ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 30 .Περι του μη δημοσιευειν τὰ ἁμαρτήματα τῶν ἀδελφῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν.

Δευτέρα 13 Ιουνίου 2016

30 .Περι του μη δημοσιευειν τὰ ἁμαρτήματα τῶν ἀδελφῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν.



patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51

30 .Περι του μη δημοσιευειν τὰ ἁμαρτήματα τῶν ἀδελφῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν.

αʹ. Μακαρίζω τῆς σπουδῆς ὑμᾶς, ἀγαπητοὶ, μεθ'  ἧς εἰς τὸν πατρῷον οἶκον συντρέχετε. Ἀπὸ γὰρ τῆς σπουδῆς ταύτης καὶ περὶ τῆς ὑγιείας ἡμῶν τῆς κατὰ ψυχὴν ἔχω θαῤῥεῖν· καὶ γὰρ ἰατρεῖον  θαυμαστὸν τῆς Ἐκκλησίας τὸ διδασκαλεῖόν  ἐστιν· ἰατρεῖον,  οὐχὶ   σωμάτων,  ἀλλὰ  ψυχῶν.  Πνευματικὸν  γάρ  ἐστι,  καὶ  οὐχὶ τραύματα  σαρκὸς, ἀλλ'  ἁμαρτήματα  διανοίας  διορθοῦται·  τῶν  δὲ  ἁμαρτημάτων τούτων καὶ τῶν τραυμάτων τὸ φάρμακον ὁ λόγος ἐστί. Τοῦτο τὸ φάρμακον οὐκ ἐκ βοτανῶν  τῶν  ἐπὶ γῆς, ἀλλ'  ἀπὸ τῶν   ῥημάτων  τῶν  ἐξ οὐρανοῦ σύγκειται· τοῦτο οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ προφητῶν κατεσκεύασαν γλῶτται. ∆ιὰ τοῦτο διαρκές ἐστι, καὶ οὔτε πλήθει χρόνων ἀμαυροῦται, οὔτε δυνάμει νοσημάτων ἐλέγχεται. Τὰ μὲν γὰρ τῶν ἰατρῶν φάρμακα ἀμφότερα ταῦτα ἔχει τὰ ἐλαττώματα· νεαρὰ μὲν γὰρ ὄντα τὴν ἰσχὺν ἐπιδείκνυται τὴν ἑαυτῶν ὅταν δὲ χρόνος παρέλθῃ πολὺς, καθάπερ τὰ γεγηρακότα  τῶν  σωμάτων, ἀσθενέστερα γίνεται·  πολλάκις  δὲ αὐτὰ καὶ δυσκολία ἀῤῥωστημάτων διήλεγξεν· ἀνθρώπινα γάρ ἐστι· τὸ δὲ θεῖον φάρμακον οὐ τοιοῦτον, ἀλλὰ χρόνου διαγενομένου  πολλοῦ, τὴν οἰκείαν ἰσχὺν ἔχει πᾶσαν. Ἐξ ὅτου γοῦν ἐγένετο  Μωϋσῆς (ἐξ ἐκείνου  γὰρ ἡ ἀρχὴ τῶν  Γραφῶν), τοσούτους ἐθεράπευσεν ἀνθρώπους, καὶ τὴν οἰκείαν δύναμιν οὐκ ἀπέβαλεν· ἀλλ' οὐδὲ νόσημα αὐτοῦ περιεγένετο πώποτε.
Τοῦτο τὸ φάρμακον οὐκ ἔστιν ἀργύριον καταβαλόντα λαβεῖν, ἀλλ' ὁ προαίρεσιν καὶ διάθεσιν  γνησίαν  ἐπιδειξάμενος,  ἅπαν  ἔχων  ἀπῆλθε.  ∆ιὰ τοῦτο καὶ πλούσιοι καὶ πένητες ὁμοίως τῆς ἰατρείας ἀπολαύουσι ταύτης. Ἔνθα μὲν γὰρ ἀνάγκη καταθεῖναι χρήματα, ὁ μὲν εὔπορος μετέχει τῆς ὠφελείας· ὁ δὲ πένης πολλάκις ἀπεστερημένος τοῦ κέρδους ἀπέρχεται, οὐκ ἀρκούσης αὐτῷ τῆς προσόδου πρὸς τὴν τοῦ φαρμάκου κατασκευήν. Ἐνταῦθα δὲ, ἐπειδὴ ἀργύριον οὐκ ἔστι καταβαλεῖν, ἀλλὰ πίστιν ἐπιδείξασθαι δεῖ καὶ προαίρεσιν, ὁ ταῦτα καταβαλὼν μετὰ προθυμίας, οὗτος καρποῦται μάλιστα τὴν ὠφέλειαν· ἐπειδὴ καὶ ταῦτα τῆς ἰατρείας ἐστὶν ὁ μισθός. Καὶ ὁ πλούσιος καὶ ὁ πένης  τῆς  ὠφελείας  κοινωνοῦσιν  ὁμοίως· μᾶλλον   δὲ  οὐχ  ὁμοίως   κοινωνοῦσι   τῆς  ὠφελείας,   ἀλλὰ   πολλάκις   πλείονος ἀπολαύσας ὁ πένης ἀπέρχεται. Τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος πολλαῖς προκατειλημμένος φροντίσιν, ἔχων τὴν ἀπόνοιαν καὶ τὸ φύσημα τὸ τῆς εὐπορίας, ὀλιγωρίᾳ συζῶν καὶ ῥᾳθυμίᾳ, οὐ μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲ μετὰ πολλῆς τῆς σπουδῆς τὸ φάρμακον τῆς ἀκροάσεως τῶν Γραφῶν δέχεται· ὁ δὲ πένης τρυφῆς καὶ ἀδηφαγίας  καὶ  ῥᾳθυμίας  ἀπηλλαγμένος,  ἅπαντα  τὸν  χρόνον  ἐν  τῇ  τῶν  χειρῶν ἐργασίᾳ καὶ τοῖς δικαίοις ἀναλίσκων πόνοις, καὶ πολλὴν ἐντεῦθεν ψυχῇ συλλέγων φιλοσοφίαν, προσεκτικώτερός τε καὶ εὐτονώτερος γίνεται, καὶ μετὰ πλείονος προσέσχε ἀκριβείας  τοῖς  λεγομένοις·  ὅθεν  καὶ  πλείονα  καταβαλὼν  τὸν  μισθὸν, πλείονα τὴν ὠφέλειαν καρπωσάμενος ἄπεισιν.


βʹ. Οὐ τῶν πλουτούντων  ἁπλῶς κατηγορῶν ταῦτα εἶπον, οὐδὲ τοὺς πένητας ἁπλῶς ἐπαινῶν· οὔτε γὰρ ὁ πλοῦτος κακὸν, ἀλλὰ τὸ κακῶς κεχρῆσθαι τῷ πλούτῳ·οὔτε ἡ πενία  καλὸν, ἀλλὰ τὸ καλῶς  κεχρῆσθαι τῇ πενίᾳ. Ἐκολάζετο ὁ πλούσιοςἐκεῖνος  ὁ ἐπὶ  τοῦ  Λαζάρου, οὐκ  ἐπειδὴ  πλούσιος  ἦν,  ἀλλ' ἐπειδὴ  ὠμὸς  ἦν  καὶ ἀπάνθρωπος. Ἐπῃνεῖτο ὁ πένης ἐκεῖνος ὁ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, οὐκ ἐπειδὴ πένης  ἦν, ἀλλ' ἐπειδὴ μετ' εὐχαριστίας τὴν  πενίαν  ἤνεγκε. Τῶν γὰρ πραγμάτων (προσέχετε δὲ μετὰ ἀκριβείας τούτῳ τῷ λόγῳ· ἱκανὴν γὰρ ὑμῖν ἐνθεῖναι φιλοσοφίαν δυνήσεται, καὶ πάντα διεφθαρμένον λογισμὸν ἐκβαλεῖν, καὶ ποιῆσαι περὶ τῶν ὄντων ὀρθὴν ἔχειν τὴν κρίσιν), τῶν τοίνυν  πραγμάτων τὰ μέν ἐστι φύσει καλὰ, τὰ δὲ τὸ ἐναντίον·  τὰ  δὲ οὔτε  καλὰ, οὔτε  κακὰ, ἀλλὰ  τὴν  μέσην τάξιν  ἐπέχει.  Καλὸν ἡ εὐσέβεια φύσει, κακὸν ἡ ἀσέβεια· καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία· ὁ δὲ πλοῦτος καὶ ἡ πενία καθ' ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν,  οὔτε ἐκεῖνο· παρὰ δὲ τὴν προαίρεσιν τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γίνεται. Ἂν μὲν γὰρ πρὸς φιλανθρωπίαν  χρήσῃ τῷ πλούτῳ, γέγονέ σοι καλοῦ τὸ πρᾶγμα ὑπόθεσις· ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ' οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος. Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν· ἂν μὲν γὰρ γενναίως  αὐτὴν  ἐνέγκῃς  εὐχαριστῶν  τῷ  ∆εσπότῃ, γέγονέ  σοι στεφάνων  τὸ πρᾶγμα ἀφορμὴ καὶ ὑπόθεσις· ἂν  δὲ βλασφημῇς  διὰ τοῦτο  τὸν  πεποιηκότα,  καὶ κατηγορῇς αὐτοῦ τῆς προνοίας, ἐπὶ κακῷ πάλιν ἐχρήσω τῷ πράγματι. Ἀλλ' ὥσπερ ἐκεῖ τῆς πλεονεξίας  οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ κακῶς τῷ πλούτῳ  χρησάμενος· οὕτω καὶ ἐνταῦθα τῆς βλασφημίας οὐ τὴν πενίαν αἰτιασόμεθα, ἀλλὰ τὸν μὴ βουληθέντα  σωφρόνως  τὸ πρᾶγμα ἐνεγκεῖν.  Πανταχοῦ γὰρ καὶ ὁ ἔπαινος  καὶ ὁ ψόγος τῆς γνώμης τῆς ἡμετέρας καὶ τῆς προαιρέσεώς ἐστιν. Ἀγαθὸς ὁ πλοῦτος, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ᾧ μή ἐστιν ἁμαρτία· καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ  κατηγορεῖ  τοῦ  πεποιηκότος. 

 γʹ. Μὴ τοίνυν  κατηγορῶμεν  πλούτου,  μηδὲ κακίζωμεν πενίαν  ἁπλῶς, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας  τούτοις χρῆσθαι καλῶς· αὐτὰ γὰρ τὰ πράγματα ἐν μέσῳ κεῖται. Ἀλλ' ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν  ἐπὶ τὴν προτέραν  ὑπόθεσιν),  ὅτι  καὶ  πλούσιος  καὶ  πένης  μετὰ  τῆς  αὐτῆς  ἀδείας  καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι· πολλάκις δὲ μετὰ πλείονος σπουδῆς ὁ  πένης.  Οὐδὲ γὰρ  τοῦτο  μόνον  ἐστὶ  τὸ  ἐξαίρετον  τῶν  φαρμάκων,  ὅτι  ψυχὰς θεραπεύει, ὅτι μήκει χρόνου οὐ διαφθείρεται, ὅτι ὑπὸ νοσήματος οὐχ ἡττᾶται, ὅτι δωρεὰν πρόκειται ἡ ὠφέλεια, ὅτι ἐξ ἴσου καὶ πλουσίοις καὶ πένησι τὸ τῆς θεραπείας· ἀλλ' ἔχει τι καὶ ἕτερον οὐκ ἔλαττον  τούτων  τῶν  ἀγαθῶν.  Ποῖον δὴ τοῦτο; Τοὺς ἐρχομένους εἰς τὸ ἰατρεῖον τοῦτο οὐ δημοσιεύομεν ἡμεῖς. Οἱ μὲν γὰρ εἰς τὰ ἰατρεῖα τὸ ἔξωθεν ἀπιόντες, πολλοὺς ἔχουσι τοὺς τὰ τραύματα θεωροῦντας· κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν· ἐνταῦθα δὲ οὐχ  οὕτως,  ἀλλὰ   μυρίους  ὁρῶντες   κάμνοντας,   λανθανόντως   ποιούμεθα  τὴν θεραπείαν αὐτῶν. Οὐ γὰρ εἰς μέσον ἄγοντες τοὺς ἡμαρτηκότας, οὕτω δημοσιεύομεν αὐτῶν  τὰ ἁμαρτήματα· ἀλλὰ  κοινὴν  ἅπασι προθέντες  τὴν  διδασκαλίαν,  τῷ  τῶν ἀκροωμένων  συνειδότι καταλιμπάνομεν,  ὥστε ἕκαστον τὸ κατάλληλον  φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων  ἐπισπάσασθαι. Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας  ἀπὸ  τῆς  γλώττης  τοῦ  λέγοντος,  ἔχων  κατηγορίαν  κακίας,  ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον,   καθάπερ   ποικίλον   καὶ   παντοδαπὸν   φάρμακον   ἐξ   ἁπάντων   εἰδῶν συγκείμενον· τὸ δὲ πρόσφορον ἑαυτῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί. Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ' ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν.


 δʹ. Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν,  πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομένους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν  ἀπέθεντο. Ἀλλ' οὔτε τούτους, οὔτε ἐκείνους  ἴσμεν· ἡ δὲ ἄγνοια  ἀμφοτέροις  χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω.    τῶν  ἐγκωμίων   ἀκούσας  τῆς  εὐχῆς,  καὶ  συνειδὼς  ἑαυτῷ  σπουδὴν,  εἰ πολλοὺς  εἶχε  μάρτυρας  τῶν  ἐγκωμίων,  πρὸς  ἀπόνοιαν  ἂν  ἐξωλίσθησε· νυνὶ  δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συνειδὼς  ἑαυτῷ  ῥᾳθυμίαν,  τῆς  κατηγορίας  ἀκούσας, ἐγένετο  βελτίων  ἀπὸ  τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. ∆ιὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν  ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν  νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελτίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν  ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι  καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθάπερ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ' οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα  γίνεται.  Ἵν' οὖν  μὴ τοῦτο  γένηται,  λανθανόντως   ὁ λόγος  ὑμᾶς ἐθεράπευσε. Καὶ ἵνα μάθητε, ὅτι ἡ λανθάνουσα αὕτη ἰατρεία πολὺ τὸ κέρδος ἔχει, ἀκούσατε τί φησιν ὁ Χριστός· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν· καὶ οὐκ εἶπε, μεταξὺ σοῦ καὶ τῆς πόλεως, οὐδὲ μεταξὺ σοῦ καὶ τοῦ δήμου, ἀλλὰ, Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον. Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς  διόρθωσιν  μεταβολή.  Μέγα ἄρα  ἀγαθὸν,  τὸ  ποιεῖσθαι  τὴν  παραίνεσιν  μὴ δημοσιευομένην. Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς ἐκεῖνος ὁ ἀδέκαστος. Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα. Μὴ τοίνυν προσθῇς τραῦμα τραύμασι, δημοσιεύων  τὸν  ἡμαρτηκότα,  ἀλλ'  ἀμάρτυρον  ποιοῦ  τὴν  παραίνεσιν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιοῦμεν νῦν, ὅπερ καὶ Παῦλος ἐποίησεν, ἀμάρτυρον κατασκευάζων τοῦ παρὰ Κορινθίοις ἡμαρτηκότος τὴν κατηγορίαν. Καὶ ἄκουε πῶς· ∆ιὰ τοῦτο, φησὶν, ἀδελφοὶ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ μὴν οὐχὶ  αὐτὸς,  οὐδὲ  Ἀπολλὼ  ἦσαν  οἱ  σχίσαντες  τὸν  δῆμον  καὶ  τὴν  Ἐκκλησίαν διατεμόντες· ἀλλ' ὅμως συνεσκίασε τὴν κατηγορίαν, καὶ καθάπερ προσωπείοις τισὶ, τοῖς αὐτοῦ καὶ Ἀπολλὼ ὀνόμασι τὰς τῶν  ὑπευθύνων  ἀποκρύψας ὄψεις, ἐξουσίαν αὐτοῖς ἐδίδου μεταβαλέσθαι ἐκ τῆς πονηρίας ἐκείνης. Καὶ πάλιν, Μήπως ἐλθόντα με ὁ Θεὸς ταπεινώσῃ, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων  ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Ὅρα πῶς καὶ ἐνταῦθα ἀδιορίστως λέγει τοὺς ἡμαρτηκότας, ἵνα μὴ φανερὰν ποιήσας τὴν κατηγορίαν, ἀναισχυντοτέραν  ἐργάσηται τὴν τῶν ἡμαρτηκότων  ψυχήν. Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιούμεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε.

 εʹ.∆ιελέχθημεν  ὑμῖν  χθὲς  περὶ  τῆς  δυνάμεως  τῆς  κατὰ  τὴν  εὐχήν.  Ἔδειξα πῶς  ὁ διάβολος τότε ἐφεδρεύει κακοῦργος ὤν. Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς  ὁρᾷ  γινόμενον   ἡμῖν,  τότε  μάλιστα  ἐπιτίθεται·   ἵνα  ἡμᾶς  ἐκκρούσῃ  τῆς ἀπολογίας,  ἵνα  κεναῖς  οἴκαδε ἀποπέμψῃ  χερσί. Καὶ καθάπερ ἐπὶ  τῶν  ἀρχόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κωλύοντες προσελθεῖν  καὶ  ἀποδύρασθαι  καὶ  φιλανθρωπίας   τυχεῖν·  οὕτω  καὶ    διάβολος, ἐπειδὰν ἴδῃ προσιόντας τῷ δικαστῇ, πόῤῥωθεν ἀπελαύνει, οὐ διὰ ῥάβδου, ἀλλὰ διὰ ῥᾳθυμίας.  Οἶδε γὰρ,  οἶδε  σαφῶς,  ὅτι  ἂν  προσέλθωσι  νήφοντες,   καὶ  εἴπωσι  τὰ ἡμαρτημένα,  καὶ  ἀποδύρωνται  ζεούσῃ  τῇ  ψυχῇ,  πολλὴν  λαβόντες  συγγνώμην ἀπέρχονται· φιλάνθρωπος  γάρ ἐστιν ὁ Θεός· καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπιτύχωσιν. Ἀλλ' οἱ μὲν στρατιῶται τῶν ἀρχόντων  μετὰ βίας ἀποσοβοῦσι τοὺς ἐντυγχάνοντας·  ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ' ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλων.  ∆ιὰ τοῦτο οὐδὲ συγγνώμης  ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν. Φῶς ἐστι διανοίας καὶ ψυχῆς ἡ μετὰ  σπουδῆς  εὐχὴ,  φῶς  ἄσβεστον καὶ  διηνεκές.  ∆ιὰ τοῦτο  μυρίους  συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐδέποτε ἐλογισάμεθα, ταῦτα συνάγων  ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς  ἡμῶν. Καὶ καθάπερ ἄνεμοι πολλάκις   ἀπεναντίας   προσπίπτοντες,   λυχνιαῖον   πῦρ  ἀναπτόμενον   ῥιπίσαντες ἔσβεσαν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς.  Ἀλλ' ὅπερ οἱ τοὺς  λύχνους  ἐκείνους  ἀνάπτοντες  ποιοῦσι, τοῦτο  καὶ ἡμεῖς ποιήσωμεν. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφοδρὸν, τὸν δάκτυλον  ἐπιθέντες  τῇ ὀπῇ τοῦ λύχνου  ἀποτειχίζουσι  τῷ πνεύματι  τὴν  εἴσοδον. Ἕως μὲν γὰρ ἂν ἔξωθεν προσβάλλῃ, δυνησόμεθα ἀντιστῆναι· ἐπειδὰν δὲ ἀνοίξωμεν αὐτῷ τὰς θύρας τῆς διανοίας, καὶ ἔνδον δεξώμεθα τὸν ἐχθρὸν, οὐκ ἔτι λοιπὸν οὐδὲ μικρὸν  ἀντιστῆναι  δυνάμεθα·  ἀλλὰ  πανταχόθεν  κατασβέσας ἡμῶν  τὴν  μνήμην, ὥσπερ λύχνον καπνιζόμενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά. Ἀλλ' ὥσπερ ἐκεῖνοι  τὸν  δάκτυλον  ἐπιτιθέασι  τῇ ὀπῇ τοῦ λύχνου,  οὕτως  ἡμεῖς ἐπιθῶμεν  τὸν λογισμὸν τῇ ἡμετέρᾳ διανοίᾳ· ἀποφράξωμεν τοῦ πονηροῦ πνεύματος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐχῆς. Μέμνησθε τούτων  ἀμφοτέρων  τῶν παραδειγμάτων,  καὶ  τοῦ  τῶν  στρατιωτῶν,  καὶ  τοῦ  ἄρχοντος,  καὶ  τοῦ  κατὰ  τὸν λύχνον; ∆ιὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων. Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια.


ϛʹ. Ἠκούσατε χθὲς, πῶς οἱ τρεῖς παῖδες πεπεδημένοι κατέλυσαν τὴν τοῦ πυρὸς δύναμιν, πῶς κατεπάτησαν τὴν φλόγα, πῶς περιεγένοντο  τῆς καμίνου, καὶ τῆς ἐνεργείας ἐκράτησαν τοῦ στοιχείου; Ἀκούσατε σήμερον πάλιν, πῶς ὁ γενναῖος καὶ μέγας Ἰσαὰκ αὐτῆς περιεγένετο  τῆς τῶν  σωμάτων φύσεως δι' εὐχῆς. Ἐκεῖνοι κατέλυσαν τοῦ πυρὸς τὴν δύναμιν, οὗτος σήμερον τῆς φύσεως πεπηρωμένης ἔλυσε τὰ δεσμά. Καὶ μάθε πῶς τοῦτο ἐποίει. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ταῦτα σήμερον ὑμῖν ἀνεγνώσθη· χθὲς περὶ εὐχῆς ὁ λόγος, καὶ σήμερον πάλιν  ἀπόδειξις  τῆς δυνάμεως  τῆς εὐχῆς. Ὁρᾶτε πῶς ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις σύμφωνα τοῖς χθὲς εἰρημένοις ἀναγνωσθῆναι τὰ τήμερον; Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Τοῦτο πρῶτον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν στεῖρα ἦν. Βίου ἦν θαυμαστοῦ καὶ πολλῆς γέμοντος σωφροσύνης καὶ αὐτὴ, καὶ ὁ ἀνήρ. Οὐκ ἔχομεν ἐπιλαβέσθαι τῆς ζωῆς τῶν δικαίων, καὶ εἰπεῖν, ὅτι ἔργον ἁμαρτιῶν ἡ στείρωσις. Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα, ἡ τεκοῦσα αὐτόν· οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ. Τί βούλεται τῶν στειρῶν τούτων  ὁ χορός; Πάντες δίκαιοι,  πάντες  ἐν  ἀρετῇ ζῶντες,  πάντες  ὑπὸ τοῦ Θεοῦ ἐμαρτυρήθησαν. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Περὶ τῶν αὐτῶν καὶ Παῦλος οὕτω πως λέγει· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ  αὐτῶν  οἱ ἔπαινοι  ἐν τῇ Παλαιᾷ. Πανταχόθεν  λαμπροὶ καὶ εὐδόκιμοι, καὶ πάντες  στείρας ἔσχον γυναῖκας,  καὶ ἐν ἀπαιδίᾳ μέχρι πολλοῦ  διετέλεσαν χρόνου. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως  τὴν ἀπαιδίαν  ἀνταπόδοσιν.  Πολλοὶ γὰρ τῆς  οἰκονομίας  οἱ τοῦ  Θεοῦ λόγοι  καὶ  ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων  εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν  τοὺς ἐν κακίᾳ ζῶντας, οὐχὶ τοὺς παιδία μὴ κεκτημένους. Πολλάκις ὁ Θεὸς ποιεῖ συμφερόντως· ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γινομένων  οὐκ ἴσμεν. ∆ιὰ τοῦτο πανταχοῦ θαυμάζειν  χρὴ  αὐτοῦ  τὴν  σοφίαν,  καὶ  δοξάζειν  τὴν  φιλανθρωπίαν  αὐτοῦ  τὴν ἄφατον.


 ζʹ. Ἀλλὰ οὗτος μὲν εἰς ἦθος ὁ λόγος ἡμᾶς παιδεῦσαι δύναται· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἢν ἦσαν αἱ γυναῖκες ἐκεῖναι στεῖραι. Τίς οὖν ἡ αἰτία; Ἵν', ὅταν ἴδῃς τὴν  Παρθένον  τίκτουσαν  τὸν  κοινὸν  ἡμῶν  ∆εσπότην,  μὴ  ἀπιστήσῃς.  Οὐκοῦν  γύμνασόν σου τὴν διάνοιαν ἐν τῇ μήτρᾳ τῶν στειρῶν· ἵν', ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, ἀλλὰ  μὴ ἀπιστήσῃς τῷ  θαύματι.  Ὅταν λέγῃ  πρὸς σὲ ὁ Ἰουδαῖος,  Πῶς ἔτεκεν  ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; ∆ύο κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς Παρθένου ἓν κώλυμα μόνον ἦν, τὸ μὴ μετασχεῖν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αἱ στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἄκουσον τῶν ῥημάτων  τοῦ Γαβριὴλ τῶν πρὸς αὐτήν. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν  αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη ἡ Παρθένος καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Μὴ ζήτει φύσεως ἀκολουθίαν, φησὶν, ὅταν ὑπὲρ φύσιν ᾖ τὸ γινόμενον· μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι' ὃ ἀπιστεῖς, διὰ τοῦτο πίστευε. Οὐκ ἂν δὲ κατηξιώθης τοιαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ' ἐπειδὴ κρείσσων ἡ παρθενία· τὴν δὲ τοῦ ∆εσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν· ὁ δὲ βασιλεὺς διὰ σεμνοτέρας εἰσέρχεται. Ἔδει καὶ κοινωνεῖν  τὴν γέννησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι  τῆς ἡμετέρας. Οὐκοῦν ἀμφότερα ταῦτα οἰκονομεῖται.  Τὸ μὲν γὰρ ἀπὸ μήτρας γενέσθαι, κοινὸν  πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς  γάμων  γενέσθαι, μεῖζον ἢ καθ' ἡμᾶς. Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρωπίνης· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης ∆ιὰ τοῦτο δὲ ἀμφότερα ταῦτα γέγονεν,  ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν  τὴν πρὸς σὲ μάθῃς τοῦ τικτομένου.

 ηʹ. Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν  πρὸς ἡμᾶς ὁμοίωσιν  καὶ συγγένειαν  ἐλυμήνατο,  οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ' ἑκατέρα ἐδείκνυτο διὰ τῶν πραγμάτων ἁπάντων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐξηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ' ὅπερ ἔλεγον,  ὅτι διὰ τοῦτο προέλαβον αἱ στεῖραι, ἵνα  πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὐτὴ χειραγωγηθῇ  πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας  καὶ τῆς ὑποσχέσεως ἐκείνης, ἧς ἤκουσε παρὰ τοῦ ἀγγέλου λέγοντος, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· οὕτω, φησὶν, ἔχεις τεκεῖν. Μὴ βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Πνεύματός ἐστι χάρις τὸ γινόμενον,  μὴ ζήτει μοι φύσιν καὶ νόμους γάμων. Ἀλλ' ἐπειδὴ μείζονα ταύτης ἐκεῖνα ἦν τὰ ῥήματα, βούλεται καὶ ἑτέραν παρασχεῖν ἀπόδειξιν. Σὺ δέ μοι παρατήρει, πῶς ἡ στεῖρα αὐτὴν ὁδηγεῖ  πρὸς  τὴν  πίστιν  τούτου.  Ἐπειδὴ  γὰρ  ἐκείνη    ἀπόδειξις  μείζων  ἦν  τῆς διανοίας τῆς Παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν.  Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ  συνειληφυῖα  υἱὸν  ἐν  γήρᾳ αὐτῆς· καὶ οὗτος  μὴν  ἕκτος  ἐστὶν  αὐτῇ  τῇ καλουμένῃ  στείρᾳ.  Ὁρᾷς  ὅτι    στεῖρα  διὰ  τὴν  Παρθένον;  ἐπεὶ,  τίνος  ἕνεκεν παρήγαγεν  αὐτῇ τὸν τόκον τῆς συγγενίδος; τίνος  ἕνεκεν  ἔλεγεν,  Ἐν γήρᾳ αὐτῆς; τίνος  ἕνεκεν  ἐπήγαγε,  Τῇ καλουμένῃ  στείρᾳ; ∆ιὰ πάντων  τούτων  ἐνάγων  αὐτὴν δηλονότι  πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. ∆ιὰ τοῦτο καὶ τὴν ἡλικίαν  εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο  καὶ τὸν χρόνον ἀνέμεινε  τὸν ἀπὸ τῆς συλλήψεως· οὐ γὰρ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ' ἀνέμεινεν ἑξαμηνιαῖον χρόνον τῇ στείρᾳ γενέσθαι· ἵνα ὁ τῆς γαστρὸς ὄγκος λοιπὸν τὴν κύησιν ἐγγυήσηται, καὶ ἀναμφισβήτητος  ἀπόδειξις  γένηται  τῆς συλλήψεως.  Καὶ θέα μοι πάλιν  τὴν σύνεσιν τοῦ Γαβριήλ. Οὐδὲ γὰρ ἀνέμνησεν αὐτῆς τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ· καίτοι καὶ αὗται στεῖραι ἦσαν, καὶ αὗται γεγηρακυῖαι, καὶ θαῦμα τὸ γινόμενον ἦν· ἀλλὰ παλαιὰ τὰ διηγήματα ἦν. Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν  γενεὰν  συμβαίνοντα  τὴν  ἡμετέραν  μᾶλλον  ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων  ἐνάγειν εἴωθε. ∆ιὰ τοῦτο ἐκείνας ἀφεὶς, ἀπ' αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς Ἐλισάβετ τὸ ἐπ' αὐτῇ προεβάλλετο, ὥστε ἀπ' ἐκείνης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρικωδέστατον ἐκεῖνον καὶ σεμνότατον. Μέσος γὰρ τοῦ τε ἡμετέρου καὶ τοῦ δεσποτικοῦ ὁ τόκος ὁ τῆς στείρας ἦν, ἐλάττων μὲν τοῦ τῆς Παρθένου, μείζων δὲ τοῦ ἡμετέρου. ∆ιὰ τοῦτο, ὥσπερ διά τινος γεφύρας, μέσης τῆς  Ἐλισάβετ, ἀπὸ  τῶν  κατὰ  φύσιν  ὠδίνων   ἐπὶ  τοὺς  ὑπὲρ  φύσιν  ἀνάγει  τῆς Παρθένου τὴν διάνοιαν.


 θʹ. Ἐβουλόμην πλείονα  εἰπεῖν, καὶ ἑτέρους λόγους ὑμᾶς διδάξαι,  δι' οὓς  στεῖρα ἡ  Ῥεβέκκα  καὶ    Ῥαχὴλ  ἦν·  ἀλλ' ὁ καιρὸς οὐκ  ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν. ∆ιὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ  εὐχὴ  τοσούτου  χρόνου.  Ἐδέετο, φησὶν,  Ἰσαὰκ περὶ  Ῥεβέκκας  τῆς  γυναικὸς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ γὰρ νομίσῃς ὅτι ἐκάλεσε τὸν Θεὸν, καὶ εὐθέως εἰσηκούσθη· πολὺν γὰρ ἀνάλωσε χρόνον δεόμενος τοῦ Θεοῦ. Καὶ εἰ βούλεσθε μαθεῖν  πόσον,  ἐγὼ  ὑμῖν  καὶ  τοῦτο  μετὰ  ἀκριβείας  ἐρῶ.  Εἴκοσι ἐτῶν  ἀριθμὸν ἀνάλωσε  δεόμενος  τοῦ  Θεοῦ. Πόθεν  τοῦτο  δῆλον;  Ἐκ  τῆς  ἀκολουθίας  αὐτῆς. Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν  δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπεσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λανθανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ' οὐκ ἀφῆκεν εἶναι ἀφανῆ. Ἄκουσον γοῦν πῶς λανθανόντως  ἡμῖν τὸν χρόνον ἐδήλωσεν. Ἰσαὰκ δὲ ἦν ἐτῶν τεσσαράκοντα, φησὶν, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες πόσων ἐτῶν ἦν, ὅτε τὴν γυναῖκα ἠγάγετο; Τεσσαράκοντα ἐτῶν, φησὶν, ἦν ὅτε ἔλαβε τὴν Ῥεβέκκαν. Ἀλλ' ἐπειδὴ ἐμάθομεν πόσων ἐτῶν ὢν ἔγημε τὴν γυναῖκα, μάθωμεν καὶ πότε ἐγένετο λοιπὸν πατὴρ, καὶ πόσων ἐτῶν ἦν τότε, ὅτε ἐγέννησε τὸν Ἰακώβ· καὶ δυνησόμεθα ἰδεῖν πόσον ἔμεινε χρόνον στεῖρα ἡ γυνὴ, καὶ ὅτι τοῦτον ἅπαντα ἐδέετο τοῦ Θεοῦ τὸν χρόνον. Πόσων οὖν ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Ἰακώβ; Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἐπειλημμένος τῇ δεξιᾷ τῆς πτέρνης τοῦ ἀδελφοῦ αὐτοῦ· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰακὼβ, ἐκεῖνον  δὲ Ἡσαῦ. Ἰσαὰκ δὲἦν ἐτῶν  ἑξήκοντα, ὅτε ἐγέννησεν αὐτούς. Εἰ τοίνυν, ὅτε μὲν ἠγάγετο τὴν Ῥεβέκκαν, τεσσαράκοντα τῶν ἦν, ὅτε  δὲ  ἐγέννησε  τοὺς  υἱοὺς,  ἑξήκοντα,  εὔδηλον  ὅτι  εἴκοσιν  ἔτη  μεταξὺ  στεῖρα ἔμεινεν ἡ γυνὴ,  καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἐδέετο τοῦ Θεοῦ ὁ Ἰσαάκ.

 ιʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐγκαλυπτόμεθα, τὸν μὲν δίκαιον ὁρῶντες εἴκοσιν ἔτη παραμένοντα  καὶ  οὐκ  ἀφιστάμενον·  ἡμεῖς  δὲ  ἐκ  πρώτης  αἰτήσεως    δευτέρας πολλάκις ἀπαγορεύοντες καὶ δυσχεραίνοντες; Καίτοι ὁ μὲν πολλὴν  πρὸς τὸν Θεὸν εἶχε τὴν παῤῥησίαν. καὶ ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὴν ἀναβολὴν τῆς δόσεως, ἀλλ' ἔμενε καρτερῶν· ἡμεῖς δὲ μυρίων ἁμαρτημάτων γέμοντες, πονηρῷ συνειδότι συζῶντες, οὐδεμίαν εὔνοιαν περὶ τὸν ∆εσπότην ἐπιδεικνύμενοι, ἂν μὴ, πρὶν ἢ φθέγξασθαι, ἀκουσθῶμεν, ἀλύομεν, ἀποδυσπετοῦμεν, ἀφιστάμεθα τῆς αἰτήσεως· διὰ τοῦτο κεναῖς ἀεὶ ἀναχωροῦμεν χερσί. Τίς εἴκοσιν ἔτη ὑπὲρ ἑνὸς πράγματος παρεκάλεσε τὸν Θεὸν, καθάπερ οὗτος ὁ δίκαιος; μᾶλλον δὲ τίς εἴκοσι μῆνας μόνους; Χθὲς μὲν οὖν ἔλεγον, ὅτι πολλοί εἰσιν οἱ μετὰ ῥᾳθυμίας εὐχόμενοι, καὶ χασμώμενοι, καὶ διατεινόμενοι, καὶ μεταστρεφόμενοι συνεχῶς, καὶ ὀλιγωρίᾳ πάσῃ περὶ τὰς εὐχὰς κεχρημένοι· σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέραν ἐκείνης. Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ  προθυμίᾳ  κατὰ  τῆς  οἰκείας  κέχρηνται  σωτηρίας.  Οὐ γὰρ  ὑπὲρ  τῶν  οἰκείων ἁμαρτημάτων  παρακαλοῦσι  τὸν  Θεὸν,  οὐδὲ  συγγνώμην   αἰτοῦσι  τῶν πλημμεληθέντων  αὐτοῖς,  ἀλλὰ  τὴν  σπουδὴν ταύτην  κατὰ  τῶν  ἐχθρῶν  κινοῦσιν ἅπασαν,  ταὐτὸν  ποιοῦντες,  ὥσπερ  ἂν  εἴ  τις  τὸ  ξίφος  ἀκονήσας,  μὴ  κατὰ  τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ. Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν  οἰκείων  ἁμαρτημάτων,  ἀλλὰ  κατὰ τῆς τιμωρίας  τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται· ὅπερ ἐστὶ καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν. Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάντοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ διὰ σπουδῆς.  Οἱ μὲν  γὰρ  τῇ  περὶ  τὰς  εὐχὰς  ὀλιγωρίᾳ  παροξύνουσι  τὸν  Θεὸν, τὴν καταφρόνησιν  διὰ  τῆς  ῥᾳθυμίας  ἐπιδεικνύμενοι·  οἱ  δὲ ἐπειδὴ  σπουδὴν ἐπιδείκνυνται,  τὴν  σπουδὴν  πάλιν  κατὰ  τῆς  ἑαυτῶν  ἐπιδείκνυνται  σωτηρίας. Ὁ δεῖνα, φησὶ, ῥᾳθυμεῖ· ἀρκεῖ μοι πρὸς τὸ μηδενὸς αὐτὸν ἐπιτυχεῖν· οὗτος σπουδαῖός ἐστι καὶ διεγηγερμένος· τί οὖν ἵνα γένηται; Οὐ δύναμαι ἐκλῦσαι τὴν σπουδὴν, οὐδὲ εἰς ὀλιγωρίαν  ἐμβαλεῖν· ἑτέρως αὐτοῦ περιοδεύσω τὴν ἀπώλειαν.  Πῶς; Εἰς παρανομίαν τῇ σπουδῇ χρήσασθαι παρασκευάσω· τὸ γὰρ κατὰ τῶν ἐχθρῶν εὔχεσθαι, παράνομόν ἐστιν. Ἀπελεύσεται τοίνυν οὐ μόνον οὐδὲν κερδάνας ἀπὸ τῆς σπουδῆς, ἀλλὰ καὶ πλείονα τὴν βλάβην ὑπομείνας τῆς διὰ ῥᾳθυμίας. Τοιαῦται αἱ τοῦ διαβόλου μηχαναί· τοὺς μὲν διὰ τῆς ῥᾳθυμίας, τοὺς δὲ δι' αὐτῆς ἀπόλλυσι τῆς σπουδῆς, ὅταν μὴ κατὰ νόμους αὕτη γίνηται. 

ιαʹ. Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς. Αἰσχύνομαι μὲν  οὖν  αὐτὰ  μέλλων  ἐρεῖν,  πλὴν  ἀνάγκη  πάντως  εἰπεῖν  καὶ  μιμήσασθαι τὴν ἀπαίδευτον γλῶτταν ἐκείνην. Τίνα οὖν ἐστι  τὰ ῥήματα; Ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· δεῖξον αὐτοῖς, ὅτι Θεὸν ἔχω κἀγώ. Οὐ τότε μανθάνουσιν, ἄνθρωπε, ὅτι Θεὸν ἔχομεν, ὅταν ἀγανακτῶμεν,  καὶ ὀργιζώμεθα, καὶ δυσχεραίνωμεν· ἀλλ' ὅταν ἐπιεικεῖς ὦμεν, καὶ πρᾶοι, καὶ ἥμεροι, καὶ πᾶσαν ἀσκῶμεν φιλοσοφίαν. Οὕτω καὶ ὁ Θεὸς εἶπε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,  ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἐννοεῖς ὅτι ὕβρις ἐστὶν εἰς τὸν Θεὸν, τὸ αἰτεῖν κατὰ τῶν ἐχθρῶν τὸν Θεόν; Καὶ πῶς ὕβρις ἐστί; φησίν. Ὅτι αὐτὸς εἶπεν,  Εὔχεσθε ὑπὲρ τῶν  ἐχθρῶν  ὑμῶν,  καὶ τὸν  θεῖον  τοῦτον εἰσήγαγε νόμον. Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν  αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου  τῶν  ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς,  ἀλλ' ὑβρίζεις τὸν  νομοθέτην,  καὶ παροινεῖς  εἰς  τὸν  μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς. Καὶ πῶς δυνατὸν ἀκουσθῆναι εὐχόμενον, εἰπέ μοι, ὅταν τὸν μέλλοντα ἀκούειν παροξύνῃς; Ταῦτα γὰρ ποιῶν εἰς βάραθρον τὴν οἰκείαν ὠθεῖς σωτηρίαν, καὶ κατὰ κρημνοῦ φέρῃ, τὸν ἐχθρὸν ἐπ' ὄψεσι τύπτων τοῦ βασιλέως. Εἰ γὰρ καὶ μὴ ταῖς χερσὶ τοῦτο ποιεῖς, τοῖς ῥήμασιν αὐτὸν τύπτεις· ὅπερ οὐδὲ  ἐπὶ  τῶν  ὁμοδούλων  ποιῆσαι  τολμᾷς.  Τόλμησον γοῦν  ἐπὶ  ἄρχοντος  τοῦτο ποιῆσαι· κἂν μυρία ᾖς κατωρθωκὼς,  τὴν ἐπὶ θάνατον  εὐθέως  ἀπαχθήσῃ πάντως. Εἶτα ἐπὶ ἄρχοντος μὲν οὐ τολμᾷς τὸν ὁμότιμον ὑβρίσαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο ποιῶν, εἰπέ μοι, οὐ φρίττεις, οὐδὲ δέδοικας ἐν καιρῷ δεήσεως καὶ εὐχῆς ἀγριαίνων οὕτω καὶ ἐκθηριούμενος,   καὶ   μείζονα   ἀγνωμοσύνην    ἐπιδεικνύμενος    τοῦ   τὰ   ἑκατὸν ἀπαιτοῦντος  δηνάρια; Ὅτι γὰρ ἐκείνου  σὺ μᾶλλον  ὑβρίζεις, αὐτῆς  ἄκουσον τῆς ἱστορίας. Μύρια τάλαντα ὤφειλέ  τις τῷ δεσπότῃ· εἶτα οὐκ ἔχων ἀποδοῦναι, ἠξίου μακροθυμῆσαι, ἵνα πραθείσης αὐτοῦ τῆς γυναικὸς καὶ τῆς οἰκίας καὶ τῶν παίδων, διαλύσηται τὸ ὄφλημα τὸ δεσποτικόν. Ἰδὼν δὲ αὐτὸν ὀδυρόμενον ὁ δεσπότης κατηλέησε καὶ τὰ μύρια ἀφῆκε τάλαντα. Ἐξελθὼν ἐκεῖνος καὶ εὑρὼν οἰκέτην ἕτερον ὀφείλοντα αὐτῷ δηνάρια ἑκατὸν, ἄγχων ἀπῄτει μετὰ πολλῆς τῆς ὠμότητος καὶ τῆς ἀπανθρωπίας. Ἀκούσας ταῦτα ὁ δεσπότης ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον, καὶ ὃ πρότερον ἀφῆκεν ὄφλημα τῶν μυρίων ταλάντων, ἐπέθηκεν αὐτῷ πάλιν, καὶ τῆς εἰς τὸν σύνδουλον ὠμότητος ἔδωκε τὴν τιμωρίαν ἐκεῖνος.



ιβʹ. Σὺ δὲ κἀκείνου θέα πόσον ἀγνωμονέστερος  καὶ  ἀναισθητότερος γέγονας,  τῶν  ἐχθρῶν  κατευχόμενος, Ἐκεῖνος οὐχὶ τὸν δεσπότην ἠξίου ἀπαιτῆσαι, ἀλλ' αὐτὸς ἀπῄτει τὰ ἑκατὸν δηνάρια· σὺ  δὲ   καὶ   τὸν   ∆εσπότην   ἐπὶ   τὴν   ἀπαίτησιν   ταύτην   τὴν   ἀναίσχυντον   καὶ κεκωλυμένην  παρακαλεῖς. Κἀκεῖνος μὲν οὐκ ἐπ' ὄψεσι τοῦ κυρίου, ἀλλ' ἔξω τὸν σύνδουλον ἦγχε· σὺ δὲ ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς πρὸ τοῦ βασιλέως ἑστὼς ταῦτα ποιεῖς. Εἰ δὲ ἐκεῖνος οὔτε τὸν δεσπότην παρακαλέσας ἐπὶ τὴν ἀπαίτησιν, καὶ μετὰ τὸ ἐξελθεῖν  ταῦτα ποιῶν,  οὐδεμιᾶς ἔτυχε συγγνώμης,  σὺ καὶ τὸν  ∆εσπότην ἐπὶ τὴν κεκωλυμένην  ταύτην ἔκτισιν διεγείρων, καὶ ἐπ' ὄψεσιν αὐτοῦ ταῦτα ποιῶν, ποίαν οὐ δώσεις τιμωρίαν, εἰπέ μοι; Ἀλλὰ φλεγμαίνει  σου τῇ μνήμῃ τῆς ἔχθρας ἡ διάνοια καὶ  οἰδεῖ, καὶ  ἀνέστηκεν  ἡ καρδία, καὶ  τοῦ  λελυπηκότος  ἀναμιμνησκόμενος  οὐ δύνασαι καταστεῖλαι τὸ οἴδημα τῶν λογισμῶν; Ἀλλ' ἀντίστησον τῇ φλεγμονῇ ταύτῃ τὴν ἀπὸ τῶν σῶν ἁμαρτημάτων μνήμην, τὸν ἀπὸ τῆς μελλούσης κολάσεως φόβον. Ἀναμνήσθητι  πόσων  ὑπεύθυνος  εἶ  τῷ  ∆εσπότῃ, καὶ  ὅτι  πάντων  ἐκείνων  δίκας ὀφείλεις  αὐτῷ, καὶ κρατήσει πάντως οὗτος ὁ φόβος τῆς ὀργῆς ἐκείνης, ἐπειδὴ καὶ πολὺ δυνατώτερον τοῦτο ἐκείνου τοῦ πάθους. Ἀναμνήσθητι γεέννης καὶ κολάσεως καὶ τιμωρίας  κατὰ τὸν  καιρὸν  τῆς εὐχῆς, καὶ οὐδὲ εἰς νοῦν  λαβεῖν  δυνήσῃ τὸν ἐχθρόν. Σύντριψον τὴν διάνοιαν, ταπείνωσον τὴν ψυχὴν τῇ μνήμῃ τῶν σοι πεπλημμελημένων,  καὶ οὐδὲ ἐνοχλῆσαι δυνήσεταί σοι θυμός. Ἀλλὰ τοῦτό ἐστι τὸ πάντων  αἴτιον  τῶν  κακῶν,  ὅτι  τὰ  μὲν  τῶν  ἄλλων  ἁμαρτήματα  μετὰ  πολλῆς ἐξετάζομεν τῆς ἀκριβείας, τὰ δὲ ἡμέτερα μετὰ πολλῆς παραπεμπόμεθα τῆς ῥᾳθυμίας. Τοὐναντίον  δὲ ποιεῖν ἐχρῆν· τὰ μὲν οἰκεῖα κακὰ ἄληστα ἔχειν, τῶν δὲ ἀλλοτρίων μηδέποτε ἔννοιαν  λαμβάνειν. Ἂν τοῦτο ποιῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἵλεων, καὶ τοῖς πλησίον παυσόμεθα ἀθάνατα ὀργιζόμενοι, καὶ ἐχθρὸν οὐδένα οὐδέποτε ἕξομεν· εἰ δὲ καὶ σχοίημέν ποτε, ταχέως καὶ τὴν ἀπέχθειαν καταλύσομεν, καὶ τῶν οἰκείων ἁμαρτημάτων ταχεῖαν λάβωμεν συγχώρησιν. Ὥσπερ γὰρ ὁ τῷ πλησίον μνησικακῶν οὐκ ἀφίησι τὴν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι καταλυθῆναι κόλασιν, οὕτως ὁ καθαρὸς ὢν  ὀργῆς, καθαρὸς καὶ ἁμαρτημάτων  ἔσται ταχέως.  Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ  δουλεύοντες,  διὰ  τὸ  τοῦ  Θεοῦ πρόσταγμα πάντα  τὰ  εἰς  ἡμᾶς  παρορῶμεν ἁμαρτήματα, πολλῷ  μᾶλλον  ὁ φιλάνθρωπος  καὶ ἀγαθὸς καὶ παντὸς  καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλοφροσύνης, ἐν  τῇ  τῶν  οἰκείων  ἁμαρτημάτων  συγχωρήσει, τὴν  ἀμοιβὴν  ἡμῖν  ἀποδιδούς· ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.   

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο
Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |