰκέτας τῶν  τοιούτων  δεσποτῶν; οἵους τοὺς ἄλλους  ἅπαντας  τοὺς  πλησιάζοντας;  ἆρα οὐχὶ  μυρίων  τῶν  ἀγαθῶν  καὶ  αὐτοὺς γέμειν συμβήσεται; Ὡς γὰρ  τὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθμίζονται, καὶ ταῖς ἐκείνων ἐξομοιοῦνται ἐπιθυμίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂν  καὶ  διδαχθῶσι,  τὰ  αὐτὰ  φθέγγονται,  ἐν  τοῖς  αὐτοῖς  συναναστρέφονται.  Ἐὰν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, τὰ πλείονα παρ' ἐκείνων παιδευθησό  μεθα· καὶ οὕτω δυνησόμεθα ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα  μετὰ  ἀρετῆς  διεξελθεῖν,  καὶ  τῶν  ἐπηγγελμένων   ἀγαθῶν  τοῖς  ἀγαπῶσιν αὐτὸν  τυχεῖν· ὧν  γένοιτο  πάντας  ἡμᾶς ἀξιωθῆναι,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |