Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Μ΄ - ΜΘ'
μ’. Τὶ οὖν, ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾗ, ἡ δὲ γυνὴ μοχθηρά, λοίδορος, λάλος, πολυτελής, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον, τὴν ἀναισχυντίαν; Τὶ δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾗ κόσμια καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχῃ, καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διακέηται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τὶ δαί, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται, καὶ διαπαντὸς μένῃ τοῦτο ποιῶν; Καρτέρει, φησίν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖ, ἤ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην. Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου»· ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· «Μενέτω γάρ, φησίν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω». Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων;
Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν, ἢ τοῦτο μὴ βουλομένην, κολακεύειν τὸν ὑβριστήν, καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείναι, εἷται λοιδορίαις πλῦναι, εἴτε οἰκετῶν ὑπεροψίας παραδοῦναι, εἴτε ἕτερον τι τοιοῦτον· πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται, ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω, ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόσχεσιν ἔχει· οὐ γὰρ δι’ ἁγιωσύνης ἐπιθυμίαν, ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. «Μενέτω γάρ, φησίν, ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω». Τὶ οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; Φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην; Ἀνάμενε τὸν τούτου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖσθαι οὐδέποτε ἔξεστι διὰ τὸ ζῆν αὐτῆς ἀεὶ τὸν νυμφίον καὶ ἀθάνατον εἶναι, οὕτω τῇ γεγαμημένῃ τότε μόνον ἔξεστιν, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον, καὶ πάλιν ἀπ’ ἐκείνου πρὸς ἄλλον μεταπηδᾷν, τὶ γάμων ἔδει λοιπόν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων, καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων; Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλου τῇ αὐτῶν συζώντων γυναικί; Δικαίως οὖν ὁ Κύριος αὐτὸ μοιχείαν ἐκάλεσε.
μα’. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; Ἵνα μὴ πολεμῶσιν ἀλλήλοις, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πλήρωσιν οἰκίας. Τὶ γὰρ ἦν ἄμεινον, εἰπὲ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω, ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἶ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. Διὰ τοῦτό φησίν· «Εἰ μισεῖς, ἐξαπόστειλον». Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται, καὶ οἷς μηδὲ ὀργίζεσθαι συγχωρεῖ, φησίν· «Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος». Ὁρᾷς τὴν ἀνάγκην, τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; Δεσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων χόλον μόνον, οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινάς, ἀλλ’ ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. «Κρατείτω, φησίν, ὁ ἀνὴρ τῆς γυναικός». Καὶ τὶ τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινὴν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ οἱ πόδες τῶν φυγάδων, οἱ καὶ καθ’ ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διὰ τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένης, οὐκ ἂν δύναιντο μετ’ ἐξουσίας θατέρῳ· οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν, καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχήν, ἀλλ’ εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι καταγνῶσιν ἐνεγκεῖν; Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος, ἐν ταῖς πρὸς ἀλλήλους ὀργάσι καὶ ἀπεχθείας πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη, τὸ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν, ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. Διὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι’ ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φοράν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις· ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς ἀποτροπὴν τίθησι· διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν, «Οὐ συμφέρει γαμῆσαι». Τοῦτο δὲ ἐστι τό, μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται, ἀλλ’ ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκη. Τὸ μὲν γὰρ γαμεῖν ἢ μὴ γαμεῖν ἐφ’ ἡμῖν, τὰ δὲ μετὰ τὸν γάμον οὐκέτι ἐφ’ ἡμῖν, ἀλλὰ καὶ ἑκόντας καὶ ἄκοντας φέρειν χρὴ τὴν δουλείαν. Τὶ δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχήν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν τῷ ζυγῷ. Μετὰ ἔδε ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθείς, καὶ πᾶσιν ἀκρίτως τοῖς περὶ τοῦ γάμου νόμοις ἐπεξελθών, καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλών, καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ παρελαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικήν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον, ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν. Ἐν βραχεῖ μὲν γὰρ καὶ διεσπαρμένως, ἐνύφηνε δὲ αὐτὸν ὅμως κἀκείνη τῇ παραινέσει· καὶ τῇ καλλίστῃ ταύτῃ μεθόδῳ προγυμνάσας ἡμῶν τὰς ἀκοάς, καὶ τὴν διάνοιαν προλεάνας, εἴσοδον ἀρίστην τῷ λόγῳ παρασκευάζει. Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν (Τιμῆς γάρ, φησὶν «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων»), τῆς Δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας, καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι». Καίτοι γε καὶ ἐπὶ τῶν πιστῶν τῶν τάσι ἀπίστοις συνεζευγμένων οὐκ ἔχων ἐπιταγήν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐνομοθέτησεν, οὑτωσὶ γράφων· «Τοῖς δὲ λοιποῖς ἐγὼ γράφω, οὐχ ὁ Κύριος· Εἰ τις ἀδελφὸς γυναῖκα, ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν». Τὶ οὖν οὐχὶ καὶ ἐπὶ τῶν παρθένων τὸ αὐτοῦ ποιεῖς ἀποφαινόμενος; Ὅτι περὶ τούτου φανερῶς ὁ Χριστὸς διετάξατο, κωλύων εἰς ἐπιτάγματος ἀνάγκην ἐλθεῖν τὸ πρᾶγμα· τὸ γάρ, «Ὁ δυνάμενος χωρεῖν χωρείτω», κύριον τὸν ἀκροατὴν τῆς αἱρέσεως ποιοῦντός ἐστιν. Περὶ μὲν οὖν τῆς ἐγκρατείας διαλεγόμενος, «Θέλω, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ». Καὶ πάλιν· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ». Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν. Διὰ τοῦτο καὶ σφόδρα ὑφειμένως καὶ μετὰ πολλῆς τῆς ὑποστολῆς διαλέγεται· οὐ γὰρ αὐτῷ τὸ πρᾶγμα κατώρθωτο· «Ἐπιταγὴν οὐκ ἔχω», φησί. Προῶ τὴν αἵρεσιν θείς, καὶ τὸν ἀκροατὴν εὐγνώμονα καταστήσας, οὕτως ἐπάγει τὴν συμβουλήν. Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν, ἀλλὰ θεραπεύσας πρότερον τῇ αἱρέσι τὸν μαθητήν, εὐήνιόν τε καὶ τιθασσὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν. Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων μὴ δείσης· οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται, ἀλλὰ τοὺς μὲν ἑκοντὶ καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτήν, καὶ οὐκ ἐθέλοντας προσθέσθαι, οὔτε κολάζει, οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν. Οὐ ταύτῃ δὲ μόνον ἀνεπαχθῆ τὸν λόγον εἰργάσατο καὶ ἡδύν, ἀλλὰ καὶ τῷ τὴν χάριν τοῦ πράγματος οὐκ αὐτοῦ φάναι εἶναι, ἀλλὰ τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπε, Περὶ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ’ «Ἐπιταγὴν οὐκ ἔχω», ὡς ἂν εἰ ἔλεγεν· εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαῤῥεῖν· ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον. Τὴν μὲν ἐξουσίαν τοῦτα τοιαῦτα ἐπιτάττειν παρῄρημαι, εἰ δὲ βούλεσθε ἀκούειν ὡς ὁμοδούλου, «Γνώμην δίδωμι, φησίν, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι». Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν, καὶ πῶς ἐν μέσῳ δυοῖν ἀναγκαίων καὶ ἐναντίων ἀπειλημένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλήν, καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ, διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτός, ἀμφότερα ἐν βραχεῖ κατεσκεύασε. Τῷ μὲν γὰρ εἰπεῖν, «Ὡς ἠλεημένος», συνίστησί πως ἑαυτόν, τῷ δὲ μὴ ἀπὸ τοῦ λαμπροτέρου τοῦτο ποιῆσαι μέρους ταπεινοῖ καὶ συστέλλει πάλιν.
μβ’. Οὐ γὰρ εἶπε· δίδωμι γνώμην, ὡς πιστευθεὶς τὸ εὐαγγέλιον, ὡς ἀξιωθεὶς εἶναι κῆρυξ τῶν ἐθνῶν, ὡς προστασίαν τὴν ὑμετέραν ἐγχειρισθείς, ὡς διδάσκαλος καὶ καθηγητής· ἀλλὰ πῶς; «Ὡς ἠλεημένος», φησί, καὶ τὸ ἔλαττον θείς· ἔλαττον γὰρ τοῦ διδάσκαλον εἶναι τῶν πιστῶν τὸ μόνον εἶναι πιστόν. Κεῖ ἑτέραν ,ἐπινοεῖ πάλιν ταπείνωσιν. Ποίαν δὲ ταύτην; Οὐκ εἶπεν, ὡς γενόμενος πιστός, ἀλλ’ «Ὡς ἠλεημένος εἶναι πιστός». Μὴ γὰρ τὴν ἀποστολὴν καὶ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν μόνον νομίσητε τῆς δωρεᾶς εἶναι τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸ τὸ πιστεῦσαι ἀπὸ τοῦ ἐλέους μοι γέγονεν ἐκείνου. Οὐ γὰρ ἐπειδὴ ἄξιος ἤμην, φησί, κατηξιώθην τῆς πίστεως, ἀλλ’ ἐπειδὴ ἠλεήθην μόνον· ὁ δὲ ἔλεος χάριτός ἐστιν, οὐ τοῦ κατ’ ἀξίαν. Ὥστε εἰ μὴ ἦν σφόδρα εὔσπλαχνος ὁ Θεός, οὐ μόνον ἀπόστολος, ἀλλ’ οὔτε πιστὸς ἠδυνήθην ἂν γενέσθαι ποτέ. Εἶδες εὐγνωμοσύνην οἰκέτου καὶ συντετριμμένην καρδίαν, πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν, ἀλλὰ καὶ τοῦτο, ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι, ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταὐτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἷον εἰ ἔλεγε· μὴ ἀπαξιώσητε συμβουλὴν δέξασθαι παρ’ ἐμοῦ· οὐδὲ γὰρ ὁ Θεὸς ἀπηξίωσέ με τοῦ ἐλέους τοῦ παρ’ αὐτοῦ. Ἄλλως τε καὶ γνώμῃ τὸ πρᾶγμά ἐστιν, οὐκ ἐπίταγμα· συμβουλεύω γάρ, οὐ νομοθετῶ. Τὸ δὲ τὰ παραστάντα ἑκάστῳ συμφέροντα φέρειν εἰς μέσον καὶ προτιθέναι οὐδεὶς κωλύσειε νόμος, καὶ μάλιστα ὅταν ἐξ αἰτήσεως τοῦτο γίνηται τῶν ἀκροατῶν, καθάπερ καὶ ἐφ’ ὑμῶν. «Νομίζω οὖν, φησί, τοῦτο καλὸν ὑπάρχειν». Ὁρᾷς πάλιν ὑφειμένον τὸν λόγον καὶ πάσης ἔρημον ἐξουσίας. Καίτοι γε ἐνῆν οὕτως εἰπεῖν· ἐπειδὴ ὁ Κύριος οὐκ ἐπέταξε παρθενίαν, διὰ τοῦτο οὐδὲ ἐγώ· συμβουλεύω δὲ ὑμῖν καὶ παραινῶ τοῦτο ζηλοῦν, καὶ γὰρ ἀπόστολος ὑμῶν εἰμι. Καθάπερ καὶ μετὰ ταῦτα διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλὰ γε ὑμῖν εἰμι». Ἀλλ’ ἐνταῦθα οὐδὲν τούτων φθέγγεται, ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ, Συμβουλεύω, «Γνώμην δίδωμι», λέγων· ἀντὶ δὲ τοῦ, Ὡς διδάσκαλος, «Ὡς ἠλεημένος ὑπὸ τοῦ Κυρίου πιστὸς εἶναι»· καὶ ὥσπερ οὐδὲ τούτων ἀρκούντων πρὸς τὸ συνεσταλμένον ποιῆσαι τὸν λόγον, ἀρχόμενος τῆς συμβουλῆς ὑποτέμνεται πάλιν τὴν ἐξουσίαν, οὐχ ἁπλῶς ἀποφαινόμενος, ἀλλὰ καὶ αἰτίαν προστιθείς· «Νομίζω γὰρ τοῦτο καλὸν ὑπάρχειν, φησί, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην». Καίτοι γε ὅτε περὶ ἐγκρατείας διελέγετο, οὔτε τό, Νομίζω τέθεικεν, οὔτε αἰτίαν τινά, ἀλλ’ ἁπλῶς, «Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ»· ἐνταῦθα δέ, «Νομίζω εἶναι καλόν». Τοῦτο δὲ ποιεῖ οὐκ ἀμφιβάλλων περὶ τοῦ πράγματος· ἄπαγε· ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος. Τοιοῦτον γὰρ ὁ σύμβουλος, οὐκ αὐτοῖς τοῖς λεγομένοις ψηφίζεται, ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.
μγ’. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; Ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γάρ, εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν οὗπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς· οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. Δεύτερον δὲ οὐκ ἂν αὐτὴν «ἐνεστῶσαν» ἐκάλεσε· οὐ γὰρ νῦν πρῶτον, ἀλλ’ ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος, καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσσευτος ἦν· παραγενομένου δὲ τοῦ Χριστοῦ, καὶ τῆς ἀρετῆς ἐπιδοθείσης, εὐκαταγώνιστος γέγονεν. Ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ, ἀλλ’ ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τὶς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφῇ. Τοσαύτη γὰρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος, ὡς καὶ ἄκοντα πολλὰ πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.
μδ’. Τὸ μὲν γὰρ παλαιὸν οὐ τοσοῦτον ἡμῖν ἀρετῆς πρόκειτο μέτρον, ἀλλὰ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καὶ ἀντιλοιδορήσασθαι τῷ λοιδορουμένῳ, καὶ χρημάτων ἐπιμελήσασθαι ἐξῆν, καὶ εὐορκοῦντα ὀμνύναι, καὶ ὀφθαλμὸν ἐξορύξαι ἀντὶ ὀφθαλμοῦ, καὶ μισῆσαι τὸν ἐχθρόν, καὶ οὔτε τρυφᾶν, οὔτε ὀργίζεσθαι, οὔτε γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντεισάγειν κεκώλυτο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο κατὰ ταὐτὸν ὁμοῦ γυναῖκας ἔχειν ὁ νόμος ἐπέτρεπε, καὶ πολλὴ καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἡ συγκατάβασις ἦν. Μετὰ δὲ τὴν τοῦ Χριστοῦ παρουσίαν πολλῷ στενωτέρα γέγονεν ἡ ὁδός, οὐ μόνον τῷ τὴν ἄδειαν τῶν εἰρημένων ἁπάντων τὴν ἄφατον ταύτην καὶ πολλὴν περικοπῆναι τῆς ἐξουσίας τῆς ἡμετέρας, ἀλλὰ καὶ τῷ τὴν πολλὰ πολλάκις ἀναπείθουσαν καὶ ἀναγκάζουσαν ἡμᾶς καὶ ἄκοντας ἁμαρτάνειν γυναῖκα, ταύτην ἔνδον ἔχειν διαπαντός, ἢ μοιχείας ἁλίσκεσθαι βουλόμενον ἐκβάλλειν. Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος, ἀλλ’ ὅτι, κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι’ αὐτὴν καὶ τὰ ἔκγονα τὰ ἐκείνης περιῤῥέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν. Ὅρα γὰρ βούλεται τὸν τῶν ἰδιωτῶν βίον τὸν ἀκίνδυνον τοῦτον καὶ ἀπράγμονα ζῆν ὁ ἀνήρ· ἀλλ’ ὅταν ἴδῃ παῖδας περιεστῶτας καὶ γυναῖκα καπάνης δεομένην πολλῆς, καὶ ἄκων εἰς τὸν τῶν πολιτικῶν πραγμάτων ἔῤῥιψεν ἑαυτὸν κλύδωνα. Ἐκεῖ δὲ ἐμπεσόντα λοιπὸν οὐδὲ ἔστιν εἰπεῖν ὅσα ἁμαρτάνειν ἀνάγκη, ὀργιζόμενον, ὀμνύοντα, λοιδορούμενον, ἀμυνόμενον, ὑποκρινόμενον, πολλὰ πρὸς χάριν, πολλὰ πρὸς ἀπέχθειαν ποιοῦντα. Πῶς γὰρ ἔνι στρεφόμενον ἐν ζάλη τοσαύτῃ, καὶ βουλόμενον εὐδοκιμεῖν ἐν αὐτῇ, μὴ πολὺν τὸν ἀπὸ τῶν ἁμαρτημάτων προστρίβεσθαι ῥύπον; Καὶ τὰ κατὰ τὴν οἰκίαν δὲ εἶ τις ἐξετάσειε, τῆς αὐτῆς καὶ πλείονος δυσκολίας εὑρήσει γέμοντα διὰ τὴν γυναῖκα· πολλὰ γὰρ ἀνάγκη μεριμνᾷν καὶ ὑπὲρ πολλῶν, ὧν οὐκ ἂν ἐδεήθη καθ’ ἑαυτὸν ὢν ὁ ἀνήρ, καὶ ταῦτα μὲν ὅταν κοσμία τις ᾗ καὶ ἐπιεικὴς ἡ γυνή· ἂν δὲ μοχθηρὰ καὶ ἐπαχθὴς καὶ δυσανάσχετος, οὐκέτι μόνον ἀνάγκην τὸ πρᾶγμα καλέσομεν, ἀλλὰ καὶ τιμωρίαν καὶ κόλασιν. Πῶς οὖν δυνήσεται τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζειν ὁδόν, τῶν εὐλύτων καὶ κούφων δεομένην ποδῶν, καὶ ψυχῆς· εὐζώνου καὶ εὐσταλοῦς, τοσοῦτον ἔχων ἐπικείμενον πραγμάτων ὄγκον, τοσαύτας συνδεδεμένος πέδαις καὶ διὰ τοιαύτης ἀλύσεως ἑλκόμενος κάτω συνεχῶς, τῆς πονηρίας λέγω τῆς γυναικός;
με’. Ἀλλὰ τὶς ὁ σοφὸς τῶν πολλῶν λόγος, ὅταν ταῦτα ἅπαντα αὐτοῖς διεξέλθωμεν; Οὐκοῦν πλείονος ἄξιος ἔσται τιμῆς, φησίν, ὁ μετὰ τοσαύτης ἀνάγκης κατορθῶν. Τίνος ἕνεκεν, ὦ βέλτιστε, καὶ διὰ τί; Ὅτι πλείονα μόχθον, φησίν, ὑφίσταται ὑπὸ τοῦ γάμου. Καὶ τὶς αὐτὸν ἀναδέξασθαι φορτίον τοσοῦτον ἠνάγκαζεν; Εἰ μὲν γὰρ ἐντολὴν ἐπλήρου γαμῶν, καὶ νόμου παράβασις ἦν τὸ μὴ γαμεῖν, εὐπρόσωπος οὗτος ὁ λόγος ἦν· εἰ δὲ κύριος ὢν τοῦ μὴ τὸν ζυγὸν ὑπελθεῖν τοῦ γάμου, ἑκών, ἀναγκάζοντος οὐδενός, δυσκολίας ἑαυτῷ περιθεῖναι τοσαύτας ἠθέλησεν, ὥστε ἐπαχθέστερον αὐτῷ γενέσθαι τῆς ἀρετῆς τὸν ἀγῶνα, οὐδὲν τοῦτο πρὸς τὸν ἀγωνοθέτην· αὐτὸς γὰρ ἓν μόνον ἐπέταξεν ἀνύσαι, τὸν κατὰ τοῦ διαβόλου πόλεμον, καὶ τὴν κατὰ τῆς κακίας νίκην λαβεῖν· εἴτε δὲ γαμῶν καὶ τρυφῶν καὶ πολλὰ μεριμνῶν τις ἀνύοι τοῦτο, εἴτε ἀσκούμενος καὶ ταλαιπωρῶν, καὶ μετὰ τοῦ μηδὲν ἕτερον μεριμνᾷν, οὐδὲν αὐτῷ τούτου μέλει λοιπόν. Τὸν μὲν γὰρ τρόπον τῆς νίκης, καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν αὐτὸς ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν· ἐπειδὴ δὲ σὺ μετὰ γυναικὸς καὶ παίδων καὶ τῶν τούτοις ἐπισυρομένων πραγμάτων στρατεύεσθαι βούλει καὶ πολεμεῖν, ὡς τὰ αὐτὰ ἀνύσων ἐκείνοις τοῖς οὐδενὶ τούτων ἐμπεπλεγμένοις, καὶ πλείονος ἀπολαύσων διὰ τοῦτο θαύματος, νῦν μὲν ἴσως καὶ τῦφον ἡμῖν ἐγκαλέσεις πολύν, ἂν εἴπωμεν ὅτι οὐ δυνατὸν σε πρὸς τὴν αὐτὴν ἐκείνοις φθάσαι κορυφήν· τὸ δὲ τέλος καὶ ὁ τῶν στεφάνων καιρὸς τότε σε πείσει καλῶς, ὅτι πολλῷ βέλτιον ἀσφάλεια φιλοτιμίας κενῆς, καὶ κρεῖττον τῷ Χριστῷ πείθεσθαι, ἢ τῇ τῶν οἰκείων ματαιότητι λογισμῶν. Ὁ μὲν γὰρ Χριστὸς οὐδὲ τὸ τοῖς οἰκείοις ἀποτάξασθαι πᾶσι πρὸς ἀρετὴν ὑμῖν φησιν ἀρκεῖν, ἂν μὴ καὶ ἡμᾶς αὐτοὺς μισήσωμεν· σὺ δὲ πᾶσι τούτοις φυρόμενος ἔφης δύνασθαι περιγενέσθαι. Ἀλλ’, ὅπερ ἔφην, τότε εἴσῃ καλῶς, ὅσον πρὸς ἀρετὴν ἐμπόδιον γυνὴ καὶ γυναικὸς φροντίδες.
μς’. Πῶς οὖν, φησί, βοηθὸν αὐτὴν ἐκάλεσε τὴν ἐμποδίζουσαν; «Ποιήσωμεν γὰρ αὐτῷ, φησί, βοηθὸν κατ’ αὐτόν». Κἀγὼ δὲ σε ἐρήσομαι, πῶς βοηθὸς ἡ τοσαύτης ἀποστερήσασα τὸν ἄνδρα ἀσφαλείας, καὶ τῆς θαυμαστῆς μὲν ἐκείνης ἐκβαλοῦσα διαγωγῆς τῆς ἐν τῷ παραδείσῳ, εἰς δὲ τὴν τοῦ παρόντος βίου ταραχὴν ἐμβαλοῦσα; Ταῦτα γὰρ οὐ μόνον οὐ βοηθοῦ, ἀλλὰ καὶ ἐπιβούλου. «Ἀπὸ γὰρ γυναικός, φησίν, ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνῄσκωμεν πάντες». Καὶ ὁ μακάριος δὲ Παῦλος, «Ἀδάμ, φησίν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε». Πῶς οὖν βοηθὸς ἡ τῷ θανάτῳ τὸν ἄνδρα ὑποτάξασα; Πῶς βοηθὸς δι’ ἧς οἱ υἱοὶ τοῦ Θεοῦ, μᾶλλον δὲ πάντες οἱ τὴν γῆν κατοικοῦντες τότε, ἅμα θηρίοις καὶ πετεινοῖς καὶ τοῖς ἄλλοις ἅπασι ζώοις κατακλυσθέντες ἀπώλοντο; Οὐχ αὕτη τὸν δίκαιον Ἰὼβ ἔμελλεν ἀπολλύναι, εἰ μὴ σφόδρα ἐκεῖνος ἦν ἀνήρ; Οὐχ αὕτη τὸν Σαμψῶν ἀπώλεσεν; Οὐ τὸ πᾶν Ἑβραίων γένος αὐτὴ τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε; Τὸν δὲ Ἀχαὰβ τὶς μάλιστα τῷ διαβόλῳ παρέδωκε, καὶ πρὸ τούτου τὸν Σολομώντα μετὰ τὴν πολλὴν ἐκείνην σοφίαν καὶ εὐδοκίμησιν; Οὐ μέχρι καὶ νῦν πολλὰ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἀναπείθουσι προσκρούειν τῷ Θεῷ; Οὐ διὰ τοῦτό φησιν ὁ σοφὸς ἐκεῖνος ἀνήρ· «Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός»; Πῶς οὖν, φησίν, εἶπεν αὐτῷ ὁ Θεός, «Ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ»; Οὐδὲ γὰρ ψεύδεται ὁ Θεός. Οὐδὲ ἐγὼ τοῦτο ἂν εἴποιμι· ἄπαγε· ἀλλ’ ἐγένετο μὲν ἐπὶ τοῦτο καὶ διὰ τοῦτο, οὐκ ἠθέλησε δὲ μεῖναι ἐπὶ τῆς οἰκείας ἀξίας, καθάπερ οὖν οὐδὲ ὁ ταύτης ἀνήρ. Καὶ γὰρ ἐκεῖνον ὁ Θεὸς ἐποίησε κατ’ εἰκόνα καὶ ὁμοίωσιν τὴν ἑαυτοῦ· «Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν», ὥσπερ οὖν εἶπε «Ποιήσωμεν αὐτῷ βοηθόν»· γενόμενος δὲ ἀμφότερα εὐθέως ἀπώλεσεν. Οὔτε γὰρ τὸ καθ’ ὁμοίωσιν ἐφύλαξε (πῶς γάρ, ἐνδοὺς ἐπιθυμίᾳ, ἀτόπῳ, καὶ ἀπάτῃ ἁλούς, καὶ μὴ κρατήσας ἡδονῆς), τὸ τε κατ’ εἰκόνα καὶ ἄκοντος ἀφῃρέθη λοιπόν· οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ, τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καὶ τοῖς θηρίοις πᾶσιν ἐπίφοβος ἦν· πάντα γὰρ πρὸς αὐτὸν ἤγαγεν ὁ Θεός, καὶ οὐδὲν αὐτῷ λυμήνασθαι οὐδὲ ἐπιβουλεῦσαι ἐτόλμησεν· ἑώρα γὰρ ἐν αὐτῷ λάμπουσαν τὴν εἰκόνα τὴν βασιλικήν· ἐπειδὴ δὲ τοὺς χαρακτῆρας ἐκείνους ἠμαύρωσε διὰ τῆς ἁμαρτίας, καὶ ἀπὸ τῆς ἀρχῆς αὐτὸν ἐκείνης κατήγαγεν. Ὥσπερ οὖν τὸ μὴ πάντων αὐτῶν ἄρχειν τῶν ἐπὶ τῆς γῆς, ἀλλ’ ἔνια καὶ τρέμειν καὶ δεδοικέναι, οὐ ψευδῆ ποιεῖ τοῦ Θεοῦ τὴν ἀπόφασιν τὴν λέγουσαν, «Καὶ ἀρχέτωσαν τῶν θηρίων ἧς γῆς» (οὐ γὰρ παρὰ τὸν δεδωκότα, ἀλλὰ παρὰ τὸν εἰληφότα ὁ τῆς ἐξουσίας ἀκρωτηριασμὸς γέγονεν)· οὕτως οὐδὲ αἱ παρὰ τῶν γυναικῶν ἐπιβουλαὶ εἰς τοῦ ἄνδρας γινόμεναι, ἐκείνῳ τῷ λόγῳ λυμαίνονται τῷ λέγοντι, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν»· ἐγένετο μὲν γὰρ εἰς τοῦτο, οὐκ ἔμεινε δὲ ἐν τούτῳ. Χωρὶς δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν, καὶ πρὸς παίδων γονήν, καὶ πρὸς φυσικὴν ἐπιθυμίαν τὴν βοήθειαν ἐπιδείκνυται τὴν αὐτῆς· ὅταν δὲ μηκέτι καιρὸς ᾗ τοῦ παρόντος βίου, μηδὲ παιδοποιίας, μηδὲ ἐπιθυμίας, τὶ μάτην μνημονεύεις ἐνταῦθα βοηθοῦ; Τὴν γὰρ ἐν τοῖς ἐλαχίστοις συλλαμβάνειν δυναμένην μόνον, ταύτην ἂν τις ἐν τοῖς μεγάλοις ἐπάγηται συνεργόν, οὐ μόνον οὐδὲν ὤνησεν ἀλλὰ καὶ συνεπόδισεν αὐτὸν ταῖς φροντίσι.
μζ’. Τὶ οὖν ἐροῦμεν τῷ Παύλῳ, φησί, λέγοντι, «Τὶ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις»; Καὶ τὴν βοήθειαν αὐτῆς ἀναγκαίαν καὶ ἐν τοῖς πνευματικοῖς ἀποφαίνοντι; Καὶ ἐγὼ τοῦτο συνομολογῶ. Οὐδὲ γὰρ αὐτὴν παντελῶς ἐκκόπτω τῆς ἐν τοῖς πνευματικοῖς συμμαχίας· μὴ γένοιτο· ἀλλὰ τότε φημὶ ταῦτα αὐτὴν κατορθοῦν, ὅταν μὴ τὰ τοῦ γάμου πράττῃ, ἀλλὰ μένουσα τῇ φύσει γυνὴ πρὸς τὴν τῶν μακαρίων ἀνδρῶν ἀρετὴν διαβαίνῃ. Οὐ γὰρ καλλωπιζομένῃ, οὐδὲ τρυφῶσα, οὐδὲ προσόδους ἀπαιτοῦσα τὸν ἄνδρα χρημάτων, οὐδὲ πολυτελὴς γινομένη καὶ δαπανηρά, οὕτως αὐτὸν δυνήσεται ἐπαγαγέσθαι· ἀλλ’ ὅταν ἀνωτέρω γενομένη πάντων τῶν παρόντων πραγμάτων, ἀκὶ τὸν ἀποστολικὸν ἐν ἑαυτῇ χαρακτηρίσασα βίον, πολλὴν μὲν τὴν ἐπιείκειαν, πολλὴν δὲ τὴν κοσμιότητα, πολλὴν δὲ τὴν τῶν χρημάτων ὑπεροψίαν καὶ τὴν ἀνεξικακίαν ἐπιδεικνύηται, τότε αὐτὸν δυνήσεται ἑλεῖν ὅταν λέγῃ, «Ἔχοντες δὲ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα». Ὅταν διὰ τῶν ἔργων ταῦτα φιλοσοφῇ, καὶ τοῦ σωματικοῦ θανάτου καταγελῶσα, μηδὲν εἶναι λέγῃ τὴν παροῦσαν ζωήν· ὅταν πᾶσαν τοῦ βίου τούτου τὴν δόξαν κατὰ τὸν προφήτην ἄνθος εἶναι χόρτου νομίζῃ. Οὐκ ἄρα τῷ συνεῖναι καθάπερ γυνή, τούτῳ σῶσαι τὸν ἄνδρα δυνήσεται, ἀλλὰ τῷ τὸν εὐαγγελικὸν ἐπιδείκνυσθαι βίον· ἐπεὶ καὶ γάμου χωρὶς ἐποίησαν τοῦτο πολλαὶ γυναῖκες. Ἡ γὰρ Πρίσκιλλα τὸν Ἀπολλῶ προσλαβομένη, φησί, πρὸς πᾶσαν ἐχειραγώγησε τῆς ἀληθείας τὸν ὁδόν. Εἰ δὲ νῦν τοῦτο οὐκ ἐφεῖται, ἀλλ’ ἐπὶ τῶν γυναικῶν τὴν αὐτὴν ἔνεστιν ἐπιδείξασθαι σπουδήν, καὶ τὸ αὐτὸ κέρδος καρπώσασθαι· καὶ γάρ, ὅπερ ἔφθην εἰπών, οὐδὲ ἐκείνῃ, διὰ τὸ γυνὴ εἶναι, τὸν ἄνδρα ἐφέλκεται· ἐπεὶ οὐδὲν ἂν ἐκώλυσε μηδένα τῶν ἐχόντων γυναῖκα πιστὴν ἄπιστον μένειν, εἲ γε ἡ συνουσίᾳ καὶ τὸ συνοικεῖν τὸ πρᾶγμα κατώρθου. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τὸ πολλὴν ἐπιδείκνυσθαι τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονήν, καὶ τῶν τοῦ γάμου περιστάσεων καταγελᾷν, καὶ τοῦτο ἔργον τίθεσθαι διηνεκῶς, τοῦτό ἐστι τὸ ποιοῦν τὴν τοῦ συνοικοῦντος σωθῆναι ψυχήν· ὡς ἐὰν ἐπιμείνῃ τὰ τῶν γυναικῶν ἐπιζητοῦσα, οὐ μόνον οὐδὲν αὐτὸν ὤνησεν, ἀλλὰ καὶ κατέβλαψεν. Ὅτι δὲ καὶ οὕτω τῶν σφόδρα δυσκόλων τὸ πρᾶγμα ἐστιν, ἄκουσον τὶ φησι· «Τὶ γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις»; Τούτῳ δὲ τῷ τρόπῳ τῆς ἐρωτήσεως κεχρῆσθαι ἐπὶ τῶν παραδόξως συμβαινόντων εἰώθαμεν. Τὶ δὲ μετὰ ταῦτά φησι; «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ὁρᾷς πῶς συνεχῶς ποιεῖται τὰς μεταβάσεις, καὶ πολλὴν καὶ δι’ ὅλου τῆς παραινέσεως ἑκατέρας τὴν μίξιν; Ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις καὶ τοὺς τῆς ἐγκρατείας ἐνέβαλε, μεταξὺ διεγείρων τὸν ἀκροατήν, οὕτω καὶ ἐνταῦθα τοὺς περὶ τοῦ γάμου λόγους πάλιν ἐντίθησι, διαναπαύων αὐτόν. Ἤρξατο ἀπὸ τῆς παρθενίας, καὶ πρὶν τι περὶ αὐτῆς εἰπεῖν, εὐθέως ἐπὶ τὸν ὑπὲρ τοῦ γάμου λόγον κατέφυγε· τὸ γάρ, «Ἐπιταγὴν οὐκ ἔχω», τὸν γάμον συγχωροῦντός ἐστι καὶ εἰσάγοντος. Εἶτα ἐπὶ τὴν παρθενίαν ἐλθών, καὶ εἰπών, ὅτι «Νομίζω τοῦτο καλὸν ὑπάρχειν», ἐπειδὴ εἶδεν ὅτι συνεχῶς αὐτῆς τὸ ὄνομα λεγόμενον τῇ λειότητι τῆς ἀκοῆς πολλὴν ἐμποιεῖ τὴν τραχύτητα, οὐ τίθησιν αὐτὸ πυκνῶς, ἀλλὰ καίτοι αἰτίαν ἱκανὴν παραμυθήσασθαι τοὺς ὑπὲρ αὐτῆς πόνους εἰπών, τὴν ἐνεστῶσαν ἀνάγκην λέγω, οὐδὲ οὕτως ἐθάῤῥησε πάλιν παρθενίαν εἰπεῖν, ἀλλὰ τί; «Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι». Καὶ οὐδὲ ἐπεξέρχεται τῷ λόγῳ ἀλλὰ διατεμὼν αὐτὸν καὶ διακόψας πρὶν φανῆναι σκληρόν, τοὺς περὶ τοῦ γάμου πάλιν ἐνέβαλε λόγους· «Δέδεσαι γυναικί»; Λέγων, «μὴ ζήτει λύσιν». Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν. Εἶτα πάλιν ἐπὶ τὴν παρθενίαν μεθίσταται· καὶ οὐδὲ νῦν αὐτὴν τῇ κυρίᾳ προσηγορίᾳ καλεῖ, ἀλλὰ τί; «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ἀλλὰ μὴ δείσης· οὐκ ἀπεφήνατο, οὐδὲ ἐνομοθέτησε· ὁ γὰρ περὶ τοῦ γάμου λόγος πάλιν ἐγγὺς ἕστηκε, τοῦτον τὸν φόβον ἀνιείς, καὶ λέγω· «Ἐὰν δὲ γήμῃς, οὐχ ἥμαρτες». Ἀλλὰ μηδὲ νῦν ἀναπέσῃς· πάλιν γὰρ σε ἐπὶ τὴν παρθενίαν ἕλκει. Καὶ τοῦτο ὁ λόγος αὐτῷ βούλεται, διδάσκων πολλὴν τῇ σαρκὶ θλῖψιν ὑπομένειν τοὺς τῷ γάμῳ προσέχοντας. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρόν, ἢ τομήν, ἢ καῦσιν, ἢ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται, ἀλλ’ ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι, οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως, οὐδὲ δι’ ὅλου, οὐδὲ ἐφεξῆς τὴν πὲρ τῆς παρθενίας ὕφηνε συμβουλήν, ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις, καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων, προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν. Ἡ μὲν οὖν ποικίλη μίξις τῶν λόγων διὰ τοῦτο γεγένηται. Ἄξιον δὲ καὶ αὐτὰ λοιπὸν ἐξετάσαι τὰ ῥήματα· «Δέδεσαι γυναικί; Φησί, μὴ ζήτει λύσιν». Τοῦτο οὐχ οὕτω συμβουλεύοντος ἐστιν, ὡς τὸ ἄπορον δεικνύντος καὶ ἀδιεξόδευτον τοῦ δεσμοῦ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν· ἔχεις γυναῖκα; Μὴ καταλίπῃς αὐτήν· συνοικεῖς; Μὴ διαστῇς· ἀλλὰ δεσμὸν τὴν συζυγίαν ἐκάλεσε; Τὸ φορτικὸν ἐνταῦθα τοῦ πράγματος ἐνδεικνύμενος. Ἐπειδὴ γὰρ ἐπὶ ῥᾷστον τὸν γάμον ἅπαντες τρέχουσι, δείκνυσιν ὅτι τῶν δεδεμένων οἱ γεγαμηκότες οὐδὲν διαφέρουσι. Κἀνταῦθα γὰρ ὅπουπερ ἂν ἑλκύσῃ θἄτερος, ἀνάγκη καὶ τὸν ἕτερον ἕπεσθαι, ἢ διαστασιάζοντα καὶ τὸν ἕτερον συναπολέσθαι ἐκείνῳ. Τὶ οὖν, ἐὰν ὁ ἀνὴρ καταφερὴς ᾗ, φησίν, ἐγὼ δὲ ἐγκρατεύεσθαι βούλωμαι; Ἀνάγκη σε ἐκείνῳ ἕπεσθαι. Καὶ γὰρ μὴ βουλομένην σε τοῦτο ποιεῖν ἡ ἡδεῖα τοῦ γάμου περιτεθεῖσα ἅλυσις καθέλκει καὶ ἐπισπᾶται πρὸς τὸν συνδεθέντα σοι τὴν ἀρχὴν κἂν ἀντιπέσῃς καὶ διακόψῃς, οὐ μόνον οὐκ ἀπήλλαξας σαυτὴν τῶν δεσμῶν, ἀλλὰ καὶ εἰς τιμωρίαν ἐσχάτην ἐνέβαλες.
μη’. Ἡ γὰρ ἄκοντος ἐγκρατευομένη τοῦ ἀνδρὸς οὐχ ὅτι τῶν τῆς ἐγκρατείας μισθῶν ἀποστερεῖται μόνον, ἀλλὰ καὶ τῆς ἐκείνου μοιχείας αὐτὴ τὸν λόγον ὑφέξει, καὶ τὰς εὐθύνας μᾶλλον ἐκείνου. Τὶ δήποτε; Ὅτι αὐτὴ πρὸς τὸ βάραθρον αὐτὸν τῆς ἀσελγείας ὤθησε τῆς κατὰ νόμον ἀποστερήσασα μίξεως. Εἰ γὰρ μήτε πρὸς ὀλίγον τοῦτο ποιεῖν ἐπιτέτραπται ἄκοντος ἐκείνου, τίνα ἂν ἔχοι συγγνώμην ἡ διαπαντὸς αὐτὴν ταύτης ἀφελομένη τῆς παραμυθίας; Καὶ τὶ ταύτης, φησί, τῆς ἀνάγκης καὶ τῆς ἐπηρείας βαρύτερον γένοιτ’ ἄν; Κἀγὼ τοῦτό φημι. Τίνος ἕνεκεν ὑποβάλλεις τῇ ἀνάγκῃ σαυτήν; Τοῦτον γὰρ τὸν λογισμὸν οὐ μετὰ τὸν γάμον, ἀλλὰ πρὸ τὸ γάμου λαβεῖν ἐχρῆν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ὑστέραν τὴν ἀπὸ τοῦ δεσμοῦ θεὶς ἀνάγκην, τότε περὶ τῆς λύσεως διαλέγεται. Εἰπὼν γὰρ «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν», τὸ τηνικαῦτα ἐπήγαγε, «Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα». Ποιεῖ δὲ τοῦτο, ἵνα σὺ πρότερον ἀκριβῶς ἐπισκεψάμενος καὶ καταμαθὼν τὴν ἀπὸ τῆς συζυγίας βίαν εὐκολώτερον τὸν μερὶ τῆς ἀγαμίας δέξῃ λόγον. «Ἐὰν δὲ καὶ γήμῃς, φησίν, οὐκ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν». Ἰδοὺ τὸ μέγα τοῦ γάμου κατόρθωμα ποῦ τελευτᾷ· εἰς τὸ μὴ ἐγκληθῆναι, οὐκ εἰς τὸ θαυμασθῆναι· τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκείσθω ἀκούων ὅτι οὐχ ἥμαρτε. Τίνος οὖν ἕνεκεν παραινεῖς, φησί, μὴ ζητεῖν γυναῖκα; Ὅτι δεθέντα καθάπαξ λυθῆναι οὐκ ἔνι, ὅτι πολλὴν ἔχει τὸ πρᾶγμα θλῖψιν. Τοῦτο οὖν, εἰπὲ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν; Καὶ τὶς ἀνέξεται παρθενεύειν ἐπὶ τοιούτοις μισθοῖς; Τὶς δ’ ἂν ἐδέξατο εἰς τοσοῦτον καθεῖναι ἀγῶνα, μέλλων τοσούτων ἱδρώτων ταύτην μόνην ἀπολαμβάνειν τὴν ἀμοιβήν;
μθ’. Τὶ λέγεις; Πρὸς δαίμονάς με μάχεσθαι καλῶν («Οὐ γὰρ ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα»), πρὸς μανίαν φύσεως ἑστάναι προτρέπων, μετὰ σαρκὸς καὶ αἵματος ἴσα ταῖς ἀσωμάτοις δυνάμεσι κατορθῶσαι παρακαλῶν, τῶν ἐν τῇ γῇ μέμνησαι καλῶν καὶ ὅτι θλῖψιν οὐχ ἕξομεν τὴν ἀπὸ τῶν γάμων; Διὰ τὶ γὰρ οὐχ οὕτως εἶπεν· ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀποῤῥήτων δωρεῶν; Διὰ τὶ μὴ διηγήσατο τὰ μετὰ τὴν ἄθλησιν αὐταῖς ἀποκείμενα καλά, πῶς εἰς ἀπάντησιν ἔρχονται τοῦ Νυμφίου, πῶς φαιδρὰς ἕξουσι τὰς λαμπάδας, πῶς μετὰ δόξης πολλῆς καὶ παῤῥησίας εἰς ἐκεῖνον συνεισέρχονται τὸν νυμφῶνα τῷ βασιλεῖ, πῶς μάλιστα πάντων πλησίον ἐκείνου τοῦ θρόνου καὶ τῶν παστάδων λάμπουσι τῶν βασιλικῶν; Ἀλλὰ τούτων μὲν οὐδὲ βραχεῖαν μνήμην πεποίηται, ἄνω δὲ καὶ κάτω τῆς ἀπαλλαγῆς τῶν ἐν τῷ βίῳ μνημονεύει δυσχερῶν. «Νομίζω τοῦτο, φησί, καλὸν ὑπάρχειν». Καὶ ἀφεὶς εἰπεῖν. Διὰ τὰ μέλλοντα ἀγαθά, λέγει, «Διὰ τὴν ἐνεστῶσαν ἀνάγκην». Εἶτα πάλιν εἰπών· «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε»· καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν, φησί, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι». Καὶ οὐ μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἕως τέλους τοῦτο ποιεῖ, καὶ παρεὶς ἐπᾶραι τὸ πρᾶγμα ἀπὸ τῶν μελλόντων ἀγαθῶν, πάλιν ἐπὶ τὴν αὐτὴν αἰτίαν καταφεύγει, «Ὁ καιρὸς συνεσταλμένος ἐστί», λέγων· καὶ ἀντὶ τοῦ εἰπεῖν, Θέλω ὑμᾶς ἀστράψαι ἂν τοῖς οὐρανοῖς καὶ πολλῷ λαμπροτέρους δειχθῆναι τῶν γεγαμηκότων, πάλιν ἐνταῦθα ἔχεται λέγων, «Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι». Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ πὲρ ἀνεξικακίας διαλεγόμενος ἐπὶ τὴν αὐτὴν τῆς συμβουλῆς ἦλθεν ὁδόν. Εἰπὼν γὰρ ὅτι, «Ἐὰν πεινᾷ ὁ ἐχθρὸς σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν»· καὶ πρᾶγμα τοσοῦτον ἐπιτάξας, καὶ τῆς φύσεως βιάσασθαι τὴν ἀνάγκην κελεύσας, καὶ πρὸς οὕτως ἀφόρητον παρατάξασθαι πυράν, ἐν τοῖς περὶ τῶν μισθῶν λόγοις σιωπήσας τὸν οὐρανόν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, ἐν τῇ τοῦ λελυπηκότος βλάβῃ τὴν ἀντίδοσιν ἵστησι· «Τοῦτο γάρ, φησί, ποιῶν ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ». Τίνος οὖν ἕνεκεν τούτῳ τῆς παρακλήσεως κέχρηται τῷ τρόπῳ; Οὐ δι’ ἄγνοιαν, οὐδὲ διὰ τὸ μὴ εἰδέναι πῶς ἂν τις ἐπαγάγοιτο κεῖ πείσειε τὸν ἀκροατήν, ἀλλὰ καὶ διὰ τὸ μάλιστα πάντων ἀνθρώπων ταύτην κατωρθωκέναι τὴν ἀρετήν, τὴν τοῦ πείθειν λέγω, τοῦτο πόθεν δῆλον; Ἀπὸ τὴν εἰρημένων αὐτῷ. Πῶς καὶ τίνι τρόπῳ; Κορινθίοις διελέγετο (πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν), Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς, καὶ διὰ τὸ σαρκικοὺς εἶναι ἔτι γάλα ἐπότιζεν· οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει, λέγων· «Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοὶ ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε». Διὰ τοῦτο ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων, ἀπὸ τῶν ὁρωμένων, ἀπὸ τῶν αἰσθητῶν, καὶ προτρέπει εἰς παρθενίαν αὐτούς, καὶ ἀπάγει τοῦ γάμου. Συνεῖδε γὰρ τοῦτο καλῶς, ὅτι τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς καὶ πρὸς τὴν γῆν ἔτι κύπτοντας ἀπὸ τὴν ἐν τῇ γῇ μᾶλλον ἐφελκύσαιτο ἂν τις καὶ προτρέψειε. Διὰ τὶ γάρ, εἰπὲ μοι, πολλοὶ τῶν ἀγροικότερον ἔτι καὶ παχύτερον διακειμένων τὸν μὲν Θεὸν καὶ ἐπὶ μικροῖς καὶ ἐπὶ μεγάλοις καὶ ὀμνύουσι καὶ ἐπιορκοῦσιν ἀδεῶς, ἐπὶ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ’ ἂν ὀμόσαι ἕλοιντο τὴν ἀρχήν; Καίτοι γε καὶ ἡ ἐπιορκία καὶ ἡ κόλασις πολλῷ μείζων ταύτης ἐκείνη· ἀλλ’ ὅμως τούτῳ μᾶλλον ἢ ἐκείνῳ τῷ ὁρίῳ κατέχονται. Καὶ πρὸς τὸ βοηθῆσαι δὲ πένησιν οὐχ οὕτως αὐτοὺς οἱ τῆς βασιλείας διεγείρουσι λόγοι, καίτοι γε συνεχῶς ἐνηχούμενοι, ὡς τὸ χρηστὸν ἐλπίσαι τι κατὰ τὸν παρόντα βίον ἢ ὑπὲρ παίδων ἢ ὑπὲρ ἑαυτῶν. Τότε γοῦν μάλιστα φιλότιμοι γίνονται περὶ τὰς τοιαύτας ἐπικουρίας, ὅταν ἐκ μακρὰς ἀνενέγκωσι νόσου, ὅταν κίνδυνον διαφύγωσιν, ὅταν δυναστείας τινὸς ἐπιτύχωσι καὶ ἀρχῆς· καὶ ὀλοῶς τοὺς πλείονας τῶν ἀνθρώπων τοῖς παρὰ πόδας εὕροι τις ἂν μᾶλλον νουθετουμένους. Ἐν τε γὰρ τοῖς χρηστοῖς ταῦτα μᾶλλον προτρέπει, ἓν τε τοῖς λυπηροῖς μειζόνως φοβεῖ, τῷ τὴν αἴσθησιν ἐγγυτέραν ὑπάρχειν αὐτοῖς. Διὰ ταῦτα καὶ Κορινθίοις οὕτω διελέγετο, καὶ Ρωμαίους ἀπὸ τῶν παρόντων εἰς ἀνεξικακίαν ἐγύμναζεν. Ἡ γὰρ ἀσθενὴς καὶ ἠδικημένη ψυχὴ οὐχ οὕτως εὐκόλως ἀφίησι τῆς ὀργῆς τὸν ἰόν, ὅταν περὶ βασιλείας ἀκούσῃ, καὶ εἰς μακρὰς ἐλπίδας ἐμπέσῃ, ὡς ὅταν παρὰ τοῦ λελυπηκότος προσδοκήσῃ λήψεσθαι δίκην. Βουλόμενος οὖν διασεῖσαι τῆς μνησικακίας τὴν ῥίζαν, καὶ τέως κενώσαι τὴν ὀργήν, ὃ μᾶλλον ἐπαγωγὸν ἦν πρὸς τὸ παραμυθήσασθαι τὸν ἠδικημένον, τοῦτον τίθησιν, οὐκ ἀποστερῶν αὐτὸν τῆς ἐν τῷ μέλλοντι καιρῷ κειμένης τιμῆς, ἀλλὰ τέως αὐτὸν ἐμβιβάσαι σπεύδων οἰῳδήποτε τρόπῳ εἰς τὴν γῆς φιλοσοφίας ὁδόν, καὶ τὰς θύρας ἀνοῖξαι τῆς καταλλαγῆς· τὸ γὰρ δυσκολώτατον, τῆς ἀρχῆς ἐπιλαβέσθαι τοῦ κατορθώματος, μετὰ δὲ τὴν εἴσοδον οὐκέτι τοσοῦτος ὁ πόνος ἐστίν. Ἀλλ’ οὐχ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ, οὔτε περὶ παρθενίας, οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος· ἀλλ’ ἐκεῖ μὲν τὴν βασιλείαν τίθησι τῶν οὐρανῶν· «Εἰσὶ γὰρ εὐνοῦχοι, φησίν, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν»· ὅτε δὲ εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν παρεκάλει, οὐδὲν ὑπὲρ τῆς τῶν λελυπηκότων βλάβης εἰπών, οὐδὲ τῶν ἀνθράκων μνημονεύσας τοῦ πυρός, ἀλλὰ πάντα ἐκεῖνα ἀφείς, πρὸς τοῦ μικροψύχους αὐτοὺς προτρέπει. Ποιῶν δὴ τούτων; «Ὅπως γένησθε, φησίν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». Βλέπε πόσον τὸ ἔπαθλον· Πέτρος γὰρ ἦν ὁ ταῦτα ἀκούων, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορός· διὰ τοῦτο ἀπὸ τῶν πνευματικῶν αὐτοὺς ἐνῆγεν ἐπάθλων. Καὶ ὁ Παῦλος δὲ τὸ αὐτὸ ἂν ἐποίησεν, εἰ πρὸς τινας τοιούτους ὁ λόγος ἦν αὐτῷ· ἐπειδὴ δὲ πρὸς Κορινθίους τοὺς ἀτελέστερον διακειμένους, ἤδη τῶν πόνων αὐτοῖς δίδωσι τοὺς καρπούς, ἵνα προθυμότερον ἐπὶ τὴν ἐργασίαν ἔλθωσι τῆς ἀρετῆς. Διὰ τοῦτο καὶ ὁ Θεὸς Ἰουδαίοις ἀφεὶς ἐπαγγείλασθαι βασιλείαν οὐρανῶν, τὰ τῆς γῆς ἐχαρίζετο ἀγαθά· καὶ ἀντὶ τῶν πονηρῶν δὲ πράξεων οὐ γέενναν, ἀλλὰ τὰς ἐν τῷ αἰῶνι τούτῳ συμφορὰς ἠπείλει, λιμοὺς καὶ λοιμούς, καὶ νόσους, καὶ πολέμους, καὶ αἰχμαλωσίαν, καὶ ὅσα τοιαῦτα ἕτερα. Τούτοις γὰρ μᾶλλον οἱ σαρκικώτεροι τῶν ἀνθρώπων κατέχονται, καὶ ταῦτα μᾶλλον δεδοίκασι· τῶν δὲ οὐχ ὁρωμένων οὐδὲ παρόντων ἐλάττονα ποιοῦνται λόγον. Διὰ τοῦτο καὶ ὁ Παῦλος τούτοις μᾶλλον ἐνδιατρίβει, ἃ μάλιστα αὐτῶν καθικέσθαι τῆς παχύτητος ἦν ἱκανά. Πρὸς τούτοις δὲ κἀκεῖνο δεῖξαι ἐβούλετο, ὅτι τῶν μὲν ἄλλων ἀγαθῶν ἔνια ἐνταῦθα μὲν ὑμᾶς πόνοις περιβάλλει πολλοῖς, τὸν δὲ καρπὸν ἅπαντα ἐν τῷ μέλλοντι ταμιεύεται χρόνῳ· ἡ δὲ παρθένια ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρᾶς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβάς, τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων. Μετὰ δὲ τούτων καὶ τρίτον τι συγκατεσκεύασε. Ποῖον; Τὸ μὴ τῶν ἀδύνατον νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἀλλὰ καὶ τῶν σφόδρα δυνατῶν. Ποιεῖ δὲ αὐτό, ἐκ περιουσίας πολλῆς τὸν γάμον ἀποφαίνων πλέονας ἔχοντα δυσκολίας, ὡς εἰ πρὸς τινα ἔλεγε· μοχθηρὸν καὶ ἐπίπονόν σοι εἶναι τὸ πρᾶγμα τοῦτο δοκεῖ; Δι’ αὐτὸ μὲν οὖν τοῦτο ἔγωγέ φημι δεῖν αὐτὸ μετιέναι, ὅτι οὕτω ῥᾷστόν ἐστιν’ ὡς πολὺ τοῦ γάμου πράγματα ἡμῖν παρέχειν ἐλάττω· ἐπειδὴ γὰρ φείδομαι, φησίν, ὑμῶν καὶ οὐ βούλομαι θλῖψιν ὑμᾶς ἔχειν, διὰ τοῦτο ὑμᾶς οὐ θέλω γαμεῖν. Καὶ ποίαν θλῖψιν; Εἴποι τις ἂν ἴσως· τοὐναντίον μὲν οὖν καὶ ἄνεσιν ἔχοντα πολλὴν καὶ τρυφὴν τὸν γάμον εὑρήσομεν. Καὶ πρῶτον ἁπάντων τὸ μετὰ πάσης ἀδείας τὴν ἐπιθυμίαν ἀποπληροῦν, καὶ μηδεμίαν ἀπὸ τῆς φύσεως ὑπομένειν βίαν, οὐ μικρὸν εἰς ῥᾳστώνης λόγον ἐστί· ἔπειτα τὸ καὶ τὴν ἄλλην διαγωγὴν ἀπηλλάχθαι κατηφείας καὶ αὐχμοῦ, καὶ μεστὴν εἶναι φαιδρότητος καὶ γέλωτος καὶ χαρᾶς. Καὶ γὰρ τραπέζῃ πολυτελεῖ, καὶ μαλακοῖς ἱματίοις, καὶ στρωμνὴ μαλακωτέρα, καὶ λουτροῖς διηνεκέσι, καὶ μύροις, καὶ οἴνῳ μύρου οὐδὲν χεῖρον διακειμένῳ, καὶ ἑτέρα πολλῇ καὶ διαφόρῳ δαπάνη λειτουργοῦντες λειτουργοῦντες τῇ σαρκί, πολλὴν ἀπὸ ταύτης παρέχουσιν αὐτῇ τὴν τρυφήν.
Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου