ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί παρθενίας Λόγοι Ι΄ - ΙΘ΄

Πέμπτη 2 Ιουνίου 2016

Περί παρθενίας Λόγοι Ι΄ - ΙΘ΄



Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Ι΄ - ΙΘ΄


ι’. Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν· ὁ δὲ τοῦτον ἐπαινῶν μᾶλλον ἐκείνης ἐπαίρει τὸ θαῦμα καὶ λαμπρότερον ποιεῖ. Τὸ μὲν γὰρ τῇ πρὸς τὸ χεῖρον παραθέσει φαινόμενον καλὸν οὐκ ἂν εἴη σφόδρα καλόν, τὸ δὲ τῶν ὁμολογουμένων ἀγαθῶν ἄμεινον, τοῦτό ἐστι τὸ μεθ’ ὑπερβολῆς καλόν· ὅπερ τὴν παρθενίαν ἀποδείκνυμεν οὖσαν ἡμεῖς. Ὥσπερ οὖν οἱ τὸν γάμον κακίζοντες τοῖς ταύτης ἐγκωμίοις λυμαίνονται, οὕτω διαβολῆς ἀπαλλάττων αὐτὸν οὐ τοῦτον μᾶλλον ἢ τὴν παρθενίαν ἐπῄνεσε. Καὶ γὰρ ἐπὶ τῶν σωμάτων οὐχ ὅσα τῶν πεπηρωμένων, ἀλλ’ ὅσα τῶν ἀρτίων καὶ μηδεμίαν λώβην ἐχόντων ἐστὶν ἀμείνω, ταῦτα ὡραῖα εἶναί φαμεν. Καλὸν ὁ γάμος· καὶ διὰ τοῦτο ἡ παρθενία θαυμαστόν, ὅτι καλοῦ κρεῖττον ἐστι, καὶ τοσούτῳ κρεῖττον, ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης, καὶ τῶν στρατιωτῶν ὁ στρατηγός.


Ἀλλ’ ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς, τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς, παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν· οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προὔδωκας, καὶ εἰς ἔσχατον ἤγαγες κακόν. Καλὸν ἡ παρθενία· σύμφημι κἀγώ· ἀλλὰ καὶ τοῦ γάμου κρείττων· καὶ τοῦτο συνομολογῶ. Καὶ εἰ βούλει, καὶ τὸ ὅσον κρείττων προστίθημι, ὅσον τῆς γῆς ὁ οὐρανός, ὅσον τῶν ἀνθρώπων οἱ ἄγγελοι· εἰ δὲ χρὴ τι καὶ βιασάμενον εἰπεῖν, καὶ πλέον. Ἄγγελοι μὲν γάρ, εἰ καὶ μὴ γαμοῦσι μηδὲ ἐκγαμίζονται, ἀλλ’ οὐκ εἰσὶ συμπεπλεγμένοι σαρκὶ καὶ αἵματι, οὐδὲ ἐπὶ τῆς τῆς ἔχουσι τὰς διατριβάς, οὐδὲ ὄχλον ἐπιθυμιῶν ἀνέχονται, οὐδὲ σίτου δέονται καὶ ποτοῦ, οὐδὲ μέλος αὐτοὺς ἡδὺ μαλάξαι δύναιτ’ ἄν, οὐδὲ ὄψις ἐπικάμψαι λαμπρά, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπερ τὸν οὐρανὸν ἐν μεσημβρίᾳ σταθερᾷ, μηδενὸς ἐνοχλοῦντος νέφους, ἔστιν ἰδεῖν καθαρόν, οὕτω καὶ τὰς ἐκείνων φύσεις, οὐδεμιᾶς ἐνοχλούσης ἐπιθυμίας, μένειν ἀνάγκη διαυγεῖς καὶ λαμπράς.



ια’. Τὸ δὲ τῶν ἀνθρώπων γένος τῶν μακαρίων ἐκείνων τῇ φύσει λειπόμενον βιάζεται τὴν οἰκίαν ἰσχύν, καὶ φιλονεικεῖ διὰ τῆς σπουδῆς κατὰ δύναμιν ἐξισωθῆναι ἐκείνοις. Πῶς οὖν; Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται ἄγγελοι· ἀλλ’ οὐδὲ ἡ παρθένος. Παρεστήκασι διαπαντὸς κεῖ λειτουργοῦσι τῷ Θεῷ· τοῦτο καὶ ἡ παρθένος. Διὸ καὶ Παῦλος αὐτὰς πάντων ἀπέστησε τῶν φροντίδων, διὰ τὸ εὐπρόσεδρον καὶ ἀπερίσπαστον. Εἰ δὲ μὴ δύναιντο εἰς τὸν οὐρανὸν ἀναβῆναι τέως, καθάπερ ἐκεῖνοι, τῆς σαρκὸς καθελκούσης αὐτάς, ἀλλὰ καὶ ἐν τούτῳ πολλὴν ἔχουσι τὴν παραμυθίαν, αὐτὸν τὸν τῶν οὐρανῶν ὑποδεχόμεναι Δεσπότην, ἂν ὦσιν ἅγιαι τῷ σώματι καὶ τῷ πνεύματι. Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα, πῶς τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας τοῖς ἐν οὐρανοῖς διαιτωμένοις ὁμοίως πολιτεύεσθαι ποιεῖ; Τοὺς σώματα περικειμένους τῶν ἀσωμάτων οὐκ ἀφίησι λείπεσθαι δυνάμεων, ἀνθρώπους ὄντας εἰς τὸν αὐτὸν τῶν ἀγγέλων ἄγει ζῆλον. Ἀλλ’ οὐδὲν τούτων πρὸς ὑμᾶς, τοὺς τοσοῦτο πρᾶγμα λυμαινομένους, καὶ τὸν Δεσπότην διαβάλλοντας, καὶ πονηρὸν ἀποκαλοῦντας. Ἡ γὰρ τοῦ πονηροῦ δούλου κόλασις ὑμᾶς ἐκδέξεται ταῖς δὲ τῆς ἐκκλησίας παρθένοις ἀπαντήσεται τὰ πολλὰ καὶ μεγάλα ἀγαθά, καὶ ὀφθαλμὸν καὶ ἀκοὴν καὶ διάνοιαν ὑπερβαίνοντα τὴν ἀνθρωπίνην. Διόπερ ἐκείνους ἀφέντες (καὶ γὰρ τῶν πρὸς αὐτοὺς εἰρημένων ἅλις), τοῖς τέκνοις τῆς ἐκκλησίας διαλεξώμεθα λοιπὸν


ιβ’. Πόθεν οὖν ἄρξασθαι τοῦ λόγου καλόν; Ἀπ’ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων, ὧν διὰ τοῦ μακαρίου φθέγγεται Παύλου· τὴν γὰρ τούτου παραίνεσιν τοῦ Κυρίου παραίνεσιν εἶναι πιστεύειν χρή. Καὶ γὰρ ὅταν λέγῃ, «Τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος»· καὶ πάλιν, «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος», οὐχ ὡς ἑτέρων μὲν ὄντων τῶν αὐτοῦ, ἑτέρων δὲ τῶν τοῦ Κυρίου, ταῦτά φησιν. Ὁ γὰρ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ὁ μηδὲ ζῆν σπουδάζων, ὥστε τὸν Χριστὸν ἐν ἑαυτῷ ζῆν, ὁ καὶ βασιλείαν, καὶ ζωήν, καὶ ἀγγέλους, καὶ δυνάμεις, καὶ κτίσιν ἑτέραν, καὶ πάντα ἁπλῶς δευτέρα τῆς ἀγάπης αὐτοῦ τιθέμενος, πῶς ἂν ἢ φθέγξασθαι ἢ καὶ ἐννοῆσαί τι τῶν οὐ δοκούντων ἠνέσχετο τῷ Χριστῷ, καὶ ταῦτα νομοθετῶν; Τὶ πὸτ’ οὖν ἐστιν ὁ λέγει, Ἐγώ, καί, Οὐκ ἐγώ; Τῶν νόμων καὶ τῶν δογμάτων τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν ἀποστόλων ἔδωκεν ἡμῖν ὁ Χριστός. Ὅτι γὰρ οὐ πάντας αὐτὸς δι’ ἑαυτοῦ τίθησιν, ἄκουσον τὶ φησι· «Πολλὰ ἔχω λέγειν ἡμῖν, αλλ’ οὐ δύνασθαι βαστάζειν ἄρτι». Περὶ μὲν οὖν τοῦ, γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζεσθαι, προλαβὼν αὐτὸς ἐνομοθέτησεν ἡνίκα ἐν σαρκὶ ἐπὶ τῆς γῆς ἦν· καὶ διὰ τοῦτό φησι· «Τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος». Τῶν δὲ ἀπίστων ἕνεκεν αὐτὸς μὲν ἡμῖν οὐδὲν εἶπε δι’ ἑαυτοῦ, τὴν δὲ τοῦ Παύλου πρὸς τοῦτο κινήσας ψυχὴν ἐνομοθέτει. Καὶ διὰ τοῦτο ἔλεγεν· «Οὐχ ὁ Κύριος, ἀλλ’ ἐγώ»· οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ἀνθρώπινον ἦν τὸ λεγόμενον (πῶς γάρ;), ἀλλ’ ὅτι τὴν ἐντολὴν ταύτην οὐχ ἡνίκα παρῆν τοῖς μαθηταῖς αὐτὴν δέδωκεν, ἀλλὰ νῦν δι’ αὐτοῦ. Ὥσπερ οὖν τό, «Ὁ Κύριος, οὐκ ἐγώ», οὐκ ἔστιν ἐναντιουμένου τῷ προστάγματι τοῦ Χριστοῦ, οὕτως τό, «Ἐγώ, οὐχ ὁ Κύριος», οὐκ ἴδιόν τι παρὰ τὸ τῷ Θεῷ δοκοῦν λέγοντος, ἀλλὰ τοῦτο μόνον δεικνύντος, δι’ αὐτοῦ νῦν διδομένην τὴν ἐντολήν. Καὶ γὰρ περὶ τῆς χήρας διαλεγόμενος, «Μακαριωτέρα δὲ ἐστι, φησίν, ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην». Εἶτα ἵνα μή, «Τὴν ἐμὴν γνώμην» ἀκούσας, ἀνθρώπινον εἶναι νομίσῃς τὸν λογισμόν, τῇ προσθήκῃ τὴν ὑποψίαν ἐξέκοψεν, εἰπών· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν». Ὥσπερ οὖν τὰ τοῦ πνεύματος φθεγγόμενος, αὐτοῦ λέγει γνώμην εἶναι, καὶ οὐ διὰ τοῦτο φήσομεν ἀνθρωπίνην εἶναι τὴν ἀπόφασιν· οὕτω καὶ νῦν, ὅταν εἴπῃ, «Ἐγὼ λέγω, οὐχ ὁ Κύριο», μὴ διὰ τοῦτο Παύλου νομίσῃς εἶναι τὸν λόγον. Τὸν γὰρ Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα, καὶ οὐκ ἂν ἐτόλμησεν ἐν ἀποφάσει δόγμα θεῖναι τοσοῦτον, εἰ μὴ τὸν νόμον ἡμῖν ἐκεῖθεν ἔφερεν, εἴπερ γὰρ ἂν τις πρὸς αὐτόν· οὐκ ἀνέχομαι εἶναι μετὰ τῆς ἀπίστου πριστὸν ὢν αὐτός, μετὰ τῆς ἐναγοὺς ὁ καθαρός· αὐτὸς προλαβὼν εἶπες ὅτι σὺ ταῦτα λέγεις, οὐχ ὁ Κύριος. Πόθεν οὖν μοι τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον; Ἀλλ’ εἶπεν ἂν πρὸς αὐτὸν ὁ Παῦλος· μὴ δείσης, διὰ γὰρ τοῦτο εἶπον, ὅτι τὸν Χριστὸν ἔχω λαλοῦντα ἐν ἐμαυτῷ· καὶ ὅτι «Δοκῶ πνεῦμα ἔχειν Θεοῦ», ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς εἶναι τῶν λεγομένων. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τοσαύτην ἔδωκα τοῖς ἐμοῖς λογισμοῖς τὴν ἐξουσίαν. Λογισμοὶ γὰρ ἄνθρωπον δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Δείκνυσι δὲ καὶ ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησία τοῦ νόμου τὴν ἰσχὺν μετὰ ἀκριβείας αὐτὸν φυλάττουσα, οὐκ ἂν φυλάξασα, εἰ μὴ πέπειστο ἀκριβῶς εἶναι Χριστοῦ πρόσταγμα τὸ λεχθέν. Τὶ οὖν ὁ Παῦλος ἐνηχούμενος ὑπὸ τοῦ Κυρίου φησί; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι». Ἀποδέξαιτο ἂν τις ἐνταῦθα τοὺς Κορινθίους, ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν. Ἐντεῦθεν ἤδη δείκνυσι τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς· ἀπὸ γὰρ τῆς Παλαιᾶς Διαθήκης οὐκ ἦν τὸ πρᾶγμα ἀμφίβολον· οὐ γὰρ μόνον οἱ λοιποὶ πάντες, ἀλλὰ καὶ Λευΐται καὶ ἀρχιερεῖς καὶ αὐτὸς ὁ μέγας ἀρχιερεὺς πολλὴν ἐποιεῖτο τοῦ γάμου σπουδήν.


ιγ’. Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν; Εἶδον τοῦτο ὀξέως ἐκεῖνοι καὶ καλῶς, ὅτι μείζονος αὐτοῖς ἔδει τῆς ἀρετῆς, ἐπειδὴ καὶ μείζονος ἠξιώθησαν τῆς δωρεᾶς. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, διὰ τῇ μηδέποτε αὐτοῖς ταύτην εἰσηγήσατο τὴν συμβουλήν. Οὐ γὰρ ἄν, εἲ γε ἤκουσάν τι τοιοῦτον, πάλιν ἂν ἔγραψαν, ὑπὲρ τῶν τοιούτων αὖθις ἐρωτῶντες. Καὶ γὰρ καὶ ἐνταῦθα τὸ βάθος τῆς σοφὰς ἔστι τοῦ Παύλου κατανοῆσαι. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ’ ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν, καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἳν’ ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν λαβὼν τὰς ψυχάς, χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης· καὶ ἄλλως δὲ τὸ τοῦ πράγματος δείκνυσι μέγεθος καὶ τὸν ὄγκον πολύν,. Οὐδὲ γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὴν ἐκείνων ἂν περιέμενε προθυμίαν, ἀλλὰ προλαβὼν αὐτὸς ἂν εἰσηγήσατο, εἰ καὶ μὴ ὡς ἐπίταγμα, μηδὲ ὡς ἐντολήν, ἀλλ’ ὡς παραίνεσιν καὶ συμβουλήν. Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν, ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθένια δεῖται τῆς ἀγωνίας· καὶ ἐνταῦθα δὲ τὸν κοινὸν ἡμῶν Δεσπότην μιμούμενος οὕτως ἐποίησε. Καὶ γὰρ ἐκεῖνος τότε διελέχθη περὶ τῆς παρθενίας, ὅτε αὐτὸν οἱ μαθηταὶ ἤροντο. Εἰπόντων γάρ, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, συμφέρει μὴ γαμῆσαι»· τότε ἔφησεν. «Εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον, καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρή, ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς· ὥσπερ οὖν ὁ Χριστὸς ἐποίησεν. Οὐ γὰρ ἀπὸ τῶν περὶ παρθενίας αὐτοὺς ἐπιθυμίαν ἐνέβαλεν, ἀλλὰ περὶ τοῦ γάμου μόνον διαλεχθείς, καὶ τὸ βάρος τοῦ πράγματος δείξας, καὶ μέχρι τούτου στήσας τὸν λόγον, οὕτω σαφῶς ᾠκονόμησεν, ὡς τοὺς μηδὲν περὶ τοῦ μὴ γαμεῖν ἀκούσαντας αὐτοὺς ἀφ’ ἑαυτῶν εἰπεῖν, ὅτι «Συμφέρει μὴ γαμεῖν». Διὰ τοῦτο οὖν καὶ ὁ Παῦλος ἔλεγεν, ὁ τοῦ Χριστοῦ μιμητής· «Περὶ δὲ ὧν ἐγράψατέ μοι»· μόνον οὐκ ἀπολογούμενος αὐτοῖς διὰ τούτων, καὶ λέγων, ὅτι, Ἐγὼ μὲν ἐπὶ τὴν ὑψηλὴν ταύτην κορυφὴν οὐκ ἐτόλμων ὑμᾶς ἀγαγεῖν διὰ τὸ τοῦ πράγματος δυσκατόρθωτον· ἐπειδὴ δὲ αὐτοὶ φθάσαντες ἐγράψατέ μοι, μετὰ τοῦ θαῤῥεῖν ποιοῦμαι τὴν συμβουλήν. Διὰ τὶ γὰρ ὑπὲρ πολλῶν γραψάντων ἐκείνων οὐδαμοῦ τοῦτο προσέθηκε; Δι’ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο ὅπερ εἶπον νῦν· ἵνα γὰρ μὴ τις δυσχεράνῃ τὴν παραίνεσιν, τῶν γραμμάτων αὐτούς, ὧν ἔπεμψαν, ὑπομιμνῄσκει· καὶ οὐδὲ οὕτω μετὰ σφοδρότητος κέχρηται τῇ παραινέσει, καὶ ταῦτα τοσαύτην λαβὼν ἀφορμήν, ἀλλὰ καὶ ἄγαν ὑφειμένως, κἂν τούτῳ μιμούμενος τὸν Χριστόν. Καὶ γὰρ ὁ Σωτὴρ μετὰ τὸ πληρῶσαι τὸν περὶ τῆς παρθενίας λόγον προσέθηκεν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω». Τὶ οὖν φησι; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι».


ιδ’. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ εἰ καλὸν γυναικὸς μὴ ἅπτεσθαι, τινὸς ἕνεκεν γάμος ἐπεισῆλθε τῷ βίῳ; Ποῦ δὲ λοιπὸν χρησόμεθα τῇ γυναικί, μήτε εἰς γάμον, μήτε εἰς παιδοποιίαν ἡμῖν χρησιμευούσῃ; Τὶ δὲ κωλύσει τὸ τῶν ἀνθρώπων ἅπαν ἀφανισθῆναι γένος, τοῦ μὲν θανάτου καθ’ ἑκάστην αὐτὸ τὴν ἡμέραν ἐπινεμομένου καὶ κόπτοντος, τοῦ δὲ λόγου τούτου οὐκ ἐῶντος ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι; Εἰ γὰρ τὸ καλὸν τοῦτο ζηλώσαιμεν ἅπαντες, καὶ μὴ ἁψαίμεθα γυναικῶν πάντα οἰχήσεται, καὶ πόλεις, καὶ οἰκίαι, καὶ ἀγροί, καὶ τέχναι, καὶ ζῷα, καὶ φυτά. Καθάπερ γὰρ τοῦ στρατηγοῦ πεσόντος πᾶσα ἀνάγκη τοῦ στρατεύματος διασπασθῆναι τὴν εὐταξίαν, οὕτω τοῦ πάντων τῶν ἐπὶ τῆς βασιλεύοντος ἀνθρώπου διὰ τοῦ μὴ γαμεῖν ἀφανισθέντος, οὐδὲν τῶν λοιπῶν ἐπὶ τῆς αὐτῆς ἀσφαλείας καὶ εὐταξίας διαμενεῖ, καὶ τὸ καλὸν τοῦτο παράγγελμα μυρίων ἐμπλήσει τὴν οἰκουμένην κακῶν. Ἐφῶ δέ, εἰ μὲν τῶν ἐχθρῶν καὶ ἀπίστων ἦν ταυτὶ μόνον τὰ ῥήματα, βραχὺν ἂν αὐτῶν ἐποιησάμην λόγον· ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν Ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι’ ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι’ ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες («Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν»), τοὺς προσποιουμένους εἶναι μεθ’ ἡμῶν, διδάξωμεν ἀμφότερα, ὡς οὔτε τὸ πρᾶγμα περιττόν, ἀλλὰ καὶ σφόδρα χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν, οὔτε αὐτοῖς ἀζήμιος ἡ τοιαύτη κατηγορίᾳ, ἀλλὰ τοσοῦτον αὐτοῖς οἴσει τὸν κίνδυνον, ὅσον τοῖς κατορθοῦσι τὸν μισθὸν καὶ τὸν ἔπαινον. Ἐπειδὴ γὰρ ὁ σύμπας οὗτος κόσμος ἀπήρτιστο, καὶ πάντα ηὐτρέπιστο τὰ πρὸς ἀνάπαυσιν καὶ χρῆσιν τὴν ἡμετέραν, ἔπλασε τὸν ἄνθρωπον ὁ Θεός, δι’ ὃν καὶ τὸν κόσμον ἐποίησε. Πλασθεὶς δὲ ἐκεῖνος ἔμεινεν ἐν παραδείσῳ, καὶ γάμου λόγος οὐδεὶς ἦν· ἐδέησεν αὐτῷ γενέσθαι καὶ βοηθόν, καὶ ἐγένετο· καὶ οὐδὲ οὕτως ὁ γάμος ἀναγκαῖος ἐδόκει. Ἀλλ’ οὐδὲ ἐφαίνετό πω, ἀλλ’ ἔμενον ἐκεῖνοι τοῦτο χωρὶς καθάπερ ἐν οὐρανῷ τῷ παραδείσῳ διαιτώμενοι, καὶ ἐντρυφῶντες τῇ πρὸς Θεὸν ὁμιλίᾳ· μίξεως δὲ ἐπιθυμία καὶ σύλληψις καὶ ὠδῖνες καὶ τόκοι καὶ πᾶν εἶδος φθορᾶς ἐξώριστο τῆς ἐκείνων ψυχῆς· ὥσπερ δὲ ρεῖθρον διειδὲς ἐκ καθαρᾶς πηγῆς προϊόν, οὕτως ἦσαν ἐν ἐκείνῳ τῷ χωρίῳ τῇ παρθενία κοσμούμενοι. Καὶ πᾶσα τότε ἡ γῇ ἔρημος ἦν ἀνθρώπων· τοῦτο ὃ νῦν δεδοίκασιν οὗτοι οἱ τῆς οἰκουμένης μεριμνηταί, οἱ τὰ μὲν ἑτέρων σπουδαίως μεριμνῶντες, τὰ δὲ ἑαυτῶν οὐδὲ ἐννοεῖν ἀνεχόμενοι καὶ ὑπὲρ μὲν τοῦ κοινοῦ τῶν ἀνθρώπων δεδοικότες γένους μὴ ποτε ἐπιλείπῃ· τῆς δὲ ἰδίας ἕκαστος ὡς ἀλλοτρίας οὕτως ἀμελοῦντες ψυχῆς, καὶ ταῦτα μέλλοντες ὑπὲρ μὲν ταύτης καὶ τῶν μικροτάτων ἕνεκεν ἀκριβεῖς ἀπαιτεῖσθαι τὰς εὐθύνας, ὑπὲρ δὲ τῆς τῶν ἀνθρώπων ὀλιγότητος οὐδὲ τὸν τυχόντα λόγον ὑφέξειν. Οὐκ ἦσαν τότε πόλεις, οὐδὲ τέχναι, οὐδὲ οἰκίαι· καὶ γὰρ καὶ τούτων ἡμῖν οὐχ ὡς ἔτυχε μέλει· ἀλλ’ οὐκ ἦν τότε ταῦτα, καὶ ὅμως τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ πολλῷ ταύτης ἀμείνω οὐδὲν οὔτε ἐνεπόδιζεν, οὔτε ἐνέκοπτεν. Ἐπειδὴ δὲ παρήκουσαν τοῦ Θεοῦ, καὶ ἐγένετο γῆ καὶ σποδός, ἀπώλεσαν μετὰ τῆς μακαρίας ἐκείνης διαγωγῆς καὶ τὸ τῆς παρθενίας καλόν, καὶ μετὰ τοῦ Θεοῦ, καὶ αὐτὴ καταλιποῦσα αὐτοὺς ἐνεχώρησεν. Ἕως μὲν γὰρ ἦσαν ἀνάλωτοι τῷ διαβόλῳ, καὶ τὸν Δεσπότην ᾐδοῦντο τὸν αὐτῶν, παρέμενε καὶ ἡ παρθενία κοσμοῦσα αὐτοὺς μᾶλλον ἢ τοὺς βασιλεῖς τὸ διάδημα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ· ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολήν, καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθοράν, καὶ τὴν ἀράν, καὶ τὴν ὀδύνην, καὶ τὸν ἐπίπονον βίον, τότε ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων, τὸ θνητὸν τοῦτο κεῖ δουλικὸν ἱμάτιον. «Ὁ γὰρ γαμήσας, φησί, μεριμνᾶ τὰ τοῦ κόσμου». Ὁρᾷς πόθεν ἔσχε τὴν ἀρχὴν ὁ γάμος πόθεν ἀναγκαῖος ἔδοξεν εἶναι; Ἀπὸ τῆς παρακοῆς, ἀπὸ τῆς ἀρᾶς ἀπὸ τοῦ θανάτου. Ὅπου γὰρ θάνατος, ἐκεῖ γάμος· τούτου δὲ οὐκ ὄντος οὐδὲ οὗτος ἕπεται. Ἀλλ’ οὐχ ἡ παρθενία ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀλλ’ ἀεὶ χρήσιμον, ἀεὶ καλὸν καὶ μακάριον, καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὸν θάνατον, καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον. Ποῖος γάρ, εἰπὲ μοι, γάμος ἀπέτεκε τὸν Ἀδάμ, ποῖαι τὴν Εὔαν ὠδῖνες; Οὐκ ἂν ἔχοις εἰπεῖν. Τὶ οὖν δέδοικας εἰκῆ καὶ τρέμεις, μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσηται γένος; Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδὲ ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως. Οὐκοῦν πολλῷ μᾶλλον ἀνθρώπους ἀποίησεν ἂν γάμου χωρίς, ὥσπερ οὖν καὶ ἐποίησε τοὺς πρώτους, ὅθεν ἅπαντες ἄνθρωποι

.

ιε’. Καὶ νῦν δὲ οὐχ ἡ τοῦ γάμου δύναμις τὸ γένος συγκροτεῖ τὸ ἡμέτερον, ἀλλ’ ὁ τοῦ Κυρίου λόγος ὁ παρὰ τὴν ἀρχὴν εἰπών, «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν». Τὶ γάρ, εἰπὲ μοι, τὸν Ἀβραὰμ εἰς παιδοποιίαν τὸ πρᾶγμα ὤνησεν; Οὐκ ἐπὶ τοσούτοις αὐτῷ χρησάμενος ἔτεσι, ταύτην ὕστερον ἀφῆκε τὴν φωνήν· «Δέσποτα, τὶ μοι δώσεις; Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος». Ὥσπερ οὖν τότε ἀπὸ νεκρῶν σωμάτων τοσαύταις μυριάσι δέδωκεν ὑπόθεσιν καὶ ῥίζαν ὁ Θεός, οὕτω καὶ παρὰ τὴν ἀρχήν, εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ δι’ ἧς τὸ τῶν ἀνθρώπων γένος αὐξήσει. Οὔτε γὰρ ὁ γάμος μὴ βουλομένου Θεοῦ δυνήσεται ποιῆσαι πολλοὺς τοὺς ὄντας ἀνθρώπους, οὐδὲ ἡ παρθένια, βουλομένου πολλοὺς εἶναι, λυμανεῖται τὸ πλῆθος. Ἀλλ’ οὕτως ἐβουλήθη, φησί, δι’ ἡμᾶς καὶ διὰ τὴν ἀπείθειαν τὴν ἡμετέραν. Διὰ τὶ γὰρ μὴ πρὸ τῆς ἀπάτης ὁ γάμος ἐφάνη; Διὰ τὶ μὴ ἐν παραδείσῳ ἡ μίξις; Διὰ τὶ μὴ πρὸ τῆς ἄρας ὠδῖνες; Ὅτι ταῦτα τότε μὲν περιττά, ὕστερον δὲ γέγονεν ἀναγκαῖα διὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ ταῦτα καὶ τὰ ἀλλὰ ἅπαντα, αἱ πόλεις, αἱ τέχναι, ἡ τῶν ἱματίων περιβολή, ὁ λοιπὸς τῶν χρειῶν ὄχλος. Ταῦτα γὰρ ἅπαντα ἐπισυρόμενος εἰσήλασεν ὁ θάνατος μεθ’ ἑαυτοῦ. Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο· ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως· καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας, καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης, καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.


ις’. Σὺ δὲ αὐτὰ κακίζεις, φησί. Κακίζω μὲν οὐδαμῶς. Θεὸς γὰρ αὐτὰ συνεχώρησε, καὶ γέγονεν ἐν καιρῷ χρήσιμα· μικρὰ δὲ αὐτὰ εἶναί φημι, καὶ παίδων κατορθώματα μᾶλλον ἢ ἀνδρῶν. Καὶ διὰ τοῦτο ἡμᾶς τελείους ὁ Χριστὸς δημιουργῆσαι βουλόμενος, ἐκεῖνα μὲν ἀποθέσθαι ἐκέλευσεν, ὥσπερ ἱμάτια παιδία καὶ οὐ δυνάμενε περιβαλεῖν τὸν ἄνδρα τὸν τέλειον, οὐδὲ τὸ μέτρον κοσμῆσαι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· τὰ δὲ ἐκείνων εὐπρεπέστερα καὶ τελειότερα περιθέσθαι ἐκέλευσεν, οὐκ ἀντινομοθετῶν ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Εἰ γὰρ καὶ τὰ προστάγματα ταῦτα ἐκείνων μείζω, ἀλλὰ τοῦ νομοθέτου σκοπὸς ὁ αὐτός. Τὶς οὖν ἐστιν οὗτος; Περικόψαι τὴν κακίαν τῆς ἡμετέρας ψυχῆς, καὶ πρὸς τὴν τελείαν αὐτὴν ἀγαγεῖν ἀρετήν. Εἰ τοίνυν τοῦτο ἐσπουδάκει, οὐ τὸ μείζονα ἐπιτάξαι τῶν προτέρων, ἀλλὰ τὸ ἐν τοῖς αὐτοῖς ἀφεῖναι διαπαντός, καὶ μηδέποτε τῆς εὐτελείας ἀπαλλάξαι ἐκείνης, τοῦτο ἐναντιουμένου σφόδρα ἦν ἑαυτῷ. Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχήν, ὅτε νηπιωδέστερον τὸ τῶν ἀνθρώπων διέκειτο γένος, τὴν ἐπιτεταμένην ταύτην ἐνομοθέτησε πολιτείαν, οὐδ’ ἂν τὴν σύμμετρον ἐδεξάμεθά ποτε, ἀλλὰ πάντα τὰ τῆς σωτηρίας ὑμῖν ὑπὸ ταύτης ἂν τῆς ἀμετρίας διέφθαρτο· οὕτως εἰ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον καὶ τὴν ἀπὸ τοῦ νόμου παιδαγωγίαν, τοῦ καιροῦ ἐπὶ τὴν οὐράνιον ταύτην καλοῦντος φιλοσοφίαν, εἴασε μένειν ἐπὶ τῆς γῆς, οὐδὲν ἂν μέγα κ τῆς συγκαταβάσεως ἐκαρπωσάμεθα ἐκείνης, τῆς τελειότητος, δι’ ἣν ἡ συγκατάβασις γέγονε, μὴ παραγενομένης ἡμῖν.


ιζ’. Νῦν δὲ παρόμοιον γέγονεν οἷον ἐπὶ τῶν νεοττῶν. Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς· ἂν δὲ ἀσθενοῦντας ἴδῃ καὶ καταπίπτοντας καὶ δεομένους ἔτι τῆς ἔνδον μόνης, ἀφίησιν ἔτι πλείους ἡμέρας, οὐχ ἵνα διαπαντὸς ἔνδον μένωσιν, ἀλλ’ ἵνα παγέντων αὐτοῖς καλῶς τῶν πτερῶν, καὶ τῆς ἰσχύος προσγενομένης ἁπάσης, μετὰ ἀσφαλείας λοιπὸν τῆς πτήσεως ἔχωνται. Οὕτω καὶ ὁ Κύριος ἡμῶν ἐξ ἀρχῆς μὲν εἷλκεν ἐπὶ τὸν οὐρανόν, καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν ἐδείκνυ, οὐκ ἀγνοῶν μέν, ἀλλὰ καὶ σφόδρα εἰδώς, ὅτι οὐκ ἀρκέσομεν πρὸς τὴν πτῆσιν ἐκείνην, δεῖξαι δὲ ἡμῖν βουλόμενος, ὅτι οὐ παρὰ τὴν αὐτοῦ βούλησιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ πτῶμα γίνεται. Ἐπειδὴ δὲ ἔδειξεν, οὕτω λοιπὸν ἀφίησιν ὥσπερ ἐν καλιᾷ τῷ κόσμῳ τούτῳ καὶ τῷ γάμῳ τρέφεσθαι χρόνον πολύν. Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνων τὰ τῆς ἀρετῆς ἔφυ πτερά, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μόνης, διδάσκων ὑψηλότερα πέτασθαι, οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι, καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες, ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ, τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν· οἱ δὲ ὄντως γενναῖοι, καὶ τοῦ φωτὸς ἐρασταί, μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτήν, πρὸς τὰ μετέωρα πέτανται, καὶ τῶν οὐρανῶν ἔχονται, πάντα ἐπὶ τῆς γῆς, καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθελεῖν εἴωθε. Μὴ τοίνυν τὴν ἐξ ἀρχῆς γενομένην ἐπιτροπὴν τοῦ γάμου, ταύτην ἀνάγκην εἰς τὸ ἑξῆς εἶναι νομίζωμεν, κωλύουσαν ἀναχωρεῖν τοῦ γάμου· ὅτι γὰρ ἡμᾶς αὐτὸν ἀφεῖναι βούλεται, ἄκουσον τὶ φησιν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω». Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοῦτο ἐπέταξε, μὴ θαυμάσῃς. Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ’ ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς· ὄαν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ’ αὐτοῦ τῷ σώματι προσγενομένην ἀσθένειαν, τότε λοιπὸν ἀπαλλάξας αὐτοὺς τῶν δυσαρέστων σιτίων ἐπὶ τὴν συνήθη φέρει δίαιταν. Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς· καὶ δεῖ μάλιστα καιροῦ τοῦ καταλλήλως τοῖς ὑποκειμένοις πάθεσιν ἔχειν τὸ πρόσταγμα, ὡς τούτων ἄνευ ἀμφοτέρων οὐκ ἂν ἀρκέσειε νόμος καθ’ ἑαυτὸν διορθῶσαι τὴν ἐν τῇ ψύχῃ γενομένην διαστροφῇ, ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὕτη καθ’ ἑαυτὴν δύναιτ’ ἂν ἕλκος ἀφανίσαι ποτέ· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι. Σὺ δὲ ἰατρὸν νῦν μὲν τέμνοντα, νῦν δὲ καίοντα, νῦν δὲ οὐδέτερον τούτων ποιοῦντα ἐπὶ τῶν αὐτῶν πολλάκις τραυμάτων, οὐ πολυπραγμονεῖς, καὶ ταῦτα πολλάκις ἀποσφαλέντα τοῦ τέλους· τὸν δὲ Θεὸν ἄνθρωπος ὧν, τὸν οὐδαμοῦ μὲν διαμαρτόντα, πάντα δὲ ἀξίως τῆς οἰκεῖς οἰκονομοῦντα σοφαῖς, περιεργάσῃ καὶ τῶν προσταγμάτων εὐθύνας ἀπαιτήσεις, καὶ οὐ παραχωρήσεις τῷ τῆς σοφίας ἀπείρῳ; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα παραπληξίας; Εἶπεν, «Αὐξάνεσθε καὶ πληθύνεσθε». Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει, τῆς φύσεως μαινονμενης, μαινομένης, καὶ τὸν τῶν παθῶν οἴστρων μὴ δυναμένης ἐνεγκεῖν, οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ. Ἀλλὰ τὶ κελεύειν ἐχρῆν; Ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ διάγειν; Ἀλλὰ τοῦτο μεῖζον ἂν τὸ πτῶμα εἰργάσατο, καὶ τὴν φλόγα σφοδροτέραν ἐποίησε. Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας εἶ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς, τῆς ἀνδράσι προσηκούσης ἀναγκάζοι μεταλαμβάνειν, οὐδὲν τὸ κωλῦον αὐτοὺς ἀπολέσθαι εὐθέως. Τοσοῦτον ἡ ἀκαιρία κακόν. Διὰ ταῦτα ἐξ ἀρχῆς οὐκ ἐδόθη ἡ παρθενία· μᾶλλον δὲ ἡ παρθενία μὲν ἐξ ἀρχῆς καὶ τοῦ γάμου προτέρα ἡμῖν ἐφάνη· διὰ ταῦτα δὲ ἐπεισῆλθεν ὕστερον ὁ γάμος, καὶ πρᾶγμα ἀναγκαῖον ἐνομίζετο εἶναι, ὡς εἲ γε ἔμεινεν ὑπακούων ὁ Ἀδάμ, οὐκ ἂν ἐδέησε τούτου. Καὶ πῶς ἄν, φησίν, αἱ τοσαῦται μυριάδες ἐγένοντο; Ἐγὼ δὲ σε πάλιν ἐρωτῶ, ἐπειδὴ σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδάμ, πῶς δὲ ἡ Εὔα, μὴ μεσιτεύοντος γάμου; Τὶ οὖν; Οὕτως, φησίν, ἔμελλον ἅπαντες ἄνθρωποι γίνεσθαι; Εἴτε οὕτως, εἴτε ἑτέρως, οὐκ ἔχω λέγειν· τὸ γὰρ ζητούμενον νῦν, ὅτι γάμου οὐκ ἔδει τῷ Θεῷ πρὸς τὸ πολλοὺς ποιῆσαι τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπου.


ιη’. Ὅτι δὲ οὐχ ἡ παρθενία ποιεῖ τὸ τῶν ἀνθρώπων γένος ἐπιλιπεῖν, ἀλλ’ ἡ ἁμαρτία καὶ αἱ ἄτοποι μίξεις, ἔδειξεν ὁ κατὰ τὸν Νῶε γενόμενος ἀφανισμὸς καὶ ἀνθρώπων καὶ κτηνῶν καὶ πάντων ἁπλῶς τῶν ἐμπνεόντων ἐπὶ τῆς γῆς. Εἰ γὰρ ἔστησαν πρὸς τὴν ἄτοπον τότε ἐπιθυμίαν ἐκείνην οἱ υἱοὶ τοῦ Θεοῦ, καὶ τὴν παρθενίαν ἐτίμησαν, εἰ μὴ εἶδον ἀδίκοις ὄμμασι τὰς θυγατέρας τῶν ἀνθρώπων, οὐκ ἂν αὐτοὺς ὁ τοσοῦτος κατέλαβεν ὄλεθρος. Καὶ μὴ μὲ τις οἰέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον· οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ’ ὅτι τὸ ἀπολλύναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον, οὐ τῆς παρθενίας, ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.


ιθ’. Ἐδόθη μὲν οὖν καὶ παιδοποιίας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος, λέγων· «Διὰ δὲ τὰς πορνείας ἕκαστος τῆς ἑαυτοῦ γυναῖκα ἐχέτω»· οὐ διὰ τὰς παιδοποιίας· καὶ πάλιν ἐπὶ τὸ αὐτοῦ συνέρχεσθαι κελεύει, οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν· ἀλλὰ τί; «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς», φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν, «Εἰ δὲ ἐγκρατεύονται, γαμησάτωσαν». Παρὰ μὲν γὰρ τὴν ἀρχήν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δέ, πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης ἁπάσης, μία λείπεται πρόφασις αὐτοῦ μόνο, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις. Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις καλινδουμένους τοῖς πάθεσι, καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν, καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι, οὐ μικρὸν ὀνίνησι, τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης, καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν; Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ὑμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχήν, καὶ πάντα, ἅπερ ὑμῖν εἴρηται, σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.

Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |