Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Ν΄ - ΝΘ'
ν’. Μάλιστα μὲν οὐδὲ ταῦτα ἐφίεται· ὁ δὲ γάμος τὴν τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τρυφὴν παρέχειν ἡμῖν εἴωθε. Καὶ μάρτυς ὁ μακάριος Παῦλος οὑτωσὶ λέγων· «Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν». Εἰ δὲ περὶ χηρῶν ταῦτα εἴρηται, ἄκουσον καὶ περὶ τῶν γεγαμημένων τὶ φησι· «Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ πάσης αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν». Καὶ οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι ἴδοι τις ἂν πολὺν αὐτὸν ποιούμενον τὸν λόγον ὑπὲρ τοῦ μηδὲν ὅλως εἶναι τούτων ἡμῖν περισπούδαστον. Καὶ τὸ λέγω Παῦλον; Ὃς τὲ τῆς ἄκρας φιλοσοφίας ἦν ὁ καιρός, καὶ πολλὴ τοῦ πνεύματος ἡ χάρις, ἔλεγε ταῦτα. Ὁ γὰρ Ἀμὼς τοῖς νηπίοις Ἰουδαίοις διαλεγόμενος, ἐφ’ ὧν καὶ τρυφὴ συγκεχώρητο καὶ πολυτελείᾳ καὶ πάντα, ὡς εἰπεῖν, τὰ περιττά, ἄκουσον πῶς σφόδρα καθάπτεται τῶν τῇ τρυφῇ προσκειμένων· «Οὐαί, οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι Σαββάτων ψευδῶν, καὶ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τοῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι».
να’. Ὅπερ οὖν ἔφην μάλιστα μὲν οὐκ ἐφίεται τρυφᾶν· εἰ δὲ καὶ μηδὲν τούτων ἐκεκώλυτο, ἀλλὰ πάντα συνεχωρεῖτο, ἐστιν ἕτερα τούτῳ ἀντίῤῥοπα εἰς ἀθυμίας καὶ ὀδύνης λόγον· μᾶλλον δὲ οὕτω πλείονα καὶ μείζω, ὡς μηδὲ μικρὰν ἀπὸ τούτων ἡμᾶς λαμβάνειν τὴν αἴσθησιν, ἀλλ’ ἐκποδὼν ἄσαν γίνεσθαι τὴν ἐξ αὐτῶν ἡδονήν.
νβ’. Εἰ γὰρ τις, εἰπὲ μοι, φύσει ζηλότυπος ὧν τύχοι, ἢ καὶ ἐκ τινος προφάσεως οὐκ ἀληθοῦς τούτῳ ληφθείη τῷ κακῷ, τὶ τῆς τοιαύτης ψυχῆς ἐλεεινότερον γένοιτ’ ἄν; Πόλεμόν τινα καὶ χειμῶνα τῇ τοιαύτη παραβάλλοντες οἰκίᾳ, ἀκριβῶς ἐπιτυχεῖν δυνησόμεθα τῆς εἰκόνος· πάντα ὀδύνης μεστά, πάντα ὑποψίας καὶ στάσεως καὶ ταραχῆς. Τῶν γὰρ δαιμονώντων ἢ φρενίτιδι κατεχομένων νόσῳ οὐδὲν ἄμεινον διάκειται ὁ τούτη τῇ μανίᾳ πληγείς· οὕτω συνεχῶς ἐξάλλεται καὶ ἀποπηδᾷ καὶ δυσχεραίνει πρὸς ἅπαντας, καὶ ἑὸς τοῦ παρόντας ἁπλῶς καὶ ἀνευθύνους ἀφίησιν ἀεὶ τὴν ὀργήν, κἂν δοῦλος ᾗ, κἂν υἱός, κἂν ὁστισοῦν ἕτερος. Καὶ ἡδονὴ μὲν ἀπελήλαται πᾶσα, κατηφείας δὲ ἅπαντα γέμει καὶ πένθους καὶ ἀηδίας· κἂν οἶκοι μένῃ, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, κἂν ἀποδημίαν στέλληται, πανταχοῦ τὸ δεινὸν ἅπτεται κέντρου παντὸς χαλεπώτερον παρακνίζον καὶ ἐρεθίζον αὐτοῦ τὴν ψυχήν, καὶ οὐ συγχωροῦν ἠρεμεῖν. Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος, ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε. Τούτων δὲ ἕκαστον καὶ καθ’ ἑαυτὸ μὲν ἱκανὸν ἀπολέσαι τὸν ἁλόντα· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντα πολιορκῇ, συνεχῶς αὐτὸν πιέζοντα, καὶ οὐδὲ βραχὺν ἀναπνεῖν συγχωροῦντα καιρόν, πόσων τοῦτο θανάτων οὐ χαλεπώτερον; Ἂν τὲ γὰρ πενίαν, εἴποι τις τὴν ἐσχάτην, ἂν τε νόσον ἀνίατον, ἂν τε πῦρ, ἂν τε σίδηρον, οὐδὲν ἴσον ἐρεῖ. Καὶ τοῦτο οἱ πεῖραν λαβόντες ἴσασι μόνοι καλῶς· λόγος γὰρ οὐδεὶς ἂν παραστήσειε τοῦ δεινοῦ τὴν ὑπερβολήν. Ὅταν γὰρ τὴν μάλιστα πάντων ἀγαπωμένην, καὶ ὑπὲρ ἧς ἂν ἡδέως καὶ τὴν ψυχὴν προΐτο, ταύτην ἀναγκάζηται δι’ ὑποψίας ἔχειν ἀεί, τὶ τῶν ἁπάντων αὐτὸν παραμυθήσασθαι δύναιτ’ ἄν; Ἂν τε γὰρ εἰς εὐνὴν τρέπεσθαι, ἂν τε σῖτον ἑλέσθαι καὶ πότον δέῃ, τὴν μὲν τράπεζαν οἰήσεται δηλητηρίων γέμειν φαρμάκων μᾶλλον ἢ ἐδεσμάτων· ἐπὶ δὲ τῆς εὐνῆς οὐδὲ μικρὸν ἀτρεμεῖν ἀνέξεται χρόνον, ἀλλ’ ὥσπερ ἀνθράκων ὑποκειμένων οὕτως θορυβεῖται καὶ μεταστρέφεται· καὶ οὔτε συνουσίᾳ φίλων, οὔτε πραγμάτων φροντίς, οὔτε κινδύνων φόβος, οὔτε ἡδονῆς ὑπερβολή, οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται· ἀλλὰ παντὸς μὲν χρηστοῦ, παντὸς δὲ λυπηροῦ τυραννικώτερον οὗτος αὐτοῦ κατακρατεῖ τὴν ψυχὴν ὁ χειμών. Ταῦτα διασκεψάμενος ὁ Σολομῶν ἔλεγε· «Σκληρὸς ὡς ᾅδης ζῆλος»· καὶ πάλιν, «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων». Τοσαύτη γὰρ ἡ τῆς νόσου ταύτης μανία, ὡς μηδὲ μετὰ τὴν τοῦ λελυπηκότος τιμωρίαν ἀφεῖσθαι τῆς ὀδύνης· πολλοὶ γοῦν πολλάκις ἀνελόντες τὸν μοιχόν, τὸν θυμὸν καὶ τὴν ἀθυμίαν οὐκ ἴσχυσαν ἀνελεῖν. Εἰσὶ δὲ οἳ καὶ μετὰ τὸ κατασφάξαι τὰς ἑαυτῶν γυναῖκας ἔμεναν ὁμοίως ἢ καὶ μειζόνως τηκόμενοι τῇ πυρᾷ. Καὶ ὁ μὲν ἀνὴρ τοσούτοις συζῇ κακοῖς, καὶ ὅταν μηδὲν ἀληθὲς ὃν τύχῃ· ἡ δὲ ἀθλίᾳ καὶ ταλαίπωρος ἐκείνη πολλῷ χαλεπωτέρα ὑπομένει τἀνδρός. Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων, καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν; Πρὸς τίνα καταφύγῃ; Πόθεν τῶν κακῶν εὕρῃ τὴν ἀπαλλαγήν, τοῦ λιμένος αὐτῇ προκεχωσμένου, καὶ μυρίων γέμοντος προβόλων; Τότε καὶ οἰκέται καὶ θεράπαιναι τἀνδρὸς ὑβριστικώτερον αὐτῇ κέχρηνται· ὕποπτον μὲν γὰρ καὶ ἄλλως καὶ ἀχάριστον τοῦτο τὸ γένος, ὅταν δὲ καὶ παῤῥησίας μείζονος ἐπιλάβηται, καὶ διαστασιάζοντας πρὸς ἀλλήλους ἴδῃ τοὺς κρατοῦντας αὐτῶν, οὐ μικρὰν ἀφορμὴν τῆς οἰκείας βδελυρίας τὸν ἐκείνων λαμβάνουσι πόλεμον. Καὶ γὰρ συντιθέναι καὶ πλάττειν ὅσαπερ ἂν ἐθέλωσιν ἔξεστιν αὐτοὶ μετὰ ἀδείας ἁπάσης τότε, καὶ τὴν ὑποψίαν ταῖς παρ’ αὐτῶν διαβολαῖς δυνατωτέραν ποιεῖν. Ἡ γὰρ ἅπαξ τῇ πονηρὰ ταύτῃ νόσῳ κατασχεθεῖσα ψυχὴ πάντα εὐκόλως πείθεται, καὶ πᾶσιν ἀναπετάσασα ἐξ ἴσης τὴν ἀκοήν, οὐκ ἀνέχεται διακρίνειν τοὺς συκοφάντας τῶν μὴ τοιούτων, ἀλλὰ καὶ αὐτοὶ μάλιστα πιστὰ λέγειν δοκοῦσιν, ὅσοι τὴν ὑποψίαν ἐπαίρουσιν, ἢ ὅσοι σπουδάζουσιν αὐτὴν καθελεῖν. Ἐντεῦθεν λοιπὸν ἀνάγκη δεδοικέναι καὶ τρέμειν τοῦ συνοικοῦντος οὐχ ἧττον τοὺς δραπέτας ἐκείνους, καὶ τὰς ἐκείνων γυναῖκας, καὶ τὴν αὐτῇ πρέπουσαν τάξιν προεμένην αὐτοῖς, τὴν ἐκείνων ἀντιλαβεῖν. Πότε οὖν ἀδακρυτὶ διαγαγεῖν δυνήσεται; Ποίαν νύκτα; Ποίαν ἡμέραν; Ποίαν ἑορτήν; Πότε στεναγμῶν χωρὶς καὶ ὀδυρμῶν καὶ θρήνων; Ἀπειλαὶ καὶ ὕβρεις καὶ λοιδορίαι διαπαντὸς αἱ δὲ παρὰ τῶν μιαρῶν θεραπόντων· φυλακαί, προφυλακαί, καὶ ἅπαντα δέους καὶ τρόμου μεστά. Οὐ γὰρ εἴσοδοι αἱ ἔξοδοι πολυπραγμονοῦνται μόνον, ἀλλὰ καὶ ῥήματα καὶ βλέμματα καὶ στεναγμὸς μετὰ πολλῆς βασανίζεται τῆς ἀκριβείας, καὶ ἀνάγκη ἢ τῶν λίθων ἀκινητοτέραν εἶναι, καὶ σιγὴ πάντα φέρειν, καὶ τῷ θαλάμω, προσηλῶσθαι διαπαντὸς δεσμώτου χεῖρον, ἢ βουλομένην φθέγγεσθαι καὶ στένειν καὶ ἐξιέναι, πάντων εὐθύνας ὑπέχειν καὶ λόγον, ἐν τοῖς διεφθαρμένοις ἐκείνοις δικασταῖς, ταῖς θεραπαινίσι λέγω καὶ τῷ πλήθει τῶν οἰκετῶν. Τούτων, εἰ βούλει, μεταξὺ τῶν δεινῶν τίθει καὶ πλοῦτον ἄφατον, καὶ τραπέζης πολυτέλειαν, καὶ οἰκετῶν ἀγέλας, γένους λαμπρότητα, δυναστείας, μέγεθος, δόξαν πολλήν, προγόνων περιφάνειαν· μηδὲν ὅλως ἁφῆς τῶν δοκούντων ζηλωτὸν τὸν παρόντα βίον ποιεῖν, ἀλλὰ πάντα ἀκριβῶς συναγαγών, ἀντίθες ταύτῃ τῇ λύπῃ, καὶ οὐδὲ φαινομένην ὄψει τὴν ἐξ ἐκείνων ἡδονήν, ἀλλ’ οὕτως ἠφανισμένην, ὥσπερ ἐν πελάγει πολλῷ σπινθῆρα μικρὸν ἐμπεσόντα σβεσθῆναι εἰκός. Καὶ ταῦτα μὲν ὅταν ὁ ἀνὴρ ζηλοτυπῇ· εἰ δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος (οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι), ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν· οὔτε γὰρ τοῖς αὐτοῖς ὅπλοις χρήσασθαι ἐπὶ τὸν ὑποπτευθέντα δυνήσεται· τὶς γὰρ ἀνέξεται γυναικὸς κελευούσης οἶκοι μένειν διαπαντός; Τὶς δὲ τὸν δεσπότην τολμήσει παρατηρεῖσθαι τῶν οἰκετῶν, καὶ οὐκ εὐθέως ἐπὶ τὸ βάραθρον ἀπαχθήσεται; Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν, οὔτε τῷ τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ’ ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ· ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτήν, ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι. Καὶ ταῦτα μὲν ἐν ταῖς ὑποψίαις· ὅταν δὲ ἀληθὲς ὃν τύχῃ τὸ δεινόν, τὴν μὲν γυναῖκα οὐδεὶς ἐξαιρήσεται τῶν τοῦ ἠδικημένου χειρῶν, ἀλλ’ ἔχων αὐτῷ βοηθοῦντας τοὺς νόμους τὴν ἁπάντων αὐτῷ φιλτάτην εἰς δικαστήριον ἀγαγὼν κατέσφαξεν· ὁ δὲ ἀνὴρ τὴν μὲν ἀπὸ τῶν νόμων διαφεύγει τιμωρίαν, τῇ δὲ ἄνωθεν καὶ τῇ τοῦ Θεοῦ τετήρηται ψήφῳ. Ἀλλ’ οὐχ ἱκανὸν τοῦτο παραμυθήσασθαι τὴν ἀθλίαν ἐκείνην ἀλλ’ ἀνάγκη μακρὸν τινα καὶ ἐλεεινὸν ὑπομένειν θάνατον, τὸν ἀπὸ τῶν μαγγανειῶν, τὸν ἀπὸ τῶν φαρμακειῶν, ἅπερ αἱ πορνευόμεναι γυναῖκες κατασκευάζουσιν. Εἰσὶ δὲ αἷς οὔτε ἐπιβουλῆς ἐπὶ τὰς ἠδικημένας ἐδέησεν, ἀλλ’ ἔφθασαν ἐκεῖναι προαναρπασθεῖσαι τῇ τῆς ἀθυμίας σφοδρότητι· ὥστε εἰ καὶ πάντες ἄνδρες ἐπέτρεχον τῷ γάμῳ, τὰς γυναῖκας οὐκ ἐχρῆν αὐτὸν διώκειν. Οὔτε γὰρ ἂν ἔχοιεν εἰπεῖν ὡς τοσαύτη παρ’ αὐταῖς τῆς ἐπιθυμίας ἡ τυραννίς, καὶ τῶν τοῦ πράγματος κακῶν τὸ πλέον αὐταὶ καρποῦνται μέρος, ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξε. Τὶ οὖν, φησίν, ἅπασι τοῦτο πρόσεστι τοῖς γάμοις; Ἀλλ’ οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόῤῥω καὶ μακρὰν πάσης ἐστί. Καὶ ἡ μὲν γαμηθεῖσα, κἂν μὴ τῷ δεινῷ περιπέσῃ, ἀλλὰ τῇ τοῦ δεινοῦ προσδοκίᾳ περιπεσεῖται οὐ γὰρ ἔστι τὴν ἀνδρὶ μέλλουσαν ὁμιλεῖν, μὴ μετὰ τῆς ὁμιλίας πάντα ἀναλογίζεσθαι καὶ δεδοικέναι τὰ δεινά· ἡ δὲ παρθένος οὐ μόνον τῶν δυσχερῶν πραγμάτων, ἀλλὰ καὶ τῆς ὑποψίας ἀπήλλακται. Οὐ πρόσεστι τοῦτο πᾶσι τοῖς γαμίοις. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ἀλλ’ ἐὰν τοῦτο μὴ προσῇ, πολλὰ ἕτερα πρόσεστι· κἂν ἐκεῖνά τις διαφύγῃ, πάντα ἁπλῶς διαφυγεῖν οὐ δυνήσεται. Ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἀκανθῶν τῶν τοῖς ἱματίοις προσπηγνυμένων ἐν τῷ τὰς αἱμασιὰς διαβαίνειν, ὅταν ἐπιστραφῇ τις τὴν μίαν ἐξελεῖν, ἑτέραις κατέχεται πλείοσιν, οὕτω καὶ ἐπὶ τῶν τοῦ γάμου πραγμάτων ὁ τοῦτο διαδράς, ἐκείνῳ περιπείρεται πάλιν· καὶ ὁ τοῦτο διαδύς, ἄλλῳ προσέπταισε, καὶ ὀλοῶς οὐκ ἔνι γάμον πάσης εὑρεῖν ἀηδίας ἐλεύθερον.
νγ’. Ἀλλ’, εἰ βούλει, τὰ δυσχερῆ τέως ἀφέντες τὸ δοκοῦν εἶναι ἐν αὐτῷ μακαριστόν, καὶ οὐ πολλοὶ πολλάκις, μᾶλλον δὲ πάντες εὔχονται ἐπιτυχεῖν, τοῦτο ἀγαγόντες εἰς μέσον ἐξετάσωμεν νῦν. Τὶ δὴ τοῦτό ἐστιν; Τὸ πένητα ὄντα καὶ εὐτελῆ καὶ ταπεινὸν ἀπὸ μεγάλων καὶ δυνατῶν καὶ πολλὰ χρήματα κεκτημένων γυναῖκα λαβεῖν. Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον τὰς συμφοράς. Ἔστι μὲν γὰρ καὶ ἄλλως τὸ τῶν ἀνθρώπων γένος ὑπεροπτικώτατον, καὶ ἐν αὐτῷ τούτῳ μᾶλλον τὸ τῶν γυναικῶν, ὅσῳ καὶ ἀσθενέστερον· διὸ καὶ μᾶλλον ὑπὸ τοῦ πάθους ἁλίσκεται· ὅταν δὲ καὶ ἀφορμὰς ἔχῃ τῆς ὑπεροψίας πολλάς, οὐδὲν ἐστι τὸ κατέχον αὐτάς· ὥσπερ ὕλης τινὸς λαβομένη φλόξ, οὕτως εἰς ὕψος ἄφατον αἴρονται, καὶ τὴν τάξιν ἀντιστρέφουσι, καὶ τὰ ἄνω κάτω ποιοῦσιν. Οὐ γὰρ ἀφίησιν ἐν τῇ τῆς κεφαλῆς χώρᾳ μένειν τὸν ἄνδρα ἡ γυνή, ἀλλ’ ὑπὸ φρονήματος καὶ ἀπονοίας ἀπωσαμένη τῆς τάξεως αὐτὸν ἐκείνης, καὶ εἰς τὴν αὐτῇ προσήκουσαν ἄγουσα, τὴν τῆς ὑποταγῆς, αὐτὴ γίνεται κεφαλὴ καὶ ἀρχή. Τὶ οὖν ταύτης τῆς ἀνωμαλίας χεῖρον γένοιτ’ ἄν; Καὶ σιωπῶ τὰ ὀνείδη, τὰς ὕβρεις, τὰς ἀηδίας, ἃ πάντων ἐστὶν ἀφορητότερα.
νδ’. Εἰ δὲ λέγοι τις (καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων ἐγώ, ὅταν τοιοῦτοι γίνωνται λόγοι). Πλουτείτω μόνον καὶ εὔπορος ἔστω, καὶ οὐδὲν ἔργον ἐστὶ κατενεγκεῖν αὐτῆς καὶ ταπεινῶσαι τὸ φρόνημα· εἰ τις οὖν ταῦτα λέγοι, πρῶτον μὲν ἀγνοεῖ ὅτι τῶν σφόδρα δυσκόλων ἐστίν· ἔπειτα ὅτι κἂν γένοιτο οὐ μικρὰν ἔχει τὴν ζημίαν. Τὸ γὰρ ἀνάγκῃ καὶ δεδοικυῖαν καὶ μετὰ βίας ὑποτετάχθαι τῷ ἀνδρὶ τοῦ μετὰ πάσης ἐξουσίας ἐπιτάττειν αὐτῷ βαρύτερον ἔσται καὶ ἀηδέστερον. Τὶ δήποτε; Ὅτι πᾶσαν ἐκβάλλει φιλίαν καὶ ἡδονὴν αὕτη ἡ βίᾳ· φιλίας δὲ οὐκ οὔσης οὐδὲ πόθου, ἀλλ’ ἀντὶ τούτῳ φόβου καὶ ἀνάγκης, τίνος ὁ τοιοῦτος ἄξιος ἔσται γάμος λοιπόν;
νε’. Καὶ ταῦτα μὲν ἡ γυνὴ ὄτα εὔπορος ᾗ. Εἰ δὲ συμβαίη ταύτην μὲν μηδὲν ἔχειν, τὸν δὲ ἄνδρα πλουτεῖν, θεράπαινα μὲν ἀντὶ γαμετῆς, καὶ ἡ ἐλευθέρα γίνεται δούλη, καὶ τὴν αὐτῇ προσήκουσαν παῤῥησίαν ἀπολέσασα, τῶν ἀργυρωνήτων οὐδὲν ἄμεινον διακείσεται, ἀλλὰ κἂν ἀσελγαίνειν, κἂν παροινεῖν ἐκεῖνος ἐθέλῃ, κἂν ἐπ’ αὐτὴν ἄγειν τὴν ἐκείνης εὐνὴν ἑταιριζομένων πλῆθος γυναικῶν, πάντα φέρειν ἀνάγκη καὶ ἀσμενίζειν, ἢ τῆς οἰκίας ἐκπεσεῖν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ’ ὅτι τἀνδρὸς οὕτω διακειμένου, οὔτε οἰκέταις, οὔτε θεραπαινίσι μετ’ ἐλευθερίας ἐπιτάττειν δυνήσεται, ἀλλ’ ὥσπερ ἂν ἀλλοτρίοις ζῶσα, καὶ τῶν οὐ προσηκόντων ἀπολαύουσα, καὶ δεσπότῃ μᾶλλον ἢ ἀνδρὶ συνοικοῦσα, οὕτω καὶ πράττειν καὶ πάσχειν ἅπαντα ἀναγκάζεται. Εἰ δὲ καὶ ἐξ ὁμοίων τις ἐθέλοι γαμεῖν, πάλιν τῷ τῆς ὑποταγῆς νόμῳ τὰ τῆς ὁμοτιμίας λυμαίνεται, τοῦ τῆς οὐσίας μέτρου πείθοντος αὐτὴν ἐξισοῦσθαι τῷ ἀνδρί. Τὶ οὖν ἂν τις ποιήσειε τοσαύτης δυσκολίας πανταχοῦ οὔσης; Μὴ γὰρ μοι, εἴπου σφόδρα ὀλίγοι καὶ εὐαρίθμητοι ταῦτα διέφυγον γάμοι, τούτους εἰς μέσον ἀγάγῃς· οὐ γὰρ ἀπὸ τῶν σπανιζόντων, ἀλλ’ ἀπὸ τῶν ἀεὶ συμβαινόντων χαρακτηρίζειν τὰ πράγματα προσήκει. Ἐπὶ μὲν γὰρ τῆς παρθενίας δύσκολον ταῦτα γενέσθαι, μᾶλλον δὲ ἀδύνατον, ἐπὶ δὲ τῶν γάμων δύσκολον μὴ γενέσθαι.
νς’. Εἰ δὲ ἐπὶ τοῖς δοκοῦσιν εἶναι χρηστοῖς, τοσαῦται τίκτονται ἀηδίαι καὶ συμφοραί, τὶ ἂν τις ἐπὶ τοῖς ὡμολογημένοις εἴποι λυπηροῖς; Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἐναποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ τῶν ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμε δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων καὶ ὅσῳπερ ἂν εἰς πλείονας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ· καὶ καθ’ ἕκαστον τούτων εἴτε ζημία χρημάτων, εἴτε σώματος ἀῤῥωστία, εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν· κἂν μὲν προαπέλθωσιν ἅπαντες, ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτω καθαρὰν εὕροι τις ἂν παραμυθίαν. Ὁ γὰρ ὑπὲρ τῶν ζώντων ἀεὶ φόβος κατασείων τὴν ψυχὴν οὐκ ἐλάττων τῆς ἐπὶ τοῖς τετελευτηκόσι γίνεται λύπης, ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, χαλεπώτερος. Τὴν μὲν γὰρ ἐπὶ τοῖς κεκοιμημένοις ἀθυμίαν ὁ χρόνος ἐμάλαξε, τὰς δὲ ὑπὲρ τῶν ζώντων φροντίδας μένειν ἀνάγκη διαπαντός, ἢ θανάτῳ παύσασθαι μόνῳ. Εἰ δὲ τοῖς οἰκείοις οὐκ ἀρκοῦμεν πάθεσι, ποῖον βιωσόμεθα βίον τὰς ἑτέρων πενθεῖν ἀναγκαζόμενοι συμφοράς; Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνεγράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησαν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται, καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν, καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι, πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσαν συμφοράν. Ἀλλ’ οὐ ταῦτα, φησί, πᾶσιν, οὐδὲ ἀεὶ συμπίπτειν εἴωθεν, ἀλλ’ οὐδὲ πάντων κεχώρισται (καὶ γὰρ ἐγὼ τὰ αὐτὰ πάλιν ἐρῶ), ἀλλὰ τοῖς μὲν καὶ διὰ τῆς πείρας ἐπῆλθον, ὅσοι δὲ τὴν πεῖραν διέφυγον, τούτους διὰ τῆς προσδοκίας ἠνίασε. Παρθένος δὲ πᾶσα καὶ τῆς πείρας καὶ τῆς προσδοκίας ἐστὶν ἀνωτέρα.
νζ’. Πλὴν ἀλλ’ εἰ δοκεῖ ἐκεῖνα ἀφέντες, ἃ συγκεκλήρωται φύσει τῷ γάμῳ, καὶ ἅπερ οὐδεὶς ἂν οὔτε ἑκὼν οὔτε ἄκων διαφύγοι, ταῦτα διασκεψώμεθα νῦν. Τίνα οὖν ἐστι ταῦτα; Ὠδῖνες καὶ τόκοι καὶ παιδία. Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, καὶ τὰ πρὸ τοῦ γάμου καταμάθωμεν ὡς δυνατόν· μετὰ ἀκριβείας γὰρ παθόντες ἴσασι μόνοι. Ἐπέστη τῆς μνηστείας ὁ καιρὸς καὶ φροντίδες εὐθέως ἐπάλληλοι καὶ ποικίλαι, τίνα ἄρα λήψεται ἄνδρα, μὴ δυσγενῆ, μὴ τῶν ἀτίμων τινά, μὴ αὐθάδη, μὴ ἀπατεῶνα, μὴ ἀλαζόνα, μὴ θρασύν, μὴ ζηλότυπον, μὴ μικρολόγον τινά, μὴ εὐήθη, μὴ πονηρόν, μὴ σκληρόν, μὴ ἄνανδρον. Ταῦτα γὰρ ἅπαντα συμβαίνειν μὲν οὐκ ἀνάγκη ταῖς γαμουμέναις ἀπάσαις, μεριμνᾶν δὲ ἀνάγκη καὶ φροντίζειν ἅπαντα· οὔπω γὰρ ὄντος τοῦ κληρωθησομένου δήλου, ἀλλ’ ἔτι τῆς ἐλπίδος μετεώρου μενούσης, πάντα ἡ ψυχὴ δέδοικε καὶ τρέμει, καὶ οὐδὲν ἐστιν ὅπερ οὐ λογίζεται τούτων. Εἰ δὲ λέγοι τις ὅτι καὶ τὰ ἐναντία προσδοκῶσα εὐφραίνεσθαι δύναιτ’ ἄν, εὖ ἴστω ὅτι οὐχ οὕτως ἡμᾶς αἱ τῶν ἀγαθῶν ἐλπίδες παραμυθοῦνται, ὡς αἱ τῶν πονηρῶν προσδοκίαι λυποῦσι. Τὰ μὲν γὰρ ἀγαθὰ ὅταν ἐλπισθῇ βεβαίως, τότε μόνον τίκτει τὴν ἡδονήν· τὰ δὲ κἀκ κἂν ὑποπτευθῇ μόνον εὐθέως συνέχεε καὶ συνετάραξε τὴν ψυχήν. Ὥσπερ δὲ ἐπὶ τῶν ἀνδραπόδων ἡ τῶν ἐσομένων ἀδηλία δεσποτῶν οὐκ ἀφίησιν ἠρεμήσαι τὴν ἐκείνων ψυχήν, οὕτω καὶ ἐπὶ τὴν παρθένων πάντα τὸν ἀπὸ τῆς μνηστείας καιρὸν χειμαζομένῳ πλοίῳ προσέοικεν αὐτῶν ἡ ψυχή, καθ’ ἑκάστην ἡμέραν τῶν γονέων τοὺς μὲν κρατούντων, τοὺς δὲ ἐκβαλλόντων. Τὸν γὰρ νικήσαντα χθὲς τῶν μνηστήρων σήμερον παρευδοκίμησεν ἕτερος, καὶ τοῦτον πάλιν ἐξέβαλεν ἄλλος. Ἔστι δὲ ὅτε καὶ πρὸς αὐτοῖς τοῦ γάμοι ταῖς θύραις ὁ μὲν προσδοκηθεὶς νυμφίος κεναῖς ἀπῆλθε χερσί, τῷ δὲ μὴ ἐλπισθέντι τὴν κόρην παρέδωκαν οἱ γονεῖς. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες χαλεπὰς ἔχουσι τὰς φροντίδας. Τούτους μὲν γὰρ καὶ πολυπραγμονεῖν ἔνεστι, τὴν δὲ ἔνδον συγκεκλεισμένην διαπαντὸς πῶς ἂν τις περιεργάσαιτο τρόπων ἕνεκεν ἢ μορφῆς; Καὶ ταῦτα μὲν κατὰ τὸν τῆς μνηστείας καιρόν· ὅταν δὲ ὁ τοῦ γάμου παραγίνηται, ἐπιδίδωσιν ἡ ἀγωνία, καὶ τῆς ἡδονῆς πλείων ὁ φόβος, μήποτε ἀπ’ αὐτῆς τῆς ἑσπέρας ἀηδὴς τις εἶναι δόξῃ, καὶ τῆς προσδοκίας πολλῷ καταδεέστερα. Τὴν μὲν γὰρ παρὰ τὴν ἀρχὴν εὐδοκιμήσασαν ὕστερον καταφρονηθῆναι φορητόν· ὅταν δὲ ἀπ’ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς φαίνηται προσκορής, πότε δυνήσεται θαυμασθῆναι λοιπόν; Καὶ μὴ μοι τοῦτο εἴπῃς, τὶ δέ, ἂν εὔμορφος οἶσα τύχῃ; Οὐδὲ γὰρ οὕτω ταύτης ἀπήλλακται τῆς φροντίδος. Πολλαὶ γοῦν διαλάμψασαι σφόδρα κατὰ τὴν τοῦ σώματος ὥραν οὐκ ἴσχυσαν τοὺς ἄνδρας ἑαυτῶν ἑλεῖν, ἀλλὰ ἀφέντες αὐτὰς ἐκεῖνοι ταῖς σφόδρα λειπομέναις αὐτῶν ἐξέδωκαν ἑαυτούς. Καὶ ταύτης δὲ τῆς φροντίδος λυθείσης ἑτέρα, πάλιν ἐπεισέρχεται ἀηδία ἐν τῇ τῆς προικὸς καταβολῇ, ὃ τε κηδεστὴς οὐ μετὰ προθυμίας ἀποδιδούς, ἅτε προῖκα κατατιθείς, ὃ τε νυμφίος πάντα μὲν ἀπολαβεῖν σπεύδων, τὴν δὲ εἴσπραξιν μετὰ αἰδοῦς ποιεῖσθαι ἀναγκαζόμενος, ἢ τὲ γυνὴ ἐν τῇ τῆς ἐκτίσεως ἀναβολῇ αἰσχυνομένη καὶ ἐρυθριῶσα τὸν ἄνδρα παντὸς μᾶλλον ἀγνώμονος ὀφειλέτου· παρίημι νῦν. Ἀλλὰ γὰρ ἐκείνης τῆς φροντίδος λυθείσης ὁ τῆς ἀπαιδίας εὐθέως ἐπεισέρχεται φόβος, καὶ πρὸς τούτῳ πάλιν ἡ τῆς πολυπαιδίας φροντίς, καὶ οὐδενὸς ὄντων τούτων οὐδέπω φανεροῦ, ταῖς ἀμφοτέρων ἐξ ἀρχῆς ταράττονται φροντίσι. Κἂν μὲν εὐθέως κυήσῃ, μετὰ φόβου πάλιν ἡ χαρὰ (οὐδὲν γὰρ τῶν ἐν τῷ γάμῳ καλῶν φόβου χωρίς)· ὁ δὲ φόβος, μήποτε γενομένης ἀμβλώσεως διαφθαρῇ μὲν τὸ συλληφθέν, κινδυνεύσῃ δὲ περὶ τῶν ἐσχάτων ἡ κύουσα. Ἂν δὲ πολὺς μεταξὺ γένηται χρόνος, ἀπαῤῥησίαστος ἡ γυνή, ὥσπερ αὐτὴ κυρία οὖσα τοῦ τεκεῖν. Ὅταν δὲ ὁ τοῦ τόκου καιρὸς ἐπιστῇ, διακόπτουσι μὲν καὶ διασπῶσι τὴν ἐπὶ τοσούτῳ χρόνῳ πονηθεῖσαν νηδὺν ὠδῖνες, αἱ καὶ μόναι ἱκαναὶ πάντα συσκιάσαι τὰ τοῦ γάμου χρηστά. Θορυβοῦσι δὲ αὐτὴν καὶ ἀλλὰ μετὰ τούτων φροντίδες. Ἡ γὰρ ἀθλίᾳ καὶ ταλαίπωρος κόρη, καίτοι οὕτω σφοδρῶς ὑπὸ τῶν ἀλγηδόνων ἐκείνων κατατεινομένη, δέδοικε τούτων οὐχ ἧττον, μήποτε λελωβημένον καὶ ἀνάπηρον ἀντὶ ἀρτίου καὶ ὑγιοῦς προέλθῃ, μήποτε ἀντὶ ἄῤῥενος θῆλυ. Καὶ γὰρ αὕτη οὐχ ἧττον αὐτὰς τῶν ὠδίνων ἡ ἀγωνία θορυβεῖ τότε· οὐδὲ γὰρ ἐν οἷς εἰσιν ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ ὧν τῆς αἰτίας ἀφεῖνται, κἂν τούτοις δεδοίκασι τοὺς ἄνδρας οὐκ ἔλαττον ἢ ἐν ἐκείνοις, καὶ τὴν ἰδίαν ἀσφάλειαν ἀφεῖσαι σκοπεῖν ἐν τοσούτῳ κλύδωνι, μεριμνῶσι μὴ τι τἀνδρὶ τῶν ἀβουλήτων γένηται. Τοῦ δὲ παιδίου πεσόντος εἰς τὴν γῆν καὶ πρώτην ἀφέντος φωνήν, ἑτάραι πάλιν διαδέχονται φροντίδες, αἱ τῆς σωτηρίας, αἱ τῆς ἀνατροφῆς. Κἂν μὲν εὐφυὲς ὃν τύχῃ καὶ πρὸς ἀρετὴν ἐπιτήδειον, πάλιν ἐν φόβοις οἱ τεκόντες μὴ τι πάθῃ δεινὸν τὸ τεχθέν, μὴ θάνατον ἄωρον ὑποστῇ, μὴ μεταβάλῃ πρὸς κακίαν τινά.οὐδὲ γὰρ ἐκ πονηρῶν χρηστοὶ γίνονται μόνον, ἀλλὰ καὶ ἀπὸ σπουδαίων φαῦλοι καὶ πονηροί. Κἂν μὲν οὕτων τι γένηται τῶν ἀπευκτῶν, ἀφορητοτέραν ἔχει τὴν λύπην, ἢ εἰ παρὰ τὴν ἀρχὴν ταῦτα συνέπεσε· ἂν δὲ ἅπαντα μένῃ τὰ χρηστὰ βεβαία, ὁ γοῦν ἀπὸ τῆς μεταβολῆς ἀεὶ πάρεστιν αὐτοῖς φόβος, κατασείων τὴν ψυχὴν τῶν τεκόντων, καὶ πολὺ τῆς ἡδονῆς ὑποτεμνόμενος μέρος. Ἀλλ’ οὐ πᾶσι τοῖς γεγαμηκόσι παῖδας ἔχειν συμβαίνει. Οὐκοῦν ἑτέραν μοι λέγεις πάλιν ἀθυμίας ὑπόθεσιν. Ὅταν οὖν καὶ παίδων ὄντων καὶ οὐκ ὄντων, καὶ χρηστῶν γενομένων καὶ πονηρῶν, διαφόροις συνέχωνται λύπαις καὶ φροντίσι, πόθεν λοιπὸν ἡδίστην καλέσωμεν τὴν τῷ γάμῳ ζωήν; Πάλιν, ἂν μὲν ὁμονοοῦντες οἱ συνοικοῦντες διατελῶσι, φόβος μὴ θάνατος ἐμπεσὼν διακόψῃ τὴν ἡδονήν· μᾶλλον δὲ οὐκέτι φόβος τοῦτο μόνον, οὐδὲ μέχρι προσδοκίας τὸ δεινόν, ἀλλὰ καὶ εἰς ἔργον αὐτὸ προελθεῖν πάντως ἀνάγκη. Οὐδεὶς γὰρ ἔσχεν ἐπιδεῖξαί ποτε ἐν ἡμέρᾳ μιᾷ ἀμφοτέρους τελευτήσαντας· τούτου δὲ οὐκ ὄντος τὸ λειπόμενον ἀνάγκη πολὺ τοῦ θανάτου χαλεπωτέραν ὑπομένειν ζωήν, ἂν τε πολὺν τύχῃ συνῳκηκὼς χρόνον, ἂν τε ὀλίγον. Ἐκεῖνος μὲν γὰρ ὅσῳ πλείονα τὴν πεῖραν ἔλαβε, τοσούτῳ μείζονα ἔχει τὴν ὀδύνην, τῆς πολλῆς συνηθείας ἀφόρητον ποιούσης τὸν χωρισμόν· ὁ δὲ πρὶν ἢ γεύσασθαι καὶ ἐμπλησθῆναι τῆς φιλίας, ἀκμαζούσης ἔτι τῆς ἐπιθυμίας, αὐτὴν ἀφαιρεθείς, αὐτὸ τοῦτο μᾶλλον ἐκείνου πενθεῖ, καὶ ἐξ ὑποθέσεως ἐναντίων ἴσοις ἀμφότεροι συνέχονται τοῖς λυπηροῖς. Τὶ δὲ χρὴ λέγειν τοὺς ἐν τῷ μεταξὺ γινομένους χωρισμούς, τὰς μακρὰς ἀποδημίας, τὰς συνεζευγμένας αὐτοῖς ἀγωνίας, τὰς νόσους. Καὶ τὶ τοῦτο πρὸς τὸν γάμον; Φησί. Μάλιστα μὲν καὶ ἀπὸ τῆς αἰτίας τῆς τούτου πολλαὶ πολλάκις ἠῤῥώστησαν. Καὶ γὰρ ὑβρισθεῖσαν καὶ ὀργισθεῖσαι τοτὲ μὲν ὑπὸ τοῦ θυμοῦ, τοτὲ δὲ ὑπὸ τῆς ἀθυμίας πολλοὺς ἔτεκον πυρετούς. Ἐὰν δὲ καὶ παρόντος μηδὲν πάθωσι τοιοῦτον, ἀλλὰ προσηνοῦς ἀπολαύσωσι διαπαντός, ὑπὸ τῆς ἀποδημίας εἰς ταῦτα πάλιν περιίστανται τὰ κακά. Πλὴν ἀλλὰ ταῦτα πάντα παρείσθω, καὶ μηδὲν ἐγκαλῶμεν τῷ γάμῳ, ἀλλ’ οὐχὶ μετὰ τούτων κἀκείνης αὐτὸν ἀπαλλάξαι δυνησόμεθα τῆς αἰτίας. Ποίας δὲ ταύτης; Ὅτι τὸν ὑγιαίνοντα οὐδὲν ἀφίησιν ἄμεινον τοῦ κάμνοντος διακεῖσθαι, ἀλλ’ εἰς τὴν αὐτὴν τῷ κειμένῳ καθίστησιν ἀθυμίαν.
νη’. Βούλει καὶ ταῦτα πάντα ἐκβαλόντες θῶμεν τῷ λόγῳ τὰ ἀδύνατα, καὶ συγχωρήσωμεν γενέσθαι γάμον πάντα ὁμοῦ ἔχοντα τὰ ἀγαθά, πολυπαιδίαν, εὐπαιδίαν, πλοῦτον, γυναικὸς σωφροσύνην, κάλλος, σύνεσιν, ὁμόνοιαν, γῆρας μακρόν; Προσέστω καὶ γένους περιφάνεια, καὶ δυναστείας μέγεθος, καὶ μηδὲ τὸ κοινὸν τοῦτο τῆς φύσεως ὀχλείτω πάθος, ὁ φόβος τῆς τούτων μεταβολῆς, ἀλλ’ ἐξωρίσθω πᾶσα μὲν ἀθυμίας ὑπόθεσις, πᾶσα δὲ φροντίδος καὶ μερίμνης ἀφορμή, καὶ μήτε ἄλλη τις αἰτία, μήτε θάνατος ἄωρος διαζευγνύτω τὸν γάμον, ἀλλὰ καὶ τοῦτον ἐν μιᾷ πάντες δεχέσθωσαν ἡμέρᾳ, ἤ, ὃ τούτων πολλῷ μακαριώτερον εἶναι δοκεῖ, μενέτωσαν μὲν οἱ παῖδες κληρονόμοι, τοὺς δὲ γονεῖς ἀμφοτέρους ὁμοῦ προπεμπόντων μετὰ γῆρας μακρόν· καὶ τὶ τὸ πέρας; Ποῖον τὸ κέρδος ἐκ ταύτης τῆς πολλῆς ἡδονῆς ἔχοντες ἀπελεύσονται ἐκεῖ; Τὸ γὰρ πολλοὺς παῖδας καταλιπεῖν καὶ καλῆς ἀπολαῦσαι γυναικὸς μετὰ τρυφῆς καὶ τῶν ἄλλων ἁπάντων ὧν ἄρτι διῆλθον, καὶ εἰς γῆρας ἐλάσαι μακρόν, τὶ πρὸς τὸ δικαστήριον ἡμᾶς ὠφελῆσαι δυνήσεται ἐκεῖνο ἐν τοῖς αἰωνίοις πράγμασι καὶ ἀληθινοῖς; Οὐδέν. Οὐκοῦν σκιὰ ταῦτα καὶ ὄναρ. Ὅταν γὰρ ἐν τοῖς ἐκεῖ διαδεξομένοις ἡμᾶς αἰῶσι καὶ πέρας οὐκ ἔχουσι μηδὲν ἀπὸ τούτων δυνηθῶμεν κερδάναι, μήτε παραμυθίας ἀπολαῦσαί τινος, ἐν ἴσῳ τοῖς οὐ μετασχοῦσι τὸν μετασχόντα θετέον. Οὐδὲ γὰρ εἲ τις ἐν χιλίοις ἔτεσι μίαν νύκτα μόνην εἶδεν ὄναρ χρηστόν, πλέον τι τοῦτον ἔχειν φήσομεν τοῦ μὴ ταύτης ἀπολελαυκότος τῆς ὄψεως. Καίτοι γε οὐδὲ ὅσον ἐβουλόμην εἶπον. Οὐδὲ γὰρ ὅσον τὰ ὀνείρατα ἀπολείπεται τῆς ἀληθείας, τοσοῦτον τὰ ἐνταῦθα ἀφέστηκε τῶν ἐκεῖ, ἀλλ’ ἔτι μᾶλλον· οὐδὲ ὅπερ ἐστὶν ἐν ἔτεσι χιλίοις μία νύξ, τοσοῦτον ὁ παρὼν αἰὼν πρὸς τὸν μέλλοντα, ἀλλὰ κἂν τούτῳ πολλῷ πλέον πάλιν τὸ μέσον. Ἀλλ’ οὐ τὰ τῆς παρθένου τοιαῦτα, ἀλλὰ πολλὴν ἄπεισιν ἔχουσα τὴν ἐμπορίαν· μᾶλλον δὲ τὸν λόγον ἄνωθεν ἐξετάσωμεν.
νθ’. Οὐκ ἀναγκάζεται πολυπραγμονεῖν τὸν νυμφίον, οὐδὲ μὴ τινα ἀπάτην ὑπομείνῃ δέδοικεν· Θεὸς γὰρ ἐστιν οὐκ ἄνθρωπος, δεσπότης οὐχ ὁμόδουλος. Καὶ τῶν μὲν νυμφίων τὸ μέσον τοσοῦτον· σκόπει δὲ καὶ ἐπὶ τισὶν ἁρμόζονται. Οὐ γὰρ ἀνδράποδα, οὐδὲ γῆς πλέθρα, οὐδὲ τόσα καὶ τόσα χρυσίου τάλαντα, ἀλλ’ οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς ἀγαθὰ τὰ ἕδνα ταύτης τῆς νύμφης ἐστί. Πρὸς τούτοις ἡ μὲν γεγαμηκυΐα φρίττει, τὸν θάνατον τῶν τε ἄλλων ἕνεκεν, καὶ ὅτι τοῦ συνοικοῦντος αὐτὴν διαζεύγνυσιν· ἡ δὲ παρθένος καὶ ποθεῖ τὴν τελευτήν, καὶ βαρύνεται τῇ ζωῇ, σπεύδουσα τὸν νυμφίον ἰδεῖν πρόσωπον πρὸς πρόσωπον, καὶ τῆς δόξης ἀπολαῦσαι ἐκείνης.
Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου