ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑΠ∆ʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ,

Τρίτη 18 Οκτωβρίου 2016

ΟΜΙΛΙΑΠ∆ʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ,




Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑΠ∆ʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατά ξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ  ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν  μάχαιραν  εἰς τὸν  τόπον  αὐτῆς· πάντες  γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶ νας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ γενέσθαι, Τίς ἦν ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν, ὅτι ὁ Πέτρος.

α’Τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα. Ἀλλ' ἐκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν μαχαίρας ἐβάσταζον; Ὅτι γὰρ ἐβάσταζον, οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἐρωτηθέντες εἶπον, ὅτι Εἰσὶν ὧδε δύο. Τίνος δὲ ἕνεκεν καὶ ἐπέτρεψεν  αὐτοῖς ὁ Χριστὸς ἔχειν; Καὶ γὰρ τοῦτό φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Καὶ ἐπειδὴ εἶπον, Οὐδενὸς, εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων,  πωλησάτω  τὸ ἱμάτιον  αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Καὶ ἐπειδὴ εἶπον, ὅτι Εἰσὶ μάχαιραι ὧδε δύο, εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. Τίνος οὖν ἕνεκεν εἴασεν ἔχειν; Πιστούμενος αὐτοὺς, ὅτι παραδοθήσεται. ∆ιὰ τοῦτο λέγει αὐτοῖς, Ἀγορασάτω μάχαιραν· οὐχ ἵνα ὁπλίσωνται·  ἄπαγε· ἀλλὰ διὰ τούτου τὴν παράδοσιν δηλῶν. Καὶ τίνος ἕνεκεν καὶ πήραν φησίν; Ἐπαίδευεν αὐτοὺς λοιπὸν νήφειν καὶ ἐγρηγορέναι, καὶ πολλῇ καὶ οἰκείᾳ κεχρῆσθαι σπουδῇ.


Ἐν ἀρχῇ μὲν γὰρ ὡς ἀπείρους ὄντας  πολλῇ  ἔθαλπε  τῇ δυνάμει· λοιπὸν  δὲ ὥσπερ νεοττοὺς  καλιᾶς ἐξαγαγὼν κελεύει καὶ τοῖς οἰκείοις κεχρῆσθαι πτεροῖς. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δι' ἀσθένειαν αὐτοὺς ἐᾷ, κελεύων καὶ αὐτοὺς τὰ παρ' ἑαυτῶν ἐνεργεῖν, ὑπομιμνήσκει τῶν προτέρων, λέγων· Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, μή τινος ὑστερήσατε; ἵνα  δι'  ἀμφοτέρων  μάθωσιν  αὐτοῦ  τὴν  ἰσχὺν,  καὶ  δι'  ὧν  προέστη, καὶ  δι'  ὧν ἐγκαταλιμπάνει  νῦν ἠρέμα. Ἀλλὰ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; Ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες.  Εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας, ὅτι ἥξουσί τινες ἐπ' αὐτὸν, λαβεῖν εἰς βοήθειαν, ὡς πολεμήσοντας  ὑπὲρ τοῦ  ∆ιδασκάλου· ὃ τῆς  ἐκείνων  γνώμης  ἦν  μόνον.  ∆ιὸ καὶ ἐπιτιμᾶται  Πέτρος  αὐτῇ  χρησάμενος,  καὶ  μετὰ  σφοδρᾶς  τῆς  ἀπειλῆς.  Καὶ γὰρ ἠμύνατο τὸν οἰκέτην ἐλθόντα, θερμῶς μὲν, πλὴν οὐχ ἑαυτῷ ἀμύνων, ἀλλ' ὑπὲρ τοῦ ∆ιδασκάλου τοῦτο ποιῶν. Οὐ μὴν ἀφῆκέ τινα γενέσθαι βλάβην ὁ Χριστός. Καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν  ἐμφῆναι,  καὶ τὴν  τοῦ μαθητοῦ  φιλοστοργίαν  τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο φιλοστόργως, καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἕτερος δέ φησιν, ὅτι καὶ ἠρώτησαν, Εἰ πατάξομεν· αὐτὸς δὲ ἐκώλυσε, καὶ ἰάσατο ἐκεῖνον, καὶ τῷ μαθητῇ ἐπετίμησε, καὶ ἠπείλησεν, ἵνα πείσῃ. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν,φησὶν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Καὶ λογισμὸν προστίθησι, λέγων· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι  παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους  ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ἀλλ' ἵνα πληρωθῶσιν αἱ Γραφαί. ∆ιὰ τούτων τὸν θυμὸν αὐτῶν ἔσβεσε, δεικνὺς ὅτι καὶ ταῖς Γραφαῖς τοῦτο δοκεῖ. ∆ιὰ τοῦτο κἀκεῖ ηὔξατο, ἵνα πράως ἐνέγκωσι τὸ συμβὰν, μαθόντες ὅτι κατὰ Θεοῦ πάλιν γίνεται γνώμην. Καὶ δύο τούτοις αὐτοὺς παρεμυθήσατο, τῇ τε τιμωρίᾳ τῶν ἐπιβουλευόντων· Πάντες γὰρ οἱ λαβόντες, φησὶ, μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· καὶ τῷ μὴ ἄκων ταῦτα ὑπομεῖναι· ∆ύναμαι γὰρ, φησὶ, παρακαλέσαι τὸν Πατέρα μου. Καὶ διατί οὐκ εἶπεν· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι; Ὅτι πιθανώτερος  μᾶλλον ἦν τοῦτο λέγων· οὐδέπω  γὰρ  τὴν  προσήκουσαν περὶ  αὐτοῦ  δόξαν  εἶχον.  Καὶ πρὸ  μικροῦ  δὲ  ἦν εἰρηκὼς, ὅτι Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ ἀγωνιῶν  ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος.Ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα  ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἰρήκει, ὅτι ∆οκεῖτε, ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; ∆ιὰ τοῦτό  φησι· Τί δοκεῖτε, ὅτι οὐ δύναμαι  παρακαλέσαι τὸν  Πατέρα μου; Καὶ αὐτὸ πάλιν  ταπεινῶς  ἀπαγγέλλει εἰπών·  Παραστήσει μοι  δώδεκα  λεγεῶνας  ἀγγέλων.  Εἰ γὰρ  εἷς  ἄγγελος  ἑκατὸν ὀγδοηκονταπέντε   χιλιάδας  ἀνεῖλεν  ὡπλισμένας,  τί  δώδεκα  λεγεώνων   ἔδει  ἐπὶ χιλίους ἀνθρώπους; Ἀλλὰ πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζει τὸν λόγον· καὶ γὰρ ἀποτεθνηκότες  ἦσαν τῷ δέει. ∆ιὰ τοῦτο καὶ τὰς Γραφὰς ἐπιτειχίζει λέγων· Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί; φοβῶν αὐτοὺς κἀντεῦθεν. Εἰ γὰρ ἐκείναις τοῦτο δοκεῖ, ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες; βʹ. Καὶ πρὸς μὲν τοὺς μαθητὰς ταῦτα, πρὸς  δὲ  ἐκείνους  φησίν·  Ὡς  ἐπὶ  λῃστὴν  ἐξήλθετε  μετὰ  μαχαιρῶν  καὶ  ξύλων συλλαβεῖν με; Καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὅρα πόσα ποιεῖ τὰ δυνάμενα αὐτοὺς διαναστῆσαι. Ὑπτίους ἔῤῥιψε, τὸ ὠτίον τοῦ οἰκέτου ἰάσατο, ἠπείλησεν αὐτοὺς σφαγήν· Ἐν μαχαίρᾳ γὰρ ἀπολοῦνται, φησὶν, οἱ λαβόντες μάχαιραν· ἀπὸ τῆς τοῦ ὠτίου θεραπείας καὶ ταῦτα ἐπιστώσατο· πάντοθεν ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων  ἐμφαίνων  αὐτοῦ τὴν δύναμιν, καὶ δεικνὺς ὅτι οὐ τῆς αὐτῶν  ἰσχύος ἔργον γέγονε  τὸ κρατῆσαι αὐτόν.  ∆ιὸ καὶ ἐπάγει· Καθ' ἡμέραν  μεθ'  ὑμῶν  ἤμην,  καὶ  ἐκαθεζόμην  διδάσκων,  καὶ  οὐκ  ἐκρατήσατέ  με· κἀντεῦθεν   δηλῶν,   ὅτι   τῆς   αὐτοῦ   συγχωρήσεως   ἦν   τὸ   ἑλεῖν.   Τὰ  θαύματα παραδραμὼν, τὴν διδασκαλίαν λέγει, ἵνα μὴ δόξῃ κομπάζειν. Ὅτε ἐδίδασκον, οὐκ ἐκρατήσατέ με· ὅτε ἐσίγησα, ἐπήλθετε; Ἐν τῷ ἱερῷ ἤμην, καὶ οὐδεὶς κατέσχε· νυνὶ δὲ ἀωρὶ καὶ μέσων νυκτῶν ἐπέστητε μετὰ μαχαιρῶν καὶ ξύλων; Τί τούτων ἐδέησε τῶν ὅπλων ἐπὶ τὸν μεθ' ὑμῶν ὄντα ἀεί; ἀπὸ τούτων διδάσκων, ὅτι εἰ μὴ ἑκὼν ἐνέδωκεν, οὐδ' ἂν τότε ἴσχυσαν. Οὐδὲ γὰρ ἂν οἱ τὸν ἐν χερσὶν ὄντα μὴ δυνηθέντες κατασχεῖν, καὶ  μέσον αὐτὸν  λαβόντες  καὶ  μὴ  περιγενόμενοι,  οὔτε  τότε  ἂν  ἴσχυσαν, εἰ  μὴ ἠθέλησεν. Εἶτα καὶ τὴν ἀπορίαν λύει, διατί τότε ἠβουλήθη. Τοῦτο γὰρ γέγονε, φησὶν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Εἶδες πῶς μέχρι τῆς ἐσχάτης ὥρας, καὶ ἐν αὐτῷ τῷ παραδοθῆναι, πάντα ἐποίει πρὸς διόρθωσιν τὴν ἐκείνων, θεραπεύων, προφητεύων,  ἀπειλῶν·  Ἐν  μαχαίρᾳ  γὰρ,  φησὶν,  ἀπολοῦνται·  δεικνὺς  ὅτι  ἑκὼν πάσχει· Καθ' ἡμέραν γὰρ μεθ' ὑμῶν, φησὶν, ἤμην διδάσκων· τὴν πρὸς τὸν Πατέρα συμφωνίαν  δηλῶν· Ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. ∆ιατί δὲ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; Ὅτι οὐκ ἂν ἐτόλμησαν ἐν τῷ ἱερῷ διὰ τὸν ὄχλον. ∆ιὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν, καὶ μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν. Ὁ γὰρ ἵνα πεισθῇ τοῖς προφήταις, καὶ ἑαυτὸν  παραδοὺς, πῶς  ἐναντία  ἐδίδασκε; Τότε πάντες  οἱ μαθηταὶ  αὐτοῦ, φησὶν, ἀφέντες  αὐτὸν ἔφυγον. Ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον· ὅτε δὲ ἐφθέγξατο  ταῦτα πρὸς τοὺς ὄχλους,  ἔφυγον.  Εἶδον γὰρ λοιπὸν,  ὅτι οὐκέτι  διαφυγεῖν  ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς Γραφὰς τοῦτο γίνεσθαι. Φυγόντων  δὲ αὐτῶν, Ἄγουσιν αὐτὸν πρὸς Καϊάφαν· ὁ δὲ Πέτρος ἠκολούθησε καὶ εἰσῆλθεν, ἰδεῖν τί τὸ τέλος. Πολλὴ ἡ θερμότης τοῦ μαθητοῦ· οὐδὲ φεύγοντας  ἰδὼν ἔφυγεν,  ἀλλ' ἔστη καὶ  συνεισῆλθεν.  Εἰ δὲ  καὶ  Ἰωάννης,  ἀλλὰ  γνώριμος  ἦν  τῷ ἀρχιερεῖ. Καὶ διατί ἐκεῖ ἀπήγαγον αὐτὸν, ἔνθα ἦσαν πάντες συνηγμένοι; Ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων. Ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεὺς, καὶ πάντες ἦσαν αὐτὸν  αὐτόθι  ἀναμένοντες·  οὕτω διενυκτέρευον  καὶ ἠγρύπνουν  ἐπὶ τούτῳ. Οὐδὲ γὰρ ἔφαγον τότε τὸ πάσχα, φησὶν, ἀλλὰ διὰ τοῦτο ἠγρύπνουν. Εἰπὼν γὰρ, ὅτι πρωΐα  ἐστὶν,  ὁ  Ἰωάννης,  ἐπήγαγεν·  Οὐκ εἰσῆλθον  εἰς  τὸ  πραιτώριον,  ἵνα  μὴ μιανθῶσιν,  ἀλλ' ἵνα  φάγωσι  τὸ πάσχα. Τί οὖν ἔστιν εἰπεῖν;  Ὅτι ἐν ἑτέρᾳ ἡμέρᾳ ἔφαγον, καὶ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. Οὐδὲ γὰρ ἂν ὁ Χριστὸς παρέβη τὸν καιρὸν τοῦ πάσχα, ἀλλ' ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ  μυρίους  καταπατοῦντες   νόμους.  Ἐπειδὴ  γὰρ  σφόδρα  ἔζεον  τῷ  θυμῷ,  καὶ πολλάκις     ἐπιχειρήσαντες     ἀνελεῖν,     οὐκ    ἴσχυσαν·    τότε    λαβόντες     αὐτὸν ἀπροσδοκήτως,  εἵλοντο  καὶ  τὸ  πάσχα  ἀφεῖναι,  ὑπὲρ  τοῦ  τὴν  φονικὴν   αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν.  ∆ιὸ καὶ συνήχθησαν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν,  καὶ ἐρωτῶσί τινα, βουλόμενοι σχῆμα περιθεῖναι τῇ ἐπιβουλῇ ταύτῃ δικαστηρίου. Οὐδὲ γὰρ  ἦσαν  ἴσαι αἱ  μαρτυρίαι,  φησίν·  οὕτω  πεπλασμένον  τὸ  δικαστήριον  ἦν,  καὶ θορύβου πάντα καὶ ταραχῆς. Ἐλθόντες δὲ ψευδομάρτυρες ἔλεγον, ὅτι Οὗτος εἶπεν, ὅτι Λύσω τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ μὴν εἶπεν, ὅτι Ἐν τρισὶν, ἀλλ'  οὐκ εἶπε, Λύω, ἀλλὰ, Λύσατε· καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ  περὶ τοῦ σώματος  τοῦ   ἰδίου.   Τί  οὖν   ὁ  ἀρχιερεύς;  Βουλόμενος  αὐτὸν   εἰς   ἀπολογίαν καταστῆσαι, ἵνα ἐξ αὐτῆς αὐτὸν ἕλῃ, φησίν· Οὐκ ἀκούεις, τί οὗτοί σου καταμαρτυροῦσιν;  Ὁ  δὲ  ἐσίγα.  Ἀνόνητα  γὰρ  ἦν  τὰ  τῆς  ἀπολογίας,   οὐδενὸς ἀκούοντος.  Καὶ γὰρ σχῆμα τοῦτο  δικαστηρίου ἦν  μόνον·  τὸ δὲ ἀληθὲς,  λῃστῶν ἔφοδος, ὡς ἐν σπηλαίῳ καὶ ἐν ὁδῷ ἁπλῶς  ἐπελθόντων.  ∆ιὸ ἐσίγα· ὁ δὲ ἐπέμενε λέγων· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ δὲ εἶπε, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου  καθήμενον  ἐκ δεξιῶν  τῆς δυνάμεως,  καὶ ἐρχόμενον  ἐπὶ τῶν νεφελῶν.  Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησε. Τοῦτο δὲ ἐποίησε, σφοδροτέραν τὴν κατηγορίαν  ποιῶν,  καὶ τὸ λεχθὲν  ἐπαίρων  διὰ τοῦ πράγματος. Ἐπειδὴ γὰρ εἰς φόβον ἐνέβαλε τοὺς ἀκροατὰς τὸ εἰρημένον, ὅπερ ἐπὶ Στεφάνου πεποιήκασι, τὰ ὦτα συσχόντες, τοῦτο καὶ ἐνταῦθα οὗτος. γʹ. Καίτοι ποία βλασφημία  αὕτη;  Καὶ γὰρ  ἔμπροσθεν  ἦν  εἰρηκὼς,  συνηγμένων  αὐτῶν·  Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ ἡρμήνευσε τὸ εἰρημένον· καὶ οὐδὲν ἐτόλμησαν εἰπεῖν, ἀλλ' ἐσίγησαν, καὶ ἐξ ἐκείνου οὐκέτι λοιπὸν ἀντεῖπον. Πῶς οὖν νῦν  βλασφημίαν  τὸ  εἰρημένον  ἐκάλουν;  Τίνος  δὲ  ἕνεκεν  καὶ  ὁ  Χριστὸς οὕτως ἀπεκρίνατο; Πᾶσαν αὐτῶν  ἀναιρῶν   ἀπολογίαν,  ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδασκεν, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρίνων τὴν οἰκουμένην, ὃ πολλὴν πρὸς αὐτὸν τὴν συμφωνίαν δηλοῦντος ἦν. ∆ιαῤῥήξας τοίνυν  αὐτοῦ τὰ ἱμάτιά φησι· Τί ὑμῖν  δοκεῖ; Οὐ φέρει τὴν  ψῆφον οἴκοθεν, ἀλλὰ παρ' ἐκείνων αὐτὴν ὡς ἐπὶ ὡμολογημένων  ἁμαρτημάτων καὶ βλασφημίας δήλης ἐκκαλεῖται. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι καὶ διάγνωσιν  ἀκριβῆ, ἀπαλλάττει  πάσης αὐτὸν αἰτίας, παρ' ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες, Ὑμεῖς ἠκούσατε τῆς   βλασφημίας,   μόνον   οὐχὶ   καταναγκάζοντες   καὶ   βιαζόμενοι   τὴν   ψῆφον ἐξενεγκεῖν. Τί οὖν ἐκεῖνοι; Ἔνοχός ἐστι θανάτου· ἵν' ὡς κατάδικον λαβόντες, οὕτω τὸν  Πιλάτον  λοιπὸν  ἀποφήνασθαι  παρασκευάσωσιν. Ὃ δὴ  κἀκεῖνοι  συνειδότες φασὶν, Ἔνοχος θανάτου ἐστίν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ δικάζοντες, αὐτοὶ ψηφιζόμενοι,  πάντα  αὐτοὶ  γινόμενοι  τότε. Πῶς δὲ οὐκ ἤνεγκαν  τὰ σάββατα εἰς μέσον; Ὅτι πολλάκις  αὐτοὺς ἐπεστόμισεν· ἄλλως  δὲ καὶ ἐκ τῶν  τότε λεγομένων ἐβούλοντο αὐτὸν ἑλεῖν καὶ καταδικάσαι. Καὶ προλαβὼν, καὶ τὴν ψῆφον παρ' αὐτῶν ἐνεγκὼν,  καὶ πάντας ἐπισπασάμενος διὰ τοῦ ῥῆξαι τὸν χιτωνίσκον,  ὡς κατάδικον λοιπὸν  ἀπαγαγὼν  πρὸς τὸν  Πιλάτον, οὕτως  ἅπαντα  ἔπραττεν.  Ἐπ' ἐκείνου  γοῦν οὐδὲν τοιοῦτόν φασιν· ἀλλὰ τί; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν· ἀπὸ δημοσίων ἐγκλημάτων ἀνελεῖν αὐτὸν ἐπιχειροῦντες. Καὶ διατί μὴ λάθρα αὐτὸν ἀνεῖλον; Ἠβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν ἤδη ἀκηκοότες αὐτοῦ, καὶ θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι, διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων  σφαγῆναι. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν, ἀλλὰ τῇ ἐκείνων  πονηρίᾳ εἰς τὴν τῆς ἀληθείας σύστασιν ἀπεχρήσατο, ὥστε κατάδηλον αὐτοῦ γενέσθαι τὸν θάνατον. Καὶ τοὐναντίον ἐξέβαινεν, ἤπερ ἐβούλοντο. Αὐτοὶ μὲν γὰρ ἐκπομπεύειν ἤθελον, ὡς ταύτῃ καταισχύνοντες· αὐτὸς δὲ καὶ δι' αὐτῶν τούτων μᾶλλον ἐξέλαμπε. Καὶ ὥσπερ ἔλεγον, Ἀνέλωμεν αὐτὸν, μήποτε ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν  καὶ τὴν  πόλιν  καὶ τὸ ἔθνος, καὶ ἐπειδὴ ἀνεῖλον  αὐτὸν,  τοῦτο γέγονεν· οὕτω καὶ ἐνταῦθα, δημοσίᾳ αὐτὸν σταυρῶσαι ἐσπούδαζον, ἵνα βλάψωσιν αὐτοῦ τὴν δόξαν, καὶ τοὐναντίον ἐξέβη. Ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ' ἑαυτοὺς ἀνελεῖν, ἄκουσον τί φησιν ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Ἀλλ' οὐκ ἤθελον, ἵνα ὡς παράνομος, ὡς τύραννος, ὡς στασιώδης ἀνῃρῆσθαι δόξῃ. ∆ιὰ τοῦτο καὶ λῃστὰς αὐτῷ συνεσταύρωσαν· διὰ τοῦτο καὶ ἔλεγον· Μὴ γράφε, ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι Ἐκεῖνος εἶπε. Ταῦτα δὲ  πάντα   ὑπὲρ  τῆς   ἀληθείας   ἐγίνετο,   ὥστε  μηδὲ  σκιάν  τινα   αὐτοὺς   ἔχειν ἀναισχύντου  γοῦν  ἀπολογίας.  Καὶ ἐπὶ τοῦ τάφου  δὲ ὁμοίως  τὰ σήμαντρα καὶ αἱ φυλακαὶ  μᾶλλον  διαλάμψαι  τὴν  ἀλήθειαν  ἐποίησαν·  καὶ  αἱ  χλευασίαι  καὶ  τὰ σκώμματα καὶ αἱ λοιδορίαι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίουν. Τοιοῦτον γὰρ ἡ πλάνη· δι' ὧν  ἐπιβουλεύει,  λύεται· οὕτω  γοῦν  καὶ ἐνταῦθα  συνέβη. Οἱ μὲν  γὰρ δοκοῦντες νενικηκέναι,  οὗτοι μάλιστα καὶ ᾐσχύνθησαν, καὶ ἡττήθησαν, καὶ ἀπώλοντο·  ὁ δὲ ἡττῆσθαι  δοκῶν,  οὗτος  μάλιστα  καὶ  ἔλαμψε,  καὶ  ἐνίκησε  κατὰ  κράτος. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν, μηδὲ πανταχοῦ τὸ ἡττᾶσθαι φεύγωμεν. Ἔστιν ὅπου νίκη μὲν  φέρει βλάβην, ἧττα δὲ ὠφέλειαν. Καὶ γὰρ ἐπὶ τῶν θυμουμένων, δοκεῖ μὲν ὁ πολλὰ ὑβρικὼς κεκρατηκέναι· οὗτος δὲ μάλιστά ἐστιν ὁ ἡττηθεὶς ὑπὸ τοῦ χαλεπωτάτου  πάθους, καὶ βλαβείς· ὁ δὲ ἐνεγκὼν  γενναίως,  οὗτος περιεγένετο  καὶ ἐνίκησε. Καὶ ὁ μὲν οὐδὲ τὸ οἰκεῖον ἴσχυσε σβέσαι νόσημα· ὁ δὲ καὶ τὸ ἀλλότριον ἀνεῖλε· καὶ ὁ μὲν ὑπὸ τοῦ οἰκείου ἡττήθη· ὁ δὲ καὶ τοῦ ἀλλοτρίου περιεγένετο, καὶ οὐ μόνον αὐτὸς οὐ κατεκάη, ἀλλὰ καὶ τὴν ἑτέρου φλόγα ἀρθεῖσαν εἰς ὕψος ἔσβεσεν. Εἰ δὲ ἠθέλησε νικῆσαι τὴν δοκοῦσαν νίκην  εἶναι, καὶ αὐτὸς ἂν ἡττήθη, κἀκεῖνον ἐκκαύσας  χαλεπώτερον  τοῦτο  παθεῖν  παρεσκεύασεν ἂν,  καὶ  καθάπερ  γυναῖκες, αἰσχρῶς καὶ ἐλεεινῶς  ὑπὸ τοῦ θυμοῦ κατεπαλαίσθησαν ἂν ἑκάτεροι. Νυνὶ δὲ καὶ ταύτης ἀπηλλάγη τῆς αἰσχύνης ὁ φιλοσοφήσας, καὶ τρόπαιον λαμπρὸν καὶ ἐν ἑαυτῷ καὶ ἐν τῷ πλησίον ἔστησε κατὰ τῆς ὀργῆς διὰ τῆς καλῆς ἥττης. δʹ. Μὴ δὴ πανταχοῦ ζητῶμεν  νικᾷν.  Καὶ γὰρ  ὁ  πλεονεκτήσας  τὸν  πλεονεκτηθέντα   νενίκηκεν,  ἀλλὰ κακὴν νίκην, καὶ ὄλεθρον φέρουσαν τῷ νικήσαντι· ὁ δὲ πλεονεκτηθεὶς, καὶ δοκῶν νενικῆσθαι, φιλοσόφως ἐνεγκὼν, οὗτος μάλιστά ἐστιν ὁ τὸν στέφανον ἔχων. Πολλαχοῦ γὰρ τὸ ἡττᾶσθαι βέλτιον, καὶ ἔστιν οὗτος ἄριστος νίκης τρόπος. Ἄν τε γὰρ πλεονεκτῇ τις, ἄν τε παίῃ, ἄν τε βασκαίνῃ, ὁ ἡττώμενος καὶ μὴ ὁμόσε χωρῶν, οὗτός ἐστιν ὁ νικῶν.  Καὶ τί λέγω  πλεονεξίαν  καὶ βασκανίαν; Καὶ γὰρ ὁ εἰς μαρτύριον ἑλκόμενος,  οὕτω  νικᾷ,  δεσμούμενος καὶ μαστιγούμενος  καὶ κατακοπτόμενος  καὶ σφαττόμενος. Καὶ ὅπερ ἐστὶν ἐν τοῖς πολέμοις ἧττα, τὸ πεσεῖν τὸν ἀγωνιζόμενον, τοῦτο  παρ'  ἡμῖν  νίκη.  Οὐδαμοῦ γὰρ  δρῶντες  κακῶς  νικῶμεν,  ἀλλὰ  πανταχοῦ πάσχοντες  κακῶς.  Οὕτω καὶ  ἡ  νίκη  λαμπροτέρα  γίνεται,  ὅταν  πάσχοντες  τῶν δρώντων περιγενώμεθα. Ἐντεῦθεν δείκνυται ὅτι Θεοῦ ἡ νίκη. Καὶ γὰρ ἐναντίαν ἔχει τῇ ἔξωθεν τὴν φύσιν· ὃ καὶ μάλιστα ἰσχύος τεκμήριον. Οὕτω καὶ αἱ θαλάττιαι πέτραι τῷ παίεσθαι τὰ κύματα διαλύουσιν· οὕτω καὶ οἱ ἅγιοι πάντες ἀνεκηρύχθησαν  καὶ ἐστεφανώθησαν, καὶ λαμπρὰ τὰ τρόπαια ἔστησαν, τὴν ἀπράγμονα ταύτην νικῶντες νίκην. Μηδὲ γὰρ κινήσῃς σαυτὸν, φησὶ, μηδὲ κάμῃς· ὁ Θεός σοι ταύτην ἔδωκε τὴν ἰσχὺν, ὡς μὴ ἐκ συμπλοκῆς νικᾷν, ἀλλὰ ἀνεχόμενον μόνον. Μὴ παρατάξῃ καὶ αὐτὸς ἐξίσης, καὶ  νενίκηκας·  μὴ  συμπλακῇς,  καὶ  ἐστεφανώθης.  Πολὺ βελτίων  εἶ  τοῦ ἀνταγωνιστοῦ, καὶ δυνατώτερος. Τί καταισχύνεις σαυτόν; Μὴ δῷς ἐκείνῳ λέγειν, ὅτι Συμπλακεὶς περιεγένου, ἀλλ' ἄφες αὐτὸν τεθηπέναι καὶ θαυμάζειν σου τὴν ἄμαχον δύναμιν, καὶ πρὸς πάντας λέγειν, ὅτι καὶ χωρὶς τοῦ συμβαλεῖν ἐνίκησας. Οὕτω καὶ ὁ μακάριος Ἰωσὴφ ἀνεκηρύχθη, πανταχοῦ τῷ πάσχειν κακῶς περιγενόμενος τῶν ποιούντων.  Καὶ γὰρ οἱ ἀδελφοὶ  καὶ ἡ Αἰγυπτία τῶν  ἐπιβουλευόντων  ἦσαν· ἀλλὰ πάντων  οὗτος ἐκράτησε. Μὴ γάρ μοι τὸ δεσμωτήριον, ὅπερ οὗτος ᾤκησε, μηδὲ τὰ βασίλεια, ἔνθα διέτριβεν ἐκείνη, λέγε· ἀλλὰ δεῖξόν μοι, τίς ὁ νικηθεὶς, τίς ὁ ἡττηθεὶς, τίς ὁ ἐν ἀθυμίᾳ, τίς ὁ ἐν ἡδονῇ. Ἐκείνη μὲν γὰρ οὐ μόνον τοῦ δικαίου, ἀλλ' οὐδὲ τοῦ οἰκείου ἴσχυσε κρατῆσαι πάθους· οὗτος δὲ καὶ αὐτῆς καὶ τοῦ νοσήματος περιεγένετο τοῦ χαλεποῦ. Εἰ δὲ καὶ βούλει, αὐτῶν ἄκουσον τῶν ῥημάτων, καὶ ὄψει τὸ τρόπαιον. Εἰσήγαγες ἡμῖν ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν. Οὐχ οὗτος ἐνέπαιξεν, ἀθλία καὶ ταλαίπωρε,  ἀλλ' ὁ διάβολος  εἰπὼν,  ὅτι δύνασαι κατακλάσαι  τὸν  ἀδάμαντα.  Οὐχ οὗτος εἰσήγαγέ σοι παῖδα  Ἑβραῖον ἐπιβουλεύοντα,  ἀλλ'  ὁ πονηρὸς δαίμων τὴν ἀκάθαρτον ἀσέλγειαν· ἐκεῖνός σοι ἐνέπαιξε. Τί οὖν ὁ Ἰωσήφ; Σιγᾷ, καὶ οὕτω κατακρίνεται, καθάπερ καὶ ὁ Χριστός. Πάντα γὰρ ἐκεῖνα τύποι τούτων. Καὶ ὁ μὲν ἦν ἐν  δεσμοῖς, ἡ δὲ ἐν  βασιλείοις. Καὶ τί  τοῦτο; Ὁ μὲν  γὰρ ἦν  στεφανίτου  παντὸς λαμπρότερος, καὶ ἐν ἁλύσει μένων· ἡ δὲ δεσμώτου παντὸς ἀθλιώτερον διέκειτο, ἐν βασιλικοῖς θαλάμοις διατρίβουσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν νίκην καὶ τὴν ἧτταν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπ' αὐτοῦ τοῦ τέλους. Τίς γὰρ ὅπερ ἠθέλησεν, ἐποίησεν; Ὁ δεσμώτης,  ἀλλ'  οὐχ  ἡ  βασίλισσα. Ὁ μὲν   γὰρ  ἐσπούδαζε διατηρῆσαι  τὴν σωφροσύνην, ἡ δὲ ἀφελέσθαι. Τίς οὖν ἐποίησεν ὅπερ ἠθέλησεν; ὁ κακῶς παθὼν, ἢ ἡ κακῶς δράσασα; Εὔδηλον ὅτι ὁ παθών. Οὐκοῦν οὗτός ἐστιν ὁ νενικηκώς. Ταῦτα οὖν εἰδότες,  ταύτην  διώκωμεν  τὴν  νίκην,  τὴν  διὰ  τοῦ  πάσχειν  κακῶς·  ἐκείνην  δὲ φεύγωμεν, τὴν διὰ τοῦ δρᾷν κακῶς. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀπραγμοσύνης ἁπάσης καὶ πολλῆς ἡσυχίας ζησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |