ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν

Τρίτη 18 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν




Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν,συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖ νος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡ μέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόν τες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.

αʹ. Πανταχοῦ ἡ πλάνη ἑαυτῇ περιπίπτει, καὶ τῇ ἀληθείᾳ ἄκουσα συνηγορεῖ. Σκόπει δέ. Ἔδει πιστευθῆναι, ὅτι ἀπέθανε, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἀνέστη· καὶ ταῦτα πάντα διὰ τῶν  ἐχθρῶν γίνεται.  Ὅρα γοῦν τὰ ῥήματα ταῦτα τούτοις μαρτυροῦντα ἅπασιν.  Ἐμνήσθημεν,  φησὶν,   ὅτι   εἶπεν   ὁ  πλάνος   ἐκεῖνος   ἔτι   ζῶν·  οὐκοῦν ἐτελεύτησεν·  ὅτι  Μετὰ τρεῖς  ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν  σφραγισθῆναι  τὸν τάφον·  οὐκοῦν  ἐτάφη·  μήποτε  ἔλθωσιν  οἱ μαθηταὶ  αὐτοῦ, καὶ κλέψωσιν  αὐτόν. Οὐκοῦν ὁ τάφος  ἐὰν  σφραγισθῇ, οὐκ ἔσται τις  κακουργία. Οὐ γὰρ οὖν. Οὐκοῦν ἀναντίῤῥητος  ἡ  ἀπόδειξις  τῆς  ἀναστάσεως,  δι'  ὧν  ὑμεῖς  προετείνατε,  γέγονεν. Ἐπειδὴ γὰρ ἐσφραγίσθη, οὐδεμία γέγονε κακουργία. Εἰ δὲ οὐδεμία γέγονε κακουργία, εὕρηται δὲ ὁ τάφος κενὸς, δῆλον ὅτι ἀνέστη σαφῶς καὶ ἀναντιῤῥήτως. Εἶδες πῶς καὶ ἄκοντες συναγωνίζονται  τῇ τῆς ἀληθείας ἀποδείξει; Σὺ δέ μοι σκόπει τῶν μαθητῶν τὸ φιλάληθες·  πῶς τῶν  λεγομένων  παρὰ τῶν  ἐχθρῶν  οὐδὲν ἀποκρύπτονται, κἂν ἐπονείδιστα λέγωσιν. Ἰδοὺ γοῦν καὶ πλάνον  καλοῦσι, καὶ οὐ σιγῶσιν αὐτὸ οὗτοι.


Ταῦτα δὲ καὶ  τὴν  ἐκείνων  δείκνυσιν  ὠμότητα,  ὅτι  οὐδὲ τῷ  θανάτῳ  τὴν  ὀργὴν ἀφῆκαν· καὶ τούτων τὸν ἁπλοῦν καὶ φιλαληθῆ  τρόπον. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, ποῦ  εἶπεν,  ὅτι  Μετὰ τρεῖς  ἡμέρας ἐγείρομαι; Οὐ γὰρ  εὕροι τις  ἂν  οὕτω  σαφῶς εἰρημένον, ἀλλ' ἢ τὸ τοῦ Ἰωνᾶ παράδειγμα. Ὥστε ᾔδεσαν τὰ λεγόμενα, καὶ ἑκόντες ἐκακούργουν. Τί οὖν ὁ Πιλάτος; Ἔχετε κουστωδίαν, ἀσφαλίσασθε ὡς οἴδατε. Καὶ ἠσφαλίσαντο  σφραγίσαντες  τὸν  τάφον  μετὰ  τῆς  κουστωδίας.  Οὐκ ἀφίησι  τοὺς στρατιώτας μόνους σφραγίσαι· ἅτε γὰρ μαθὼν τὰ περὶ αὐτοῦ, οὐκέτι συμπράττειν αὐτοῖς ἤθελεν. Ἀλλ' ὑπὲρ ἀπαλλαγῆς αὐτῶν καὶ τοῦτο ἀνέχεται, καί φησιν· Ὑμεῖς ὡς βούλεσθε σφραγίσατε, ἵνα μὴ ἑτέρους ἔχητε αἰτιᾶσθαι. Εἰ γὰρ μόνοι οἱ στρατιῶται ἐσφραγίσαντο, ἠδύναντο λέγειν, (εἰ καὶ ἀπίθανα καὶ ψευδῆ τὰ λεγόμενα· ἀλλ' ὅμως ὡς ἐν τοῖς ἄλλοις ἀναισχύντουν,  οὕτω καὶ ἐν τούτῳ λέγειν εἶχον,) ὅτι οἱ στρατιῶται τὸ σῶμα δόντες κλαπῆναι, παρέσχον τοῖς μαθηταῖς τὸν περὶ τῆς ἀναστάσεως  πλάσαι  λόγον·  νῦν   δὲ  αὐτοὶ  ἀσφαλισάμενοι,  οὐδὲ  τοῦτο  λέγειν δύνανται.  Εἶδες πῶς  σπουδάζουσιν  ὑπὲρ  τῆς  ἀληθείας  ἄκοντες;  Καὶ γὰρ  αὐτοὶ προσῆλθον, αὐτοὶ ᾔτησαν, αὐτοὶ ἐσφράγισαν μετὰ τῆς κουστωδίας, ὥστε ἀλλήλων εἶναι κατήγοροι καὶ ἔλεγχοι. Καίτοι πότε ἂν ἔκλεψαν; Τῷ σαββάτῳ; Καὶ πῶς; οὐδὲ γὰρ ἐξῆν προελθεῖν. Εἰ δὲ καὶ τὸν νόμον παρέβαινον, πῶς ἂν ἐτόλμησαν οἱ οὕτω δειλοὶ προελθεῖν; Πῶς δὲ καὶ πεῖσαι τὸν ὄχλον ἠδύναντο; τί λέγοντες; τί ποιοῦντες; ποίᾳ δὲ προθυμίᾳ στῆναι εἶχον ὑπὲρ τοῦ νεκροῦ; τίνα δὲ προσδοκῶντες ἀντίδοσιν; ποίαν ἀμοιβήν; Ἔτι ζῶντα καὶ μόνον κατασχεθέντα ἰδόντες ἔφυγον· καὶ μετὰ τὴν τελευτὴν  ὑπὲρ αὐτοῦ παῤῥησιάζεσθαι ἔμελλον,  εἰ μὴ ἀνέστη; Καὶ πῶς ἂν ἔχοιεν ταῦτα λόγον; Ὅτι γὰρ οὔτ' ἂν ἠβουλήθησαν, οὔτ' ἂν ἠδυνήθησαν πλάσαι ἀνάστασιν μὴ γενομένην, δῆλον ἐκεῖθεν. Πολλὰ περὶ ἀναστάσεως αὐτοῖς διελέχθη, καὶ συνεχῶς ἔλεγεν, ὡς καὶ αὐτοὶ οὗτοι εἰρήκασιν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Εἰ τοίνυν οὐκ ἀνέστη, εὔδηλον ὡς ἀπατηθέντες  οὗτοι, καὶ πρὸς ὁλόκληρον  ἔθνος δι' αὐτὸν ἐκπολεμωθέντες,  καὶ ἄοικοι καὶ ἀπόλιδες γενόμενοι, ἀπεστράφησαν ἂν αὐτὸν, καὶ οὐκ ἂν ἠβουλήθησαν τοιαύτην αὐτῷ περιθεῖναι δόξαν, ἅτε ἠπατημένοι, καὶ εἰς τοὺς ἐσχάτους δι' αὐτὸν ἐμπεσόντες κινδύνους.  Ὅτι δὲ οὐδ' ἂν ἠδυνήθησαν, εἰ μὴ ἦν ἀληθὴς ἡ ἀνάστασις, πλάσαι αὐτὴν, τοῦτο οὐδὲ λόγου δεῖται. Τίνι γὰρ ἐθάῤῥουν; τῇ δεινότητι  τῶν  λόγων;  Ἀλλὰ πάντων  ἦσαν ἀμαθέστεροι. Ἀλλὰ τῇ περιουσίᾳ τῶν χρημάτων;  Ἀλλ' οὐδὲ  ῥάβδον, οὐδὲ  ὑποδήματα  εἶχον.  Ἀλλὰ  τῇ  περιφανείᾳ  τοῦ γένους; Ἀλλ' εὐτελεῖς ἦσαν, καὶ ἐξ εὐτελῶν. Ἀλλὰ τῷ μεγέθει τῆς πατρίδος; Ἀλλ' ἀπὸ χωρίων ἦσαν ἀσήμων. Ἀλλὰ τῷ πλήθει τῷ ἑαυτῶν; Ἀλλὰ τῶν ἕνδεκα οὐκ ἦσαν πλείους, καὶ αὐτοὶ δὲ διεσπάρησαν. Ἀλλὰ ταῖς ἐπαγγελίαις τοῦ διδασκάλου; Ποίαις; Εἰ γὰρ μὴ ἀνέστη, οὐδὲ ἐκεῖναι  ἤμελλον  εἶναι αὐτοῖς πισταί. Πῶς δ' ἂν ἤνεγκαν δῆμον μαινόμενον; Εἰ γὰρ ὁ κορυφαῖος αὐτῶν θυρωροῦ ῥῆμα οὐκ ἤνεγκε γυναικὸς, καὶ οἱ λοιποὶ δὲ πάντες δεδεμένον ἰδόντες διεσπάρησαν· πῶς ἂν ἐνενόησαν εἰς τὰ πέρατα τῆς οἰκουμένης δραμεῖν, καὶ φυτεῦσαι πεπλασμένον ἀναστάσεως λόγον; Εἰ γὰρ ὁ μὲν πρὸς γυναικὸς  ἀπειλὴν  οὐκ ἔστη, οἱ δὲ οὐδὲ πρὸς δεσμῶν ὄψιν.  πῶς ἠδύναντο  πρὸς βασιλέας καὶ ἄρχοντας καὶ δήμους ἵστασθαι, ὅπου ξίφη καὶ τήγανα  καὶ κάμινοι  καὶ μυρίοι καθ' ἡμέραν θάνατοι,  εἰ μὴ τῆς  τοῦ ἀναστάντος δυνάμεως  καὶ ῥοπῆς ἀπέλαυσαν; Τοιαῦτα σημεῖα γέγονε  καὶ τοσαῦτα, καὶ οὐδὲν τούτων ᾐδέσθησαν Ἰουδαῖοι, ἀλλ' ἐσταύρωσαν τὸν πεποιηκότα· καὶ τούτοις ἔμελλον ἁπλῶς λέγουσι πείθεσθαι περὶ ἀναστάσεως; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ' ἡ τοῦ ἀναστάντος ἰσχὺς ταῦτα εἰργάσατο.

βʹ. Σκόπει δέ μοι τὴν κακουργίαν  αὐτῶν  τὴν καταγέλαστον. Ἐμνήσθημεν, φησὶν, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰ πλάνος ἦν, καὶ ψευδῆ ἐκόμπαζε, τί δεδοίκατε καὶ περιτρέχετε,  καὶ τοσαύτῃ κέχρησθε σπουδῇ; ∆εδοίκαμεν, φησὶ, μήποτε κλέψωσιν αὐτὸν οἱ μαθηταὶ, καὶ ἀπατήσωσι τοὺς πολλούς. Καίτοιγε ἀπεδείχθη τοῦτο οὐκ ἔχον λόγον  καθόλου. Ἀλλ' ὅμως ἡ κακία φιλόνεικον  καὶ ἀναιδὲς, καὶ τοῖς ἀλογίστοις ἐπιχειρεῖ. Καὶ μέχρι τριῶν  ἡμερῶν κελεύουσιν ἀσφαλισθῆναι, ὡς ὑπὲρ δογμάτων μαχόμενοι, καὶ βουλόμενοι δεῖξαι καὶ πρὸ τούτου πλάνον ὄντα, καὶ μέχρι τοῦ τάφου τὴν κακίαν ἐκτείνουσι. ∆ιά τοι τοῦτο τάχιον ἀνέστη, ἵνα μὴ λέγωσιν, ὅτι ἐψεύσατο, καὶ ἐκλάπη. Τοῦτο μὲν γὰρ ἔγκλημα οὐκ εἶχε, τὸ θᾶττον ἀναστῆναι· τὸ δὲ βράδιον, ὑποψίας   ἔγεμε.  Καὶ  γὰρ  εἰ  μὴ  τότε  ἀνέστη,  καθημένων   αὐτῶν   αὐτόθι   καὶ φυλαττόντων,  ἀλλ' ἀναχωρησάντων μετὰ τὴν τριήμερον, εἶχόν τι λέγειν καὶ ἀντιλέγειν,  εἰ  καὶ  ἀνοήτως.  ∆ιὰ τοῦτο  τοίνυν  προέφθασεν.  Ἔδει γὰρ παρακαθημένων  αὐτῶν  καὶ  φυλαττόντων,   γενέσθαι  τὴν  ἀνάστασιν. Οὐκοῦν καὶ εἴσω τῶν τριῶν ἡμερῶν ἔδει γενέσθαι· ὡς εἴγε παρελθουσῶν αὐτῶν καὶ ἀναχωρησάντων  ἐγένετο,  ὕποπτον  τὸ πρᾶγμα  ἔμελλεν  εἶναι.  ∆ιὸ καὶ  σφραγίσαι συνεχώρησεν, ὡς ἠβούλοντο, καὶ στρατιῶται παρεκάθηντο. Καὶ οὐκ ἔμελεν αὐτοῖς ἐν  σαββάτῳ ταῦτα  ποιοῦσι, καὶ  ἐργαζομένοις,  ἀλλὰ  πρὸς ἓν  μόνον  ἑώρων,  τὴν ἑαυτῶν  πονηρίαν,  ὡς  ταύτῃ  περιεσόμενοι·  ὅπερ ἐσχάτης  ἀνοίας  ἦν,  καὶ  φόβου σφόδρα αὐτοὺς κατασείοντος λοιπόν. Οἱ γὰρ ζῶντα αὐτὸν κατασχόντες, ἀποθανόντα δεδοίκασι. Καίτοιγε εἰ ψιλός τις ἄνθρωπος ἦν, ἔδει θαῤῥεῖν. Ἀλλ' ἵνα μάθωσιν, ὅτι καὶ ζῶν ἑκὼν ἔπαθεν ἅπερ ἔπαθεν, ἰδοὺ καὶ σφραγὶς, καὶ λίθος, καὶ κουστωδία, καὶ οὐκ ἴσχυσαν κατασχεῖν· ἀλλ' ἓν γίνεται  μόνον, τὸ δημοσιευθῆναι τὴν ταφὴν,  καὶ πιστευθῆναι   ἐντεῦθεν   τὴν   ἀνάστασιν.  Καὶ  γὰρ  στρατιῶται   παρεκάθηντο,  καὶ Ἰουδαῖοι προσεδρεύουσιν. Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο  μέγας.  Ἄγγελος  γὰρ  Κυρίου καταβὰς  ἐκ  τοῦ  οὐρανοῦ,  καὶ  προσελθὼν, ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ  ἰδέα  αὐτοῦ  ὡς  ἀστραπὴ, καὶ  τὸ  ἔνδυμα  αὐτοῦ  λευκὸν  ὡσεὶ  χιών.  Μετὰ τὴν ἀνάστασιν ἦλθεν  ὁ ἄγγελος. Τίνος οὖν ἕνεκεν  ἦλθε, καὶ τὸν  λίθον  ἦρε; ∆ιὰ τὰς γυναῖκας· αὗται γὰρ αὐτὸν τότε εἶδον ἐν τῷ τάφῳ. Ἵν' οὖν πιστεύσωσιν ὅτι ἠγέρθη, ὁρῶσι τὸν τάφον  κενὸν τοῦ σώματος. ∆ιὰ τοῦτο ἀνεῖλε τὸν λίθον,  διὰ τοῦτο καὶ σεισμὸς ἐγένετο, ἵνα διαναστῶσι καὶ ἀφυπνισθῶσι.  Καὶ γὰρ ἦσαν παραγενόμεναι, ὥστε ἔλαιον βαλεῖν, καὶ ἐν νυκτὶ ταῦτα ἐγίνετο, καὶ εἰκός τινας καὶ ἀποκαθευδῆσαι. Καὶ τίνος  ἕνεκεν  καὶ  διατί  φησι,  Μὴ φοβεῖσθε  ὑμεῖς;  Πρότερον αὐτὰς ἀπαλλάττει  τοῦ δέους, καὶ τότε διαλέγεται  περὶ τῆς ἀναστάσεως. Καὶ τὸ Ὑμεῖς δὲ πολλὴν  ἐνδεικνυμένου  τὴν τιμήν  ἐστι, καὶ δεικνύντος,  ὅτι τὰ ἔσχατα μένει τοὺς τετολμηκότας, ἅπερ ἐτόλμησαν, ἂν μὴ μετανοήσωσιν. Οὐ γὰρ ὑμῶν ἐστι τὸ δεδοικέναι, φησὶν, ἀλλ' ἐκείνων τῶν σταυρωσάντων. Ἀπαλλάξας τοίνυν αὐτὰς τοῦ φόβου, καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῆς ὄψεως, (καὶ γὰρ τὸ σχῆμα φαιδρὸν ἔδειξεν, ἅτε εὐαγγέλια τοιαῦτα φέρων·) ἐπήγαγε λέγων, Οἶδα ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. Καὶ οὐκ ἐπαισχύνεται ἐσταυρωμένον καλῶν· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν. Ἠγέρθη. Πόθεν δῆλον; Καθὼς εἶπεν. Ὥστε κἂν ἐμοὶ, φησὶ, διαπιστῆτε, τῶν ἐκείνου μνήσθητε ῥημάτων, καὶ οὐδὲ ἐμοὶ διαπιστήσετε. Εἶτα καὶ ἄλλη ἀπόδειξις.
∆εῦτε καὶ  ἴδετε  τὸν  τόπον,  ὄπου  ἔκειτο.  ∆ιὰ τοῦτο  ἐπῆρε τὸν  λίθον,  ὥστε καὶ ἐντεῦθεν αὐτὰς λαβεῖν τὴν ἀπόδειξιν. Καὶ εἴπατε τοῖς μαθηταῖς, ὅτι ὄψεσθε αὐτὸν εἰς τὴν Γαλιλαίαν. Καὶ ἑτέροις εὐαγγελίζεσθαι παρασκευάζει, ὃ μάλιστα αὐτὰς ἐποίει πιστεῦσαι.  Καὶ καλῶς  εἶπεν,  Εἰς  τὴν  Γαλιλαίαν,  ἀπαλλάττων   πραγμάτων   καὶ κινδύνων,  ὥστε μὴ τὸν φόβον διενοχλεῖν  τῇ πίστει. Καὶ ἐξῆλθον ἐκ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς. Τί δήποτε; Ἔκπληκτον πρᾶγμα εἶδον καὶ παράδοξον, τάφον κενὸν,  ἔνθα  πρῶτον   τεθέντα   εἶδον.  ∆ιὸ  καὶ  ἤγαγεν   αὐτὰς  εἰς  θεωρίαν,  ἵνα ἀμφοτέρων  γένωνται   μάρτυρες,  καὶ  τοῦ  τάφου  καὶ  τῆς  ἀναστάσεως.  Καὶ γὰρ ἐνενόουν, ὅτι οὐδεὶς ἂν αὐτὸν ἦρε, στρατιωτῶν  τοσούτων παρακαθημένων,  εἰ μὴ ἑαυτὸν ἀνέστησε. ∆ιὰ τοῦτο καὶ χαίρουσι καὶ θαυμάζουσι, καὶ τῆς τοσαύτης παραμονῆς λαμβάνουσι τὴν  ἀμοιβὴν, τὸ πρῶται  ἰδεῖν  καὶ εὐαγγελίσασθαι, οὐ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ ὁραθέντα.

γʹ. Ἐπεὶ οὖν ἐξῆλθον μετὰ φόβου καὶ χαρᾶς, Ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. Αἱ δὲ ἐκράτησαν τοὺς πόδας αὐτοῦ, καὶ μεθ' ὑπερβαλλούσης εὐφροσύνης αὐτῷ προσδραμοῦσαι, ἐλάμβανον καὶ διὰ τῆς ἁφῆς τεκμήριον καὶ πληροφορίαν τῆς ἀναστάσεως, Καὶ προσεκύνησαν αὐτῷ. Τί οὖν αὐτός; Μὴ φοβεῖσθε. Πάλιν καὶ αὐτὸς τὸ δέος ἐκβάλλει, προοδοποιῶν τῇ πίστει. Ἀλλ' ὑπάγετε, καὶ εἴπατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν· κἀκεῖ με ὄψονται. Σκόπει πῶς καὶ αὐτὸς διὰ τούτων τοὺς μαθητὰς εὐαγγελίζεται, ὃ πολλάκις εἶπον, τὸ μάλιστα γένος ἀτιμωθὲν  εἰς τιμὴν ἄγων καὶ εἰς χρηστὰς ἐλπίδας, καὶ τὸ πεπονηκὸς ἰώμενος. Τάχα τις ὑμῶν ἐβούλετο κατ' ἐκείνας γενέσθαι, καὶ τοὺς πόδας κατασχεῖν  τοῦ Ἰησοῦ; ∆ύνασθε καὶ νῦν.  ὅσοι βούλεσθε, οὐχὶ τοὺς πόδας καὶ τὰς χεῖρας μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν  κατασχεῖν τὴν ἱερὰν ἐκείνην,  τῶν  φρικτῶν ἀπολαύοντες  μυστηρίων  καθαρῷ συνειδότι. Οὐκ ἐνταῦθα  δὲ μόνον,  ἀλλὰ  καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὄψεσθε αὐτὸν, μετὰ τῆς ἀποῤῥήτου δόξης ἐκείνης καὶ τοῦ δήμου τῶν  ἀγγέλων  ἐρχόμενον, εἰ βουληθείητε  εἶναι φιλάνθρωποι·  καὶ ἀκούσεσθε, οὐχὶ ταῦτα τὰ ῥήματα μόνον, ὅτι Χαίρετε; ἀλλὰ καὶ ἐκεῖνα· ∆εῦτε οἱ εὐλογημένοι  τοῦ Πατρός μου,  κληρονομήσατε  τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  πρὸ  καταβολῆς κόσμου. Γίνεσθε τοίνυν φιλάνθρωποι, ἵνα ταῦτα ἀκούσητε, καὶ ὑμεῖς αἱ χρυσοφόροι γυναῖκες, αἱ τὸν δρόμον τῶν γυναικῶν  θεασάμεναι τούτων, ὀψὲ γοῦν ποτε τὴν νόσον ἀποθέμεναι τῆς τῶν χρυσίων ἐπιθυμίας. Ὥστε εἰ ζηλοῦτε τὰς γυναῖκας, ἀνταλλάξασθε τὸν κόσμον, ὃν περίκεισθε, ἐλεημοσύνην περιθέμεναι. Τί τὸ ὄφελος, εἰπέ μοι, τῶν  λίθων  τῶν  τιμίων  τούτων,  καὶ τῶν  χρυσοπάστων ἱματίων;  Χαίρει τούτοις, φησὶν, ἡ ψυχὴ, καὶ εὐφραίνεται. Ἐγώ σε τὸ κέρδος ἠρώτησα· σὺ δέ μοι τὸ βλάβος εἶπες. Τοῦ γὰρ περὶ ταῦτα ἠσχολῆσθαι καὶ χαίρειν καὶ προσηλῶσθαι, χεῖρον οὐδέν.  Πικροτέρα γὰρ  ἡ  χαλεπὴ  αὕτη  δουλεία  γίνεται,  ὅταν  τις  καὶ  δουλεύων εὐφραίνηται.  Ἐπὶ  τίνι  γὰρ  τῶν  πνευματικῶν   ὡς  χρὴ  σπουδάσει ποτὲ,  πότε  δὲ καταγελάσεται ὡς δεῖ τῶν βιωτικῶν πραγμάτων, ἡ χαρᾶς ἄξιον εἶναι νομίζουσα τὸ δεδέσθαι χρυσῷ; Ὁ γὰρ ἐν δεσμωτηρίῳ μένων καὶ ἡδόμενος, οὐδέποτε ἀπαλλαγῆναι θελήσει, ὥσπερ οὖν οὐδὲ αὕτη· ἀλλ' ὥσπερ τις αἰχμάλωτος  γενομένη τῆς πονηρᾶς ταύτης  ἐπιθυμίας,  οὐδὲ φωνῆς  ἀνέξεται  πνευματικῆς  ἀκοῦσαι μετὰ τῆς προσηκούσης ἐπιθυμίας τε καὶ σπουδῆς, μήτιγε ἔργον μετελθεῖν. Τί οὖν τὸ κέρδος τοῦ κόσμου τούτου καὶ τῆς βλακείας ταύτης; εἰπέ μοι. Τέρπομαι, φησί. Πάλιν μοι τὴν βλάβην εἶπες καὶ τὸν ὄλεθρον. Ἀλλὰ καὶ τιμῆς ἀπολαύω, φησὶ, πολλῆς παρὰ τῶν ὁρώντων. Καὶ τί τοῦτο; Ἑτέρας γὰρ τοῦτο διαφθορᾶς ὑπόθεσις, ὅταν εἰς τῦφον, ὅταν εἰς ἀπόνοιαν  αἴρῃ. Φέρε οὖν, ἐπειδὴ  σὺ τὸ κέρδος οὐκ εἶπες, ἀνάσχου ἐμοῦ σοι διηγουμένου  τὰς βλάβας. Τίνες οὖν ἐντεῦθεν  αἱ βλάβαι; Ἡ φροντὶς  ἡ μείζων τῆς ἡδονῆς. ∆ιὸ πολλοὶ τῶν ὁρώντων, τούτων δὴ τῶν παχυτέρων, τέρπονται μᾶλλον, ἢ ἡ περικειμένη. Σὺ μὲν γὰρ μετὰ μερίμνης καλλωπίζῃ· ἐκεῖνοι δὲ ἄνευ ταύτης ἑστιῶσι τὰς  ὄψεις.  Εἶτα  ἑτέρα  πάλιν,   τὸ  ταπεινοῦσθαι   τὴν   ψυχὴν,   τὸ  βασκαίνεσθαι πανταχόθεν.  Αἱ γὰρ πλησίον δηχθεῖσαι κατὰ τῶν οἰκείων ἀνδρῶν ὁπλίζονται, καὶ πολέμους ἀναῤῥιπίζουσί σοι χαλεπούς. Μετὰ τούτων τὸ τὴν σχολὴν ἅπασαν καὶ τὴν φροντίδα εἰς τοῦτο δαπανᾶσθαι, τὸ τῶν πνευματικῶν  μὴ σφόδρα ἀντέχεσθαι κατορθωμάτων,  τὸ  τύφου  καὶ  ἀπονοίας  καὶ  κενῆς  πληροῦσθαι  δόξης, τὸ  τῇ  γῇ προσηλῶσθαι, καὶ πτεροῤῥυεῖν, καὶ ἀντὶ ἀετοῦ γενέσθαι κύνα καὶ χοῖρον. Ἀφεῖσα γὰρ  πρὸς  τὸν  οὐρανὸν  βλέπειν  καὶ  πέτασθαι,  καθάπερ  οἱ  χοῖροι  χαμαὶ  νεύεις, μέταλλα περιεργαζομένη καὶ χηραμοὺς, καὶ ψυχὴν ἄνανδρον καὶ ἀνελευθέραν κτωμένη. Ἀλλ' ἐπιστρέφεις φαινομένη τοὺς ἐπὶ τῆς ἀγορᾶς; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο χρυσοφορεῖν οὐκ ἔδει, ἵνα μὴ κοινὸν γένῃ θέατρον, καὶ πολλῶν κατηγόρων ἀνοίξῃς στόματα. Οὐδεὶς γάρ σε τῶν ἐπιστρεφομένων  θαυμάζει, ἀλλὰ σκώπτουσιν ὡς φιλόκοσμον,  ὡς  ἀλαζόνα,  ὡς  σαρκικὴν  γυναῖκα.  Κἂν εἰς  ἐκκλησίαν  εἰσέλθῃς, ἐξῆλθες οὐδὲν λαβοῦσα, ἀλλ' ἢ μυρία σκώμματα καὶ λοιδορίας καὶ ἀρὰς, οὐχὶ παρὰ τῶν ὁρώντων  μόνον, ἀλλὰ καὶ παρὰ τοῦ προφήτου. Καὶ γὰρ εὐθέως ὁ μεγαλοφωνότατος  Ἡσαΐας ἰδών  σε βοήσεται· Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· Ἀνθ' ὧν ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν  ποδῶν  σύρουσαι τοὺς χιτῶνας,  καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· ἀνακαλύψει Κύριος τὸν κόσμον αὐτῶν, καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, ἀντὶ δὲ ζώνης σχοινίῳ ζώσῃ. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Οὐδὲ γὰρ πρὸς ἐκείνας μόνας ταῦτα εἴρηται, ἀλλὰ πρὸς πᾶσαν γυναῖκα μιμουμένην αὐτάς. Καὶ ὁ Παῦλος δὲ μετ' ἐκείνου κατήγορος ἕστηκε, λέγων Τιμοθέῳ παραγγέλλειν ταῖς γυναιξί· Μὴ ἐν πλέγμασιν, ἢ χρυσίῳ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ  κοσμεῖν ἑαυτάς. Ὥστε πανταχοῦ μὲν βλαβερὸν τὸ χρυσοφορεῖν, μάλιστα δὲ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅταν διὰ τῶν πενήτων  παρίῃς. Εἰ γὰρ σφόδρα σαυτῆς κατηγορῆσαι ἐσπούδασας, οὐκ ἂν ἄλλο περιέθου σχῆμα, ἀλλ' ἢ τὸ τῆς ὠμότητος τοῦτο, καὶ ἀπανθρωπίας προσωπεῖον.

δʹ. Ἐννόησον γοῦν πόσας γαστέρας παρέρχῃ πεινώσας μετὰ τοῦ σχήματος τούτου, πόσα  σώματα  γεγυμνωμένα   μετὰ  τῆς  φαντασίας  ταύτης  τῆς  σατανικῆς.  Πόσῳ βέλτιον  διαθρέψαι  ψυχὰς  πεινώσας,  ἢ λοβοὺς  ὤτων  διατιτρώσκειν,  καὶ  μυρίων πενήτων τροφὰς ἐξαρτᾷν εἰκῆ καὶ μάτην! Μὴ γὰρ τὸ πλουτεῖν ἐγκώμιον; μὴ γὰρ τὸ χρυσοφορεῖν ἔπαινος; Εἰ καὶ ἐκ δικαίων πόνων ταῦτα περικείμενά σοι ἦν, καὶ οὕτω μεγίστη κατηγορία τὸ γινόμενον· ὅταν δὲ καὶ ἐξ ἀδικίας, ἐννόησον τὴν ὑπερβολήν. Ἀλλ'  ἐπαίνων   ἐρᾷς  καὶ  δόξης;  Οὐκοῦν  ἀπόδυσαι  τὴν   καταγέλαστον   ταύτην περιβολὴν, καὶ τότε σε θαυμάσονται πάντες, τότε καὶ δόξης καὶ καθαρᾶς ἀπολαύσῃ τῆς ἡδονῆς· ὡς νῦν  γε σκωμμάτων  γέμεις, ἀθυμίας πολλὰς  ὑποθέσεις ἐκ τούτων σαυτῇ κατασκευάζουσα. Ἂν γὰρ ἐκπέσῃ τι τούτων, ἐννόησον ὅσα ἐντεῦθεν τίκτεται τὰ κακά· πόσαι μαστιγοῦνται θεραπαινίδες, πόσοι ἄνδρες ἐνοχλοῦνται, πόσοι ἀπάγονται, πόσοι δεσμωτήριον οἰκοῦσι. Καὶ δικαστήρια ἐντεῦθεν, καὶ εἰσαγωγαὶ, καὶ μυρίαι πάντοθεν ἀραὶ καὶ κατηγορίαι, τῇ γυναικὶ παρὰ τοῦ ἀνδρὸς, τῷ ἀνδρὶ παρὰ τῶν φίλων, τῇ ψυχῇ παρ' ἑαυτῆς. Ἀλλ' οὐκ ἀπολεῖται. Μάλιστα μὲν τοῦτο οὐ ῥᾴδιον· εἰ δὲ καὶ σωθείη διαπαντὸς, σωζόμενα πάλιν πολλὴν παρέχει μέριμναν καὶ φροντίδα καὶ ἀηδίαν, καὶ κέρδος οὐδέν. Ποία γὰρ ἐντεῦθεν πρόσοδος τῇ οἰκίᾳ; τί ὄφελος αὐτῇ τῇ περικειμένῃ; Ὄφελος μὲν οὐδὲν, ἀκοσμία δὲ πολλὴ, καὶ κατηγορία πάντοθεν. Πῶς δυνήσῃ τοῦ Χριστοῦ φιλῆσαι τοὺς πόδας καὶ κατασχεῖν, οὕτως ἐσκευασμένη; Τοῦτον  ἀποστρέφεται  τὸν  κόσμον ἐκεῖνος.  ∆ιὰ τοῦτο  ἐν  τῇ  τοῦ  τέκτονος  οἰκίᾳ κατεδέξατο τεχθῆναι, μᾶλλον δὲ οὐδὲ ἐν τῇ οἰκίᾳ ἐκείνῃ, ἀλλ' ἐν καλύβῃ καὶ φάτνῃ. Πῶς οὖν αὐτὸν δυνήσῃ ἰδεῖν, οὐκ ἔχουσα κάλλος αὐτῷ ποθεινὸν, οὐ περικειμένη κόσμον ἐπέραστον αὐτῷ, ἀλλὰ μισητόν; Τὸν γὰρ αὐτῷ προσιόντα οὐ τοιούτοις δεῖ καλλωπίζεσθαι ἱματίοις, ἀλλ' ἀρετῇ περιβεβλῆσθαι. Ἐννόησον τί ποτέ ἐστι τουτὶ τὸ χρυσίον; Οὐδὲν ἕτερον ἢ γῆ καὶ σποδός. Ἔμβαλε ὕδωρ, καὶ γέγονε πηλός. Ἐννόησον καὶ αἰσχύνθητι τὸν πηλὸν ∆εσπότην ποιουμένη, καὶ πάντα ἀφεῖσα καὶ αὐτῷ παρακαθημένη,  καὶ  πανταχοῦ  αὐτὸν  βαστάζουσα καὶ  περιφέρουσα, καὶ  ὅταν  εἰς ἐκκλησίαν εἰσίῃς, ὅτε μάλιστα φεύγειν αὐτὸν ἐχρῆν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡ ἐκκλησία ᾠκοδόμηται, ἵνα ἐν ταύτῃ τὸν πλοῦτον ἐπιδείξῃ τοῦτον, ἀλλ' ἵνα τὸν πλοῦτον τὸν πνευματικόν.    Σὺ   δὲ   ὥσπερ   εἰς   πομπὴν   εἰσιοῦσα,  οὕτω   πάντοθεν   σαυτὴν καλλωπίζεις,  τὰς ἐν τῇ σκηνῇ μιμουμένη, οὕτω μετὰ δαψιλείας τὸν καταγέλαστον τοῦτον   βαστάζεις  φορυτόν.  ∆ιά  τοι  τοῦτο  πολλοῖς   ἐπεισέρχῃ  λύμη,  καὶ  τῆς ἐκκλησίας διαλυθείσης, ἐν ταῖς οἰκίαις, ἐπὶ τῶν  τραπεζῶν, ταῦτα ἄν τις ἀκούσειε διηγουμένων τῶν πλειόνων. Ἀφέντες γὰρ λέγειν, Τὸ καὶ τὸ εἶπεν ὁ προφήτης καὶ ὁ Ἀπόστολος, τῶν  ἱματίων  τὴν  πολυτέλειαν,  τῶν  λίθων  τὸ  μέγεθος,  τὴν  ἄλλην ἅπασαν ἀσχημοσύνην τῶν ταῦτα περικειμένων διηγοῦνται. Ταῦτα  ὑμᾶς πρὸς ἔλεον ἀργὰς ποιεῖ, καὶ τοὺς συνοικοῦντας ὑμῖν. Οὐ γὰρ ἄν τις ὑμῶν ἕλοιτο ῥᾳδίως διακλάσαι τι τῶν χρυσίων τούτων, καὶ θρέψαι πεινῶντα. Ὅπου γὰρ καὶ αὐτὴ ἕλοιο ἂν  ἐν  στενοχωρίᾳ  εἶναι,  ἢ  ταῦτα  ἰδεῖν  διακλώμενα,  πῶς  ἂν  ἕτερον  ἐκ τούτων διαθρέψειας; Ὥσπερ γὰρ πρὸς ἔμψυχά  τινα  διάκεινται  αἱ πολλαὶ  πρὸς ταῦτα καὶ οὐδὲν ἧττον ἢ πρὸς παιδία. Ἄπαγε, φησί. ∆είξατέ μοι οὖν τοῦτο, δείξατε διὰ τῶν ἔργων,  ὡς  νῦν  γε  τἀναντία  ὁρῶ. Τίς γάρ  ποτε  τῶν  σφόδρα ἑαλωκότων  ταῦτα καταχωνεύσας  ἐξήρπασε θανάτου  παιδίου  ψυχήν;  Καὶ τί  λέγω  παιδίου;  Τίς τὴν ἑαυτοῦ ψυχὴν ἀπολλυμένην  ἐντεῦθεν ἐπρίατο; Τοὐναντίον  μὲν οὖν οἱ πολλοὶ καὶ καθ' ἑκάστην αὐτὴν διὰ ταῦτα πωλοῦσι τὴν ἡμέραν. Κἂν μὲν σωματικὴ ἀῤῥωστία γένηται,  πάντα  ποιοῦσιν· ἂν δὲ τὴν  ψυχὴν  ἴδωσι διεφθαρμένην,  οὐδὲν  τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν  ἐγγόνων  καὶ τῆς ἑαυτῶν  ψυχῆς  ἀμελοῦσιν, ἵνα ταῦτα μένῃ τῷ χρόνῳ ἰούμενα. Καὶ σὺ μὲν μυρίων ταλάντων  χρυσία περίκεισαι· τὸ δὲ τοῦ Χριστοῦ μέλος οὐδὲ ἀναγκαίας ἔχει τροφῆς ἀπόλαυσιν. Ἀλλ' ὁ μὲν κοινὸς ἁπάντων ∆εσπότης, καὶ τοῦ οὐρανοῦ, καὶ τῶν  ἐν  τοῖς  οὐρανοῖς,  καὶ τραπέζης τῆς πνευματικῆς   ἅπασιν  ὁμοίως  μετέδωκε·  σὺ  δὲ  οὐδὲ  τῶν   ἀπολλυμένων   αὐτῷ μεταδίδως, ἵνα μείνῃς συνεχῶς δεδεμένη ταῖς χαλεπαῖς ταύταις ἁλύσεσιν. Ἐντεῦθεν τὰ μυρία κακὰ, ἐντεῦθεν  αἱ πορνεῖαι  τῶν  ἀνδρῶν,  ὅταν  αὐτοὺς  μὴ φιλοσοφεῖν παρασκευάζητε,  ἀλλὰ  τούτοις  παιδεύητε  χαίρειν,  οἷς  αἱ  πορνευόμεναι καλλωπίζονται γυναῖκες. ∆ιὰ τοῦτο καὶ ταχέως ἁλίσκονται. Εἰ γὰρ αὐτὸν ἐπαίδευσας τούτων  μὲν ὑπερορᾷν, σωφροσύνῃ δὲ χαίρειν, εὐλαβείᾳ, ταπεινοφροσύνῃ, οὐκ ἂν ῥᾳδίως ἑάλω τοῖς τῆς πορνείας πτεροῖς. Κοσμήσασθαι μὲν γὰρ οὕτω δύναται πόρνη, καὶ τούτου πλέον· ἐκείνοις δὲ οὐκέτι. Ἔθισον οὖν αὐτὸν τούτῳ χαίρειν τῷ κόσμῳ, ὃν οὐκ ἔχει παρὰ τῇ πόρνῃ κείμενον ἰδεῖν. Πῶς δὲ αὐτὸν εἰς τὴν συνήθειαν ταύτην ἐμβαλεῖς; Ἂν τοῦτον ἀφέλῃς, καὶ ἐκεῖνον περιθῇς. Οὕτω καὶ ὁ ἀνὴρ ἐν ἀσφαλείᾳ, καὶ σὺ ἐν τιμῇ, καὶ ὁ Θεὸς ὑμῖν ἵλεως, καὶ ἄνθρωποι πάντες θαυμάσονται, καὶ τῶν μελλόντων  ἐπιτεύξεσθε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |