ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 28.Εις τον Ηλίαν καὶ εἰς τὴν χήραν, καὶ περὶ ἐλεημοσύνης.

Δευτέρα 13 Ιουνίου 2016

28.Εις τον Ηλίαν καὶ εἰς τὴν χήραν, καὶ περὶ ἐλεημοσύνης.



patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

28.Εις τον Ηλίαν καὶ εἰς τὴν χήραν, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Ἐν ταῖς ἡμέραις αἷς ἐνηστεύομεν  ἅπαντες, τοὺς περὶ τῆς ἐλεημοσύνης πολλάκις  ἑλόμενος  κινῆσαι λόγους, ἐξεκρουόμην, τῆς ἑσπέρας καταλαμβανούσης καὶ τοῦ λόγου διακοπτούσης ἡμῖν τὸν δρόμον. Τοῦτο δὲ ἐγένετο, τοῦ Θεοῦ τάχα συμφερόντως  οἰκονομοῦντος,  καὶ  πρὸς  τὴν  παροῦσαν ἡμέραν  τὴν  περὶ  τούτων ὑπερτιθέντος  παραίνεσιν· ἵνα μὴ κατὰ τὴν ἐκκλησίαν διῃρημένων  ὑμῶν, οὕτως ἡ τῆς ἐλεημοσύνης παρατέθῃ τράπεζα σήμερον· οὐκ ἐπειδὴ μέγα τι καὶ γενναῖον ἡμεῖς ἔχομεν εἰπεῖν, ἀλλ' ἐπειδὴ μεγάλη καὶ γενναία τῆς ἐλεημοσύνης ἡ δύναμις. Πολλὴ γὰρ τοῦ πράγματος ἡ παῤῥησία πρὸς τὸν Θεόν· καὶ καθάπερ τις βασιλεύουσα τῆς καθ' ἡμᾶς πολιτείας, οὕτω μετὰ ἀδείας πολλῆς τῶν οὐρανίων ἁψίδων ἐπιβαίνειν εἴωθε· καὶ αἱ τὰς πύλας τῶν οὐρανῶν ἐγκεχειρισμέναι δυνάμεις, ἂν μὲν ἴδωσι τὴν ἐλεημοσύνην ἐπιβαίνουσαν, μετὰ πολλῆς τῆς τιμῆς καὶ ταῖς ἄλλαις δι' αὐτὴν τὰς πύλας ἐκείνας ἀνοίγουσιν  ἀρεταῖς· ἂν δὲ χωρὶς τῆς ἐλεημοσύνης ἴδωσι παραγενομένας,   ἀποκλείουσι  τὰς  θύρας  αὐταῖς.  Καὶ  τοῦτο  ἐκ  τῶν    παρθένων δῆλον ἐκείνων, αἳ διὰ τοῦτο τῆς ἱερᾶς παστάδος ἀπεκλείσθησαν, ἐπειδὴ διηνεκὲς ἔλαιον ἐν ταῖς λαμπάσιν οὐκ εἶχον.Καὶ σκόπει μοι τὴν διαφοράν. Ἐλεημοσύνη μὲν χωρὶς παρθενίας τοὺς αὐτῆς τροφίμους εἰς τὸν οὐρανὸν εἰσήγαγε· παρθενία δὲ χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν. Ἐπεὶ οὖν τοσαύτη τοῦ πράγματος ἡ δύναμις, μετὰ πάσης σπουδῆς καὶ τοὺς περὶ αὐτῆς  δεχώμεθα  λόγους.  Γένοιτο  δ' ἂν  ἀρίστη  καὶ  σύντομος  τοῦ  πράγματος  ἡ παραίνεσις, εἰ πρὸς τὴν χήραν ὑμᾶς ἀπαγάγοιμεν  τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Τῶν γὰρ λόγοις  συμβουλευόντων  οἱ διὰ τῶν  ἔργων  παιδεύοντες  ἀξιοπιστότεροι διδάσκαλοι γίνονται· διὸ καὶ ἡ χήρα ἀρίστη τοῦ πράγματος τούτου γένοιτ' ἂν ἡμῖν διδάσκαλος. Ἡμεῖς μὲν  γὰρ  λόγῳ  παραινοῦμεν·  ἐκείνη  δὲ διὰ  τῶν  ἔργων  ὑμᾶς παιδεῦσαι δυνήσεται, τὴν ὁμότροπον ἔχουσα μεθ'  αὑτῆς συνεζευγμένην. ∆ύο γάρ εἰσιν αὗται αἱ χῆραι· μία μὲν ἐν τῇ Καινῇ, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα, μία δὲ ἐν τῇ Παλαιᾷ, ἡ τὸν προφήτην  ὑποδέξασθαι καταξιωθεῖσα· καὶ ἀμφότεραι πρὸς τὴν αὐτὴν  ἔφθασαν  τῆς φιλοσοφίας  ἀρετὴν, καὶ τὴν  αὐτὴν  ἐπεδείξαντο φιλοφροσύνην,   τῇ  τῶν   κατορθωμάτων   ὁμοιότητι   τὴν   συγγένειαν   ἡμῖν   τῶν ∆ιαθηκῶν  ἐνδεικνύμεναι.   Καθάπερ γὰρ  σκόπελοί  τινες  ὑψηλοὶ  περιβεβλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς  πεπλανημένους  κατὰ  τὸ  πέλαγος  τῇ  λαμπηδόνι  τοῦ  φωτὸς  πρὸς  τὴν  τοῦ λιμένος χειραγωγοῦσιν ἀσφάλειαν· οὕτω καὶ αὗται καθάπερ τινὰς λιμένας τὴν φιλοφροσύνην περιβεβλημέναι, τῷ φωτὶ τῆς οἰκείας μεγαλοψυχίας τοὺς ἐν τῇ βαθυτάτῃ νυκτί· νυκτὸς γὰρ οὐδὲν ἄμεινον ἡμῶν ἡ ζωὴ διάκειται, καθάπερ καὶ ὁ Παῦλός φησιν, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· τοὺς οὖν ἐν τῇ βαθυτάτῃ νυκτὶ κατὰ τὸ πέλαγος τῆς φιλαργυρίας πλανωμένους, καὶ γίνεσθαι μέλλοντας ὑποβρυχίους,  πρὸς τὴν  παρ' ἑαυτῶν  καλοῦσιν  ἀσφάλειαν,  τὸ τῆς  φιλανθρωπίας διαπαντὸς καιόμενον ἔχουσαι πῦρ, καὶ διασώζουσαι τὸ τῆς ἐλεημοσύνης ἄσβεστον φῶς.


βʹ. Ἀλλὰ περὶ ἐκείνης μὲν ἐν ἑτέρῳ καιρῷ· τήμερον δὲ περὶ τῆς ἐν τῇ Παλαιᾷ πρὸς ὑμᾶς ἐροῦμεν. Πάντως γὰρ καὶ ταύτης ἐπαινουμένης, ἐκείνης τῶν ἐγκωμίων οἱ στέφανοι  πλέκονται·  ὧν  γὰρ τὰ  κατορθώματα  ἴσα, καὶ  οἱ λόγοι  τῶν  ἐγκωμίων κοινοί.  Ἐγένετο τοίνυν  κατὰ τοὺς ταύτης  χρόνους  λιμὸς  χαλεπός·  οὐχὶ  ἡ γῆ δὲ καμοῦσα παρῃτήσατο τὴν φορὰν, ἀλλὰ τῶν ἀνθρώπων τὰ ἁμαρτήματα τοῦ Θεοῦ τὴν δωρεὰν ἀπεκρούσαντο. Ἐγένετο τοίνυν λιμὸς χαλεπὸς, καὶ λιμῶν ἁπάντων πικρότατος· καὶ τοῦτον  ἤγαγε  τὸν  λιμὸν  ὁ μέγας Ἠλίας, καθάπερ τινὰ  φοβερὸν οἰκέτην  καλέσας, ὥστε τοὺς  συνδούλους  τὸν  ∆εσπότην ὑβρίζοντας  σωφρονίσαι· μᾶλλον  δὲ ἐκάλεσεν αὐτὸν  τῶν  Ἰουδαίων  τὰ ἁμαρτήματα· ἐκόμισε δὲ αὐτὸν τοῦ προφήτου τὸ στόμα, Ζῇ γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἦν τοίνυν  ἀφόρητον  κακόν· οὐδὲ γὰρ τὴν γαστέρα τῆς γῆς ἄγονον  ἐποίησε μόνον  ἡ φοβερὰ  τοῦ  προφήτου  φωνὴ,  ἀλλὰ  καὶ  αὐτὰ  τῶν  ποταμῶν  τὰ  ῥεῖθρα ἀνέστειλε, καὶ οἱ χείμαῤῥοι τότε ἐξηραίνοντο πάντες. Καὶ καθάπερ πυρετὸς λάβρος καὶ διακαὴς εἰς σώματος φύσιν ἐμπεσὼν, οὐχὶ τὴν ἐπιφάνειαν ξηραίνει μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ χωρήσας τὸ βάθος, αὐτὴν τῶν ὀστῶν καταφρύγει τὴν φύσιν· οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατέκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλθὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα. Τί  οὖν    Θεὸς πρὸς  τὸν  προφήτην;  Ἀνάστηθι,  φησὶ,  καὶ  πορεύθητι  εἰς Σαρεφθὰ τῆς Σιδῶνος· ἐκεῖ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε. Τί τοῦτο; ἐπὶ τῆς οἰκείας οὐδεμιᾶς ἀπέλαυσε φιλοφροσύνης, καὶ εἰς τὴν ἀλλοτρίαν αὐτὸν πέμπεις, καὶ πρὸς γυναῖκα χήραν; Εἰ γὰρ εὔπορος ἦν, εἰ γὰρ πλουσιωτάτη, εἰ γὰρ αὐτοῦ τοῦ βασιλεύοντος γυνὴ, εἰ γὰρ ταμιεῖα πολλῶν εἶχεν ἐμπεπλησμένα γεννημάτων, οὐκ ἂν αὐτῆς μᾶλλον τῆς γῆς τὴν προαίρεσιν ἀπεστείρωσεν ὁ τοῦ λιμοῦ φόβος; Ἵνα οὖν μὴ ταῦτα  ὁ προφήτης  λέγῃ,  μηδὲ  διαλογίζηται,  διὰ  τοῦτο  αὐτὸ,  πρότερον  διὰ  τῶν κοράκων  ἔθρεψε, μονονουχὶ  πρὸς αὐτὸν  λέγων  διὰ τῶν  γενομένων,  ὅτι  Εἰ τὴν ἄλογον φύσιν ξενοδοχῆσαί σε παρεσκεύασα, πολλῷ μᾶλλον ἡ λογικὴ πεισθήσεται τοῦτο ποιῆσαι


.γʹ. ∆ιὰ  τοῦτο  μετὰ  τοὺς  κόρακας    χήρα.  Καὶ ἦν  ἰδεῖν  τὸν  προφήτην ὑπόδικον  γενόμενον  γυναικὸς,  τὴν  οὐρανομήκη  καὶ  θείαν  ψυχὴν  ἐκείνην,  τὸν γενναῖον καὶ ὑψηλὸν Ἠλίαν, ὥσπερ ἀλήτην τινὰ καὶ προσαίτην πρὸς τὰς θύρας τῆς χήρας ἐρχόμενον,  καὶ τὸ στόμα, ὃ τὸν οὐρανὸν ἔκλεισε, τὰς τῶν  προσαιτούντων φθεγγόμενον  φωνάς· ∆ός μοι ἄρτον, δός μοι ὕδωρ· ἵνα σὺ μάθῃς ὅτι οὐδὲν οὕτως ἐπιτήδειον,  ὡς γυναικὸς  οἰκία χήρας, καὶ σκηνὴ πενίας γέμουσα, καὶ πλούτου καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπηλλαγμένη.  Καθαρὸν γὰρ θορύβων ἦν τὸ χωρίον, καὶ πάσης φιλοσοφίας μεστὸν, καὶ λιμένος παντὸς εὐδιώτερον.Τοιαῦτα δὴ μάλιστα ἐνδιαιτήματα  τῶν  ἁγίων  ἐπιζητοῦσιν αἱ ψυχαί. Ἀπῄει τοίνυν  πρὸς τὴν χήραν ὁ προφήτης, τῆς Ἰουδαϊκῆς μισοξενίας ἔλεγχον  ἐσομένην·ἀπῄει  πρὸς  τὴν  χήραν,  διδάσκων  ἅπαντας  ὅτι  δικαίως  ἐκείνην   τὴν  κόλασιν ὑπομένουσιν Ἰουδαῖοι. Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις. Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι  κελεύσαντες,  καὶ τὴν  πόλιν  αὐτοῖς  περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ ἐφ'  ὑψηλοῦ τοῦ βήματος, τοῦ τῶν  Γραφῶν κηρύγματος προκαθίσας, καὶ τὴν οἰκουμένην  ἅπασαν περιστήσας, ὑπὸ ταῖς ἁπάντων  ὄψεσι καὶ ἀκοαῖς ποιεῖται τῶν  ἁμαρτημάτων  τὴν  ἐξέτασιν, οὐχ ὑπομνήματα  ἀναγνωσθῆναι  κελεύων,  οὐδὲ  γράμματα  παράγων  εἰς  μέσον, ἀλλ'  αὐτοῖς  ἡμᾶς  τοῖς  τῶν  καταδίκων  ἐφιστῶν ἁμαρτήμασιν.

δʹ. Ὅτε  γοῦν  τοὺς  χαλεποὺς  κεραυνοὺς  κατὰ  τῶν  Σοδομιτῶν  ἀφεῖναι ἤμελλε, καὶ δήμους καὶ πόλεις  ἀναρπάζειν  ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς  ἐκείνης,  ὅτε  τὸν  καινὸν  καὶ  παράδοξον  ὑετὸν  ἐπὶ  τὴν  γῆν  ἠφίει,  τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶτον καὶ μόνον ἥλιος ἐπεῖδεν· ἐπεὶ τοιοῦτον πρὶν    τὴν  κόλασιν  ταύτην  ἐπαγαγεῖν,  ἔδειξε  τῶν  μελλόντων   κολάζεσθαι  τὴν πονηρίαν ἡμῖν, οὐχὶ γράμματα ἀναγινώσκων,  καθάπερ ἔφην, ἀλλ' αὐτὰ εἰς μέσον παραγαγὼν τὰ ἁμαρτήματα. ∆ιὰ τοῦτο γοῦν ἔπεμψε τοὺς ἀγγέλους, οὐχ ἵνα τὸν Λὼτ ἐξαγάγωσι μόνον, ἀλλ' ἵνα σοι δείξωσι τὴν παρανομίαν ἐκείνων· ὃ δὴ καὶ γέγονεν. Ἐπειδὴ  γὰρ  αὐτοὺς    Λὼτ ὑπεδέξατο,  τὴν  οἰκίαν  ἐπολιόρκουν  τοῦ  ξενοδόχου πάντες, περιιστάντες κύκλῳ. Ἐστρατήγει δὲ τῆς πολιορκίας ἄτοπος ἔρως, καὶ μίξεως ἐπιθυμία  παρανόμου,  καὶ  ἡλικίας  καὶ  φύσεως  ὅρους  ὑπερβαίνουσα.  Οὐδὲ γὰρ νεανίσκοι περιέστησαν μόνον, ἀλλ' ἤδη καὶ πρεσβῦται· καὶ οὐδὲ ἡ πολιὰ τὴν λύτταν κατέπαυσεν, οὐδὲ τὸ γῆρας  τὴν  μανίαν  ἔσβεσεν, ἀλλ' ἦν  ἰδεῖν  ἐν  λιμένι ναυάγιον,   ἐν   γήρᾳ   παράνομον   ἐπιθυμίαν.   Καὶ  οὐδὲ   ἐνταῦθα   ἔστησαν   τῆς παρανομίας, ἀλλὰ τοῦ Λὼτ ὑποσχομένου τὰς ἑαυτοῦ παραδώσειν θυγατέρας, οὐδὲ οὕτως ἀφίσταντο, ἀλλ' ἐπέκειντο, λέγοντες μὴ πρότερον ἀποστήσεσθαι, ἕως ἂν τοὺς ἄνδρας λάβωσι· καὶ μεγάλα ἠπείλουν δώσειν κακὰ τῷ τὰς ἑαυτοῦ θυγατέρας ὑποσχομένῳ δώσειν διὰ τὴν εἰς τοὺς ξένους τιμήν. Εἶδες πῶς  πανταχόθεν  ἔδειξε  τῶν  Σοδομιτῶν  τὴν  κακίαν,  καὶ  τότε  τὴν τιμωρίαν   ἐπήγαγεν;   Ἵνα   γὰρ   μὴ   μετὰ   ταῦτα   ὁρῶν   κολαζομένους   αὐτοὺς κατακλασθῇς διὰ τὸ μέγεθος τῆς συμφορᾶς, μηδὲ μετ'  ἐκείνων  ἐγκαλῇς  τῷ Θεῷ,ἀλλὰ μετὰ τοῦ Θεοῦ κατακρίνῃς  ἐκείνους, προλαβὼν  τῇ τῆς πονηρίας ἀποδείξει, πάντα  προανήρπασεν  αὐτῶν  τὸν  ἔλεον,  τῆς  πρὸς αὐτοὺς  συμπαθείας ἀπαγαγὼν ἡμᾶς. Ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ προφήτου πεποίηκεν. Ἵνα μὴ θεωρῶν ὑπὸ τοῦ λιμοῦ διαφθειρομένους  τοὺς Ἰουδαίους ἀλγῇς, δείκνυσί σοι τὴν ἀπανθρωπίαν  αὐτῶν καὶ τὴν ὠμότητα, καὶ τῆς φιλοξενίας τὴν σπάνιν. Οὐ γὰρ δὴ μόνον οὐχ ὑπεδέξαντο τὸν προφήτην, ἀλλὰ καὶ ἀποκτείνειν ἠπείλουν· καὶ τοῦτο δῆλον ἐκ τῶν Θεοῦ ῥημάτων. Οὐ γὰρ εἶπεν,  Ἀναχώρησον, μόνον,  ἀλλὰ  καὶ, Κρύβηθι. Οὐκ ἀρκεῖ γάρ σοι πρὸς σωτηρίαν ἡ φυγὴ, ἀλλὰ δεῖ καὶ λαθεῖν μετὰ πολλῆς τῆς ἀκριβείας· δῆμος γάρ ἐστιν Ἰουδαϊκὸς, δῆμος αἱμάτων  διψῶν  προφητικῶν,  καὶ ταῖς τῶν  ἁγίων  ἐμμελετήσας σφαγαῖς· ἀπὸ τῶν προφητικῶν αἱμάτων ἀεὶ τὰς ἑαυτῶν ᾕμαξαν δεξιάς. Καὶ, ὅτε μὲν ἐκ τῆς Ἰουδαίας  αὐτὸν  ἐξέπεμψεν, Ἄπελθε  καὶ κρύβηθι, φησίν· ὅτε δὲ πρὸς τὴν χήραν ἀπέστελλεν, Ἐγὼ, φησὶν, ἐντελοῦμαι αὐτῇ. Ὁρᾷς πῶς ἐκεῖθεν μὲν φεύγοντα μετὰ πολλῆς ἀσφαλείας τοῦτο ποιῆσαι προστάττει· ἐνταῦθα δὲ καταφεύγοντα  μετὰ πολλῆς παῤῥησίας καὶ τοῦ θάῤῥους ἀπιέναι κελεύει;


εʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλά τι καὶ ἕτερον ᾠκονόμηται διὰ τῆς τοῦ προφήτου πρὸς τὴν χήραν παρουσίας. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς  πολλὰς  καὶ  ἀφάτους  εὐεργεσίας  τὰς  ἐπὶ  τῆς  Ἰουδαίας,  μετὰ  τοὺς  μυρίους νεκροὺς,  οὓς  ἀνέστησε, μετὰ  τοὺς  τυφλοὺς,  οὓς  ἀναβλέψαι  ἐποίησε, μετὰ  τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων  ἐλαυνόμενον,  παρὰ δὲ τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον,  οὐδὲν τοιοῦτον  εἰδότων  οὔτε ἀκηκοότων,  θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι  νομίζωσιν· ἄνωθεν  καὶ πρὸ πολλοῦ τοῦ χρόνου  διὰ τῶν  δούλων  τὴν  Ἰουδαϊκὴν  ἀγνωμοσύνην  διδάσκει, καὶ τῶν  ἐθνῶν φιλοφροσύνην  ἡμᾶς  παιδεύει.  Οὕτω γοῦν  τὸν  Ἰωσὴφ,  οὓς  παρεγένετο  θρέψων ἐκεῖνος, καὶ ἀνελεῖν ἐπεχείρησαν, ἄνθρωπος δὲ βάρβαρος εἰς μεγίστην ἤγαγε τιμήν. Οὕτω τὸν Μωσέα ἀπήλασαν οἱ εὐεργετηθέντες  Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἄνθρωπος βάρβαρος Ἰωθὼρ,  καὶ  πολλῆς  αὐτὸν  φιλοφροσύνης  ἠξίωσεν.  Οὕτω  τὸν  ∆αυῒδ ἀπήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις  ἐπαγομένους ἔλυσεν· ὑπεδέξατο δὲ Ἀγχοὺς ὁ βαρβάρων βασιλεὺς, καὶ εἰς πολλὴν ἤγαγε τιμήν.  Οὕτω καὶ νῦν τὸν Ἠλίαν ἀπήλασαν μὲν Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἡ χήρα. Ὅταν οὖν ἴδῃς τὸν Χριστὸν ἀπελαυνόμενον  μὲν παρὰ αὐτῶν, ὑποδεχόμενον  δὲ παρὰ τῶν ἐθνῶν, ἄνωθεν τοὺς τύπους καταμαθὼν, μὴ θαυμάσῃς ἐπὶ τῆς τοῦ πράγματος ἀληθείας. Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος,  καὶ αὐτὸ τοῦτο αἰνιττομένου.  Πρὸς γὰρ τοὺς Ἰουδαίους  δυσχεραίνοντας  διαλεγόμενος  ἔλεγεν,  ὅτι Πολλαὶ χῆραι ἦσαν ἐν  ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χήραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ' ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώσαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενοχωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ  τινὰ  μετανάστην  τόπους  ἐκ  τόπων  ἀμείβειν  παρασκευάζων.  Ὅτι  γὰρ ἐθλίβετο  καὶ  ἐστενοχωρεῖτο,  ἄκουσον  καὶ  τοῦ  Παύλου λέγοντος,  Περιῆλθον  ἐν μηλωταῖς,  ἐν αἰγείοις  δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,  κακουχούμενοι.  Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων  ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως  αὐτὸν λαμβάνειν  πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος.Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων  αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν  ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος,  ταύτην  ἐπήγαγεν  αὐτοῖς  τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων,   αὐτὸς  ἀνέσεως  καὶ  τραπέζης  ἀπέλαυε  πλουσίας,  ἴσως  ἄν  τις ἐνόμισεν ὠμότητος εἶναι τὸ γεγενημένον.  Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα,  τοῖς  ἀλλοτρίοις  ἐντρυφᾷν  κακοῖς. ∆ιὰ τοῦτο  ὁ Θεὸς αὐτὸν  ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ' αὐτῷ. Οὐ γὰρ ἂν εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν  ἀπειλὴν,  εἰ μὴ ἀπὸ πολλοῦ  τοῦ  ζήλου  τὴν  μακαρίαν  ἐκείνην  ἀφῆκε φωνήν.  ∆ιόπερ καὶ ἥδιον ἦν αὐτῷ στενοχωρεῖσθαι, καὶ σωφρονιζομένους  αὐτοὺς ὁρᾷν, ἢ τῆς ἀνάγκης ἀπαλλαγέντας  τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν.


ςʹ. Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν  ἑαυτῶν  ἀσφάλειαν  προδιδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν  ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως  περὶ  αὐτῶν  πείθει  ἐπινοεῖν·  καὶ  ταῦτα  ἀμφότερα  διωρθώσατο,  τὴν  τῆς φύσεως ἐναλλάξας ἀσθένειαν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκούοντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων  ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ  τῶν ἀποκαλύψεων τῶν αὐτοῦ, φησίν· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Τίνος οὖν ἕνεκεν οὐ καυχᾶσαι; Φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούσῃ τι ἐξ ἐμοῦ. Ἵνα οὖν μὴ καὶ ἐπὶ τοῦ  προφήτου  τοιοῦτόν  τι  συμβῇ  (εἰ  γὰρ  καὶ  Ἠλίας  ἦν,  ἀλλ'  ἄνθρωπος  ἦν), ἐγκατέμιξε θαύματι τὸ τῆς φύσεως ἐλάττωμα. ∆ιὰ τοῦτο ὁ τῶν οὐρανῶν κρατήσας, τῆς πείνης οὐκ ἐκράτησεν· ὁ τὰς ὠδῖνας τῆς γῆς ἐπισχὼν, τῆς γαστρὸς τὴν ἀνάγκην ἐπισχεῖν οὐκ ἴσχυσεν, ἀλλὰ χήρας ἐδεῖτο γυναικὸς, ἵνα μάθῃς καὶ τὴν θείαν χάριν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν. Οὐκ εἰς τοῦτο δὲ μόνον ὠφέλει τὸ συμβὰν, ἀλλὰ καὶ εἰς ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἵν' ὅταν σε παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν. Ὅπερ οὖν καί τις ᾐνίξατο εἰπών· Ἠλίας ὁμοιοπαθὴς ἡμῖν ἦν ἄνθρωπος· μονονουχὶ λέγων, Μὴ νομίσῃς ἀδύνατον εἶναι πρὸς τὴν αὐτὴν ἐκείνῳ φθάσαι τῆς φιλοσοφίας τὴν  κορυφήν· καὶ γὰρ καὶ ἐκεῖνος  τῆς αὐτῆς ἐκοινώνησε  φύσεως. Ἀλλ' ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.



ζʹ.  Ἀλλὰ  καιρὸς  λοιπὸν  πρὸς  τὴν  χήραν  ἐπανελθεῖν.  Ἦλθε, φησὶν,  εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ εὗρε γυναῖκα χήραν συλλέγουσαν ξύλα. Ἄξια τῆς ἔνδον πενίας  τέως  τὰ  προπύλαια.  Τί οὖν;  ἀπετράπη  τοιαῦτα  τῆς  φιλοξενίας  ἰδὼν  τὰ προοίμια; Οὐδαμῶς· θείας γὰρ ἦν ἀκηκοὼς ἀποφάσεως· ἀλλ' ἐβόησεν ὀπίσω αὐτῆς, καὶ εἶπε, Λάβε δή μοι ὕδωρ, καὶ ἐπορεύθη λαβεῖν. Ὄντως γενναία καὶ φιλόσοφος ἡ γυνὴ,  καὶ  εἰ  μὴ τολμηρὸν  εἰπεῖν,  καὶ  αὐτῆς  τοῦ  προφήτου  μεγαλοψυχίας  ἀξία· μᾶλλον δὲ οὐ τολμηρὸν εἰπεῖν· εἰ γὰρ μὴ ἦν ἀξία, οὐκ ἂν ὑποδέξασθαι κατηξιώθη τὸν ἅγιον  ἐκεῖνον. Καθάπερ ὁ Χριστός φησι πρὸς τοὺς μαθητάς· ὅτι Εἰς ἣν δὲ ἂν πόλιν  ἢ κώμην  εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς, ἐπειδὴ μάλιστα πάντων  ἀξίαν ᾔδει τὴν γυναῖκα τοῦ δέξασθαι τὸν προφήτην, διὰ τοῦτο τὰς ἄλλας πάσας ἀφεὶς, ἐκεῖσε αὐτὸν ἔπεμψε. Πλὴν ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἴδωμεν αὐτῆς τὴν εὐγένειαν. Λάβε δή μοι, φησὶν, ὕδωρ εἰς ἄγγος. Πολλὴ ἡ φιλοφροσύνη  τῆς  γυναικός.  Ὅτι γὰρ ἀπεκρίνατο,  ὅτι λόγου μετέδωκεν, ὅτι μὴ κατασχοῦσα αὐτὸν τὴν πόλιν ἅπασαν ἐκάλεσε πρὸς τὴν τιμωρίαν τῆς θείας ἐκείνης κεφαλῆς, οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Καὶ γὰρ ὅτι εἰκὸς ἦν  τοῦ  λιμοῦ  τὴν  ἀνάγκην  πρὸς  ταύτην  ἐξαγαγεῖν  τὴν  ὀργὴν  τὸ  γύναιον,  ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε. Ὁ Ἐλισσαῖος, ὁ μαθητὴς τοῦ Ἠλίου, ὁ διπλοῦς Ἠλίας (ἐν γὰρ τῷ μαθητῇ διπλοῦν  τὸν  διδάσκαλον ἦν ἰδεῖν), προεφήτευσε μετὰ ταῦτα λιμόν· οὐχὶ αὐτὸς ἐπήγαγε, καθάπερ Ἠλίας, ἀλλὰ μέλλοντα ἥξειν προεῖπε. Τί οὖν ὁ βασιλεὺς, ὁ κατ' ἐκείνους  τοὺς χρόνους βασιλεύων; Περιεβάλλετο σάκκον, φησί· καὶ γὰρ ἐταπείνωσεν αὐτὸν ἡ συμφορά· ἀλλ' ὅμως οὕτω ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶ  συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ' αὐτὸν σήμερον. Εἶδες τοῦ βασιλέως  τὴν  ὀργήν;  Μάθε τῆς  γυναικὸς  τὴν  φιλοσοφίαν·  αὕτη  γὰρ  οὐχὶ  τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν  ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.ηʹ. Ἴστε δὲ  ὅτι  ἐπειδὰν  περί  τινα  χρείαν  ὦμεν  ἠσχολημένοι,  οὐδὲ  τοὺς ἐπιτηδείους πολλάκις ὁρῶμεν ἡδέως, ἀλλὰ καὶ πρὸς αὐτοὺς δυσχεραίνομεν· ὅταν δὲ θλῖψις  τοσαύτη παρῇ, καὶ αὐτὸ τὸ φῶς  ἐνοχλεῖν  ἡμῖν  δοκεῖ· καὶ τοῦτο πάλιν  ἐξ Ἰουδαϊκοῦ μαθεῖν ἔστι παραδείγματος. Ὅτε γοῦν  ἦλθεν  ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις  ἀπαγγέλλων  ἀγαθὰ, τυραννίδος  ἀπαλλαγὴν,  ἐλευθερίαν,  καὶ πρὸς τὴν παλαιὰν  πατρίδα  ἐπάνοδον·  Ἰδόντες  αὐτὸν,  φησὶν,  οὐκ ἤκουσαν αὐτοῦ  ἀπὸ τῆς ὀλιγοψυχίας,  καὶ  τῶν  ἔργων  τῶν  σκληρῶν.  Ἐκεῖνοι  τὸν  κομίζοντα  εὐαγγέλια τοσαῦτα ἰδόντες ἐπεστράφησαν· αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι  τὸν  λιμὸν,  ἀλλ'  ὥστε  καὶ  αὐτῇ  γενέσθαι  βαρὺν,  οὐδὲν  τοιοῦτον  ἔπαθε. Κἀκεῖνοι μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον· αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη  τὸν   ἄνδρα,  ἀλλὰ   καὶ  πᾶσαν  αὐτῆς   τὴν   πενίαν   ἐκένωσεν,   ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν. Καὶ ἐπορεύθη, φησὶ, λαβεῖν ὕδωρ, καὶ ἐβόησεν ὁ προφήτης καὶ εἶπε, Λάβε δή μοι καὶ ἄρτον, καὶ φάγομαι. Τί οὖν ἡ γυνή; Οὐδὲ ἐνταῦθα  δυσχεραίνει,  ἀλλὰ  τί  φησι;  Ζῇ Κύριος ὁ  Θεός σου, εἰ  ἔστι  μοι ἐγκρυφίας,  ἀλλ' ἢ  ὅσον δρὰξ ἀλεύρου.  Τίνος  ἕνεκεν  ὄμνυσιν; Ἄρτον  ᾔτησεν  ὁ προφήτης,  αὐτὴ  δὲ  ἄρτον  οὐκ  εἶχεν.  Ἔδεισεν  οὖν  μή  ποτε  πεπτούσης  αὐτῆς, ὀπτώσης, καὶ παρασκευαζούσης, εἶτα βραδυνούσης, οὐκ ἀναμείνας τὴν ἀναβολὴν ὁ προφήτης ἀποπηδήσῃ, καὶ φύγῃ τῆς φιλοξενίας  τὸ θήραμα. ∆ιὰ τοῦτο αὐτὸν ὅρκῳ προκατέλαβε λέγουσα, οὐχ ὅτι Οὐκ ἔστι μοι ἄλευρον, ἀλλ' ὅτι Ἐγκρυφίας μὲν οὐκ ἔστιν, ἄλευρον δέ ἐστι. Καὶ οὐ διὰ τοῦ ὅρκου μόνον αὐτὸν πιστοῦται, ἀλλὰ καὶ δι' αὐτῆς τῶν πραγμάτων τῆς ἀποδείξεως. Ἰδοὺ γὰρ, φησὶ, δύο συλλέγω ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομούμενοι, καὶ τοὺς πολυτελεῖς  ἀγροὺς ὠνούμενοι, καὶ οἰκετῶν ἀγέλας ἐπὶ τῆς ἀγορᾶς περιφέροντες· μᾶλλον δὲ καὶ εὔποροι καὶ πένητες ἀκουέτωσαν πάντες· οὐδενὶ γὰρ μετὰ τὴν χήραν ταύτην ἀπολογία ἔσται λοιπόν. Τοσαῦτα ἦν  αὐτῇ  τὰ  κωλύματα,  ἀλλ'  ὅμως  πάντα  ἐκεῖνα  διέκοψε  καὶ ὑπερέβη. Ἄκουε δέ. Ἀλλόφυλος ἦν· ἓν τοῦτο τὸ κώλυμα. Σιδωνία· δεύτερον κώλυμα. Οὐδὲ γὰρ ἴσον ἀλλόφυλον  εἶναι ἁπλῶς, καὶ Σιδώνιον τῆς πονηροτάτης πόλεως· ὡς γὰρ  ἔσχατον  κακίας   ὑπόδειγμα,  τὴν  πόλιν  ἐκείνην  ἐν  τοῖς  Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός. Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος  καὶ  πάντοθεν   δεόμενον  τῆς  ἀντιλήψεως.   Προσῆν καὶ  χηρεία,  τέταρτον κώλυμα· πέμπτον, ἐκείνων  ἁπάντων  μεῖζον, παιδοτροφίας ἐπιμέλεια. Ἀκουέτωσαν αἱ χῆραι καὶ παῖδας τρέφουσαι, ὡς οὐκ ἦν ἱκανὴ ἡ σκῆψις αὕτη πρὸς τὸ μὴ ποιεῖν ἐλεημοσύνην, μηδὲ ὑποδέχεσθαι ξένους· καὶ δρὰξ ἀλεύρου ὑπελέλειπτο  μόνον, καὶ μετ' ἐκείνην  θάνατος προσεδοκᾶτο. Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς περιουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας· τότε δὲ οὐδὲ ἐπαιτεῖν δυνατὸν ἦν, οὕτως ἅπαντας τοὺς λιμένας ἔχωσεν ὁ λιμός. Ἀλλ' οὐδὲν τούτων  ἐκώλυσεν. Εἴπω καὶ ἕβδομον κώλυμα, αὐτὸν τὸν μέλλοντα ἐπιξενίζεσθαι τῇ γυναικί. Οὐδὲ γὰρ οἰκεῖος, οὐδὲ γνώριμος ἦν, ἀλλὰ ξένος καὶ ἀλλότριος, καὶ κατ' αὐτὸν τῆς εὐσεβείας λόγον κεχωρισμένος αὐτῆς. Οὐ μόνον δὲ ξένος καὶ ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών.


θʹ. Ἀλλ' οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ' ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφὴν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. ∆ιὰ σὲ, φησὶν, ἡ ἅπασά μοι περιουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ' οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα  σὺ, φησὶν, ὁ τῆς στενοχωρίας  αἴτιος  μηδὲ μικρὰν τῆς στενοχωρίας  αἴσθησιν λάβῃς.  Ποίαν τις  ὑπερβολὴν  ἐπινοήσειε  φιλοξενίας  ἑτέραν; Οὐκ ἔστιν  οὐδεμίαν εὑρεῖν. Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη. Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ'  ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα  ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄντως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τούτου μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ' ἑτέρου λαβεῖν ἱμάτιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊεμένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ' ἐκεῖνο θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων. Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ταύτην ἕκαστος τὴν ἐλεεινὴν,  μᾶλλον δὲ ἕκαστος ταύτην τὴν μακαρίαν φωνὴν  καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις  τῆς οἰκίας ἐγγραφέτω  τῆς ἑαυτοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ, ἐν ᾧ ἀριστοποιούμεθα.
Ταύτην  ἐπὶ  τῆς  οἰκίας,  ταύτην  ἐπὶ  τῆς  ἀγορᾶς,  ταύτην  ἐν  τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν·  καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ' ἂν εἰ λίθινός τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελθόντα πένητα κεναῖς ἀποπέμψαι χερσὶν, ἂν τὴν φωνὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλμῶν ἔχῃ. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην, καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου ∆εσπότην, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν. Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς πτωχοὺς τρέφοντες  καθάπερ αὐτὸν τὸν Χριστὸν θεραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βασιλείαν. ιʹ. Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα  πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο,  ἵνα  μὴ  μακαρίζῃς  πενίαν,  ἵνα  μὴ  θαυμάζῃς  πλοῦτον,  ἵνα  μὴ  τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπολογεῖσθαι  διὰ  τῶν  πραγμάτων  αὐτῶν·  ἵνα  μὴ  μετὰ  ταῦτα  ἰδὼν  τὸν  κοινὸν ἁπάντων  Σωτῆρα παρὰ μὲν ἐκείνων  ἐλαυνόμενον,  παρὰ δὲ τῶν  ἐθνῶν ὑποδεχόμενον,  θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν  αὐτῶν  τὴν ἀγνωμοσύνην καταμαθὼν, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶναι τοῦ προφήτου τὴν εὐχὴν, καὶ τὴν τῆς τιμωρίας παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα  μάθῃς ὅτι ἐν τοῖς  μεγίστοις κατορθώμασι καὶ σωφρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακαλούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνατον εἶναι νομίσῃς τὴν μίμησιν. Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ   οὖσα,  τοῦ  λιμοῦ  καταναγκάζοντος,   οὐδὲ  ῥῆμα  πικρὸν   πρὸς  τὸν προφήτην  ἐξέβαλε, καίτοι  γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο  ἐκ τῶν  Ἰουδαϊκῶν φρονημάτων· ἀλλ' οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος,  καὶ οὔτε τῶν  προφητῶν  φιλοσοφούντων  περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος,  Πεινῶντά  με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν  ἔσται συγγνώμη,  εἰ μετὰ τοιαύτας  παραινέσεις, εἰ μετὰ τοιούτων  ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ  χήρα, καὶ παίδων  ἐπεμελεῖτο  πολλῶν,  καὶ λιμὸν  ἐπικίνδυνον  ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον  ἀγνῶτα  ὑποδέχεσθαι ἔμελλε  καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς 51.347 δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι  τῆς γυναικὸς,  ποίαν  δυνησόμεθα ἀπολογίαν  προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες; Ὅπως ἂν οὖν τὰ χαλεπὰ ἐκεῖνα κολαστήρια ἐκφύ  51.348 γωμεν,  πᾶσαν εὐσπλαγχνίαν  εἰς τοὺς πένητας ἐπιδειξώμεθα,  ἵνα  καὶ ἡμεῖς  τῶν  μελλόντων  ἀγαθῶν  καταξιωθῶμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |