ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί παρθενίας Λόγοι Λ' - ΛΘ΄

Πέμπτη 2 Ιουνίου 2016

Περί παρθενίας Λόγοι Λ' - ΛΘ΄



Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί παρθενίας Λόγοι Λ' - ΛΘ΄


λ’. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τὶ δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ; Ὅτι τῶν σφόδρα ἀτόπων ἦν, Ἰουδαίους μέν, οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο, καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν, τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν, ὡς μέλλοντας θείων ἀκούειν λόγων, ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως, καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας, ἀλλὰ καὶ πλείους· ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμήν, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν. Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν· αὐτὸς δὲ ὁ Μωϋσὴς διὰ τὶ τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν; Ἐκεῖνο ἂν εἴποιμι, ὅτι εἰ καὶ τίμιος ὁ γάμος, ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ’ ἄν, ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς παρθενίας ἐστιν.


Ὅτι δὲ οὐ Μωϋσῆς μόνον, οὐδὲ Παῦλος ταῦτα παρήγγελλον, ἄκουσον τὶ φησὶν ὁ Ἰωήλ· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, ἐκλέξατε πρεσβυτέρους». Ἀλλ’ ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐβούλευσεν; «Ἐξελθέτω, φησί, νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς». Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀποῤῥῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν, καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς, οὕτω προσιέναι τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἡ νηστεία καλόν, ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας, καὶ τὴν περιῤῥέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν. Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως, καὶ τῇ λέξει σφόδρα κυρίως κέχρηται. Οὐ γὰρ εἶπεν, ἵνα μὴ μολυνθῆτε, ἀλλ’, «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ»· ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν, ἀλλ’ εἰς ἀσχολίαν ἀγούσης.



λα’. Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος· ἂν διακεχυμένην λάβῃ ψυχήν, καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τὶ οὐκ ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναῤῥιπίζων ὀφθαλμούς; Ὅπερ ἵνα μὴ πάθωμεν, μηδέ, ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.


λβ’. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες, τὶ λέγω βασιλεῦσιν; Ἐσχάτοις μὲν οὖν ἄρχουσι, καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἂν τε ὑφ’ ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν, ἂν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ, ἂν τε ὀργὴν τινα καθ’ ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες, καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀποῤῥαθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο, ἀλλὰ καὶ κακὸν τι προσλαβόντες ἀπῆλθον· εἰ οἱ ὑμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ κέχρηνται τῇ σπουδῇ, τὶ πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥᾳθυμίας τῷ πάντων Δεσπότῃ προσιόντες Θεῷ, καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι; Οὔτε γὰρ οἰκέτης δεσπότην, οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως, ὡς τὸν Θεὸν καθ’ ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστός, τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα.

Ἐπεὶ οὖν τοσαύτην ἐν τάσι εὐχαῖς πρόσιμεν σβέσοντες ὀργήν, καὶ ὃν οὕτω καθ’ ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης, μονονουχὶ λέγων· Περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοί, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ, πολλὰ παρ’ ἡμῶν ὑβρισμένῳ, μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν. Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς οὐδὲ ἡδονῶν, ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσπίπτοντα σπουδῆς δυνηθῆναι προσιόντα καταμαλάξασθαι τὴν ὀργὴν ἐκείνην· οὐχ ὅτι ἀπηνής, οὐδ’ ὅτι ὠμὸς ὁ Δεσπότης ἡμῶν· καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος· ἀλλ’ ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως διὸ φησιν· «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ». Τὶ οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλομαι ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς τὸν οὐρανόν, νηστείας καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμήξαι τὸν ῥύπον τῆς ψυχῆς· εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀναγκάζομαι δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. Διὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι»· διὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν Κύριον εἶπον, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι». Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ μέρει γενέσθαι τὴν ἐπήρειαν, καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν, ταύτην ἀφῆκαν τὴν φωνήν.


λγ’. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς αὐτὸ στρέφει, ἵνα εἰς τοῦτον τὸν λογισμὸν ἐμβάλῃ τοὺς Κορινθίους· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει· Μὴ ἀποστερεῖτε ἀλλήλους· Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε». Οὐδὲ γὰρ οἱ μακάριοι τότε ἐκεῖνοι ἐκ πρώτης εὐθέως τοῦτο ἔπαθον τῆς φωνῆς, ἀλλ’ ὅτε ἐκ δευτέρου ταῦτα ἤκουσαν, τότε συνεῖδον τῆς ἐντολῆς τὴν ἀνάγκην. Καὶ γὰρ ὅτε ἐκάθητο ἐπὶ τοῦ ὄρους ὁ Χριστός, διελέχθη περὶ τούτου, καὶ μεθ’ ἕτερα πολλὰ πάλιν οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα· οὕτω συνεχῶς τὰ αὐτὰ λεγόμενα πλείονα ἔχει τὴν ἐνέργειαν. Κἀνταῦθα οὖν τὸν διδάσκαλον μιμούμενος ὁ μαθητὴς συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεται· καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν, ἀλλὰ μετὰ αἰτίας, διὰ τὰς πορνείας λέγων, καὶ τοὺς πειρασμοὺς τοὺς σατανικούς, ἀκὶ τὴν ἀκρασίαν, ἀκὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς πὲρ τοῦ γάμου λόγοις.


λδ’. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολύ, μὴ τίνα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι γῆς παραμυθίας, καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι; Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὐδὲ ἐνοχλεῖν αὐτὸν οἶμαι, εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἂν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐρέως ἐπὶ τὸν λιμένα καταφεύγειν· οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος ποῤῥωτέρω πλεῖν, ἀλλ’ ὑποστρέφειν ἡνίκα ἂν κάμωσι παραινεῖ, πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι’ ὅλου θαλαττεύειν ἀναγκάζεται, καὶ πέλαγος πλεῖν ἀλίμενον· κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμών, οὐδὲ οὕτω θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι. Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾗ πόλις ἢ ἐπίνειον ἢ λιμήν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι (τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν)· ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι, καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν καταδύσωσι τοὺς ἐμπλέοντας, ἢ τοῦτο πάθωσιν αὐτοί· οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῆς παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην, καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ ἀκτῶ κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τό, «Ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι», ἡ παρθένος οὐκ ἔχει, ἀλλ’ ἀνάγκη δι’ ὅλου παλαίειν αὐτήν, δι’ ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸ εὔδιον καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, καὶν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτὴν κἂν αὐτῷ οὕτω σφοδρότερος γίγνηται τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ· καὶ τοῦτο παντὶ που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης. Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μέν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησίν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δὲ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται, καὶ τὰ διὰ τὴν ἐξουσίαν παρ’ ἡμῶν καταφρονούμενα, ταῦτα, ὅταν τὸ κῦρος ἡμῶν ἐκφύσῃ, σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δέ, ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλόξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅπως σβέση τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένην πυρί. Ἆρά ἐστὶ τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυράν, καὶ μὴ καίεσθαι; Συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενώσαι, ἀλλ’ ὅπερ ὁ Παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τὶ δὲ ἐκεῖνός φησι; «Περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει»; Ἀλλ’ ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὸν βάσανον. «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει»; Αὕτη δὲ οὐκ ἐν ἱματίοις, ἀλλ’ ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἒτ’ οὖν τολμήσει τις, εἰπὲ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβάλλειν; Ἀντιβλέψαι δὲ ὅλως; Ἀλλ’ οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος, πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς· ἡ μὲν γὰρ τὰ τοῦ Κυρίου, φησίν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾶ. Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας, καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· «Ἐπὶ τὸ αὐτὸ γάρ, φησί, συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς». Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ τῆς ἡμετέρας νωθείας τὸ πλέον, τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε, «Διὰ τὴν ἀκρασίαν ὑμῶν», εἰπών. Τὶς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων; Τὶς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη, ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ἧς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διαπαντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις, ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος. Οὐδὲ γὰρ ἄν, εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν, καὶ πολὺν ἔχουσαν τὸν ψόγον. Διὰ τὶ γὰρ οὐκ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας δεικνύντος τῆς ῥᾳθυμίας τὴν ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διαπαντὸς τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τὶ οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν ὅσῳ ἂν ἐπιταθῇ, τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον· ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾗ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. Τοῦτο γάρ, φησί, λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν· ἔνθα δὲ ἂν ᾗ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησίν· «Ἐπιταγὴν Κυρίου οὐκ ἔχω». Μήποτε οὖν ἄρα τὸ πρᾶγμα ἐξίσωσε; Ἄπαγε· ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην. Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ’ ἐνταῦθα μέν, ἵνα μὴ τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκη δεδεμένος· ἐκεῖ δέ, ἵνα μὴ τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνάτων κατακρίνηται, ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον. Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι ἕναι νομοθέτης. Εἶπον, «Συνέρχεσθε», κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διαπαντὸς γυναικί, ἀλλ’ ἡ τῶν ῥᾳθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· «Θέλω, φησί, πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ». Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θελιὲς εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοὺς βουλομένους, οὐδὲ αἰτιῶμαι, ἀλλ’ εὔχομαι μὲν καὶ πόθῳ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας· διὰ τοῦτο καὶ ἀρχόμενος εἶπον, «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», ὅτι τοῦτο μᾶλλον ποθῶ.


λε’. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται, λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν». Καίτοι εἰ μὴ τοῦτο προσέκειτο, τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν, «Ὡς καὶ ἐμαυτόν»; Οὐκ ἀπείρων ἑαυτόν· οὗτος γὰρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γάρ, ὅτι «Ἐγὼ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων», ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ, λέγων· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος». Τίνος οὖν ἕνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνον φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατήν, οὕτως ὁ παρ’ ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλήν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα. Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν, ἀλλ’ ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Δύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν· βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν, ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαῤῥεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος, καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλύσαι σπεύδων, δι’ ὃν ἐπὶ τὴν παλαιὰν κατεφέροντο συνήθειαν, πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τὶ φησί; «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἔχοιτε, φησίν, εἰπεῖν, ὅτι Ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγώ, φησίν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ’ ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν, ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν, ὅτι ἕτερα πράττων ἕτερα παραινῶ, οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προὔδωκα, οὐδ’ ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας. Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ’ ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβάλλων.


λς’. Ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει, φησίν, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Θέα τῆς ἀποστολικῆς ταπεινοφροσύνης οὐδαμοῦ τὸν χαρακτῆρα παραπολλύμενον, ἀλλ’ ἀκριβῶς πανταχοῦ διαλάμποντα· χάρισμα Θεοῦ καλεῖ τὸ αὐτοῦ κατόρθωμα, καὶ ἔνθα πολὺν ἵδρωσεν ἱδρῶτα, τοῦτο ὅλον ἀνατίθησι τῷ Δεσπότῃ. Καὶ τὶ θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, ὑπὲρ οὗ μυρίσου ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς; Τὶ οὖν πὲρ τοῦτο φησί; «Πλέον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί». Οὐ τὸ μὲν αὐτοῦ, τὸ δὲ τοῦ Θεοῦ φησιν, ἀλλ’ ὅλον τοῦ Θεοῦ. Τοῦτο εὐγνώμονος οἰκέτου, μηδὲν ἴδιον νομίζειν, ἀλλὰ πάντα δεσποτικά, μηδὲν ἴδιον ἡγεῖσθαι αὐτοῦ, ἀλλὰ πάντα τοῦ Κυρίου. Τοῦτο καὶ ἑτέρωθι ποιεῖ. Εἰπὼν γάρ, «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα», προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν· ὅτι δὲ κατορθώματα ταῦτα καὶ οὐ χαρίσματα, παντὶ ποῦ δῆλόν ἐστι. Ταῦτα δὲ εἶπον, ἳν’ ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος «Ἕκαστος ἴδιον χάρισμα ἔχει», μὴ ἀναπέσῃς, μηδὲ εἴπῃς πρὸς ἑαυτόν· οὐ δεῖται τὸ πρᾶγμα τῆς ἐμῆς σπουδῆς· χάρισμα αὐτὸ ὁ Παῦλος ἐκάλεσε. Μετριάζων γάρ, οὐκ εἰς τὴν τῶν χαρισμάτων τάξιν καταλέξαι τὴν ἐγκράτειαν βουλόμενος, τοῦτό φησίν. Οὐκ ἂν οὕτως ἠναντιώθη καὶ ἑαυτῷ καὶ τῷ Χριστῷ, τῷ μὲν Χριστῷ λέγοντι, «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν»· καὶ ἐπαγαγόντι, «Ὁ δυνάμενος χωρεῖν χωρείτω»· ἑαυτῷ δὲ καταδικάζοντι τὰς χηρείαν μὲν ἑλομένας, οὐ βουληθείσας δὲ ἐπιμεῖναι τῇ προθέσει. Εἰ γὰρ χάρισμά ἐστι, τινὸς ἕνεκεν αὐταῖς ἀπειλεῖς, λέγων, ὅτι «Ἔχουσι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν»; Οὐδαμοῦ γὰρ τοὺς οὐκ ἔχοντας χαρίσματα ὁ Χριστὸς ἐκόλασεν, ἀλλὰ πανταχοῦ τοὺς οὐ βίον ἐπιδεικνυμένους ὀρθόν. Καὶ τοῦτό ἐστι τὸ μάλιστα ἐπιζητούμενον παρ’ αὐτῷ, πολιτεία ἀρίστη καὶ ἔργα ἄληπτα· τῶν δὲ χαρισμάτων ἡ διανομῇ οὐκ ἐν τῇ τοῦ λαμβάνοντος κεῖται προαιρέσει, ἀλλ’ ἐν τῇ τοῦ παρέχοντος κρίσει. Διὰ τοῦτο οὐδαμοῦ τοὺς τὰ θαύματα ἐργαζομένους ὁ Χριστὸς ἐπαίνει, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπὶ τούτῳ, μέγα φρονοῦντας ἀπάγει τῆς τοιαύτης ἡδονῆς, λέγων, «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει». Οἱ γὰρ μακαριζόμενοι πανταχοῦ οἱ ἐλεήμονες εἰσιν, οἱ ταπεινοί, οἱ ἐπιεικεῖς, οἱ τῇ καρδίᾳ καθαροί, οἱ εἰρηνοποιοί, οἱ ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια πράττοντες. Καὶ αὐτὸς δὲ ὁ Παῦλος τὰ κατορθώματα ἀριθμῶν τὰ ἑαυτοῦ, ἐν τούτοις καὶ τῆς ἐγκρατείας ἐμνημόνευσεν· εἰπὼν γάρ, «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀκαταστασίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις», ἐπήγαγεν, Ἐν ἁγνείᾳ· οὐκ ἂν τοῦτο ποιήσας εἰ χάρισμα τὸ πρᾶγμα ἦν. Τὶ δὲ καὶ σκώπτει τοὺς οὐκ ἔχοντας αὐτήν, ἀκρατεῖς αὐτὸς καλῶν; Διὰ τῇ δὲ καὶ ὁ μὴ ἐκγαμίζων τὴν ἑαυτοῦ παρθένον, κρεῖσσον ποιεῖ; Τινὸς δὲ ἕνεκεν μακαριωτέρα ἡ χήρα, ἐὰν οὕτως μείνῃ; Ὅπερ γὰρ ἔφθην εἰπών, οὐ θαυμάτων, ἀλλὰ ἐρῶν οἱ μακαρισμοί, ὥσπερ οὖν καὶ αἱ κολάσεις. Πῶς δὲ καὶ ἐπιμένοι πάλιν παραινῶν ὑπὲρ τῶν αὐτῶν, εἰ μὴ ἐφ’ ἡμῖν τὸ πρᾶγμα ἦν.καὶ μετὰ τὴν τοῦ Θεοῦ ῥοπὴν καὶ τῆς παρ’ ἡμῶν ἐδεῖτο σπουδῆς; Εἰπὼν γάρ, «Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ», πάλιν φησί· λέγω δὲ τοῖς ἀγάμοις καὶ τάσι χήραις, «Καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ». Πάλιν ἑαυτὸν τίθησι διὰ τὴν αὐτὴν αἰτίαν. Τὸ γὰρ παράδειγμα ἐγγύθεν ἔχοντες καὶ οἰκεῖον, μειζόνως ἂν τῶν τῆς παρθενίας κατετόλμησαν πόνων. Εἰ δὲ καὶ ἀνωτέρω λέγων, «Θέλω πάντας εἶναι ὡς καὶ ἐμαυτόν». Καὶ ἐνταῦθα, «Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγών», οὐδαμοῦ αἰτίαν προστίθησι, μὴ θαυμάσῃς. Οὐ γὰρ ἀπαυθαδιζόμενος τοῦτο ποιεῖ, ἀλλ’ ἱκανὴν εἶναι νομίζων αἰτίαν τὴν αὐτοῦ γνώμην, μεθ’ ἧς τὸ πρᾶγμα κατώρθωσεν.


λζ’. Εἰ δὲ τις καὶ λογισμῶν ἀκοῦσαι ἐθέλοι, πρῶτον μὲν τὴν παρὰ πάντων τῶν ἀνθρώπων ἐξεταζέτω δόξαν, ἔπειτα καὶ τὰ περὶ τὸ πρᾶγμα συμβαίνοντα. Τῶν γὰρ νομοθετῶν τοὺς τοιούτους οὐ κολαζόντων γάμους, ἀλλ’ ἐπιτρεπόντων καὶ συγχωρούντων, πολλοὶ καὶ παρὰ πολλῶν ἒν τε οἰκίαις καὶ κατὰ τὴν ἀγορὰν κατ’ αὐτῶν γίνονται λόγοι σκωπτόντων, μεμφομένων, ἀποστρεφομένων. Τῶν γὰρ τοὺς ὅρκους παραβαινόντων οὐχ ἧττον τοὺς τοιούτους ἅπαντες ἐκτρέπονται, ὡς εἰπεῖν, οὔτε φίλους ποιήσασθαι θαῤῥοῦντες, οὔτε συνθήκας θέσθαι πρὸς αὐτούς, οὔτε ἄλλο τι πιστεῦσαι οὐδέν. Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν, καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος, ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους.οὐ διὰ ταῦτα δὲ μόνον αὐτοὺς ἀποστρέφονται, ἀλλὰ καὶ δι’ αὐτὴν τῶν γινωμένων τὴν ἀηδίαν. Τὶ γὰρ ἀτερπέστερον, εἰπὲ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι, καὶ θόρυβος ἀπ’ ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων; Καὶ γὰρ ἐκεῖ τὸν αὐτὸν ἴδοις ἂν ποτὲ μὲν βασιλέα, ποτὲ δὲ πάντων πενέστερον· κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος, νυμφίος ἐξαίφνης· ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθών, καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρήνου δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὠραΐζεται καὶ καλλωπίζεται πάλιν, καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοῦ αὐτοὺς ἐνορᾷ, καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας, δι’ οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο. Τὸ δὲ πάντων ἐλεεινότερον, ὁ τοῖς παισὶν ἐπεισαγόμενος πόλεμος, ἡ ταῖς θυγατράσιν συνοικιζομένη λέαινα· τοῦτο γὰρ ἡ μητρυιὰ πανταχοῦ. Ἐντεῦθεν ἡ καθημερινὴ στάσις καὶ μάχη, ἐντεῦθεν ὁ ξένος ἐκεῖνος καὶ καινότερος ζῆλος πρὸς τὴν οὐκ ἐνοχλοῦσαν γινόμενος. Οἱ μὲν γὰρ ζῶντες καὶ βάλλουσι τῷ φθόνῳ καὶ βάλλονται, πρὸς δὲ τοὺς τετελευτηκότας καὶ οἱ πολέμιοι σπένδονται. Ἀλλ’ οὐκ ἐνταῦθα, ἀλλὰ ζηλοτυπεῖται ἡ κόνις καὶ ἡ τέφρα, καὶ μῖσος πρὸς τὴν κατορωρυγμένην ἄφατον, καὶ λοιδορίαι καὶ σκώμματα καὶ κατηγορίαι πρὸς τῆς διαλυθεῖσαν εἰς τήν, ἔχθρα ἄσπονδος πρὸς τὴν λελυπηκυΐαν οὐδέν. Τὶ ταύτης γένοιτ’ ἂν τῆς ἀλογίας χεῖρον, τὶ τῆς ὠμότητος; Οὐδὲν παρὰ τῆς ἀπελθούσης ἠδικημένη· τὶ λέγω ἠδικημένη; Τοὺς πόνους μὲν αὐτῆς καρπουμένη, καὶ τοῖς ἀγαθοῖς ἐντρυφῶσα τοῖς ἐκείνης, οὐ παύσεται σκιαμαχοῦσα πρὸς αὐτήν· καὶ τὴν οὐδὲν λελυπηκυΐαν, πολλάκις δὲ οὐδὲ ὀφθεῖσαν αὐτῇ ποτε, μυρίοις καθ’ ἑκάστην ἡμέραν βάλλει σκώμμασι, καὶ διὰ τῶν ἐκείνης ἐκγόνων τὴν οὐκὲτ’ οὖσαν ἀμύνεται, καὶ τὸν ἄνδρα πολλάκις ὁπλίζει κατ’ αὐτῶν, ὅταν αὐτὴ μηδὲν ἀνύῃ. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα ῥᾷστα καὶ φορητὰ τοῖς ἀνθρώποις ἔδοξεν εἶναι, μόνον ἵνα μὴ τὴν ἀπὸ τῆς ἐπιθυμίας φέρειν ἀναγκάζωνται τυραννίδα. Ἀλλ’ οὐχ ἡ παρθένος πρὸς ταύτην ἰλιγγίασε τὴν παράταξιν, οὐδὲ ἔφυγε τὴν συμβολὴν τὴν οὕτως ἀφόρητον τοῖς πολλοῖς εἶναι δοκοῦσαν, ἀλλ’ ἔστη γενναίως, καὶ τὴν ἀπὸ τῆς φύσεως ἀνεδέξατο μάχην. Πῶς οὖν ἂν τις αὐτὴν κατ’ ἀξίαν θαυμάσειεν, ὅταν οἱ μὲν ἄλλοι καὶ δευτέρων δέωνται γάμων, ἵνα μὴ κατακαίωνται, αὕτη δὲ μηδὲ ἑνὸς ἁψαμένη διαπαντὸς ἐστιν ἁγία καὶ ἄτρωτος; Διὰ ταῦτα καὶ πρὸ τούτων διὰ τοὺς ἀποκειμένους ἐν τοῖς οὐρανοῖς τῇ χηρεία μισθοὺς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ἔλεγε· «Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ». Οὐκ ἰσχύσας εἰς τὴν ἀνωτάτω κορυφὴν ἀναβῆναι; Τῆς γοῦν μετ’ ἐκείνην μὴ ἀποπέσῃς· τοσοῦτον ἡ παρθένος σοῦ ἐχέτω πλέον, ὅσον τὴν μὲν οὐδὲ ἅπαξ ἐπιθυμία κατεπάλαισε, σὲ δὲ κρατήσασα πρότερον οὐκ ἴσχυσε διαπαντὸς κατασχεῖν· καὶ σὺ μὲν μετὰ τὴν ἧτταν ἐνίκησας, ἐκείνη δὲ καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην, καὶ τῷ τέλει συναπτομένη σοι κατὰ τὴν ἀρχὴν ὑπερέχει μόνον.


λη’. Τοῖς μὲν οὖν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, ὡς μηδὲ ἐκόντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων, μήτε τὴν ἐκ συμφωνίας γιγνομένην στέρησιν ἐπὶ πολὺ προάγειν· καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι. Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην ἔδωκε παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν, ἀλλὰ δι’ ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς, καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν, καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς. Διὰ τὶ γὰρ οὐκ εἶπε καὶ πρὸς αὐτήν· «Εἰ δὲ οὐκ ἐγκρατεύεται, γαμησάτω»; Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥίψαι τὸ ἱμάτιον, καὶ ἀλείψασθαι, καὶ εἰς τὸ στάδιον εἰσελθεῖν, καὶ καταπάσσεσθαι τὴν κόνιν, ἀπόστηθι, καὶ φύγε τὸν ἀνταγωνιστήν· ἀλλ’ ἀνάγκη λοιπὸν δυοῖν θάτερον, ἢ στεφανωθέντα, ἢ πεσόντα καὶ καταισχυνθέντα ἀπελθεῖν. Ἐν παιδοτρίβω μὲν γὰρ καὶ παλαίστρᾳ, ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία, καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται, καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτὸς ἐστι κύριος· ὅταν δὲ ἀπογράψηται, καὶ συλλέγῃ, τὸ θέατρον, καὶ ὁ ἀγωνοθέτης παρῇ, καὶ οἱ θεαταὶ καθέζωνται, καὶ εἰσάγηται ὁ ἀνταγωνιστὴς καὶ ἀντιπαρατάττηται, τὴν ἐξουσίαν αὐτὸν ὁ τῶν ἀγώνων παρῄρηται νόμος. Καὶ τῇ παρθένῳ τοίνυν ἕως μὲν ἂν βουλεύοιτο πρότερον εἰ δέοι γαμεῖν ἢ μὴ γαμεῖν, ἀκίνδυνος ὁ γάμος, ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, ἐσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον. Τὶς οὖν τολμήσει, τοῦ θεάτρου συγκροτουμένου καὶ θεωρούντων μὲν ἄνωθεν ἀγγέλων, ἀγωνοθετοῦντος δὲ τοῦ Χριστοῦ, μαινομένου δὲ τοῦ διαβόλου καὶ τρίζοντος καὶ συμπλεκομένου πρὸς τὴν πάλην καὶ μέσου κατεχομένου, παρελθὼν εἰς μέσον εἰπεῖν· φύγε τὸν ἐχθρόν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λάβῃς, μὴ καταβάλῃς μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστήν, ἀλλὰ παραχωρεῖ τῆς νίκης αὐτῷ; Καὶ τὶ λέγω πρὸς τὰς παρθένους; Πρὸς τὰς χήρας οὐκ ἂν τις τολμήσειε ταύτην ῥῆξαι τὴν φωνήν, ἀλλ’ ἀντὶ ταύτης ἐκείνην τὴν φοβεράν, ὅτι «Ἐὰν καταστρηνιάσωσι τοῦ Χριστοῦ, καὶ γαμῆσαι θελήσωσι, κρίμα ἕξουσιν, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν».


λθ’. Καὶ μὴ αὐτὸς φησιν, ὅτι «Λέγω τοῖς γάμοις καὶ τοῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσι· ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν». Καὶ πάλιν· «Ἐὰν κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ». Πῶς οὖν ἦν ἀφίησιν ἐλευθέραν πάλιν κολάζει, καὶ ὃν ἐν Κυρίῳ φησὶν εἶναι γάμον, τοῦτον ὡς παρανόμως γινόμενον κατακρίνει; Μὴ δείσης, οὐ τὸν αὐτόν, ἀλλ’ ἕτερον. Ὥσπερ γὰρ λέγων, «Ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν», οὐ περὶ τῆς ἀποταξαμένης τῷ γάμῳ φησί· δῆλον γὰρ ἅπασιν ὅτι αὐτὴ ἥμαρτε καὶ ἁμαρτίαν ἀφόρητον· ἀλλὰ περὶ τῆς ἀπειρογάμου μὲν ἔτι, οὔπω δὲ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο ψηφισαμένης, ἀλλ’ ἐν μεταιχμίῳ τούτων ἑκατέρων μενούσης τῶν λογισμῶν· οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησίν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην, ἀλλ’ ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο· ἐκεῖ δὲ τὴν οὐκέτι κυρίαν οὖσαν ἑτέρῳ πάλιν ὁμιλῆσαι νυμφίῳ, αλλ’ εἰς τοὺς τῆς ἐγκρατείας ἐμβεβηκυΐαν ἀγῶνας. Ἔστι γὰρ καὶ χήραν εἶναι, καὶ μὴ κατατάττεσθαι εἰς τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾗ τοῦτο καταδεξαμένη. Διὸ καὶ αὐτὸς φησι· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή». Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν, εἰ βούλοιτο· τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διαπαντός, εἶτα γαμηθεῖσαν καταδικάζει σφοδρῶς, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν. Οὐ ταυτασὶ οὖν, ἀλλ’ ἐκείναις φησίν· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γὰρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι». Ὁρᾷς οὐδαμοῦ τὸν γάμον καθ’ ἑαυτὸν θαυμαζόμενον, ἀλλὰ διὰ τὰς πορνείας, διὰ τοὺς πειρασμούς, διὰ τὴν ἀκρασίαν; Ἄνω μὲν γὰρ ταῦτα ἅπαντα τίθησιν, ἐνταῦθα δὲ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο τοῖς ὀνείδεσι, ῥήμασιν εὐφημοτέροις πάλιν τὸ αὐτὸ πρᾶγμα καλεῖ, ἐμπρησμὸν αὐτὸ καὶ πύρωσιν ὀνομάζων. Καὶ οὐδὲ ἐνταῦθα ἠνέσχετο μὴ πλήξας τὸν ἀκροατὴν παρελθεῖν. Οὐ γὰρ εἶπεν, Εἰ δὲ βίαν τινὰ πάσχουσιν ὑπὸ τῆς ἐπιθυμίας, εἰ δὲ περιτρέπονται, εἰ δὲ μὴ δύνανται· οὐδὲν τοιοῦτον ὃ τῶν πασχόντων ἐστὶ καὶ συγγνώμης ἀξιῶν, ἀλλὰ τί; «Εἰ δὲ οὐκ ἐγκρατεύονται» ὃ τῶν οὐκ ἐθελόντων ἐστὶν ἐνεργεῖν διὰ τὴν ῥαθυμίαν. Δείκνυσι γὰρ ὅτι κύριοι ὄντες τοῦ πράγματος παρὰ τὸ μὴ βούλεσθαι πονεῖν οὐκ ἀνύουσιν. Ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει, οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ’ ἐπαίνων ἀποστερήσας μόνον, μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιίας μὲν οὐδαμοῦ μεμνημένος, τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς, ἀκὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν. Καὶ τὶ τοῦτο; Φησίν· ἕως γὰρ ἂν αὐτὸ τιμωρίας ἀπαλλάττῃ, πᾶσαν κατάγνωσιν καὶ πάντα ὀνείδη εὐκόλως οἴσομεν· μόνον ἐξέστω τρυφᾶν καὶ συνεχῶς ἀπολαύειν ἐπιθυμίας. Τὶ οὖν, ὦ βέλτιστε, ἂν μηδὲ τρυφᾶν ἐξῇ, ὀνειδισμὸν καρπωσόμεθα μόνο; Καὶ πῶς, φησίν, οὐκ ἔξεστι τρυφᾷν τοῦ Παύλου λέγοντος· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν»; Ἀλλ’ ἄκουε καὶ τὰ προσκείμενα τούτῳ. Ἔμαθες ὅτι κρεῖττον τὸ γαμῆσαι ἢ πυροῦσθαι· ἀπεδέξω τὸ ἡδύ, ἐπῄνεσας τὴν συγχώρησιν, ἐθαύμασας τῆς συγκαταβάσεως τὸν ἀπόστολον· ἀλλὰ μὴ στῇς μέχρι τούτου, δέχου καὶ τὰ μετὰ ταῦτα· τοῦ γὰρ αὐτοῦ ἀμφότερα τὰ παραγγέλματα. Τὶ οὖν μετὰ ταῦτά φησι; «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι».


Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |