Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Κ΄ - ΚΘ΄
κ’. Ἀλλ’ εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν. Ἔδει μέν, καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ’ ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον· ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἀξία στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἄρτης, καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος. Οἱ μὲν γὰρ οὐκ ἴσασι ἃ ποιοῦσιν, οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι· διὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται, ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δὲ τις ἑκὼν ταῦτα τολμήσειεν, ἅπερ ἄκοντες ἁκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἀπαντῶ καταδικάζοιτο ψηφοῖς ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.
κα’. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἀκίνδυνος ἦν ἡ τοιάδε κατηγορίᾳ, τῶν γοῦν εἰρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον, κολασθήσεται μόνος, ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τὶ φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου διαλεγόμενος· «Οὐαὶ ὁ λέγων τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν· ὁ τιθεὶς τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς· ὁ τιθεὶς τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ». Τὶ γὰρ τῆς παρθενίας ἥδιον, τὶ κάλλιον, τὶ φωτεινότερον; Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα βιωτικῶν, καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾶν. Καὶ ταῦτα μὲν ὁ Ἠσαΐας περὶ τῶν ἐν αὐτοῖς τὰς διεστραμμένας κρίσεις ἐχόντων ἐβόα· ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τὶ φησιν ἄλλος προφήτης, ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν· «Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν». Τὸ δέ, «Οὐαί», οὐ ῥῆμα ψιλὸν ἐστιν, ἀλλ’ ἀπειλὴ τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν· ἐπὶ γὰρ τῶν οὐκέτι δυναμένων διαφυγεῖν τὴν μέλλουσαν κόλασιν τοῦτο τὸ ἐπίῤῥημα κεῖται ἐν ταῖς Γραφαῖς. Καὶ πάλιν ἕτερος προφήτης, ἐγκαλῶν τοῖς Ἰουδαίοις, ἔλεγεν, «Ἐποτίσατε τοὺς ἡγιασμένους οἶνον», εἰ δὲ ὁ τοὺς Ναζωραίους οἶνον ποτίζων, τοσαύτην ὑποστήσεται τιμωρίαν, ὁ τὴν θολερὰν ἀνατροπὴν ἐκχέων εἰς τὰς τῶν ἀφελεστέρων ψυχὰς τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Εἰ μέρος μικρὸν τῆς κατὰ νόμον ἀσκήσεως ὑποτεμνόμενός τις ἀπαραίτητον ἔχει τὴν κόλασιν, ὁ τὴν ἁγιωσύνην αὐτὴν ὁλόκληρον διασύρω, τίνα ὑφέξει δίκην; «Ἐὰν τις σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν». Τὶ οὖν λέξουσιν οἱ διὰ τῶν ῥημάτων τούτων οὐχ ἕνα μικρόν, ἀλλὰ πολλοὺς σκανδαλίζοντες; Ὅπου γὰρ ὁ τὸν ἀδελφὸν καλῶν μωρόν, ὀρθὴν ἐπὶ τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ, ὁ τὴν ἰσάγγελον ταύτην διαβάλλων πολιτείαν, πόσην ὀργὴν ἐπισπάσεται κατὰ τῆς ἑαυτοῦ κεφαλῆς; Κατεγέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ, οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς, ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον. Οὐ γὰρ διέσυρε τὸν ἄνδρα, οὐδὲ ἐχλεύασε τὴν ἀρετὴν τὴν τοῦ μακαρίου τότε ἐκείνου, ἀλλὰ καὶ σφόδρα ἐθαύμασε· τοσοῦτον δὲ εἶπε μόνον, ὅτι καὶ αὐτὴ τῶν αὐτῶν ἀπήλαυσεν ὧνπερ ἐκεῖνος· ἀλλ’ ὅμως οὕτως ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν ὀργήν, ὡς οὐδὲ αὐτοῦ ἐκείνου τοῦ δοκοῦντος ὑβρίσθαι πολλὰ παρακαλοῦντος γενέσθαι τι πλέον, ἀλλὰ καὶ περαιτέρω τῆς ἐκείνου γνώμης ἐπιταθῆναι τὴν τιμωρίαν αὐτῇ.
κβ’. Καὶ τὶ λέγω Μαριάμ; Οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες, ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν, «Ἀνάβαινε, φαλακρέ», οὕτω παρώξυναν τὸν Θεόν, ὡς ἅμα τῷ λόγῳ τούτῳ ἄρκτους αὐτῶν ἐπαφεῖναι τῷ πλήθει (καὶ γὰρ τεσσαράκοντα δύο ἦσαν)· καὶ πάντες ἄρδην ὑπὸ τῶν θηρίων ἐσπαράττοντο τότε ἐκεῖνοι· καὶ οὔτε ἡλικία, οὔτε τὸ πλῆθος, οὔτε τὸ γελῶντας εἰπεῖν προέστη τῶν μειρακίων· καὶ μάλα εἰκότως. Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τὶς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν; Τὶς δὲ τῶν πολλῶν ζηλώσει τὴν ἀρετήν, οὕτω καταγέλαστον αὐτὴν οὖσαν ὁρῶν; Εἰ γὰρ νῦν πάντων αὐτὴν πανταχοῦ θαυμαζόντων, οὐ τῶν μετιόντων μόνον, ἀλλὰ καὶ τῶν ἐκπεπτωκότων αὐτῆς, ὅμως ὀκνοῦσι καὶ ἀναδύονται πρὸς τοὺς ἱδρῶτας ἐκείνους πολλοί, τὶς ἂν αὐτῆς ἐπιλαβέσθαι ταχέως ἠθέλησεν, εἰ πρὸς τῷ μὴ θαυμάζεσθαι καὶ διαβαλλομένην ἑώρα παρὰ πάντων ἀνθρώπων; Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῷ παραμυθίας, ἀλλ’ ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος· οἱ δὲ ἀσθενέστερον διακείμενοι, καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι, οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς. Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν, ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται· ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξὺ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἡλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες ὑπὸ τῶν ἄρκτων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον, καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτούς, ἀντ’ ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων ἐκείνων οὐχ ἧττον. Ταῦτ’ οὖν ἐννοήσαντες ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλόν, ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντες ὁρῶντες· «Οὗτοι ᾖσα οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστι; Ἆρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν». Ἀλλὰ τὶ τὸ κέρδος τῶν ῥημάτων τούτων, τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;
κγ’. Ἀλλ’ ἴσως ἐρεῖ τις ὑμῶν· Οὐδεὶς οὖν μετ’ ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοί, καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν, φησίν; Ἔδοσαν μέν, καὶ τούτων ἴσμεν πολλούς· εἰ δὲ ἔνιοι καὶ διέφυγον, ἀλλ’ οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ κεῖ ἐπακολουθοῦσι»· καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας, καὶ ὥσπερ ἐν στήλη χαλκῆ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας, διὰ τῶν ἐκεῖνοι συμβάντων ἅπασι διαλέγεται, λέγων, ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι, κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.
κδ’. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαῤῥῶμεν, ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ Θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις, ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Εἰσι μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾗ τὰ ἁμαρτήματα, καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι, τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι· εἰσὶ δὲ οἱ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ δώσουσι δίκην· ἕτεροι δὲ μόνον ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται, διὰ τὸ πάντων χαλεπωτέρα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι. «Καὶ μετὰ ἀνθρώπων γάρ, φησίν, οὐ μαστιγωθήσονται»· ὡς τηρούμενοι μετὰ διαμόνων κολάζεσθαι. «Ἀπέλθετε γάρ, φησίν, ἀπ’ ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν, ἀλλ’ οὐκ ἔσχον τὸν ἐλέγχοντα, οὐδὲ ἤκουσαν ὅπερ ὁ μάγος Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε· ἀλλ’ οὐ διὰ τοῦτο διέφυγον, ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης, ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν, ἀλλ’ οὐκ ἔπαθον τὰ τοῦ Κορέ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ τὴν τοῦ Φαραὼ ζηλώσαντες ἀσέβειαν οὐ κατεποντίσθησαν ὥσπερ ἐκεῖνος, ἀλλὰ μένει τὸ τῆς γεέννης αὐτοὺς πέλαγος. Οὐδὲ γὰρ οἱ τοὺς ἀδελφοὺς ἀποκαλοῦντες μωροὺς ἤδη τὴν δίκην ἔδωκαν· ἐκεῖ γὰρ αὐτοῖς ἡ κόλασις τεταμίευται. Μὴ τοίνυν τὰς ἀποφάσεις τοῦ Θεοῦ ῥήματα εἶναι νομίζετε μόνον. Διὰ τοῦτο γὰρ καὶ ἐνίας αὐτῶν ἐπὶ τὸ ἔργον προήγαγεν· οἷον ἐπὶ τῆς Σαπφείρας, ἐπὶ τοῦ Χαρμὶ, ἐπὶ τοῦ Ἀαρῶν, καὶ ἐφ’ ἑτέρων δὲ πολλῶν, ἵνα οἱ τοῖς λόγοις ἀπιστοῦντες αὐτοῦ, τὴν ἀπὸ τῶν πραγμάτων πίστιν δυσωπηθέντες, παύσωνται λοιπὸν ἀπατῶντες ἑαυτούς, ὡς οὐ δώσοντες δίκην, καὶ μάθωσιν ὅτι τοῦ Θεοῦ τὸ χρηστὸν ἐν τῷ διδόναι προθεσμίαν τοῖς ἁμαρτάνουσιν, οὐκ ἐν τῷ μηδ’ ὅλως κολάζειν τοὺς ἐπιμένοντας τοῖς ἁμαρτήμασιν ἐστιν. Ἐνῆν μὲν οὖν κεῖ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλόν, ἀλλὰ τοῖς μὲν σωφρονοῦσιν ἀρκεῖ καὶ ταῦτα, τοὺς δὲ ἀδιορθώτως ἔχοντας καὶ μαινομένους οὐδὲ πολλῷ τούτων πλείονα τῆς μανίας αὐτοὺς ἀποστῆσαι δυνήσεται. Διὰ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου, πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες. «Περὶ δὲ ὧν ἐγράψατέ μοι, φησί, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι». Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν, καὶ οἱ τὸν γάμον κακίζοντες, καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες· ἀμφοτέρους γὰρ ὁ μακάριος ἐπιστομίζει Παῦλος, καὶ διὰ τούτων, καὶ διὰ τῶν ἐφεξῆς κειμένων.
κε’. Καλὸν ὁ γάμος, ὅτι ἐν σωφροσύνῃ τὸν ἄνδρα διατηρεῖ, καὶ οὐκ ἀφίησιν εἰς πορνείαν κατακυλισθέντα ἀποθανεῖν. Μὴ τοίνυν αὐτὸν διαβάλῃς· πολὺ γὰρ ἔχει τὸ κέρδος, οὐκ ἐῶν τὰ μέλη τοῦ Χριστοῦ μέλη γενέσθαι πόρνης, οὐ συγχωρῶν τὸν ἅγιον ναὸν γίνεσθαι βέβηλον καὶ ἀκάθαρτον. Διὰ τοῦτο καλόν, ὅτι βαστάζει καὶ ἀνορθοῖ τὸν καταπίπτειν μέλλοντα. Ἀλλὰ τὶ τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ’ αὐτοῦ βοηθείας; Ἐνταῦθα γὰρ οὐκέτι χρήσιμον τὸ πρᾶγμα οὐδὲ ἀναγκαῖόν ἐστιν, ἀλλὰ καὶ ἐμπόδιον ἀρετῆς οὐ μόνον τῷ πολλὰ τιθέναι κωλύματα ἀλλὰ κεῖ τῷ τὸ πλέον τῶν ἐγκωμίων ὑποτέμνεσθαι μέρος.
κς’. Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾷν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν, ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε, τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων· οὐ γὰρ εἴασεν αὐτοῦ ἅπασαν φανῆναι τὴν ἰσχύν, οὐδὲ σφόδρα περιβόητον αὐτοῦ γενέσθαι τὸ τρόπαιον. Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημίᾳ· οὐ γὰρ δόξης μόνον τῆς παρὰ τῶν πολλῶν ἀλλὰ καὶ μισθῶν ἀποστερεῖ τῶν τῇ παρθένῳ κειμένων. Διὰ ταῦτα καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Τὶ οὖν ἅπτεσθαι συγχωρεῖς; «Διὰ τὰς πορνείας», φησί. Φοβοῦμαί σε εἰς τὸ τῆς παρθενίας βάραθρον· οὔπω σοι κοῦφον γέγονε τὸ πτερόν, ἵνα πρὸς ἐκείνην ἐπάρω σε τὴν κορυφήν. Καίτοι γε αὐτοὶ τῶν ἄθλων εἵλοντο, καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ. Τὶ τοίνυν φοβῇ καὶ τρέμεις, ᾧ μακάριε Παῦλε; Ὅτι οὗτοι μέν, ἴσως ἂν εἶπε, τὸ πρᾶγμα ἀγνοοῦντες ταύτην ἧφθαι τῆς μάχης, καὶ πρὸς τὸ συμβουλεύειν ἑτέροις ὀκνηρότερον ποιεῖ.
κζ’. Οἶδα τὴν βίαν τοῦ πράγματος, οἶδα τῶν ἀγωνισμάτων τούτων τὸν τόνον, οἶδα τοῦ πολέμου τὸ βαρύ. Φιλονείκου τίνος καὶ βιαίας καὶ ἀπονενοημένης κατὰ τῶν ἐπιθυμιῶν δεῖ ψυχῆς· ἐπὶ γὰρ ἀνθράκων δεῖ περιπατεῖν καὶ μὴ κατακαίεσθαι, ἐπὶ ξίφους βαδίζειν καὶ μὴ πλήττεσθαι. Τοσαύτη γὰρ τῆς ἐπιθυμίας ἡ ἰσχύς, ὅση καὶ πυρὸς καὶ σιδήρου· κἂν μὴ οὕτω τύχῃ παρεσκευασμένη ψυχὴ μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰς ἐκείνης ἀλγηδόνας, ταχέως ἑαυτὴν ἀπολεῖ. Δεῖ τοίνυν ἡμῖν ἀδαμαντίνης διανοίας, μηδέποτε καθεύδοντος ὀφθαλμοῦ, καρτερίας πολλῆς, τειχῶν ἰσχυρῶν, θριγκῶν ἔξωθεν καὶ μοχλῶν, φυλακῶν ἐγρηγορότων καὶ γενναίων, ἀκὶ πρὸ τούτων ἁπάντων τῆς ἄνωθεν ῥοπῆς. «ἐὰν γὰρ μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν». Πῶς οὖν τὴν ῥοπὴν ἐπισπασόμεθα ταύτην; Ὅταν τὰ παρ’ ἑαυτῶν ἅπαντα εἰσενέγκωμεν, λογισμὸν ὑγιῆ, νηστείας καὶ ἀγρυπνίας πολλὴν τὴν ἐπίτασιν, νομοθεσίας ἀκρίβειαν, ἐντολῶν φυλακήν, καὶ τὸ πάντων κεφάλαιον, τὸ μὴ θαῤῥεῖν ἑαυτοῖς. Κἂν γὰρ μεγάλα κατορθωκότες τύχωμεν, ἐκεῖνο λέγειν ἀναγκαῖον πρὸς ἑαυτοὺς διαπαντός, «Ἐὰν μὴ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Οὐ γὰρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις»· καὶ δεῖ νύκτωρ καὶ μεθ’ ἡμέραν ὡπλισμένους ἡμῖν ἑστάναι τοὺς λογισμούς, καὶ φοβεροὺς εἶναι ταῖς ἀναισχύντοις ἐπιθυμίαις· ὡς ἂν μικρὸν ἐνδῶσιν, ἕστηκεν ὁ διάβολος πῦρ ἔχων μετὰ χεῖρας, ὥστε ἐναφεῖναι καὶ καταφλέξαι τοῦ Θεοῦ τὸν ναόν. Πάντοθεν οὖν ἡμᾶς ὠχυρῶσθαι χρή. Πρὸς γὰρ φύσεως ἀνάγκην ἡμῖν ἡ μάχη, πρὸς ἀγγέλων πολιτείαν ὁ ζῆλος, μετὰ ἀσωμάτων δυνάμεων ὁ δρόμος· ἡ γῆ καὶ ὁ σποδὸς τοῖς ἐν οὐρανῷ διατρίβουσιν ἐξισοῦσθαι φιλονεικεῖ, καὶ ἡ φθορὰ πρὸς τὴν ἀφθαρσίαν τὴν ἅμιλλαν ἔθετο. Ἔτι οὖν γάμον καὶ ἡδονὴν τοσούτῳ πράγματι παραβαλεῖν τολμήσει τις, εἰπὲ μοι; Καὶ πῶς οὐκ εὔηθες λίαν; Ταῦτα ἅπαντα ὁ Παῦλος συνειδὼς ἔλεγεν· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». Διὰ ταῦτα ἀνεδύετο, διὰ ταῦτα οὐκ ἐθάῤῥει διαλεχθῆναι ἐξ ἀρχῆς περὶ παρθενίας αὐτοῖς, ἀλλὰ τοῖς περὶ τοῦ γάμου βουλόμενος αὐτοὺς καὶ τοὺς περὶ τῆς ἐγκρατείας λόγους βραχεῖς ποιησάμενος, ἐκείνοις πολλοῖς οὖσιν αὐτοὺς ἐγκατέμιξεν, οὐκ ἀφιεὶς πληγῆναι τὴν ἀκοὴν τῷ τῆς παραινέσεως αὐστηρῷ. Ὁ γὰρ ὅλον δι’ ὅλου διὰ τῶν βαρυτέρων πλέκων τὸν λόγον ἐπαχθὴς τὲ ἐστι τῷ ἀκούοντι, καὶ πολλάκις ἀναγκάζει μετασκιρτῆσαι τὴν ψυχὴν μὲ φέρουσαν τῶν λεγομένων τὸ βάρος. Ὁ δὲ ποικίλλων αὐτόν, καὶ πλείονα ἀπὸ τῶν ῥᾴστων ἢ τῶν δυσκόλων τιθεὶς τὴν μίξιν, τὸ τοῦ πράγματος κλέπτει βαρύ, καὶ διαναπαύσας τὸν ἀκροατὴν οὕτω πείθει καὶ προσάγεται μᾶλλον· ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος ἐποίησεν. Εἰπὼν γάρ, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, ἀπεπήδησεν ἐπὶ τὸν γάμον εὐθέως, Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», λέγων· καὶ τὸ μὲν μακαρίσας μόνον ἀφῆκε· «Καλὸν γάρ, φησίν, ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· περὶ δὲ τοῦ γάμου συμβουλεύει καὶ ἐπιτάττει, καὶ αἰτίαν προστίθησι· «Διὰ γὰρ τὰς πορνείας», φησί. Καὶ δοκεῖ μὲν αἰτιολογεῖν τοῦ γάμου τὴν συγχώρησιν, τῷ δὲ ἀληθεῖ λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ, ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό. Ὁ γὰρ μαθὼν ὅτι παραινεῖται γαμεῖν, οὐκ ἐπειδὴ τὸ κράτιστον τῆς ἀρετῆς ὁ γάμος, ἀλλ’ ἐπειδὴ τοσαύτην αὐτοῦ κατέγνω λαγνείαν ὁ Παῦλος, ὡς ἄνευ γάμου μὴ δυναμένου λαγνείας ἀπέχεσθαι, ἐρυθριάσας καὶ αἰσχυνθείς, σπουδάσει ταχέως ἐπιλαβέσθαι τῆς παρθενίας, καὶ τὴν τοσαύτην ἀποκρούσασθαι ἀδοξίαν.
κη’. Τὶ δὲ μετὰ ταῦτά φησι; «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τὸ ἀνδρί». Εἶτα ἑρμηνεύων αὐτὸ καὶ σαφέστερον ποιῶν ἐπάγει· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή». Καὶ ταῦτα δοκεῖ μὲν ὑπὲρ τοῦ γάμου λέγεσθαι· τὸ δὲ ἀληθές, ὥσπερ ἄγκιστρον τῇ συνήθει περιστείλας τροφῇ, οὕτως εἰς τὰς τῶν μαθητῶν ἀνίησιν ἀκοάς, αὐτοῖς τοῖς περὶ τοῦ γάμου λόγοις ἐξαγαγεῖν αὐτοὺς τοῦ γάμου βουλόμενος. Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται Κύριος ἑαυτοῦ, ἀλλ’ ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ, ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν· ὑπείδῃ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπόν, ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης, ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθῇ τὸν γάμον ἐνόμισαν, ἀλλ’ ὅτε ἤκουσαν τοῦ Κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην, εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γάρ, «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι»· καὶ τό, «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δὲ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα, καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ Κύριος οὐκ ἀφίησι κύριον εἶναι τὸν ἄνδρα τοῦ τῆς οἰκίας ἐκβαλεῖν αὐτήν· ὁ δὲ Παῦλος και τὴν τοῦ οἰκείου σώματος παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδούς, καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἲ γε δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ· ὁ δὲ ἀνὴρ ἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν, καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.
κθ’. Εἰπὼν τοίνυν, «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε». Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾷν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου· ἀλλὰ μὴ δείσετε, μηδὲ ἀβέλτερόν τι πάθητε. Δοκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν· εἰ δὲ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο, τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γὰρ τις αὐτὰ ἁπλῶς ἐπεξιέναι βούλοιτο, τῆς προκειμένης ἀπαλλάττων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα· εἰ δὲ τὸν σκοπὸν ἅπαντα ἀναπτύξειε, καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν. Διὰ τὶ γὰρ μικρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον, μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; Τὶ γὰρ ἔχει πλέον τοῦ, «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω», καί, «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», τό, «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρόν»; Πλέον μὲν οὐδέν· τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται, ἀλλ’ ἵνα μὴ δέξωνται· καὶ δοκεῖ μὲν διδασκαλία τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπὴ τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου· οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτοις αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γάρ, «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει, «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ». Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθὼς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν, εἰπών· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν, εἰπών· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου». Διὰ τὶ δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγε, ἀλλ’ οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· «Ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ»· ἀλλὰ τί; «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μὴ τι ἂν ἐκ συμφώνου»· ὅτι οὕτω προσηνέστερος ὁ λόγος ἐγίγνετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνύς, οὐ μετὰ σφοδρότητος τοῦτο ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται. Οὐ τούτῳ δὲ μόνῳ παραμυθεῖται τὸν ἀκροατήν, ἀλλὰ καὶ τῷ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα, ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι, καὶ τούτοις ἐνδιατρίψαι μᾶλλον.
Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου