Περὶ χαρισμάτων καὶ χειροτονιῶν καὶ κανόνων ἐκκλησιαστικῶν
Παρασκευή 16 Δεκεμβρίου 2016
Περί χαρισμάτων και χειροτονειών κανόνων εκκλησιαστικών
Περὶ χαρισμάτων καὶ χειροτονιῶν καὶ κανόνων ἐκκλησιαστικῶν
α. Τίνων χάριν ἐπιτελοῦνται αἰ τῶν σημείων δυνάμεις.
Τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ μέγα τῆς εὐσεβείας ἡμῖν παραδιδόντος μυστήριον καὶ προς καλουμένου Ἰουδαίους τε καὶ Ἕλληνας εἰς ἐπίγνωσιν τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καθὼς αὐτός που φησὶν εὐχαριστῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν πιστευσάντων· Ἐφανέ ρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα, καὶ περὶ ἡμῶν λέγοντος τῷ Πατρί· Πάτερ ἅγιε, εἰ καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἀλλ᾿ ἐγώ σε ἔγνων καὶ οὗτοί σε ἔγνωσαν, εἰκότως, ὡς ἂν τετελειωμένων ἡμῶν, φησὶ πᾶσιν ἅμα περὶ τῶν ἐξ αὐτοῦ διὰ τοῦ Πνεύματος διδομένων χαρισμάτων· Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν, τούτων τῶν χαρισμά των πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσιν τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα τοῖς δι᾿ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων, οὐκ εἰς τὴν τῶν ἐνεργούντων ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἀπίστων συγκατάθεσιν, ἵνα οὓς οὐκ ἔπεισεν ὁ λόγος, τούτους ἡ τῶν σημείων δυσωπήσῃ δύναμις. Τὰ γὰρ σημεῖα οὐ τοῖς πιστοῖς ἡμῖν, ἀλλὰ τοῖς ἀπίστοις Ἰουδαίων τε καὶ Ἑλλήνων· οὔτε γὰρ τὸ δαί μονας ἐκβάλλειν ἡμέτερον κέρδος, ἀλλὰ τῶν ἐνεργείᾳ Χριστοῦ καθαιρομένων, καθὼς αὐτός που παιδεύων ἡμᾶς ὁ Κύριος δείκνυσι λέγων·
Μὴ χαίρετε, ὅτι τὰ πνεύ ματα ὑμῖν ὑπακούουσιν, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τῷ οὐρανῷ, ἐπειδὴ τὸ μὲν αὐτοῦ δυνάμει γίνεται, τὸ δὲ ἡμετέρᾳ εὐνοίᾳ καὶ σπουδῇ, δῆλον ὅτι βοηθουμένοις ὑπ᾿ αὐτοῦ. Οὐκ ἐπάναγκες οὖν πάντα πιστὸν δαίμονας ἐκβάλλειν ἢ νεκροὺς ἀνιστᾶν ἢ γλώσσαις λαλεῖν, ἀλλὰ τὸν ἀξιωθέντα χαρίσματος ἐπί τινι αἰτίᾳ χρησίμῃ εἰς σωτηρίαν τῶν ἀπίστων, δυσωπουμένων πολλάκις οὐ τὴν τῶν λόγων ἀπόδειξιν, ἀλλὰ τὴν τῶν σημείων ἐνέργειαν, ἀξίων ὄντων σωτηρίας. Οὐδὲ γὰρ πάντες οἱ ἀσεβεῖς ὑπὸ τῶν θαυμάτων ἐντρέπονται· καὶ τούτου μάρτυς αὐτὸς ὁ Θεὸς, ὡς ὅταν λέγῃ ἐν τῷ Νόμῳ ὅτι· Ἐν ἑτερογλώσσοις λαλήσω τῷ λαῷ τούτῳ καὶ ἐν χείλεσιν ἑτέροις, καὶ οὐ μὴ πιστεύ σωσιν. Οὔτε γὰρ οἱ Αἰγύπτιοι ἐπίστευσαν τῷ Θεῷ, Μωϋσέως τοσαῦτα σημεῖα καὶ τέρατα πεποιηκότος, οὔτε τὸ πλῆθος τῶν Ἰουδαίων τῷ ὡς Μωϋσεῖ Χριστῷ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν αὐτοῖς θεραπεύσαντι· καὶ οὔτε ἐκείνους ἐδυσώπησεν ῥάβδος ψυχουμένη εἰς ὄφιν καὶ χεὶρ λευκαινομένη καὶ Νεῖλος αἱματούμενος, οὔτε τού τους τυφλοὶ ἀναβλέποντες καὶ χωλοὶ περιπατοῦντες καὶ νεκροὶ ἀνιστάμενοι· καὶ τῷ μὲν ἀνθίσταντο Ἰαννὴς καὶ Ἰαμβρής, τῷ δὲ Ἄννας καὶ Καιάφας. Οὕτως οὐ πάντας δυσωπεῖ τὰ σημεῖα, ἀλλὰ μόνους τοὺς εὐγνώμονας, ὧν καὶ χάριν εὐδοκεῖ ὁ Θεὸς ἐπιτελεῖσθαι δυνάμεις ὡς σοφὸς οἰκονόμος, οὐ τῇ τῶν ἀνθρώπων ἰσχύι, ἀλλὰ τῇ ἑαυτοῦ βουλήσει. Ταῦτα δέ φαμεν ἐπὶ τῷ μὴ ἐπαίρεσθαι τοὺς λαβόντας χαρίσματα τοιάδε κατὰ τῶν μὴ λαβόντων. Χαρίσματα δὲ λέγομεν τὰ διὰ τῶν σημείων, ἐπεὶ οὐκ ἔστιν ἄνθρωπος πιστεύσας διὰ Χριστοῦ εἰς τὸν Θεόν, ὃς οὐκ εἴληφεν χάρισμα πνευματικόν. Αὐτό τε γὰρ τὸ ἀπαλλα γῆναι πολυθέου ἀσεβείας καὶ πιστεῦσαι Θεῷ Πατρὶ διὰ Χριστοῦ χάρισμά ἐστι Θεοῦ, τό τε ἀπορρίψαι τὸ ἰουδαικὸν κάλυμμα καὶ πιστεῦσαι, ὅτι εὐδοκίᾳ Θεοῦ ὁ πρὸ αἰώνων μονογενὴς ἐν ὑστέρῳ καιρῷ ἐκ παρθένου γεγέννηται δίχα ὁμι λίας ἀνδρός, καὶ ὅτι ἐπολιτεύσατο ὡς ἄνθρωπος ἄνευ ἁμαρτίας πληρώσας πᾶσαν δικαιοσύνην τὴν τοῦ νόμου, καὶ ὅτι συγχω ρήσει Θεοῦ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας ὁ Θεὸς Λόγος, καὶ ὅτι ἀπέθανεν καὶ ἐτάφη καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν καὶ μετὰ τὴν ἀνάστασιν, τεσσαράκοντα ἡμέρας παρα μείνας τοῖς ἀποστόλοις καὶ πληρώσας πᾶσαν διάταξιν, ἀνε λήφθη ἐπ᾿ ὄψεσιν αὐτῶν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα. Ὁ ταῦτα πιστεύσας, οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλὰ κρίσει καὶ πληροφορίᾳ, χάρισμα εἴληφεν ἐκ Θεοῦ, ὡσαύτως δὲ καὶ ὁ πάσης αἱρέσεως ἀπαλλαγείς. Μὴ οὖν τις τῶν ποιούντων σημεῖα καὶ τέρατα κρινέτω τινὰ τῶν πιστῶν μὴ ἀξιωθέντα ἐνεργεῖν· διάφορα γάρ ἐστιν τὰ τοῦ Θεοῦ χαρίσματα παρ᾿ αὐτοῦ διὰ Χριστοῦ διδόμενα, καὶ σὺ μὲν εἴληφας τοῦτο, ἐκεῖνος δὲ ἄλλο τι, ἢ γὰρ λόγον σοφίας ἢ γνώσεως ἢ διακρίσεως πνευμάτων ἢ πρόγνωσιν τῶν μελλόντων ἢ λόγον διδακτικὸν ἢ ἀνεξικακίαν ἢ ἐγκράτειαν ἔννομον. Καὶ γὰρ καὶ Μωϋσῆς, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἐν Αἰγύπτῳ ἐπιτελῶν τὰ σημεῖα οὐ κατεπήρθη τῶν ὁμοφύ λων, καὶ θεὸς κληθεὶς οὐκ ἠλαζονεύσατο κατὰ τοῦ ἰδίου προφήτου Ἀαρών. Ἀλλ᾿ οὔτε ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἡγησάμενος μετ᾿ αὐτὸν τοῦ λαοῦ κἂν τῷ πρὸς Ἰεβουσαίους πολέμῳ στήσας τὸν ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλὼν διὰ τὸ μὴ αὐταρκεῖν πρὸς τὴν νίκην τὴν ἡμέραν, ἐπήρθη κατὰ τοῦ Φινεὲς ἢ τοῦ Χαλέβ· οὔτε Σαμουὴλ τοσαῦτα παράδοξα ποιήσας παρ᾿ οὐδὲν ἡγήσατο τὸν θεοφιλῆ Δαυίδ, καίτοι ἀμφότεροι προφῆται καὶ ὁ μὲν ἀρχιερεύς, ὁ δὲ βασιλεύς. Καὶ ἑπτὰ χιλιάδων ὑπαρχουσῶν ἐν Ἰσραὴλ ἁγίων τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ μόνος Ἠλίας ἐν αὐτοῖς καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος θαυμα τοποιοὶ γεγένηνται, ἀλλ᾿ οὔτε Ἠλίας τὸν οἰκονόμον Ἀβδιοὺ ἐξεμυκτήρισεν φοβούμενον μὲν τὸν Θεόν, οὐ ποιοῦντα δὲ σημεῖα, οὔτε Ἐλισσαῖος τὸν ἑαυτοῦ μαθητὴν φρίττοντα τοὺς πολεμίους ὑπερεῖδεν. Ἀλλὰ γὰρ οὔτε Δανιὴλ ὁ σοφὸς ῥυσθεὶς δεύτερον ἐκ στόματος λεόντων, οὔτε οἱ τρεῖς παῖδες ἐκ καμίνου πυρὸς ἐξουδένωσαν τοὺς λοιποὺς τῶν ὁμοφύλων· ἠπίσταντο γάρ, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει περιεγέ νοντο τῶν δεινῶν, ἀλλὰ τῇ τοῦ Θεοῦ ἰσχύι, καὶ σημεῖα ἐπετέλουν καὶ τῶν δυσχερῶν ἀπηλλάττοντο. Οὐκοῦν μηδεὶς ὑμῶν ἐπαιρέσθω κατὰ τοῦ ἀδελφοῦ, κἂν προφήτης ᾖ κἂν θαυματοποιός· εἰ γὰρ δοθῇ μηκέτι εἶναί που ἄπιστον, περιττὴ λοιπὸν ἔσται πᾶσα σημείων ἐνέργεια. Τὸ μὲν γὰρ εἶναι εὐσεβῆ ἐκ τῆς τοῦ τινος εὐνοίας, τὸ δὲ θαυματο ποιεῖν ἐκ τῆς τοῦ ἐνεργοῦντος δυνάμεως· ὧν τὸ μὲν πρῶτον ἡμᾶς αὐτοὺς ὁρᾷ, τὸ δὲ δεύτερον Θεὸν τὸν ἐνεργοῦντα δι᾿ ἃς προείπομεν αἰτίας. Οὐκοῦν μήτε βασιλεὺς ἐξουθενείτω τοὺς ὑπ᾿ αὐτὸν στρατηγούς, μήτε ἄρχοντες τοὺς ὑπηκόους· μὴ ὄντων γὰρ τῶν ἀρχομένων περιττοὶ οἱ ἄρχοντες, καὶ μὴ ὄντων στρατηγῶν οὐ στήσεται βασιλεία. Ἀλλὰ μηδὲ ἐπίσκοπος ἐπαιρέσθω κατὰ τῶν διακόνων ἢ τῶν πρεσβυτέρων, μήτε μὴν οἱ πρεσβύτεροι κατὰ τοῦ λαοῦ· ἐξ ἀλλήλων γάρ ἐστιν ἡ σύστασις τοῦ συναθροίσματος. Ὅ τε γὰρ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι τίνων εἰσιν ἱερεῖς; Καὶ οἱ λαικοὶ τίνων εἰσιν λαικοί; Καὶ τὸ μὲν εἶναι χριστιανὸν ἐφ᾿ ἡμῖν, τὸ δὲ ἀπόστολον ἢ ἐπίσκοπον ἢ ἄλλο τι οὐκ ἐφ᾿ ἡμῖν, ἀλλ᾿ ἐπὶ τῷ διδόντι Θεῷ τὰ χαρίσματα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω διὰ τοὺς ἀξιωθέντας χαρισμά των ἢ ἀξιωμάτων.
β. Περὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἀναξίων.
Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων ὅσιος οὔτε πᾶς ὁ δαίμονας ἐλαύνων ἅγιος. Καὶ γὰρ καὶ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις προεφήτευσεν δυσσεβὴς ὢν καὶ Καιάφας ὁ ψευδώνυμος ἀρχιερεύς, πολλὰ δὲ καὶ ὁ διάβολος προλέγει καὶ οἱ ἀμφ᾿ αὐτὸν δαίμονες· καὶ οὐ παρὰ τοῦτο μέτεστιν αὐτοῖς εὐσεβείας σπινθήρ, ἀγνοίᾳ γάρ εἰσιν πεπιεσμένοι δι᾿ ἑκούσιον κακόνοιαν. Δῆλον οὖν ὅτι οἱ ἀσεβεῖς, κἂν προφητεύωσιν, οὐ καλύπτουσιν διὰ τῆς προφη τείας τὴν ἑαυτῶν ἀσέβειαν, οὐδὲ οἱ δαίμονας ἐλαύνοντες ἐκ τῆς τούτων ὑποχωρήσεως ὁσιωθήσονται· ἀλλήλους γὰρ ἀπατῶσιν, καθάπερ οἱ τὰς παιδιὰς γέλωτος ἕνεκα ἐπιδεικνύ μενοι, καὶ τοὺς προσανέχοντας αὐτοῖς ἀπολλύουσιν. Οὔτε δὲ βασιλεὺς δυσσεβὴς βασιλεὺς ἔτι ὑπάρχει, ἀλλὰ τύραννος, οὔτε ἐπίσκοπος ἀγνοίᾳ ἢ κακονοίᾳ πεπιεσμένος ἔτι ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, οὐ παρὰ Θεοῦ, ἀλλὰ παρὰ ἀνθρώπων προβληθείς, ὡς Ἀνανίας καὶ Σαμαίας ἐν Ἱερουσα λήμ, καὶ Σεδεκίας καὶ Ἀχίας οἱ ἐν Βαβυλῶνι ψευδοπροφῆται. Ἀλλὰ καὶ Βαλαὰμ ὁ μάντις τιμωρίαν ἔτισε διαφθείρας τὸν Ἰσραὴλ ἐν τῷ Βεελφεγώρ, καὶ Καιάφας ὕστερον αὐτο φονευτὴς ἑαυτοῦ γέγονεν, καὶ οἱ υἱοὶ Σκευᾶ ἐπιχειροῦντες δαίμονας ἐλαύνειν ὑπ᾿ αὐτῶν τραυματίαι γενόμενοι ἔφυγον ἀπρεπῶς, καὶ οἱ βασιλεῖς τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ἀσεβή σαντες παντοίας τιμωρίας ἔτισαν. Δῆλον οὖν ὡς καὶ οἱ ψευδώνυμοι ἐπίσκοποι καὶ πρεσβύτεροι οὐκ ἐκφεύξονται τὴν παρὰ τοῦ Θεοῦ δίκην· ῥηθήσεται γὰρ αὐτοῖς καὶ νῦν· Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντές μου τὸ ὄνομα, παραδώσω ὑμᾶς εἰς σφαγὴν ὡς Σεδεκίαν καὶ Ἀχίαν, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος, ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ταῦτα δέ φαμεν οὐ τὰς ἀληθεῖς προφητείας ἐξουθενοῦν τες, ἴσμεν γὰρ αὐτὰς κατ᾿ ἐπίπνοιαν Θεοῦ ἐν τοῖς ὁσίοις ἐνερ γεῖσθαι, ἀλλὰ τὸ θράσος τῶν ἀλαζονευομένων καταστέλλοντες καὶ προστιθέντες ἐκεῖνο, ὅτι τῶν τοιούτων ὁ Θεὸς περιαιρεῖ τὴν χάριν· Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, ταπει νοῖς δὲ δίδωσι χάριν. Σίλας μὲν οὖν καὶ Ἄγαβος ἐφ᾿ ἡμῶν προφητεύσαντες οὐ παρεξέτειναν ἑαυτοὺς τοῖς ἀποστόλοις οὐδὲ ὑπερέβησαν τὰ ἑαυτῶν μέτρα, καίτοι θεοφιλεῖς ὄντες. Προεφήτευσαν δὲ καὶ γυναῖκες, τὸ μὲν παλαιὸν Μαριὰμ ἡ Μωϋσέως καὶ Ἀαρὼν ἀδελφή, μετὰ δὲ αὐτὴν Δεββῶρα, καὶ μετ᾿ αὐτὴν Ὀλδὰ καὶ Ἰουδίθ, ἡ μὲν ἐπὶ Ἰωσίου, ἡ δὲ ἐπὶ Δαρείου· καὶ ἡ μήτηρ δὲ τοῦ Κυρίου προεφήτευσεν καὶ Ἐλισαβὲτ ἡ συγγενὴς αὐτῆς καὶ Ἄννα, καὶ ἐφ᾿ ἡμῶν αἱ Φιλίππου θυγατέρες· ἀλλ᾿ οὐκ ἐπήρθησαν κατὰ τῶν ἀνδρῶν αὗται, ἀλλ᾿ ἐφύλαξαν τὰ οἰκεῖα μέτρα. Οὐκοῦν καὶ ἐν ὑμῖν κἂν γυνή τις ᾖ κἂν ἀνήρ, καὶ τύχῃ τοιαύτης τινὸς χάριτος, ταπεινοφρονείτω, ἵνα ἐπ᾿ αὐτῷ εὐδοκῇ ὁ Θεός. Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;
γ. Ὅτι τὸ διατάσσεσθαι τὰ ἐν ταῖς ἐκκλησίαις ἐπιτελεούμενα κορυφαιότατόν ἐστι.
Τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ἐξεθέμεθα περὶ τῶν χαρισμάτων, ὅσαπερ ὁ Θεὸς κατ᾿ ἰδίαν βούλησιν παρέσχεν ἀνθρώποις, καὶ ὅπως τῶν ψευδῆ ἐπιχειρούντων λέγειν ἢ ἀλλοτρίῳ πνεύματι κινουμένων ἤλεγξε τὸν τρόπον, καὶ ὅτι πονηροῖς πολλάκις ἀπεχρήσατο ὁ Θεὸς πρός τε προφητείαν καὶ τερατοποΐαν. Νυνὶ δὲ δὲ ἐπὶ τὸ κορυφαιότατον τῆς ἐκκλησιαστικῆς διατυπώσεως ὁ λόγος ἡμᾶς ἐπείγει, ὅπως καὶ ταύτην μαθόντες παρ᾿ ἡμῶν τὴν διάταξιν, οἱ ταχθέντες δι᾿ ἡμῶν γνώμῃ Χριστοῦ ἐπίσκοποι, πάντα κατὰ τὰς παρα δοθείσας ἡμῖν ἐντολὰς ποιῆσθε, εἰδότες, ὅτι ὁ ἡμῶν ἀκούων Χριστοῦ ἀκούει, ὁ δὲ Χριστοῦ ἀκούων τοῦ Θεοῦ αὐτοῦ καὶ Πατρὸς ἀκούει, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
δ. Περὶ χειροτονιῶν.
Ἅμα τοίνυν ὑπάρχοντες ἡμεῖς οἱ δεκαδύο τοῦ Κυρίου ἀπόστολοι τάσδε τὰς θείας ὑμῖν ἐντελλόμεθα διατάξεις περὶ παντὸς ἐκκλησιαστικοῦ τύπου, συμπαρόντος ἡμῖν καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου τοῦ συναποστόλου ἡμῶν καὶ Ἰακώβου τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ τῶν ἑπτὰ διακόνων.
Πρῶτος οὖν ἐγώ φημι Πέτρος ἐπίσκοπον χειρο τονεῖσθαι, ὡς ἐν τοῖς προλαβοῦσιν ἅμα πάντες διετα ξάμεθα, ἐν πᾶσιν ἄμεμπτον, ἀριστίνδην ὑπὸ παντὸς τοῦ λαοῦ ἐκλελεγμένον. Οὗ ὀνομασθέντος καὶ ἀρέσαντος συνελθὼν ὁ λαὸς ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς παροῦ σιν ἐπισκόποις ἐν ἡμέρᾳ κυριακῇ, ὁ πρόκριτος τῶν λοι πῶν ἐρωτάτω τὸ πρεσβυτέριον καὶ τὸν λαόν, εἰ αὐτός ἐστιν, ὃν αἰτοῦνται εἰς ἄρχοντα. Καὶ ἐπινευσάντων προσε περωτάτω, εἰ μαρτυρεῖται ὑπὸ πάντων ἄξιος εἶναι τῆς μεγάλης ταύτης καὶ λαμπρᾶς ἡγεμονίας, εἰ τὰ κατὰ τὴν εἰς Θεὸν αὐτῷ εὐσέβειαν κατώρθωται, εἰ τὰ πρὸς ἀνθρώπους δίκαια πεφύλακται, εἰ τὰ κατὰ τὸν οἶκον αὐτοῦ καλῶς ᾠκονόμηται, εἰ τὰ κατὰ τὸν βίον ἀνεπιλήπτως. Καὶ πάντων ἅμα κατὰ ἀλήθειαν, ἀλλ᾿ οὐ κατὰ πρόληψιν μαρτυ ρησάντων τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐπὶ δικαστῇ Θεῷ καὶ Χριστῷ, παρόντος δηλαδὴ καὶ τοῦ ἁγίου Πνεύματος καὶ πάντων τῶν ἁγίων καὶ λειτουργικῶν πνευμάτων, ἐκ τρίτου πάλιν πυθέσθωσαν, εἰ ἄξιός ἐστιν ἀληθῶς τῆς λειτουργίας, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ συνθεμένων αὐτῶν ἐκ τρίτου ἄξιον εἶναι, ἀπαιτείσθωσαν οἱ πάντες σύνθημα, καὶ δόντες προθύμως ἀκουέσθωσαν. Καὶ σιωπῆς γενομένης εἷς τῶν πρώτων ἐπισκόπων ἅμα καὶ δυσὶν ἑτέροις πλησίον τοῦ θυσιαστηρίου ἑστώς, τῶν λοιπῶν ἐπισκόπων καὶ πρεσβυτέρων σιωπῇ προσευχομένων, τῶν δὲ διακόνων τὰ θεῖα Εὐαγγέλια ἐπὶ τῆς τοῦ χειροτονουμέ νου κεφαλῆς ἀνεπτυγμένα κατεχόντων, λεγέτω πρὸς Θεόν·
ε. Εὐχὴ ἐπὶ χειροτονίας ἐπισκόπου.
- Ὁ ὤν, δέσποτα Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἀγέννητος καὶ ἀβασίλευτος, ὁ ἀεὶ ὢν καὶ πρὸ τῶν αἰώνων ὑπάρχων, ὁ πάντη ἀνενδεὴς καὶ πάσης αἰτίας καὶ γενέσεως κρείττων, ὁ μόνος ἀληθινός, ὁ μόνος σοφός, ὁ ὢν μόνος ὕψιστος, ὁ τῇ φύσει ἀόρατος, οὗ τὸ εἶναι γνῶσις ἄναρχος, ὁ μόνος ἀγαθὸς καὶ ἀσύγκριτος, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ὁ τῶν κρυπτῶν γνώστης, ὁ ἀπρόσιτος, ὁ ἀδέσποτος· ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὁ δημιουργὸς τῶν ὅλων δι᾿ αὐτοῦ, ὁ προνοητής, ὁ κηδεμών, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν· σὺ ὁ δοὺς ὅρους Ἐκκλησίας διὰ τῆς ἐνσάρκου παρουσίας τοῦ Χριστοῦ σου ὑπὸ μάρτυρι τῷ παρακλήτῳ διὰ τῶν σῶν ἀποστόλων καὶ ἡμῶν διδασκάλων, τῶν χάριτι σῇ παρεστώτων ἐπισκόπων, ὁ προορίσας ἐξ ἀρχῆς ἱερεῖς εἰς ἐπιστασίαν τοῦ λαοῦ σου, Ἄβελ ἐν πρώτοις, Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ καὶ Ἰώβ· ὁ ἀναδείξας Ἀβραὰμ καὶ τοὺς λοιποὺς πατριάρχας σὺν τοῖς πιστοῖς σου θεράπουσιν Μωϋσεῖ καὶ Ἀαρὼν καὶ Ἐλεαζὰρ καὶ Φινεές, ὁ ἐξ αὐτῶν προχειρισάμενος ἄρχοντας καὶ ἱερεῖς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὁ τὸν Σαμουὴλ ἐκλεξάμενος εἰς ἱερέα καὶ προφήτην, ὁ τὸ ἁγίασμά σου ἀλειτούργητον μὴ ἐγκαταλιπών, ὁ εὐδοκήσας ἐν οἷς ᾑρετίσω δοξασθῆναι· αὐτὸς καὶ νῦν μεσιτείᾳ τοῦ Χριστοῦ σου δι᾿ ἡμῶν ἐπίχεε τὴν δύναμιν τοῦ ἡγεμονικοῦ σου Πνεύματος, ὅπερ διακονεῖται τῷ ἠγαπημένῳ σου παιδὶ Ἰησοῦ Χριστῷ, ὅπερ ἐδωρήσατο γνώμῃ σου τοῖς ἁγίοις ἀποστόλοις σου τοῦ αἰωνίου Θεοῦ. Δὸς ἐν τῷ ὀνόματί σου, καρδιογνῶστα Θεέ, ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω εἰς ἐπισκοπὴν, ποιμαίνειν τὴν ἁγίαν σου ποίμνην καὶ ἀρχιερατεύειν σοι, ἀμέμπτως λειτουργοῦντα νυκτὸς καὶ ἡμέρας καὶ ἐξιλασκό μενόν σου τὸ πρόσωπον, ἐπισυναγαγεῖν τὸν ἀριθμὸν τῶν σῳζομένων καὶ προσφέρειν σοι τὰ δῶρα τῆς ἁγίας σου Ἐκκλησίας. Δὸς αὐτῷ, δέσποτα παντοκράτορ, διὰ τοῦ Χριστοῦ σου τὴν μετουσίαν τοῦ ἁγίου Πνεύματος, ὥστε ἔχειν ἐξουσίαν ἀφιέναι ἁμαρτίας κατὰ τὴν ἐντολήν σου, διδόναι κλήρους κατὰ τὸ πρόσταγμά σου, λύειν δὲ πάντα σύνδεσμον κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκας τοῖς ἀποστόλοις, εὐαρεστεῖν δέ σοι ἐν πραότητι καὶ καθαρᾷ καρδίᾳ, ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως προσφέροντά σοι καθαρὰν καὶ ἀναί μακτον θυσίαν, ἣν διὰ Χριστοῦ διετάξω, τὸ μυστήριον τῆς καινῆς διαθήκης, εἰς ὀσμὴν εὐωδίας διὰ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ ταῦτα ἐπευξαμένου οἱ λοιποὶ ἱερεῖς ἐπιλεγέτωσαν· Ἀμήν, καὶ σὺν αὐτοῖς ἅπας ὁ λαός. Καὶ μετὰ τὴν προσευχὴν εἷς τῶν ἐπισκόπων ἀναφερέτω τὴν θυσίαν ἐπὶ τῶν χειρῶν τοῦ χειροτονηθέντος. Καὶ τῇ ἕωθεν ἐνθρονιζέσθω εἰς τὸν αὐτῷ διαφέροντα τόπον παρὰ τῶν λοιπῶν ἐπισκόπων, πάντων αὐτὸν φιλησάντων τῷ ἐν Κυρίῳ φιλήματι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, τῶν τε Ἐπιστολῶν ἡμῶν καὶ τῶν Πράξεων καὶ τῶν Εὐαγγελίων, ἀσπασάσθω ὁ χειροτονηθεὶς τὴν ἐκκλησίαν, λέγων·
- Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
Καὶ πάντες ἀποκρινέσθωσαν· Καὶ μετὰ τοῦ πνεύματός σου.
Καὶ μετὰ τὴν πρόσρησιν προσλαλησάτω τῷ λαῷ λόγους παρακλήσεως.
στ. Προσφώνησις ὑπὲρ τῶν κατηχουμένων. Χειροθεσία ἐπὶ τῶν κατηχουμένων.
Καὶ πληρώσαντος αὐτοῦ τὸν τῆς διδασκαλίας λόγον φημὶ ἐγὼ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου· Ἀναστάντων ἁπάντων ὁ διάκονος ἐφ᾿ ὑψηλοῦ τινος ἀνελθὼν κηρυττέτω· Μήτις τῶν ἀκροωμένων, μήτις τῶν ἀπίστων. Καὶ ἡσυχίας γενομένης λεγέτω·
Εὔξασθε, οἱ κατηχούμενοι.
Καὶ πάντες οἱ πιστοὶ κατὰ διάνοιαν ὑπὲρ αὐτῶν προ σευχέσθωσαν λέγοντες· Κύριε ἐλέησον.
Διακονείτω δὲ ὑπὲρ αὐτῶν λέγων·
- Ὑπὲρ τῶν κατηχουμένων πάντες ἐκτενῶς τὸν Θεὸν παρακαλέσωμεν, ἵνα ὁ ἀγαθὸς καὶ φιλάνθρωπος εὐμενῶς εἰσακούσῃ τῶν δεήσεων αὐτῶν καὶ τῶν παρακλήσεων, καὶ προσδεξάμενος αὐτῶν τὴν ἱκεσίαν ἀντιλάβηται αὐτῶν καὶ δῷ αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ συμφέρον, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ, φωτίσῃ αὐτοὺς καὶ συνετίσῃ, παιδεύσῃ αὐτοὺς τὴν θεογνωσίαν, διδάξῃ αὐτοὺς τὰ προστάγματα αὐτοῦ καὶ τὰ δικαιώματα, ἐγκαταφυτεύσῃ ἐν αὐτοῖς τὸν ἁγνὸν αὐτοῦ καὶ σωτήριον φόβον, διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι ἡμέρας καὶ νυκτός, βεβαιώσῃ δὲ αὐτοὺς ἐν τῇ εὐσεβείᾳ, ἑνώσῃ καὶ ἐγκατα ριθμήσῃ αὐτοὺς τῷ ἁγίῳ αὐτοῦ ποιμνίῳ, καταξιώσας αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τοῦ ἐνδύματος τῆς ἀφθαρ σίας, τῆς ὄντως ζωῆς· ῥύσηται δὲ αὐτοὺς ἀπὸ πάσης ἀσεβείας καὶ μὴ δῷ τόπον τῷ ἀλλοτρίῳ κατ᾿ αὐτῶν, καθαρίσῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐνοικήσῃ τε ἐν αὐτοῖς καὶ ἐμπεριπατήσῃ διὰ τοῦ Χριστοῦ αὐτοῦ, εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους καὶ κατευθύνῃ αὐτοῖς τὰ προκείμενα εἰς τὸ συμφέρον.
- Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν ἱκετεύσωμεν, ἵνα ἀφέσεως τυχόντες τῶν πλημμελημάτων διὰ τῆς μυήσεως ἀξιωθῶσιν τῶν ἁγίων μυστηρίων καὶ τῆς μετὰ τῶν ἁγίων διαμονῆς.
- Ἐγείρεσθε, οἱ κατηχούμενοι·
- Τὴν εἰρήνην τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ αἰτήσασθε, εἰρηνικὴν τὴν ἡμέραν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ὑμῶν, χριστιανὰ τὰ τέλη ὑμῶν, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν, ἄφεσιν πλημμελη μάτων· ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παράθεσθε.
- Κλίνατε καὶ εὐλογεῖσθε.
Ἐφ᾿ ἑκάστῳ δὲ τούτων ὧν ὁ διάκονος προσφωνεῖ, ὡς προείπομεν, λεγέτω ὁ λαός· Κύριε ἐλέησον, καὶ πρὸ πάντων τὰ παιδία. Κλινόντων δὲ αὐτῶν τὰς κεφαλὰς εὐλογείτω αὐτοὺς ὁ χειροτονηθεὶς ἐπίσκοπος εὐλογίαν τοιάνδε·
- Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ μόνος ἀληθινὸς Θεός, ὁ Θεὸς καὶ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ Θεὸς τοῦ Παρακλήτου καὶ τῶν ὅλων Κύριος, ὁ διὰ Χριστοῦ διδασκάλους τοῖς μαθηταῖς ἐπιστήσας πρὸς μάθησιν τῆς εὐσεβείας· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους τὸ εὐαγγέλιον τοῦ Χριστοῦ σου, καὶ δὸς αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα εὐθὲς ἐγκαί νισον ἐν τοῖς ἐγκάτοις αὐτῶν πρὸς τὸ εἰδέναι καὶ ποιεῖν τὸ θέλημά σου ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ Καταξίωσον αὐτοὺς τῆς ἁγίας μυήσεως καὶ ἕνωσον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ μετόχους ποίησον τῶν θείων μυστηρίων διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος, δι᾿ οὗ σοι δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ μετὰ τοῦτο ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ κατηχούμενοι, ἐν εἰρήνῃ.
ζ. Προσφώνησις ὑπὲρ τῶν ἐνεργουμένων. Χειροθεσία ἐπὶ τῶν ἐνεργουμένων.
Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς λεγέτω·
- Εὔξασθε, οἱ ἐνεργούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων.
- Ἐκτενῶς πάντες ὑπὲρ αὐτῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς διὰ Χριστοῦ ἐπιτιμήσῃ τοῖς ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν καὶ ῥύσηται τοὺς αὐτοῦ ἱκέτας ἀπὸ τῆς τοῦ ἀλλοτρίου καταδυναστείας· ὁ ἐπιτιμήσας τῷ λεγεῶνι τῶν δαιμόνων καὶ τῷ ἀρχεκάκῳ διαβόλῳ, αὐτὸς ἐπι τιμήσῃ καὶ νῦν τοῖς ἀποστάταις τῆς εὐσεβείας καὶ ῥύσηται τὰ ἑαυτοῦ πλάσματα ἀπὸ τῆς ἐνεργείας αὐτῶν καὶ καθαρίσῃ αὐτά, ἃ μετὰ πολλῆς σοφίας ἐποίησεν.
- Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν·
- Σῶσον καὶ ἀνάστησον αὐτούς, ὁ Θεός, ἐν τῇ δυνάμει σου.
- Κλίνατε, οἱ ἐνεργούμενοι, καὶ εὐλογεῖσθε.
Ὁ δὲ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ τὸν ἰσχυρὸν δήσας καὶ πάντα τὰ σκεύη αὐτοῦ διαρπάσας, ὁ δοὺς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὁ τὸν ἀνθρω ποκτόνον ὄφιν δεσμώτην παραδοὺς ἡμῖν ὡς στρουθίον παι δίοις, ὃν φρίττει πάντα καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὁ ῥήξας αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ εἰς γῆν, οὐ τοπικῷ ῥήγματι, ἀλλὰ ἀπὸ τιμῆς εἰς ἀτιμίαν δι᾿ ἑκούσιον αὐτοῦ κακόνοιαν· Οὗ τὸ βλέμμα ξηραίνει ἄβυσσον καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, ὃν αἰνεῖ τὰ νήπια καὶ εὐλογεῖ τὰ θηλάζοντα, ὃν ὑμνοῦσιν καὶ προσκυνοῦσιν ἄγγελοι· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, οὗ νεφέλαι κονιορτὸς τῶν ποδῶν, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ᾿ ἐδάφους· Μονογενῆ Θεέ, μεγάλου Πατρὸς Υἱέ, ἐπιτίμησον τοῖς πονηροῖς πνεύμασιν καὶ ῥῦσαι τὰ ἔργα τῶν χειρῶν σου ἐκ τῆς τοῦ ἀλλοτρίου πνεύματος ἐνεργείας, ὅτι σοὶ δόξα, τιμὴ καὶ σέβας καὶ διὰ σοῦ τῷ σῷ Πατρὶ ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ ἐνεργούμενοι.
η. Προσφώνησις ὑπὲρ τῶν φωτιζομένων. Χειροθεσία ἐπὶ τῶν φωτιζομένων.
Καὶ μετὰ τοῦτο προσφωνείτω·
- Εὔξασθε, οἱ φωτιζόμενοι.
- Ἐκτενῶς οἱ πιστοὶ πάντες ὑπὲρ αὐτῶν παρακαλέσωμεν, ὅπως ὁ Κύριος καταξιώσῃ αὐτούς, μυηθέντας εἰς τὸν τοῦ Χριστοῦ θάνατον, συναναστῆναι αὐτῷ καὶ μετό χους γενέσθαι τῆς βασιλείας αὐτοῦ καὶ κοινωνοὺς τῶν μυστηρίων αὐτοῦ, ἑνώσῃ καὶ συγκαταλέξῃ αὐτοὺς μετὰ τῶν σῳζομένων ἐν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ.
- Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· σῶσον καὶ ἀνάστησον αὐτοὺς ἐν τῇ σῇ χάριτι.
- Κατασφραγισάμενοι τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ, κλίνατε. Εὐλογείσθωσαν οὖν παρὰ τοῦ ἐπισκόπου τήνδε τὴν εὐλο γίαν·
- Ὁ προειπὼν διὰ τῶν ἁγίων σου προφητῶν τοῖς μυομένοις· Λούσασθε, καθαροὶ γίνεσθε, καὶ διὰ τοῦ Χριστοῦ νομοθετήσας τὴν πνευματικὴν ἀναγέννησιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς βαπτιζομένους καὶ εὐλόγησον αὐτοὺς καὶ ἁγίασον, καὶ παρασκεύασον ἀξίους γενέσθαι τῆς πνευματι κῆς σου δωρεᾶς καὶ τῆς ἀληθινῆς σου υἱοθεσίας, τῶν πνευμα τικῶν σου μυστηρίων, τῆς μετὰ τῶν σῳζομένων ἐπισυναγωγῆς διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ λεγέτω ὁ διάκονος· Προέλθετε, οἱ φωτιζόμενοι.
θ. Προσφώνησις ὑπὲρ τῶν ἐν μετανοίᾳ. Χειροθεσία ὑπὲρ τῶν ἐν μετανοίᾳ.
Καὶ μετὰ τοῦτο κηρυττέτω·
- Εὔξασθε, οἱ ἐν τῇ μετανοίᾳ.
- Ἐκτενῶς πάντες ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν παρακαλέσωμεν, ὅπως ὁ φιλοικτίρ μων Θεὸς ὑποδείξῃ αὐτοῖς ὁδὸν μετανοίας, προσδέξηται αὐτῶν τὴν παλινῳδίαν καὶ τὴν ἐξομολόγησιν, καὶ συντρίψῃ τὸν σατα νᾶν ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει καὶ λυτρώσηται αὐτοὺς ἀπὸ τῆς παγίδος τοῦ διαβόλου καὶ τῆς ἐπηρείας τῶν δαιμό νων, καὶ ἐξέληται αὐτοὺς ἀπὸ παντὸς ἀθεμίτου λόγου καὶ πάσης ἀτόπου πράξεως καὶ πονηρᾶς ἐννοίας· Συγχωρήσῃ δὲ αὐτοῖς πάντα τὰ παραπτώματα αὐτῶν, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ ἐξαλείψῃ τὸ κατ᾿ αὐτῶν χειρόγραφον καὶ ἐγγράψηται αὐτοὺς ἐν βίβλῳ ζωῆς, καθάρῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ ἑνώσῃ αὐτοὺς ἀποκαταστήσας εἰς τὴν ἁγίαν αὐτοῦ ποίμνην. Ὅτι αὐτὸς γινώσκει τὸ πλάσμα ἡμῶν, ὅτι τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Ἔτι ὑπὲρ αὐτῶν ἐκτενέστερον δεηθῶμεν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι, ὅπως ἀποστρα φέντες πᾶν ἔργον ἀθέμιτον προσοικειωθῶσιν πάσῃ πράξει ἀγαθῇ, ἵνα ὁ φιλάνθρωπος Θεὸς ᾗ τάχος εὐμενῶς προσδεξά μενος αὐτῶν τὰς λιτάς, ἀποκαταστήσῃ αὐτοὺς εἰς τὴν προτέραν ἀξίαν καὶ ἀποδώσῃ αὐτοῖς τὴν ἀγαλλίασιν τοῦ σωτηρίου καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃ αὐτούς, ἵνα μηκέτι σαλευθῶσιν τὰ διαβήματα αὐτῶν, ἀλλὰ καταξιωθῶσιν κοινωνοὶ γενέσθαι τῶν ἁγίων αὐτοῦ ἱερῶν καὶ μέτοχοι τῶν θείων μυστηρίων, ἵνα ἄξιοι ἀποφανθέντες τῆς υἱοθεσίας τύχωσιν τῆς αἰωνίου ζωῆς.
- Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν πάντες εἴπωμεν· Κύριε ἐλέησον· σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον τῷ ἐλέει σου. Ἀναστάντες τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε.
Ἐπευχέσθω οὖν ὁ ἐπίσκοπος τοιάδε τινά·
- Παντοκράτορ Θεὲ αἰώνιε, δέσποτα τῶν ὅλων, κτίστα καὶ πρύτανι τῶν ὄντων, ὁ τὸν ἄνθρωπον κόσμου κόσμον ἀναδείξας διὰ Χριστοῦ καὶ νόμον δοὺς αὐτῷ ἔμφυτον καὶ γραπτὸν πρὸς τὸ ζῆν αὐτὸν ἐνθέσμως ὡς λογικόν, καὶ ἁμαρτόντι ὑποθήκην δοὺς πρὸς μετάνοιαν τὴν σαυ τοῦ ἀγαθότητα· ἔπιδε ἐπὶ τοὺς κεκλικότας σοι αὐχένα ψυχῆς καὶ σώματος, ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρ τωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, ὥστε ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ὁ Νινευιτῶν προσδεξάμενος τὴν μετάνοιαν, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ τὸν υἱὸν προσδεξάμενος τὸν καταφαγόντα τὸν βίον αὐτοῦ ἀσώτως πατρικοῖς σπλάγχνοις διὰ τὴν μετάνοιαν, αὐτὸς καὶ νῦν πρόσδεξαι τῶν ἱκετῶν σου τὴν μετάγνωσιν, ὅτι οὐκ ἔστιν, ὃς οὐχ ἁμαρτήσεταί σοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Καὶ ἀποκατάστησον αὐτοὺς τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν τῇ προτέρᾳ ἀξίᾳ καὶ τιμῇ διὰ τοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα καὶ προσκύνησις ἐν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Ἀπολύεσθε, οἱ ἐν μετανοίᾳ.
ι. Προσφώνησις ὑπὲρ τῶν πιστῶν.
Καὶ προστιθέτω·
- Μήτις τῶν μὴ δυναμένων προσελθέτω.
- Ὅσοι πιστοί, κλίνωμεν γόνυ· δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ, πάντες συντόνως τὸν Θεὸν διὰ τοῦ Χριστοῦ αὐτοῦ παρακα λέσωμεν.
- Ὑπὲρ τῆς εἰρήνης καὶ τῆς εὐσταθείας τοῦ κόσμου καὶ τῶν ἁγίων Ἐκκλησιῶν δεηθῶμεν, ὅπως ὁ τῶν ὅλων Θεὸς ἀΐδιον καὶ ἀναφαίρετον τὴν ἑαυτοῦ εἰρήνην ἡμῖν παράσχοιτο, ἵνα ἐν πληροφορίᾳ τῆς κατ᾿ εὐσέβειαν ἀρετῆς διατελοῦντας ἡμᾶς συντηρήσῃ.
- Ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Θεοῦ Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης δεηθῶμεν, ὅπως ὁ Κύριος ἄσειστον αὐτὴν καὶ ἀκλυδώνιστον διαφυλάξῃ καὶ διατηρήσῃ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τεθεμελιωμένην ἐπὶ τὴν πέτραν.
- Καὶ ὑπὲρ τῆς ἐνθάδε ἁγίας παροικίας δεηθῶμεν, ὅπως καταξιώσῃ ἡμᾶς ὁ τῶν ὅλων Κύριος ἀνενδότως τὴν ἐπουρά νιον αὐτοῦ ἐλπίδα μεταδιώκειν καὶ ἀδιάλειπτον αὐτῷ τῆς δεήσεως ἀποδιδόναι τὴν ὀφειλήν.
- Ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὑπὸ τὸν οὐρανὸν τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας δεηθῶμεν. Καὶ ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἰακώβου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Κλήμεντος καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Εὐοδίου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶ μεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἀννιανοῦ καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὅπως ὁ οἰκτίρμων Θεὸς χαρίσηται αὐτοὺς ταῖς ἁγίαις αὐτοῦ Ἐκκλησίαις σώους, ἐντίμους, μακροημε ρεύοντας, καὶ τίμιον αὐτοῖς τὸ γῆρας παράσχηται ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ.
- Καὶ ὑπὲρ τῶν πρεσβυτέρων ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος ῥύσηται αὐτοὺς ἀπὸ παντὸς ἀτόπου καὶ πονηροῦ πράγματος καὶ σῶον καὶ ἔντιμον τὸ πρεσβυτέριον αὐτοῖς παράσχοι.
- Ὑπὲρ πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας δεηθῶμεν, ὅπως ὁ Κύριος ἄμεμπτον αὐτοῖς τὴν διακονίαν παράσχηται.
- Ὑπὲρ ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν τε καὶ ὀρφανῶν δεηθῶμεν, ὑπὲρ τῶν ἐν συζυγίαις καὶ τεκνο γονίαις δεηθῶμεν, ὅπως ὁ Κύριος τοὺς πάντας αὐτοὺς ἐλεήσῃ.
- Ὑπὲρ εὐνούχων ὁσίως πορευομένων δεηθῶμεν, ὑπὲρ τῶν ἐν ἐγκρατείᾳ καὶ εὐλαβείᾳ δεηθῶμεν.
- Ὑπὲρ τῶν καρποφορούντων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ καὶ ποιούντων τοῖς πένησιν τὰς ἐλεημοσύνας δεηθῶμεν, καὶ ὑπὲρ τῶν τὰς θυσίας καὶ τὰς ἀπαρχὰς προσφερόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν, ὅπως ὁ πανάγαθος Θεὸς ἀμείψηται αὐτοὺς ταῖς ἐπουρανίαις αὐτοῦ δωρεαῖς καὶ δῷ αὐτοῖς ἐν τῷ παρόντι ἑκατονταπλασίονα καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον, καὶ χαρίσηται αὐτοῖς ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.
- Ὑπὲρ τῶν νεοφωτίστων ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος στηρίξῃ αὐτοὺς καὶ βεβαιώσῃ.
- Ὑπὲρ τῶν ἐν ἀρρωστίᾳ ἐξεταζομένων ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος ῥύσηται αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας καὶ σώους ἀποκαταστήσῃ τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ.
- Ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων δεηθῶμεν, ὑπὲρ τῶν ἐν μετάλλοις καὶ ἐξορίαις καὶ φυλακαῖς καὶ δεσμοῖς ὄντων διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθῶμεν, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ καταπονουμένων δεηθῶμεν.
- Ὑπὲρ ἐχθρῶν καὶ μισούντων ἡμᾶς δεηθῶμεν, ὑπὲρ τῶν διωκόντων ἡμᾶς διὰ τὸ ὄνομα τοῦ Κυρίου δεηθῶμεν, ὅπως ὁ Κύριος πραΰνας τὸν θυμὸν αὐτῶν διασκεδάσῃ τὴν καθ᾿ ἡμῶν ὀργήν.
- Ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων δεηθῶμεν, ὅπως ὁ Κύριος αὐτοὺς ἐπιστρέψῃ. Τῶν νηπίων τῆς Ἐκκλησίας μνημονεύσωμεν, ὅπως ὁ Κύριος τελειώσας αὐτὰ ἐν τῷ φόβῳ αὐτοῦ εἰς μέτρον ἡλικίας ἀγάγοι.
- Ὑπὲρ ἀλλήλων δεηθῶμεν, ὅπως ὁ Κύριος διατηρήσῃ ἡμᾶς καὶ διαφυλάξῃ τῇ αὐτοῦ χάριτι εἰς τέλος καὶ ῥύσηται ἡμᾶς τοῦ πονηροῦ καὶ πάντων τῶν σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
- Ὑπὲρ πάσης ψυχῆς χριστιανῆς δεηθῶμεν.
- Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ θεός, τῷ ἐλέει σου.
- Ἐγειρώμεθα· δεηθέντες ἐκτενῶς ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.
ια. Ἐπίκλησις τῶν πιστῶν.
Ἐπευχέσθω οὖν ὁ ἀρχιερεὺς καὶ λεγέτω.
Κύριε παντοκράτορ, ὕψιστε ὁ ἐν ὑψηλοῖς κατοικῶν, ἅγιε ἐν ἁγίοις ἀναπαυόμενε, ἄναρχε, μόναρχε, ὁ διὰ Χριστοῦ κήρυγμα γνώσεως δοὺς ἡμῖν εἰς ἐπίγνωσιν τῆς σῆς δόξης καὶ τοῦ ὀνόματός σου οὗ ἐφανέρωσεν ἡμῖν εἰς κατάληψιν· αὐτὸς καὶ νῦν ἔπιδε δι᾿ αὐτοῦ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο καὶ λύτρωσαι αὐτὸ πάσης ἀγνοίας καὶ πονηρᾶς πράξεως, καὶ δὸς φόβῳ φοβεῖσθαί σε καὶ ἀγάπῃ ἀγαπᾶν σε καὶ στέλλεσθαι ἀπὸ προσώπου δόξης σου. Εὐμενὴς αὐτοῖς γενοῦ καὶ ἵλεως καὶ ἐπήκοος ἐν ταῖς προσευχαῖς αὐτῶν, καὶ φύλαξον αὐτοὺς ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, ἵνα ὦσιν ἅγιοι σώματι καὶ ψυχῇ, μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ὦσιν ἄρτιοι καὶ μηδεὶς ἐν αὐτοῖς ᾖ κολοβὸς ἢ ἀτελής. Ἀρωγὲ δυνατὲ ἀπροσωπόληπτε, γενοῦ ἀντιλήπτωρ τοῦ λαοῦ σου τούτου, ὃν ἐξελέξω ἐκ μυριάδων, ὃν ἐξηγόρασας τῷ τιμίῳ τοῦ Χριστοῦ σου αἵματι, προστάτης, ἐπίκουρος, ταμίας, φύλαξ, τεῖχος ἐρυμνότατον, φραγμὸς ἀσφαλείας, ὅτι ἐκ τῆς σῆς χειρὸς οὐδεὶς ἁρπάσαι δύναται· οὐδὲ γὰρ ἔστι Θεὸς ὥσπερ σὺ ἕτερος, ὅτι ἐν σοὶ ἡ ὑπομονὴ ἡμῶν. Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, ὅτι ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ἀπροσχάριστε, ἀπαραλόγιστε· ῥῦσαι αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας, παντὸς παραπτώματος, πάσης ἐπηρείας καὶ ἀπάτης, ἀπὸ φόβου ἐχθροῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομέ νου· καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς τῆς ἐν Χριστῷ σου, τῷ Υἱῷ σου τῷ μονογενεῖ, τῷ Θεῷ καὶ σωτῆρι ἡμῶν, δι᾿ οὗ σοι δόξα καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ μετὰ τοῦτο λεγέτω ὁ διάκονος· Πρόσχωμεν.
Καὶ ἀσπαζέσθω ὁ ἐπίσκοπος τὴν Ἐκκλησίαν καὶ λεγέτω· Ἡ εἰρήνη τοῦ Θεοῦ μετὰ πάντων ὑμῶν.
Καὶ ὁ λαὸς ἀπο κρινάσθω· Καὶ μετὰ τοῦ πνεύματός σου.
Καὶ ὁ διάκονος εἰπάτω πᾶσιν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
Καὶ ἀσπαζέσθωσαν οἱ τοῦ κλήρου τὸν ἐπίσκοπον, οἱ λαικοὶ ἄνδρες τοὺς λαικούς, αἱ γυναῖκες τὰς γυναῖκας. Τὰ παιδία δὲ στηκέτωσαν πρὸς τῷ βήματι, καὶ διάκονος αὐτοῖς ἕτερος ἔστω ἐφεστώς, ὅπως μὴ ἀτακτῶσιν· καὶ ἄλλοι διάκονοι περιπατείτωσαν καὶ σκοπείτωσαν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, ὅπως μὴ θόρυβός τις γένηται καὶ μή τις νεύσῃ ἢ ψιθυρίσῃ ἢ νυστάξῃ. Οἱ δὲ ὑποδιάκονοι ἱστά σθωσαν εἰς τὰς τῶν ἀνδρῶν θύρας καὶ αἱ διάκονοι εἰς τὰς τῶν γυναικῶν, ὅπως μή τις ἐξέλθοι μήτε ἀνοιχθείη ἡ θύρα, κἂν πιστός τις ᾖ, κατὰ τὸν καιρὸν τῆς ἀναφορᾶς. Εἷς δὲ ὑποδιάκονος διδότω ἀπόρρυψιν χειρῶν τοῖς ἱερεῦσιν, σύμβολον καθαρότητος ψυχῶν Θεῷ ἀνακειμένων.
ιβ. Διάταξις Ἰακώβου τοῦ ἀδελφοῦ Ἰωάννου τοῦ Ζεβεδαίου.
Φημὶ δὴ κἀγὼ Ἰάκωβος, ὁ ἀδελφὸς Ἰωάννου τοῦ Ζεβεδαίου, ἵνα εὐθὺς ὁ διάκονος λέγῃ·
- Μή τις τῶν κατηχουμένων, μή τις τῶν ἀκροωμένων, μή τις τῶν ἀπίστων, μή τις τῶν ἑτεροδόξων. Οἱ τὴν πρώτην εὐχὴν εὐχόμενοι προσέλθετε· τὰ παιδία προσλαμβάνεσθε, αἱ μητέρες· μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει· ὀρθοὶ πρὸς Κύριον μετὰ φόβου καὶ τρόμου ἐστῶτες ὦμεν προσφέρειν.
Ὧν γενομένων οἱ διάκονοι προσαγέτωσαν τὰ δῶρα τῷ ἐπισκόπῳ πρὸς τὸ θυσιαστήριον, καὶ οἱ πρεσβύτεροι ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων στηκέτωσαν, ὡς ἂν μαθηταὶ παρεστῶ τες διδασκάλῳ· δύο δὲ διάκονοι ἐξ ἑκατέρων τῶν μερῶν τοῦ θυσιαστηρίου κατεχέτωσαν ἐξ ὑμένων λεπτῶν ῥιπίδιον ἢ πτερὸν ταῶνος ἢ ὀθόνης, καὶ ἠρέμα ἀποσοβείτωσαν τὰ μικρὰ τῶν ἱπταμένων ζῴων, ὅπως ἂν μὴ ἐγχρίμπτωνται εἰς τὰ κύπελλα. Εὐξάμενος οὖν καθ᾿ ἑαυτὸν ὁ ἀρχιερεὺς ἅμα τοῖς ἱερεῦσιν καὶ λαμπρὰν ἐσθῆτα μετενδὺς καὶ στὰς πρὸς τῷ θυσιαστηρίῳ, τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ μετώπου τῇ χειρὶ ποιησάμενος εἰπάτω· Ἡ χάρις τοῦ παντοκράτορος Θεοῦ καὶ ἡ ἀγάπη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος ἔστω μετὰ πάντων ὑμῶν.
Καὶ πάντες συμφώνως λεγέτωσαν, ὅτι· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ ὁ ἀρχιερεύς· Ἄνω τὸν νοῦν.
Καὶ πάντες· Ἔχομεν πρὸς τὸν Κύριον. Καὶ ὁ ἀρχιερεύς· Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Καὶ πάντες· Ἄξιον καὶ δίκαιον.
Καὶ ὁ ἀρχιερεὺς εἰπάτω·
- Ἄξιον καὶ δίκαιον ὡς ἀληθῶς πρὸ πάντων ἀνυμνεῖν σε τὸν ὄντως ὄντα Θεὸν τὸν πρὸ τῶν γενητῶν ὄντα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, τὸν μόνον ἀγέννη τον καὶ ἄναρχον καὶ ἀβασίλευτον καὶ ἀδέσποτον, τὸν ἀνενδεῆ, τὸν παντὸς ἀγαθοῦ χορηγόν, τὸν πάσης αἰτίας καὶ γενέσεως κρείττονα, τὸν πάντοτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα· ἐξ οὗ τὰ πάντα, καθάπερ ἔκ τινος ἀφετηρίας, εἰς τὸ εἶναι παρῆλθεν. Σὺ γὰρ εἶ ἡ ἄναρχος γνῶσις, ἡ ἀΐδιος ὅρασις, ἡ ἀγέννητος ἀκοή, ἡ ἀδίδακτος σοφία, ὁ πρῶτος τῇ φύσει καὶ μόνος τῷ εἶναι καὶ κρείττων παντὸς ἀριθμοῦ· ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν διὰ τοῦ μονογενοῦς Υἱοῦ σου, αὐτὸν δὲ πρὸ πάντων αἰώνων γεννήσας βουλήσει καὶ δυνάμει καὶ ἀγαθότητι ἀμεσιτεύτως, Υἱὸν μονογενῆ, Λόγον Θεόν, σοφίαν ζῶσαν, πρωτότοκον πάσης κτίσεως, ἄγγελον τῆς μεγάλης βουλῆς σου, ἀρχιερέα σὸν καὶ προσκυνητὴν ἀξιόχρεων, βασιλέα δὲ καὶ Κύριον πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως, τὸν πρὸ πάντων, δι᾿ οὗ τὰ πάντα. Σὺ γάρ, Θεὲ αἰώνιε, δι᾿ αὐτοῦ τὰ πάντα πεποίηκας καὶ δι᾿ αὐτοῦ τῆς προσηκούσης προνοίας τὰ ὅλα ἀξιοῖς· δι᾿ οὗ γὰρ τὸ εἶναι ἐχαρίσω, δι᾿ αὐτοῦ καὶ τὸ εὖ εἶναι ἐδωρήσω· ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ δι᾿ αὐτοῦ πρὸ πάντων ποιήσας τὸ Πνεῦμα τῆς ἀληθείας, τὸν τοῦ μονογενοῦς ὑποφήτην καὶ διάκονον, καὶ μετ᾿ αὐτὸν τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, αἰῶνάς τε καὶ στρατιάς, δυνάμεις τε καὶ ἐξουσίας, ἀρχάς τε καὶ θρόνους, ἀρχαγγέ λους τε καὶ ἀγγέλους, καὶ μετὰ ταῦτα πάντα ποιήσας δι᾿ αὐτοῦ τὸν φαινόμενον τοῦτον κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Σὺ γὰρ εἶ ὁ τὸν οὐρανὸν ὡς καμάραν στήσας καὶ ὡς δέρριν ἐκτείνας καὶ τὴν γῆν ἐπ᾿ οὐδενὸς ἱδρύσας γνώμῃ μόνῃ, ὁ πήξας στερέωμα καὶ νύκτα καὶ ἡμέραν κατασκευάσας, ὁ ἐξαγαγὼν φῶς ἐκ θησαυρῶν καὶ τῇ τούτου συστολῇ ἐπαγαγὼν τὸ σκότος εἰς ἀνάπαυλαν τῶν ἐν τῷ κόσμῳ κινου μένων ζῴων, ὁ τὸν ἥλιον τάξας εἰς ἀρχὰς τῆς ἡμέρας ἐν οὐρανῷ καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τὸν χορὸν τῶν ἀστέρων ἐν οὐρανῷ καταγράψας εἰς αἶνον τῆς σῆς μεγαλοπρεπείας. Ὁ ποιήσας ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, ἀέρα ζωτικὸν πρὸς εἰσπνοὴν καὶ ἀναπνοὴν καὶ φωνῆς ἀπόδοσιν διὰ γλώττης πληττούσης τὸν ἀέρα καὶ ἀκοὴν συνεργου μένην ὑπ᾿ αὐτοῦ ὡς ἐπαΐειν εἰσδεχομένην τὴν προσπί πτουσαν αὐτῇ λαλιάν· ὁ ποιήσας πῦρ πρὸς σκότους παραμυθίαν, πρὸς ἐνδείας ἀναπλήρωσιν καὶ τὸ θερμαίνεσθαι ἡμᾶς καὶ φωτίζεσθαι ὑπ᾿ αὐτοῦ· ὁ τὴν μεγάλην θάλασσαν χωρίσας τῆς γῆς καὶ τὴν μὲν ἀναδείξας πλωτήν, τὴν δὲ ποσὶ βάσιμον ποιήσας, καὶ τὴν μὲν ζῴοις μικροῖς καὶ μεγάλοις πληθύνας, τὴν δὲ ἡμέροις καὶ ἀτιθάσσοις πληρώσας, φυτοῖς τε διαφόροις στέψας καὶ βοτάναις στε φανώσας καὶ ἄνθεσι καλλύνας καὶ σπέρμασι πλουτίσας· ὁ συστησάμενος ἄβυσσον καὶ μέγα κύτος αὐτῇ περιθείς, ἁλμυρῶν ὑδάτων σεσωρευμένα πελάγη, περιφράξας δὲ αὐτὴν πύλαις ἄμμου λεπτοτάτης· ὁ πνεύμασί ποτε μὲν αὐτὴν κορυφῶν εἰς ὀρέων μέγεθος, ποτὲ δὲ στρωννύων αὐτὴν εἰς πεδίον, καί ποτε μὲν ἐκμαίνων χειμῶνι, ποτὲ δὲ πραΰνων γαλήνῃ ὡς ναυσιπόροις πλωτῆρσιν εὔκολον εἶναι πρὸς πορείαν· ὁ ποταμοῖς διαζώσας τὸν ὑπὸ σοῦ διὰ Χριστοῦ γενόμενον κόσμον καὶ χειμάρροις ἐπικλύσας καὶ πηγαῖς ἀενάοις μεθύσας, ὄρεσιν δὲ περισφίγξας εἰς ἕδραν ἀτρεμῆ γῆς ἀσφαλεστάτην. Ἐπλήρωσας γάρ σου τὸν κόσμον καὶ διεκόσμησας αὐτὸν βοτάναις εὐόσμοις καὶ ἰασίμοις, ζῴοις πολλοῖς καὶ διαφόροις, ἀλκίμοις καὶ ἀσθενεστέροις, ἐδωδί μοις καὶ ἐνεργοῖς, ἡμέροις καὶ ἀτιθάσσοις, ἑρπετῶν συριγμοῖς, πτηνῶν ποικίλων κλαγγαῖς, ἐνιαυτῶν κύκλοις, μηνῶν καὶ ἡμερῶν ἀριθμοῖς, τροπῶν τάξεσιν, νεφῶν ὀμβροτόκων δια δρομαῖς, εἰς καρπῶν γονὰς καὶ ζῴων σύστασιν, σταθμὸν ἀνέμων· διαπνεόντων ὅτε προσταχθῶσιν παρὰ σοῦ, τῶν φυτῶν καὶ τῶν βοτανῶν τὸ πλῆθος. Καὶ οὐ μόνον τὸν κόσμον ἐδημιούργησας, ἀλλὰ καὶ τὸν κοσμοπολίτην ἄνθρωπον ἐν αὐτῷ ἐποίησας, κόσμου κόσμον αὐτὸν ἀναδείξας· εἶπας γὰρ τῇ σῇ Σοφίᾳ· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέ τωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρα νοῦ. Διὸ καὶ πεποίηκας αὐτὸν ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος σκεδαστοῦ, τῆς μὲν ἐκ τοῦ μὴ ὄντος, τοῦ δὲ ἐκ τῶν τεσσάρων στοιχείων· καὶ δέδωκας αὐτῷ κατὰ μὲν τὴν ψυχὴν τὴν λογικὴν διάγνωσιν, εὐσεβείας καὶ ἀσεβείας διάκρισιν, δικαίου καὶ ἀδίκου παρατήρησιν, κατὰ δὲ τὸ σῶμα τὴν πέν ταθλον ἐχαρίσω αἴσθησιν καὶ τὴν μεταβατικὴν κίνησιν. Σὺ γάρ, Θεὲ παντοκράτορ, διὰ Χριστοῦ παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς ἐφύτευσας παντοίων φυτῶν ἐδωδίμων κόσμῳ, καὶ ἐν αὐτῷ, ὡς ἂν ἐν ἑστίᾳ πολυτελεῖ, εἰσήγαγες αὐτὸν καὶ ἐν τῷ ποιεῖν νόμον δέδωκας αὐτῷ ἔμφυτον, ὅπως οἴκοθεν καὶ παρ᾿ ἑαυτοῦ ἔχοι τὰ σπέρματα τῆς θεογνωσίας. Εἰσαγαγὼν δὲ εἰς τὸν τῆς τρυφῆς παράδεισον, πάντων μὲν ἀνῆκας αὐτῷ τὴν ἐξουσίαν πρὸς μετάληψιν, ἑνὸς δὲ μόνου τὴν γεῦσιν ἀπεῖπας ἐπ᾿ ἐλπίδι κρειττόνων, ἵνα, ἐὰν φυλάξῃ τὴν ἐντολήν, μισθὸν ταύτης τὴν ἀθανασίαν κομίσηται. Ἀμελήσαντα δὲ τῆς ἐντολῆς καὶ γευσάμενον ἀπηγο ρευμένου καρποῦ ἀπάτῃ ὄφεως καὶ συμβουλίᾳ γυναικὸς τοῦ μὲν παραδείσου δικαίως ἐξῶσας αὐτόν, ἀγαθότητι δὲ εἰς τὸ παντελὲς ἀπολλύμενον οὐχ ὑπερεῖδες, σὸν γὰρ ἦν δημιούρ γημα, ἀλλὰ καθυποτάξας αὐτῷ τὴν κτίσιν δέδωκας αὐτῷ οἰκείοις ἱδρῶσιν καὶ πόνοις πορίζειν ἑαυτῷ τὴν τροφήν, σοῦ πάντα φύοντος καὶ αὔξοντος καὶ πεπαίνοντος· χρόνῳ δὲ πρὸς ὀλίγον αὐτὸν κοιμίσας ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας, ὅρον θανάτου λύσας ζωὴν ἐξ ἀναστάσεως ἐπηγ γείλω. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος ἀνάριθμον χέας, τοὺς ἐμμείναντάς σοι ἐδόξασας, τοὺς δὲ ἀποστάντας σου ἐκόλασας, καὶ τοῦ μὲν Ἄβελ ὡς ὁσίου προσδεξάμενος τὴν θυσίαν, τοῦ δὲ ἀδελφοκτόνου Καῒν ἀποστραφεὶς τὸ δῶρον ὡς ἐναγοῦς· καὶ πρὸς τούτοις τὸν Σὴθ καὶ τὸν Ἐνὼς προσελάβου καὶ τὸν Ἐνὼχ μετατέθεικας. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ἀνθρώπων καὶ τῆς ζωῆς χορηγὸς καὶ τῆς ἐνδείας πληρωτὴς καὶ τῶν νόμων δοτὴρ καὶ τῶν φυλαττόντων αὐτοὺς μισθαποδότης καὶ τῶν παρα βαινόντων αὐτοὺς ἔκδικος, ὁ τὸν μέγαν κατακλυσμὸν ἐπαγα γὼν τῷ κόσμῳ διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων, καὶ τὸν δίκαιον Νῶε ῥυσάμενος ἐκ τοῦ κατακλυσμοῦ ἐν λάρνακι σὺν ὀκτὼ ψυχαῖς, τέλος μὲν τῶν παρῳχηκότων, ἀρχὴν δὲ τῶν μελλόντων ἐπιγίνεσθαι· ὁ τὸ φοβερὸν πῦρ κατὰ τῆς σοδο μηνῆς πενταπόλεως ἐξάψας καὶ γῆν καρποφόρον εἰς ἅλμην θέμενος ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ τὸν ὅσιον Λὼτ ἐξαρπάσας τοῦ ἐμπρησμοῦ. Σὺ εἶ ὁ τὸν Ἀβραὰμ ῥυσάμενος ἐκ προγονικῆς ἀσεβείας καὶ κληρονόμον τοῦ κόσμου καταστήσας καὶ ἐμφανίσας αὐτῷ τὸν Χριστόν σου, ὁ τὸν Μελχισεδὲκ ἀρχιερέα σῆς λατρείας προχειρισά μενος, ὁ τὸν πολύτλαν θεράποντά σου Ἰὼβ νικητὴν τοῦ ἀρχεκάκου ὄφεως ἀναδείξας, ὁ τὸν Ἰσαὰκ ἐπαγγελίας υἱὸν ποιησάμενος, ὁ τὸν Ἰακὼβ πατέρα δώδεκα παίδων καὶ τοὺς ἐξ αὐτοῦ εἰς πλῆθος χέας καὶ εἰσαγαγὼν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντα πέντε ψυχαῖς. Σύ, Κύριε, τὸν Ἰωσὴφ οὐχ ὑπερεῖδες, ἀλλὰ μισθὸν τῆς διὰ σὲ σωφροσύνης ἔδωκας αὐτῷ τὸ τῶν Αἰγυπτίων ἄρχειν· σύ, Κύριε, Ἑβραίους ὑπὸ Αἰγυπτίων καταπονουμένους οὐ περιεῖδες διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν ἐπαγγελίας, ἀλλ᾿ ἐρρύσω, κολάσας Αἰγυ πτίους. Παραφθειράντων δὲ τῶν ἀνθρώπων τὸν φυσικὸν νόμον καὶ τὴν κτίσιν ποτὲ μὲν αὐτόματον νομισάντων, ποτὲ δὲ πλεῖον ἢ δεῖ τιμησάντων καὶ σοί, τῷ Θεῷ τῶν πάντων, συνταττόντων, οὐκ εἴασας πλανᾶσθαι, ἀλλὰ ἀναδείξας τὸν ἅγιόν σου θεράποντα Μωϋσῆν, δι᾿ αὐτοῦ πρὸς βοήθειαν τοῦ φυσικοῦ τὸν γραπτὸν νόμον δέδωκας, καὶ τὴν κτίσιν ἔδειξας σὸν ἔργον εἶναι, τὴν δὲ πολύθεον πλάνην ἐξώρισας· τὸν Ἀαρὼν καὶ τοὺς ἐξ αὐτοῦ ἱερατικῇ τιμῇ ἐδόξασας, Ἑβραίους ἁμαρτόντας ἐκόλασας, ἐπιστρέψαντας προσεδέξω. Τοὺς Αἰγυπτίους δεκαπλήγῳ ἐτιμωρήσω, θάλασσαν διελὼν Ἰσραη λίτας διεβίβασας, Αἰγυπτίους ἐπιδιώξαντας ὑποβρυχίους ἀπώλεσας, ξύλῳ πικρὸν ὕδωρ ἐγλύκανας, ἐκ πέτρας ἀκρο τόμου ὕδωρ ἀνέχεας, ἐξ οὐρανοῦ τὸ μάννα ὗσας, τροφὴν ἐξ ἀέρος ὀρτυγομήτραν, στῦλον πυρὸς πρὸς φωτισμὸν τὴν νύκτα καὶ στῦλον νεφέλης ἡμέρας πρὸς σκιασμὸν θάλπους· τὸν Ἰησοῦν στρατηγὸν ἀνέδειξας, ἑπτὰ ἔθνη Χαναναίων δι᾿ αὐτοῦ καθεῖλες, Ἰορδάνην ἔρρηξας, τοὺς ποταμοὺς Ἠθὰμ ἐξήρανας, τείχη κατέρρηξας ἄνευ μηχανημάτων καὶ χειρὸς ἀνθρωπίνης. Ὑπὲρ πάντων σοι ἡ δόξα, Δέσποτα παντοκράτορ. Σὲ προσκυνεῖ πᾶν ἀσώματον καὶ ἅγιον τάγμα· σὲ προσκυνεῖ ὁ Παράκλητος· πρὸ δὲ πάντων ὁ ἅγιός σου Παῖς Ἰησοῦς ὁ Χριστὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν, σοῦ δὲ ἄγγελος καὶ τῆς δυνά μεως ἀρχιστρατηγὸς καὶ ἀρχιερεὺς αἰώνιος καὶ ἀτελεύτητος· σὲ προσκυνοῦσιν ἀνάριθμοι στρατιαὶ ἀγγέλων, ἀρχαγγέλων, κυριοτήτων, θρόνων, ἀρχῶν, ἐξουσιῶν, δυνάμεων, στρατιῶν αἰωνίων· τὰ Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ ταῖς μὲν δυσὶν κατακαλύπτοντα τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰς κεφαλάς, ταῖς δὲ δυσὶ πετόμενα, καὶ λέγοντα ἅμα χιλίαις χιλιάσιν ἀρχαγγέλων καὶ μυρίαις μυριάσιν ἀγγέλων ἀκαταπαύστως καὶ ἀσιγήτως βοώσαις, καὶ πᾶς ὁ λαὸς ἅμα εἰπάτω· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ ὁ ἀρχιερεὺς ἑξῆς λεγέτω·
- Ἅγιος γὰρ εἶ ὡς ἀληθῶς καὶ πανάγιος, ὕψιστος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Ἅγιος δὲ καὶ ὁ μονογε νής σου Υἱός, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστός, ὃς εἰς πάντα ὑπηρετησάμενός σοι τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ εἴς τε δημιουργίαν διάφορον καὶ πρόνοιαν κατάλληλον οὐ περιεῖδεν τὸ γένος τῶν ἀνθρώπων ἀπολλύμενον, ἀλλὰ μετὰ φυσικὸν νόμον, μετὰ νομικὴν παραίνεσιν, μετὰ προφητικοὺς ἐλέγχους καὶ τὰς τῶν ἀγγέλων ἐπιστασίαςπαραφθειρόντων σὺν τῷ θετῷ καὶ τὸν φυσικὸν νόμον καὶ τῆς μνήμης ἐκβαλ λόντων τὸν κατακλυσμόν, τὴν ἐκπύρωσιν, τὰς κατ᾿ Αἰγυπτίων πληγάς, τὰς κατὰ Παλαιστινῶν σφαγάς, καὶ μελλόντων ὅσον οὐδέπω ἀπόλλυσθαι πάντωνεὐδόκησεν αὐτὸς γνώμῃ σῇ ὁ δημιουργὸς ἀνθρώπου ἄνθρωπος γενέσθαι, ὁ νομοθέτης ὑπὸ νόμους, ὁ ἀρχιερεὺς ἱερεῖον, ὁ ποιμὴν πρόβατον· Καὶ ἐξευμενίσατό σε τὸν ἑαυτοῦ Θεὸν καὶ Πατέρα καὶ τῷ κόσμῳ κατήλλαξεν γενόμενος ἐκ παρθένου, ὀργῆς τοὺς πάντας ἠλευθέρωσεν γενόμενος ἐκ παρθένου, γενόμενος ἐν σαρκὶ ὁ Θεὸς Λόγος, ὁ ἀγαπητὸς Υἱός, ὁ πρωτότοκος πάσης κτίσεως, κατὰ τὰς περὶ αὐτοῦ ὑπ᾿ αὐτοῦ προρρηθείσας προφητείας ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραάμ, φυλῆς Ἰούδα· καὶ γέγονεν ἐν μήτρᾳ παρθένου ὁ διαπλάσσων πάντας τοὺς γεννωμένους, καὶ ἐσαρκώθη ὁ ἄσαρκος, ὁ ἀχρόνως γεννηθεὶς ἐν χρόνῳ γεγέννηται. Πολι τευσάμενος ὁσίως καὶ παιδεύσας ἐνθέσμως, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐξ ἀνθρώπων ἀπελάσας, σημεῖά τε καὶ τέρατα ἐν τῷ λαῷ ποιήσας, τροφῆς καὶ ποτοῦ καὶ ὕπνου μεταλαβὼν ὁ τρέφων πάντας τοὺς χρῄζοντας τροφῆς καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας, ἐφανέρωσέν σου τὸ ὄνομα τοῖς ἀγνοοῦσιν αὐτό, τὴν ἄγνοιαν ἐφυγάδευσεν, τὴν εὐσέβειαν ἀνεζωπύρωσεν, τὸ θέλημά σου ἐπλήρωσεν, τὸ ἔργον ὃ ἔδωκας αὐτῷ ἐτελείωσεν. Καὶ ταῦτα πάντα κατορθώσας, χερσὶν ἀνόμων κατασχε θεὶς ἱερέων καὶ ἀρχιερέων ψευδωνύμων καὶ λαοῦ παρανόμου προδοσίᾳ τοῦ τὴν κακόνοιαν νοσήσαντος καὶ πολλὰ παθὼν ὑπ᾿ αὐτῶν καὶ πᾶσαν ἀτιμίαν ὑποστὰς σῇ συγχωρήσει, παραδοθεὶς Πιλάτῳ τῷ ἡγεμόνι καὶ κριθεὶς ὁ κριτὴς καὶ κατακριθεὶς ὁ σωτήρ, σταυρῷ προσηλώθη ὁ ἀπαθὴς καὶ ἀπέθανεν ὁ τῇ φύσει ἀθάνατος καὶ ἐτάφη ὁ ζωοποιός, ἵνα πάθους λύσῃ καὶ θανάτου ἐξέληται τούτους, δι᾿ οὓς παρεγένετο, καὶ ῥήξῃ τὰ δεσμὰ τοῦ διαβόλου καὶ ῥύσηται τοὺς ἀνθρώπους ἐκ τῆς ἀπάτης αὐτοῦ. Καὶ ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ τεσσαράκοντα ἡμερῶν συνδιατρίψας τοῖς μαθηταῖς, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐκ δεξιῶν σου τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ. Μεμνημένοι οὖν ὧν δι᾿ ἡμᾶς ὑπέμεινεν, εὐχαριστοῦμέν σοι, Θεὲ παντοκράτορ, οὐχ ὅσον ὀφείλομεν, ἀλλ᾿ ὅσον δυνά μεθα, καὶ τὴν διάταξιν αὐτοῦ πληροῦμεν. Ἐν ᾗ γὰρ νυκτὶ παρεδίδοτο, λαβὼν ἄρτον ταῖς ἁγίαις καὶ ἀμώμοις αὐτοῦ χερ σὶν καὶ ἀναβλέψας πρὸς σέ, τὸν Θεὸν αὐτοῦ καὶ Πατέρα, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ εἰπών· Τοῦτο τὸ μυστήριον τῆς καινῆς διαθήκης, λάβετε ἐξ αὐτοῦ, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ περὶ πολλῶν θρυπτόμενον εἰς ἄφε σιν ἁμαρτιῶν. Ὡσαύτως καὶ τὸ ποτήριον κεράσας ἐξ οἴνου καὶ ὕδατος καὶ ἁγιάσας ἐπέδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ πίνητε τὸ ποτήριον τοῦτο, τὸν θάνατον τὸν ἐμὸν καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθω. Μεμνημένοι οὖν τοῦ πάθους αὐτοῦ καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἐπανόδου καὶ τῆς μελλούσης αὐτοῦ δευτέρας παρουσίας, ἐν ᾗ ἔρχεται μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦ ναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, προσφέρομέν σοι, τῷ βασι λεῖ καὶ Θεῷ, κατὰ τὴν αὐτοῦ διάταξιν τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο, εὐχαριστοῦντές σοι δι᾿ αὐτοῦ ἐφ᾿ οἷς κατηξίωσας ἡμᾶς ἑστάναι ἐνώπιόν σου καὶ ἱερατεύειν σοι. Καὶ ἀξιοῦμέν σε, ὅπως εὐμενῶς ἐπιβλέψῃς ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα ἐνώπιόν σου, σὺ ὁ ἀνενδεὴς Θεός, καὶ εὐδοκήσῃς ἐν αὐτοῖς εἰς τιμὴν τοῦ Χριστοῦ σου καὶ καταπέμψῃς τὸ ἅγιόν σου Πνεῦμα ἐπὶ τὴν θυσίαν ταύτην, τὸν μάρτυρα τῶν παθημάτων τοῦ Κυρίου Ἰησοῦ, ὅπως ἀποφήνῃ τὸν ἄρτον τοῦτον σῶμα τοῦ Χριστοῦ σου καὶ τὸ ποτήριον τοῦτο αἷμα τοῦ Χριστοῦ σου· ἵνα οἱ μετα λαμβάνοντες αὐτοῦ βεβαιωθῶσιν πρὸς εὐσέβειαν, ἀφέσεως ἁμαρτιῶν τύχωσιν, τοῦ διαβόλου καὶ τῆς πλάνης αὐτοῦ ῥυσθῶσιν, Πνεύματος ἁγίου πληρωθῶσιν, ἄξιοι τοῦ Χριστοῦ σου γένωνται, ζωῆς αἰωνίου τύχωσιν, σοῦ καταλλαγέντος αὐτοῖς, δέσποτα παντοκράτορ.
- Ἔτι δεόμεθά σου, Κύριε, καὶ ὑπὲρ τῆς ἁγίας σου Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, ὅπως αὐτὴν διαφυλάξῃς ἄσειστον καὶ ἀκλυδώνιστον ἄχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὀρθοτομούσης τὸν λόγον τῆς ἀληθείας.
- Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῆς ἐμῆς τοῦ προς φέροντός σοι οὐδενίας καὶ ὑπὲρ παντὸς τοῦ πρεσβυτερίου, ὑπὲρ τὼν διακόνων καὶ παντὸς τοῦ κλήρου, ἵνα πάντας σοφίσῃς καὶ Πνεύματος ἁγίου πληρώσῃς.
- Ἔτι παρακαλοῦμέν σε, Κύριε, ὑπὲρ τοῦ βασιλέως καὶ τῶν ἐν ὑπεροχῇ καὶ παντὸς τοῦ στρατοπέδου, ἵνα εἰρηνεύων ται τὰ πρὸς ἡμᾶς, ὅπως ἐν ἡσυχίᾳ καὶ ὁμονοίᾳ διάγοντες τὸν πάντα χρόνον τῆς ζωῆς ἡμῶν δοξάζωμέν σε διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.
- Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ πάντων τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων σοι ἁγίων, πατριαρχῶν, προφητῶν, δικαίων, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ὑποδιακόνων, ἀναγνωστῶν, ψαλτῶν, παρθένων, χηρῶν, λαικῶν καὶ πάντων ὧν αὐτὸς ἐπίστασαι τὰ ὀνόματα.
- Ἔτι προσφέρομέν σοι ὑπὲρ τοῦ λαοῦ τούτου, ἵνα ἀνα δείξῃς αὐτὸν εἰς ἔπαινον τοῦ Χριστοῦ σου βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον· ὑπὲρ τῶν ἐν παρθενίᾳ καὶ ἁγνείᾳ, ὑπὲρ τῶν χηρῶν τῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνοῖς γάμοις καὶ τεκνογονίαις, ὑπὲρ τῶν νηπίων τοῦ λαοῦ σου, ὅπως μηδένα ἡμῶν ἀπόβλητον ποιήσῃς.
- Ἔτι ἀξιοῦμέν σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης καὶ τῶν ἐνοικούντων, ὑπὲρ τῶν ἐν ἀρρωστίαις, ὑπὲρ τῶν ἐν πικρᾷ δουλείᾳ, ὑπὲρ τῶν ἐν ἐξορίαις, ὑπὲρ τῶν ἐν δημεύσει, ὑπὲρ πλεόντων καὶ ὁδοιπορούντων, ὅπως πάντων ἐπίκουρος γένῃ, πάντων βοηθὸς καὶ ἀντιλήπτωρ.
- Ἔτι παρακαλοῦμέν σε ὑπὲρ τῶν μισούντων ἡμᾶς καὶ διωκόντων ἡμᾶς διὰ τὸ ὄνομά σου, ὑπὲρ τῶν ἔξω ὄντων καὶ πεπλανημένων, ὅπως ἐπιστρέψῃς αὐτοὺς εἰς ἀγαθὸν καὶ τὸν θυμὸν αὐτῶν πραΰνῃς.
- Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν κατηχου μένων τῆς Ἐκκλησίας καὶ ὑπὲρ τῶν χειμαζομένων ὑπὸ τοῦ ἀλλοτρίου καὶ ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν, ὅπως τοὺς μὲν τελειώσῃς ἐν τῇ πίστει, τοὺς δὲ καθαρίσῃς ἐκ τῆς ἐνεργείας τοῦ πονηροῦ, τῶν δὲ τὴν μετάνοιαν προσδέξῃ, καὶ συγχωρήσῃς αὐτοῖς τε καὶ ἡμῖν τὰ παραπτώματα ἡμῶν.
- Ἔτι προσφέρομέν σοι καὶ ὑπὲρ τῆς εὐκρασίας τοῦ ἀέρος καὶ τῆς εὐφορίας τῶν καρπῶν, ὅπως ἀνελλειπῶς μεταλαμβάνοντες τῶν παρὰ σοῦ ἀγαθῶν αἰνῶμέν σε ἀπαύ στως τὸν διδόντα τροφὴν πάσῃ σαρκί.
- Ἔτι παρακαλοῦμέν σε καὶ ὑπὲρ τῶν δι᾿ εὔλογον αἰτίαν ἀπόντων, ὅπως ἅπαντας ἡμᾶς διατηρήσας ἐν τῇ εὐσεβείᾳ ἐπι συναγάγῃς ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ σου, τοῦ Θεοῦ πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, τοῦ βασιλέως ἡμῶν, ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους. Ὅτι σοὶ δι᾿ αὐτοῦ πᾶσα ἡ δόξα, σέβας καὶ εὐχαριστία· καὶ διὰ σὲ καὶ μετά σε αὐτῷ τιμὴ καὶ προσκύνησις ἐν ἁγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀνελλειπεῖς καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων.
Καὶ πᾶς ὁ λαὸς λεγέτω· Ἀμήν.
ιγ. Προσφώνησις ἐπὶ τῶν πιστῶν μετὰ τὴν θείαν ἀναφοράν.
Καὶ ὁ ἐπίσκοπος εἰπάτω· Ἡ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ πάντων ὑμῶν.
Καὶ πᾶς ὁ λαὸς λεγέτω· Καὶ μετὰ τοῦ πνεύματός σου.
Καὶ ὁ διάκονος κηρυσσέτω πάλιν·
- Ἔτι καὶ ἔτι δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ·
- Καὶ ὑπὲρ τοῦ δώρου τοῦ προσκομισθέντος Κυρίῳ τῷ Θεῷ ἡμῶν δεηθῶμεν, ὅπως ὁ ἁγαθὸς Θεὸς προσδέξηται αὐτὸ διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ αὐτοῦ εἰς τὸ ἐπουράνιον αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας.
- Ὑπὲρ τῆς Ἐκκλησίας ταύτης καὶ τοῦ λαοῦ δεηθῶμεν· ὑπὲρ πάσης ἐπισκοπῆς καὶ παντὸς πρεσβυτερίου, πάσης τῆς ἐν Χριστῷ διακονίας καὶ ὑπηρεσίας, παντὸς τοῦ πληρώματος τῆς Ἐκκλησίας δεηθῶμεν, ὅπως ὁ Κύριος πάντας διατηρήσῃ καὶ διαφυλάξῃ.
- Ὑπὲρ τῶν βασιλέων καὶ τῶν ἐν ὑπεροχῇ δεηθῶμεν, ἵνα εἰρηνεύηται τὰ πρὸς ἡμᾶς, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἔχοντες διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
- Τῶν ἁγίων μαρτύρων μνημονεύσωμεν, ὅπως κοινωνοὶ γενέσθαι τῆς ἀθλήσεως αὐτῶν καταξιωθῶμεν· ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων δεηθῶμεν.
- Ὑπὲρ τῆς εὐκρασίας τῶν ἀέρων καὶ τελεσφορίας τῶν καρπῶν δεηθῶμεν.
- Ὑπὲρ τῶν νεοφωτίστων δεηθῶμεν, ὅπως βεβαιωθῶσιν ἐν τῇ πίστει· πάντες ὑπὲρ ἀλλήλων παρακαλέσωμεν.
- Ἀνάστησον ἡμᾶς, ὁ Θεός, ἐν τῇ χάριτί σου.
- Ἐπανα στάντες ἑαυτοὺς τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.
Καὶ ὁ ἐπίσκοπος λεγέτω·
- Ὁ Θεὸς ὁ μόνος, ὁ μεγαλώνυμος, ὁ μέγας τῇ βουλῇ καὶ κραταιὸς τοῖς ἔργοις, ὁ Θεὸς καὶ Πατὴρ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο, ὃ δι᾿ αὐτοῦ ἐξελέξω εἰς δόξαν τοῦ ὀνόματός σου· καὶ ἁγιάσας ἡμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καταξίωσον, καθαροὺς γενομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, τυχεῖν τῶν προκειμένων ἀγαθῶν· καὶ μηδένα ἡμῶν ἀνάξιον κρίνῃς, ἀλλὰ βοηθὸς ἡμῶν γενοῦ, ἀντιλήπτωρ, ὑπερασπιστὴς διὰ τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοὶ δόξα, τιμή, αἶνος, δοξολογία, εὐχαριστία ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ μετὰ τὸ πάντας εἰπεῖν· Ἀμήν, ὁ διάκονος λεγέτω· Πρόσχωμεν.
Καὶ ὁ ἐπίσκοπος προσφωνησάτω τῷ λαῷ οὕτως· Τὰ ἅγια τοῖς ἁγίοις.
Καὶ ὁ λαὸς ὑπακουέτω· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς ἐν ἁγίῳ Πνεύματι· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· ἀμήν. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώ ποις εὐδοκία· ὡσαννὰ τῷ Υἱῷ Δαυὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπεφάνεν ἡμῖν, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ μετὰ τοῦτο μεταλαμβανέτω ὁ ἐπίσκοπος, ἔπειτα οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ οἱ ὑποδιάκονοι καὶ οἱ ἀναγνῶσται καὶ οἱ ψάλται καὶ οἱ ἀσκηταί, καὶ ἐν ταῖς γυναιξὶν αἱ διάκονοι καὶ αἱ παρθένοι καὶ αἱ χῆραι, εἶτα τὰ παιδία, καὶ τότε πᾶς ὁ λαὸς κατὰ τάξιν μετὰ αἰδοῦς καὶ εὐλαβείας ἄνευ θορύβου. Καὶ ὁ μὲν ἐπίσκοπος διδότω τὴν προσφορὰν λέγων· Σῶμα Χριστοῦ. Καὶ ὁ δεχόμενος λεγέτω· Ἀμήν. Ὁ δὲ διάκονος κατεχέτω τὸ ποτήριον καὶ ἐπιδιδοὺς λεγέτω· Αἷμα Χριστοῦ, ποτήριον ζωῆς. Καὶ ὁ πίνων λεγέτω· Ἀμήν. Ψαλμὸς δὲ λεγέσθω ὁ λγ ἐν τῷ μεταλαμβάνειν πάντας τοὺς λοιπούς. Καὶ ὅταν πάντες μεταλάβωσιν καὶ πᾶσαι, λαβόντες οἱ διάκονοι τὰ περισσεύσαντα εἰσφερέ τωσαν εἰς τὰ παστοφόρια.
ιδ. Προσφώνησις μετὰ τὴν μετάληψιν.
Καὶ ὁ διάκονος λεγέτω παυσαμένου τοῦ ψάλλοντος·
- Μεταλαβόντες τοῦ τιμίου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ εὐχαριστήσωμεν τῷ κατα ξιώσαντι ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων αὐτοῦ μυστηρίων, καὶ παρακαλέσωμεν μὴ εἰς κρίμα, ἀλλ᾿ εἰς σωτηρίαν ἡμῖν γενέσθαι, εἰς ὠφέλειαν ψυχῆς καὶ σώματος, εἰς φυλακὴν εὐσεβείας, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος.
- Ἐγειρώμεθα· ἐν χάριτι Χριστοῦ ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.
ιε. Εὐχὴ μετὰ τὴν μετάληψιν.
Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω·
- Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χρι στοῦ σου τοῦ εὐλογημένου Παιδός, ὁ τῶν μετ᾿ εὐθύτητος ἐπι καλουμένων σε ἐπήκοος, ὁ καὶ τῶν σιωπώντων ἐπιστάμενος τὰς ἐντεύξεις· εὐχαριστοῦμέν σοι, ὅτι κατηξίωσας ἡμᾶς μεταλαβεῖν τῶν ἁγίων σου μυστηρίων, ἃ παρέσχου ἡμῖν εἰς πληροφορίαν τῶν καλῶς ἐγνωσμένων, εἰς φυλακὴν τῆς εὐσε βείας, εἰς ἄφεσιν πλημμελημάτων, ὅτι τὸ ὄνομα τοῦ Χριστοῦ σου ἐπικέκληται ἐφ᾿ ἡμᾶς καὶ σοὶ προσῳκειώμεθα. Ὁ χωρίσας ἡμᾶς τῆς τῶν ἀσεβῶν κοινωνίας, ἕνωσον ἡμᾶς μετὰ τῶν καθωσιωμένων σοι, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσει, τὰ ἀγνοούμενα ἀποκάλυψον, τὰ λείποντα προσαναπλήρωσον, τὰ ἐγνωσμένα κράτυνον. Τοὺς ἱερεῖς ἀμώμους διαφύλαξον ἐν τῇ λατρείᾳ σου, τοὺς βασιλεῖς διατήρησον ἐν εἰρήνῃ, τοὺς ἄρχοντας ἐν δικαιοσύνῃ, τοὺς ἀέρας ἐν εὐκρασίᾳ, τοὺς καρποὺς ἐν εὐφορίᾳ, τὸν κόσμον ἐν παναλκεῖ προνοίᾳ· τὰ ἔθνη τὰ πολεμικὰ πράϋνον, τὰ πεπλανημένα ἐπίστρεψον. Τὸν λαόν σου ἁγίασον, τοὺς ἐν παρθενίᾳ διατήρησον, τοὺς ἐν γάμῳ διαφύλαξον ἐν πίστει, τοὺς ἐν ἁγνείᾳ ἐνδυνάμωσον, τὰ νήπια ἅδρυνον, τοὺς νεοτελεῖς βεβαίωσον, τοὺς ἐν τῇ κατηχήσει παίδευσον καὶ τῆς μυήσεως ἀξίους ἀνάδειξον, καὶ πάντας ἡμᾶς ἐπισυνάγαγε εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ ὁ διάκονος λεγέτω· Τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε.
Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω λέγων·
- Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀσύγκριτος, ὁ πανταχοῦ ὢν καὶ τοῖς πᾶσι παρὼν καὶ ἐν οὐδενὶ ὡς ἐνόν τι ὑπάρχων, ὁ τόποις μὴ περιγραφόμενος, ὁ χρόνοις μὴ παλαιούμενος, ὁ αἰῶσιν μὴ περατούμενος, ὁ λόγοις μὴ παραγόμενος, ὁ γενέσει μὴ ὑποκείμενος, ὁ φυλακῆς μὴ δεόμενος, ὁ φθορᾶς ἀνώτερος, ὁ τροπῆς ἀνεπίδεκτος, ὁ φύσει ἀναλλοίωτος, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ τῇ φύσει ἀόρατος, ὁ γνωστὸς πάσαις ταῖς μετ᾿ εὐνοίας ἐκζητούσαις σε λογικαῖς φύσεσιν, ὁ καταλαμβανόμενος ὑπὸ τῶν ἐν εὐνοίᾳ ἐπιζητούντων σε, ὁ Θεὸς τοῦ Ἰσραὴλ τοῦ ἀληθινῶς ὁρῶντος, τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ σου· εὐμενὴς γενόμενος ἐπάκουσόν μου διὰ τὸ ὄνομά σου καὶ εὐλόγησον τούς σοι κεκλικότας τοὺς ἑαυτῶν αὐχένα, καὶ δὸς αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν τὰ ἐπὶ συμφέροντι καὶ μηδένα αὐτῶν ἀπόβλητον ποιήσῃς ἐκ τῆς βασιλείας σου, ἀλλὰ ἁγίασον αὐτούς, φρούρησον, σκέπασον, ἀντιλαβοῦ, ῥῦσαι τοῦ ἀλλοτρίου, παντὸς ἐχθροῦ, τοὺς οἴκους αὐτῶν φύλαξον, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους φρούρησον· Ὅτι σοὶ δόξα, αἶνος, μεγαλοπρέπεια, σέβας, προσκύνησις καὶ μετὰ σὲ καὶ διὰ σὲ τῷ Παιδί σου Ἰησοῦ Χριστῷ, τῷ Κυρίῳ ἡμῶν καὶ βασιλεῖ, δι᾿ οὗ σοι ἐποφείλεται παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως ἡ ἐπάζιος εὐχαριστία ἐν ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ ὁ διάκονος ἐρεῖ· Ἀπολύεσθε ἐν εἰρήνῃ.
Ταῦτα περὶ τῆς μυστικῆς λατρείας διατασσόμεθα ἡμεῖς οἱ ἀπόστολοι ὑμῖν τοῖς ἐπισκόποις καὶ τοῖς πρεσβυτέ ροις καὶ τοῖς διακόνοις.
ιστ. Περὶ χειροτονίας πρεσβυτέρου.
Περὶ δὲ χειροτονίας πρεσβυτέρου ἐγὼ ὁ φιλούμενος ὑπὸ τοῦ Κυρίου διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις.
Πρες βύτερον χειροτονῶν, ὦ ἐπίσκοπε, τὴν χεῖρα ἐπὶ τῆς κεφαλῆς ἐπιτίθει αὐτός, τοῦ πρεσβυτερίου παρεστῶτός σοι καὶ τῶν διακόνων, καὶ εὐχόμενος λέγε·
Κύριε παντοκράτορ, ὁ βασιλεὺς ἡμῶν ὁ διὰ Χριστοῦ τὰ πάντα δημιουργήσας, πρὸ δὲ πάντων αὐτὸν ὑποστησάμενος καὶ δι᾿ αὐτοῦ τῶν ὅλων προνοῶν καταλλήλως· ᾧ γὰρ δύναμις διάφορα ποιῆσαι, τούτῳ δύναμις καὶ διαφόρως προνοῆσαι· δι᾿ αὐτοῦ γάρ, ὁ Θεός, προνοεῖς τῶν μὲν ἀθανάτων φυλακῇ μόνῃ, τῶν δὲ θνητῶν διαδοχῇ, τῆς ψυχῆς φροντίδι νόμων, τοῦ σώματος ἀναπληρώσει τῆς ἐνδείας· αὐτὸς οὖν καὶ νῦν ἐπίβλε ψον ἐπὶ τὴν ἁγίαν σου Ἐκκλησίαν καὶ αὔξησον αὐτήν, καὶ πλήθυνον τοὺς ἐν αὐτῇ προεστῶτας καὶ δὸς δύναμιν πρὸς τὸ κοπιᾶν αὐτοὺς λόγῳ καὶ ἔργῳ πρὸς οἰκοδομὴν τοῦ λαοῦ σου. Αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τοῦτον τὸν ψήφῳ καὶ κρίσει τοῦ κλήρου παντὸς εἰς πρεσβυτέριον ἐπιδοθέντα, καὶ ἔμπλησον αὐτὸν Πνεῦμα χάριτος καὶ συμβουλίας τοῦ ἀντιλαμβάνεσθαι καὶ συγκυβερνᾶν τὸν λαόν σου ἐν καθαρᾷ καρδίᾳ, ὃν τρόπον ἐπεῖδες ἐπὶ λαὸν ἐκλογῆς σου καὶ προσέταξας Μωϋσεῖ αἱρήσασθαι πρεσβυ τέρους, οὓς ἐνέπλησας Πνεύματος. Καὶ νῦν, Κύριε, παράσχου ἀνελλιπὲς τηρῶν ἐν ἡμῖν τὸ Πνεῦμα τῆς χάριτός σου, ὅπως, πλησθεὶς ἐνεργημάτων ἰαματικῶν καὶ λόγου διδακτικοῦ, ἐν πραότητι παιδεύῃ σου τὸν λαὸν καὶ δουλεύῃ σοι εἰλικρινῶς ἐν καθαρᾷ διανοίᾳ καὶ ψυχῇ θελούσῃ, καὶ τὰς ὑπὲρ τοῦ λαοῦ σου ἱερουργίας ἀμώμως ἐκτελῇ, διὰ τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
ιζ. Περὶ χειροτονίας διακόνων.
Περὶ δὲ χειροτονίας διακόνου ἐγὼ Φίλιππος διατάσσομαι.
Διάκονον καταστήσεις, ὦ ἐπίσκοπε, ἐπιθεὶς αὐτῷ τὰς χεῖρας, παρεστῶτός σοι παντὸς τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων, καὶ ἐπευξάμενος ἐρεῖς·
ιη. Ἐπίκλησις χειροτονίας διακόνου.
Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀψευδής, ὁ πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους σε ἐν ἀληθείᾳ, ὁ φοβερὸς ἐν βουλαῖς, ὁ σοφὸς διανοίᾳ, ὁ κραταιὸς καὶ μέγας· εἰσάκουσον προσευχῆς ἡμῶν, Κύριε, καὶ ἐνώτισαι τὴν δέησιν ἡμῶν, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχειριζόμενόν σοι εἰς διακονίαν, καὶ πλῆσον αὐτὸν Πνεύματος καὶ δυνάμεως, ὡς ἔπλησας Στέφανον τὸν πρωτομάρτυρα καὶ μιμητὴν τῶν παθημάτων τοῦ Χριστοῦ σου· καὶ καταξίωσον αὐτόν, εὐαρέστως λειτουργήσαντα τὴν ἐγχειρισθεῖσαν αὐτῷ δια κονίαν ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, μείζονος ἀξιωθῆναι βαθμοῦ, διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ σου, τοῦ μονογενοῦς Υἱοῦ σου, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
ιθ. Περὶ χειροτονίας διακονίσσης.
Περὶ δὲ διακονίσσης Βαρθολομαῖος διατάσσομαι.
Ὦ ἐπίσκοπε, ἐπιθήσεις αὐτῇ τὰς χεῖρας, παρεστῶτος τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων καὶ τῶν διακονισσῶν, καὶ ἐρεῖς·
κ. Ἐπίκλησις ἐπὶ χειροτονίας διακονίσσης.
Ὁ Θεὸς ὁ αἰώνιος, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνδρὸς καὶ γυναικὸς δημιουργός, ὁ πληρώσας Πνεύματος Μαριὰμ καὶ Δεββῶραν καὶ Ἄνναν καὶ Ὀλδάν, ὁ μὴ ἀπαξιώσας τὸν μονογενῆ σου Υἱὸν γεν νηθῆναι ἐκ γυναικός, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν τῷ ναῷ προχειρισάμενος τὰς φρουρὰς τῶν ἁγίων σου πυλῶν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὴν δούλην σου τήνδε τὴν προχειριζομένην εἰς διακονίαν, καὶ δὸς αὐτῇ Πνεῦμα ἅγιον καὶ καθάρισον αὐτὴν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος πρὸς τὸ ἐπαξίως ἐπιτελεῖν αὐτὴν τὸ ἐγχει ρισθὲν αὐτῇ ἔργον εἰς δόξαν σὴν καὶ ἔπαινον τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοὶ δόξα καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
κα. Περὶ ὑποδιακόνων.
Περὶ δὲ ὑποδιακόνων ἐγὼ Θωμᾶς διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις.
Ὑποδιάκονον χειροτονῶν, ὦ ἐπίσκοπε, ἐπιθήσεις ἐπ᾿ αὐτὸν τὰς χεῖρας καὶ ἐρεῖς·
Δέσποτα ὁ Θεός, οὐρανοῦ καὶ γῆς δημιουργὲ καὶ πάντων τῶν ἐν αὐτοῖς, ὁ καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τοὺς νεωκό ρους ἀναδείξας τῶν ἁγίων σου σκευῶν φύλακας· αὐτὸς καὶ νῦν ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχει ρισθέντα ὑποδιάκονον, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον πρὸς τὸ ἐπαξίως ἐφάπτεσθαι τῶν λειτουργικῶν σου σκευῶν καὶ ποιεῖν τὸ θέλημά σου διαπαντὸς διὰ τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
κβ. Περὶ ἀναγνώστων.
Περὶ δὲ ἀναγνωστῶν ἐγὼ Ματθαῖος ὁ καὶ Λευὶς ὅ ποτε τελώνης διατάσσομαι.
Ἀναγνώστην προχείρισαι ἐπιθεὶς αὐτῷ τὴν χεῖρα, καὶ ἐπευξάμενος πρὸς τὸν Θεὸν λέγε·
Ὁ Θεὸς ὁ αἰώνιος, ὁ πολὺς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὁ τὴν τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων φανε ροποιήσας καὶ τὸν ἀριθμὸν τῶν ἐκλεκτῶν σου ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάττων· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τὸν ἐγχειριζόμενον τὰς ἁγίας σου γραφὰς ἀναγινώσκειν τῷ λαῷ σου, καὶ δὸς αὐτῷ Πνεῦμα ἅγιον, πνεῦμα προφητι κόν. Ὁ σοφίσας Ἔσδραν τὸν θεράποντά σου ἐπὶ τὸ ἀναγινώσκειν τοὺς νόμους σου τῷ λαῷ σου, καὶ νῦν παρα καλούμενος ὑφ᾿ ἡμῶν σόφισον τὸν δοῦλόν σου καὶ δὸς αὐτῷ, ἀκατάγνωστον διανύσαντα τὸ ἐγχειρισθὲν αὐτῷ ἔργον, ἄξιον ἀναδειχθῆναι μείζονος βαθμοῦ διὰ Χριστοῦ, δι᾿ οὗ σοὶ ἡ δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
κγ. Περὶ ὁμολογητῶν.
Ἰάκωβος δὲ ὁ Ἀλφαίου κἀγὼ διατάσσομαι περὶ ὁμολογητῶν.
Ὁμολογητὴς οὐ χειροτονεῖται, γνώμης γὰρ τοῦτο καὶ ὑπομονῆς· τιμῆς δὲ μεγάλης ἐπάξιος ὡς ὁμολογήσας τὸ ὄνομα τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ἐὰν δὲ χρεία αὐτοῦ ᾖ εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται. Εἰ δέ τις ὁμολογητὴς μὴ χειροτονηθεὶς ἁρπάσῃ ἑαυτῷ ἀξίωμά τι τοιοῦτον ὡς διὰ τὴν ὁμολογίαν, ὁ τοιοῦτος καθαιρείσθω καὶ ἀποβαλλέσθω· οὐ γὰρ ἔστιν, ἐπείπερ ἤρνηται τὴν Χριστοῦ διάταξιν, καὶ ἔστιν ἀπίστου χείρων.
κδ. Περὶ παρθένων.
Ὁ αὐτὸς περὶ παρθένων.
Παρθένος οὐ χειροτο νεῖται, ἐπιταγὴν γὰρ Κυρίου οὐκ ἔχομεν· γνώμης γάρ ἐστι τὸ ἔπαθλον, οὐκ ἐπὶ διαβολῇ τοῦ γάμου, ἀλλ᾿ ἐπὶ σχολῇ τῆς εὐσεβείας.
κε. Περὶ χηρῶν.
Κἀγὼ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος τάδε περὶ χηρῶν διατάσσομαι.
Χήρα οὐ χειροτονεῖται, ἀλλ᾿ εἰ μὲν ἐκ πολλοῦ ἀπέβαλεν τὸν ἄνδρα καὶ σωφρόνως καὶ ἀκαταγνώστως ἔζησεν καὶ τῶν οἰκείων ἄριστα ἐπεμελήθη, ὡς Ἰουδὶθ καὶ Ἄννα αἱ σεμνόταται, κατατασσέσθω εἰς τὸ χηρικόν. Εἰ δὲ νεωστὶ ἀπέβαλεν τὸν ὁμόζυγον, μὴ πιστευέσθω, ἀλλὰ χρόνῳ νεότης κρινέσθω· τὰ γὰρ πάθη ἔσθ᾿ ὅτε καὶ συγγηρᾷ ἀνθρώποις, μὴ ὑπὸ κρείττονος χαλινοῦ εἰργόμενα.
κστ. Περὶ ἐπορκιστῶν.
Περὶ ἐπορκιστῶν ὁ αὐτός.
Ἐπορκιστὴς οὐ χειροτονεῖται, εὐνοίας γὰρ ἑκουσίου τὸ ἔπαθλον καὶ χάριτος Θεοῦ διὰ Χριστοῦ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ λαβὼν χάρισμα ἰαμάτων δι᾿ ἀποκαλύψεως ὑπὸ Θεοῦ ἀναδείκνυται, φανερᾶς οὔσης πᾶσιν τῆς ἐν αὐτῷ χάριτος. Ἐὰν δὲ χρεία αὐτοῦ γένηται εἰς ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον, χειροτονεῖται.
κζ. Σίμωνος τοῦ Καναναίου διατάξεις ὑπὸ πόσων ὀφείλει χειρο τονεῖσθαι ὁ ἐπίσκοπος.
Σίμων δὲ ὁ Καναναῖος κἀγὼ διατάσσομαι ὑμῖν, ὑπὸ πόσων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκοπος.
Ἐπίσκο πος ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων χειροτονείσθω· ἐὰν δέ τις ὑπὸ ἑνὸς χειροτονηθῇ ἐπισκόπου, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας. Ἐὰν δὲ ἀνάγκη ὑπὸ ἑνὸς καταλάβῃ χειροτονηθῆναι διὰ τὸ μὴ δύνασθαι πλείονας παραγενέσθαι, διωγμοῦ ὄντος ἢ ἄλλης τοιαύτης αἰτίας, ψήφισμα κομιζέτω τῆς ἐπιτροπῆς πλειόνων ἐπισκόπων.
κη. Τοῦ αὐτοῦ Σίμωνος τοῦ Καναναίου κανόνες ἐκκλησιαστικοί.
Ὁ αὐτὸς περὶ κανόνων.
Ἐπίσκοπος εὐλογεῖ, οὐκ εὐλογεῖται· χειροτονεῖ, χειροθετεῖ, προσφέρει· εὐλογίαν παρὰ ἐπισκόπου λαμβάνει, παρὰ δὲ πρεσβυτέρων οὐδαμῶς. Ἐπίσκοπος καθαιρεῖ πάντα κληρικὸν ἄξιον ὄντα καθαι ρέσεως πλὴν ἐπισκόπου· μόνος γὰρ οὐχ οἷός τε.
Πρεσβύτερος εὐλογεῖ, οὐκ εὐλογεῖται, εὐλογίας δέχεται παρὰ ἐπισκό που καὶ συμπρεσβυτέρου, ὡσαύτως ἐπιδίδωσιν συμπρες βυτέρῳ· χειροθετεῖ, οὐ χειροτονεῖ, οὐ καθαιρεῖ, ἀφορίζει δὲ τοὺς ὑποβεβηκότας, ἐὰν ὦσιν ὑπεύθυνοι τῇ τοιαύτῃ τιμωρίᾳ.
Διάκονος οὐκ εὐλογεῖ· οὐ δίδωσιν εὐλογίαν, λαμβάνει δὲ παρὰ ἐπισκόπου καὶ πρεσβυτέρου· οὐ βαπτίζει, οὐ προσφέρει· τοῦ δὲ ἐπισκόπου προσενεγκόντος ἢ τοῦ πρεσβυτέρου, αὐτὸς ἐπιδίδωσιν τῷ λαῷ, οὐχ ὡς ἱερεύς, ἀλλ᾿ ὡς διακονούμενος ἱερεῦσιν. Τῶν τε ἄλλων κληρικῶν τὸ τοῦ διακόνου ἔργον ποιῆσαι οὐδενὶ ἐξόν.
Διακόνισσα οὐκ εὐλογεῖ, ἀλλ᾿ οὐδέ τι ὧν ποιοῦσιν οἱ πρεσβύτεροι ἢ οἱ διάκονοι ἐπιτελεῖ, ἀλλ᾿ ἢ τοῦ φυλάττειν τὰς θύρας καὶ ἐξυπηρετεῖσθαι τοῖς πρεσβυτέροις ἐν τῷ βαπτίζεσθαι τὰς γυναῖκας διὰ τὸ εὐπρεπές. Διάκονος ἀφορίζει ὑποδιά κονον, ἀναγνώστην, ψάλτην, διακόνισσαν, ἐὰν ᾖ τι τοιοῦτον μὴ παρόντος πρεσβυτέρου Ὑποδιακόνῳ οὐκ ἔξεστιν ἀφορίσαι, οὔτε μὴν ἀναγνώστῃ οὔτε ψάλτῃ οὔτε διακονίσσῃ, οὐ κληρικόν, οὐ λαικόν· ὑπηρέται γάρ εἰσιν διακόνων.
κθ. Διάταξις Ματθαίου ἀποστόλου περὶ ὕδατος καὶ ἐλαίου.
Περὶ δὲ ὕδατος καὶ ἐλαίου ἐγὼ Ματθαῖος διατάς σομαι.
Εὐλογείτω ὁ ἐπίσκοπος τὸ ὕδωρ ἤτοι τὸ ἔλαιον· ἐὰν δὲ μὴ παρῇ, εὐλογείτω ὁ πρεσβύτερος, παρεστῶτος τοῦ διακόνου· ἐπὰν δὲ ὁ ἐπίσκοπος παρῇ, παριστάσθω πρεσβύτερος καὶ διάκονος.
Λεγέτω δὲ οὕτως·
Κύριε Σαβαώθ, ὁ Θεὸς τῶν δυνάμεων, κτίστα τῶν ὑδάτων καὶ χορηγὲ τοῦ ἐλαίου, οἰκτίρμον καὶ φιλάνθρωπε, ὁ δοὺς τὸ ὕδωρ πρὸς πόσιν καὶ κάθαρσιν, καὶ ἔλαιον τοῦ ἱλαρῦναι πρόσωπον εἰς ἀγαλλίαμα εὐφροσύνης· αὐτὸς καὶ νῦν διὰ Χριστοῦ ἁγίασον τὸ ὕδωρ τοῦτο καὶ τὸ ἔλαιον ἐπ᾿ ὀνόματι τοῦ προσκομίσαντος ἢ τῆς προσκομισάσης, καὶ δὸς δύναμιν ὑγείας ἐμποιητικήν, νόσων ἀπελαστικήν, δαιμόνων φυγα δευτικήν, οἴκου φυλακτικὴν, πάσης ἐπιβουλῆς διωκτικὴν διὰ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
λ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν ὁ αὐτός.
Ὁ αὐτὸς περὶ ἀπαρχῶν καὶ δεκατῶν.
Ἔτι προστάσσω, πᾶσαν ἀπαρχὴν προσκομίζεσθαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις εἰς διατροφὴν αὐτῶν, πᾶσαν δὲ δεκάτην προσφέρεσθαι εἰς διατροφὴν τῶν λοιπῶν κληρικῶν καὶ τῶν παρθένων καὶ τῶν χηρῶν καὶ τῶν ἐν πενίᾳ ἐξεταζομένων· αἱ γὰρ ἀπαρχαὶ τῶν ἱερέων εἰσὶν καὶ τῶν αὐτοῖς ἐξυπηρετουμένων διακόνων.
λα. Περὶ τῶν περισσευόντων προσφορῶν τοῦ αὐτοῦ.
Ὁ αὐτὸς περὶ περισσευμάτων.
Τὰς περις σευούσας ἐν τοῖς μυστικοῖς εὐλογίας κατὰ γνώμην τοῦ ἐπισκόπου ἢ τῶν πρεσβυτέρων οἱ διάκονοι διανεμέτωσαν τῷ κλήρῳ, τῷ ἐπισκόπῳ μέρη τέσσαρα, πρεσβυτέρῳ μέρη τρία, διακόνῳ μέρη δύο, τοῖς δὲ ἄλλοις, ὑποδιακόνοις ἢ ἀναγνώσταις ἢ ψάλταις ἢ διακονίσσαις, μέρος ἕν. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ, ἕκαστον τιμᾶσθαι κατὰ τὴν αὐτοῦ ἀξίαν· ἡ γὰρ Ἐκκλησία οὐκ ἀταξίας, ἀλλ᾿ εὐταξίας ἐστὶ διδασκαλεῖον.
λβ. Παύλου ἀποστόλου διατάξεις περὶ κανόνων ἐκκλησιαστικῶν.
Κἀγὼ Παῦλος ὁ τῶν ἀποστόλων ἐλάχιστος, τάδε διατάσσομαι ὑμῖν τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις περὶ κανόνων.
Οἱ πρώτως προσιόντες τῷ μυστηρίῳ τῆς εὐσεβείας διὰ τῶν διακόνων προσαγέσθωσαν τῷ ἐπι σκόπῳ ἢ τοῖς πρεσβυτέροις, καὶ τὰς αἰτίας ἐξεταζέσθωσαν, οὗ χάριν προσῆλθον τῷ κυριακῷ λόγῳ, οἵ τε προσενεγκόντες μαρτυρείτωσαν αὐτοῖς, ἀκριβώσαντες τὰ κατ᾿ αὐτούς. Ἐξετα ζέσθωσαν δὲ αὐτῶν καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ εἰ δοῦλοί εἰσιν ἢ ἐλεύθεροι. Καὶ ἐὰν ᾖ τις δοῦλος, ἐρωτάσθω, οὗ δεσπότου, καὶ ἐὰν πιστοῦ δοῦλος ᾖ, ἐρωτάσθω ὁ δεσπότης αὐτοῦ, εἰ μαρτυρεῖ αὐτῷ· ἐὰν δὲ μή, ἀποβαλλέσθω, ἕως ἂν ἑαυτὸν ἄξιον ἐπιδείξῃ τῷ δεσπότῃ· εἰ δὲ μαρτυρεῖ αὐτῷ, προσδεχέσθω. Εἰ δὲ ἐθνικοῦ ᾖ οἰκέτης, διδασκέσθω εὐαρε στεῖν τῷ δεσπότῃ, ἵνα μὴ βλασφημῆται ὁ λόγος. Εἰ μὲν οὖν ἔχει γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα, διδασκέσθωσαν ἀρκεῖσθαι ἑαυτοῖς· εἰ δὲ ἄγαμοί εἰσιν, μανθανέτωσαν μὴ πορνεύειν, ἀλλὰ γαμεῖν νόμῳ. Εἰ δὲ ὁ δεσπότης αὐτοῦ, πιστὸς ὢν καὶ εἰδὼς ὅτι πορνεύει, οὐ δίδωσιν αὐτῷ γυναῖκα ἢ τῇ γυναικὶ ἄνδρα, ἀφοριζέσθω. Ἐὰν δέ τις δαίμονα ἔχῃ, διδασκέσθω μὲν τὴν εὐσέβειαν, μὴ προσδεχέσθω δὲ εἰς κοινωνίαν, πρὶν ἂν καθαρισθῇ· εἰ δὲ θάνατος κατεπείγοι, προσδεχέσθω. Εἴ τις πορνοβοσκός, ἢ παυσάσθω τοῦ μαστροπεύειν ἢ ἀποβαλλέσθω. Πόρνη προ σιοῦσα ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Εἰδωλοποιὸς προσιὼν ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Τῶν ἐπὶ σκηνῆς ἐάν τις προ σίῃ ἀνὴρ ἢ γυνὴ ἢ ἡνίοχος ἢ μονομάχος ἢ σταδιοδρόμος ἢ λουδεμπιστὴς ἢ ὀλυμπικὸς ἢ χοραύλης ἢ κιθαριστὴς ἢ λυρι στὴς ἢ ὄρχησιν ἐπιδεικνύμενος ἢ κάπηλος, ἢ παυσάσθωσαν ἢ ἀποβαλλέσθωσαν. Στρατιώτης προσιὼν διδασκέσθω μὴ ἀδικεῖν, μὴ συκοφαντεῖν, ἀρκεῖσθαι δὲ τοῖς διδομένοις ὀψω νίοις· πειθόμενος προσδεχέσθω, ἀντιλέγων ἀποβαλλέσθω. Ἀρρητοποιός, κίναιδος, βλάξ, μάγος, ὀχλαγωγός, ἐπαοι δός, ἀστρολόγος, μάντις, θηρεπῳδός, λῶταξ, περιάμματα ποιῶν, περικαθαίρων, οἰωνιστής, συμβολοδείκτης, παλμῶν ἑρμηνεύς, φυλαττόμενος ἐν συναντήσει λώβας ὄψεως ἢ ποδῶν ἢ ὀρνίθων ἢ γαλῶν ἢ ἐπιφωνήσεων ἢ παρακροαμάτων συμβολικῶν, χρόνῳ δοκιμαζέσθωσαν, δυσέκνιπτος γὰρ ἡ κακία· παυσάμενοι οὖν προσδεχέσθωσαν, μὴ πειθόμενοι δὲ ἀποβαλλέσθωσαν. Παλλακή τινος ἀπίστου δούλη, ἐκείνῳ μόνῳ σχο λάζουσα, προσδεχέσθω· εἰ δὲ καὶ πρὸς ἄλλους ἀσελγαίνει, ἀποβαλλέσθω. Πιστὸς ἐὰν ἔχῃ παλλακήν, εἰ μὲν δούλην, παυσάσθω καὶ νόμῳ γαμείτω, εἰ δὲ ἐλευθέραν, ἐκγαμείτω αὐτὴν νόμῳ· εἰ δὲ μή, ἀποβαλλέσθω. Ἑλληνικοῖς τις ἔθεσιν ἐξακολουθῶν ἢ ἰουδαικοῖς μύθοις ἢ μεταθέσθω ἢ ἀποβαλλέσθω. Θεατρομανίᾳ εἴ τις πρόσκειται ἢ κυνηγίοις ἢ ἱπποδρομίαις ἢ ἀγῶσιν, ἢ παυσάσθω ἢ ἀποβαλλέσθω. Ὁ μέλλων κατηχεῖσθαι τρία ἔτη κατηχείσθω· εἰ δὲ σπουδαῖός τις ᾖ καὶ εὔνοιαν ἔχῃ περὶ τὸ πρᾶγμα, προσδε χέσθω, ὅτι οὐχ ὁ χρόνος, ἀλλ᾿ ὁ τρόπος κρίνεται. Ὁ διδάσκων εἰ καὶ λαικὸς ᾖ, ἔμπειρος δὲ τοῦ λόγου καὶ τὸν τρόπον σεμνός, διδασκέτω· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ. Πᾶς πιστὸς ἢ πιστὴ ἕωθεν ἀναστάντες ἐξ ὕπνου πρὸ τοῦ ἔργον ἐπιτελέσαι νιψάμενοι προσευχέσθωσαν· εἰ δέ τις λόγου κατήχησις γένηται, προτιμησάτωσαν τοῦ ἔργου τὸν λόγον τῆς εὐσεβείας. Πιστὸς ἢ πιστὴ τοῖς οἰκέταις εὐμενῶς προσε χέτωσαν, καθὼς καὶ ἐν τοῖς προλαβοῦσιν διεταξάμεθα καὶ ἐν ταῖς ἐπιστολαῖς ἐδιδάξαμεν.
λγ. Παύλου καὶ Πέτρου διατάξεις· ἀργεῖν τοὺς δούλους κατ᾿ ἑβδο μάδα ἡμέρας δύο, τὸ σάββατον καὶ τὴν κυριακήν, καὶ σχολάζειν τῇ ἐκκλησίᾳ.
Ἐγὼ Παῦλος καὶ ἐγὼ Πέτρος διατασσόμεθα.
Ἐργαζέσθωσαν οἱ δοῦλοι πέντε ἡμέρας, σάββατον δὲ καὶ κυριακὴν σχολαζέτωσαν τῇ Ἐκκλησίᾳ διὰ τὴν διδασκα λίαν τῆς εὐσεβείας· τὸ μὲν γὰρ σάββατον εἴπομεν δημιουργίας λόγον ἔχειν, τὴν δὲ κυριακὴν ἀναστάσεως. Τὴν μεγάλην ἑβδομάδα πᾶσαν καὶ τὴν μετ᾿ αὐτὴν ἀργείτωσαν οἱ δοῦλοι, ὅτι ἡ μὲν πάθους ἐστίν, ἡ δὲ ἀναστάσεως, καὶ χρεία διδασκα λίας, τίς ὁ ἀποθανὼν καὶ ἀναστὰς ἢ τίς ὁ συγχωρήσας ἢ καὶ ἀναστήσας. Τὴν ἀνάληψιν ἀργείτωσαν διὰ τὸ πέρας τῆς κατὰ Χριστὸν οἰκονομίας. Τὴν πεντηκοστὴν ἀργείτω σαν διὰ τὴν παρουσίαν τοῦ ἁγίου Πνεύματος τὴν δωρηθεῖσαν τοῖς πιστεύσασιν εἰς Χριστόν. Τὴν τῶν γενεθλίων ἑορτὴν ἀργείτωσαν διὰ τὸ ἐν αὐτῇ τὴν ἀπροσδόκητον χάριν δεδόσθαι ἀνθρώποις, γεννηθῆναι τὸν τοῦ Θεοῦ Λόγον Ἰησοῦν τὸν Χριστὸν ἐκ Μαρίας τῆς παρθένου ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. Τὴν τῶν ἐπιφανίων ἑορτὴν ἀργείτωσαν διὰ τὸ ἐν αὐτῇ ἀνάδειξιν γεγενῆσθαι τῆς τοῦ Χριστοῦ θεότητος, μαρτυρή σαντος αὐτῷ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι καὶ τοῦ παρα κλήτου ἐν εἴδει περιστερᾶς ὑποδείξαντος τοῖς παρεστῶσι τὸν μαρτυρηθέντα. Τὰς ἡμέρας τῶν ἀποστόλων ἀργείτω σαν· διδάσκαλοι γὰρ ὑμῶν εἰς Χριστὸν κατέστησαν καὶ Πνεύματος ὑμᾶς ἠξίωσαν ἁγίου. Τὴν ἡμέραν Στεφάνου τοῦ πρωτομάρτυρος ἀργείτωσαν καὶ τῶν λοιπῶν ἁγίων μαρτύρων τῶν προτιμησάντων Χριστὸν τῆς ἑαυτῶν ζωῆς.
λδ. Ποίας ὥρας, καὶ διατὶ ἐν ταύταις δεῖ προσεύχεσθαι.
Εὐχὰς ἐπιτελεῖτε ὄρθρου καὶ τρίτῃ ὥρᾳ καὶ ἕκτῃ καὶ ἐνάτῃ καὶ ἑσπέρας καὶ ἀλεκτοροφωνίας. Ὄρθρου μὲν εὐχαριστοῦντες, ὅτι ἐφώτισεν ὑμῖν ὁ Κύριος, παραγαγὼν τὴν νύκτα καὶ ἐπαγαγὼν τὴν ἡμέραν. Τρίτῃ δέ, ὅτι ἐν αὐτῇ ἀπόφασιν ἀπὸ Πιλάτου ἔλαβεν ὁ Κύριος. Ἕκτῃ δέ, ὅτι ἐν αὐτῇ ἐσταυρώθη. Ἐνάτῃ δέ, ὅτι πάντα κεκίνητο τοῦ δεσπότου σταυρουμένου, φρίττοντα τὴν τόλμαν τῶν δυσσεβῶν Ἰουδαίων, μὴ φέροντα τοῦ Κυρίου τὴν ὕβριν. Ἐφ᾿ ἑσπέραν δὲ εὐχαριστοῦντες, ὅτι ὑμῖν ἀνάπαυσιν ἔδωκεν τῶν καθημερινῶν κόπων τὴν νύκτα. Ἀλεκτρυόνων δὲ κραυγῇ διὰ τὸ τὴν ὥραν εὐαγγελίζεσθαι τὴν παρουσίαν τῆς ἡμέρας εἰς ἐργασίαν τῶν τοῦ φωτὸς ἔργων. Εἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προιέναι διὰ τοὺς ἀπίστους, κατ᾿ οἶκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχηται εὐσεβὴς εἰς ἐκκλη σίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ᾿ ὁ ἄνθρωπος τὸν τόπον. Ἐὰν δὲ ἀσεβεῖς κατέχωσιν τὸν τόπον, φευκτέος ἔστω σοι διὰ τὸ βεβηλῶσθαι ὑπ᾿ αὐτῶν· ὡς γὰρ οἱ ὅσιοι ἱερεῖς ἁγιάζουσιν, οὕτως οἱ ἐναγεῖς μιαίνου σιν. Εἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησίᾳ συναθροι σθῆναι δυνατόν, ἕκαστος παρ᾿ ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω, ἢ καὶ ἅμα δύο ἢ τρεῖς· Ὅπου γὰρ ἂν ὦσι, φησὶν ὁ Κύριος, δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. Πιστὸς μετὰ κατηχουμένου μήτε κατ᾿ οἶκον προσευχέσθω· οὐ γὰρ δίκαιον τὸν μεμυημέ νον μετὰ τοῦ ἀμυήτου συμμολύνεσθαι. Εὐσεβὴς μετὰ αἱρετικοῦ μήτε κατ᾿ οἶκον συμπροσευχέσθω· Τίς γὰρ κοι νωνία φωτὶ πρὸς σκότος; Πιστὸς ἢ πιστὴ δούλοις συναφθέντες ἢ ἀφιστάσθωσαν ἢ ἀποβαλλέσθωσαν.
λε. Ἰακώβου ἐπισκόπου Ἱεροσολύμων τοῦ κατὰ σάρκα ἀδελφοῦ τοῦ Κυρίου διατάξεις περὶ λυχνικῶν.
Κἀγὼ Ἰάκωβος, ἀδελφὸς μὲν κατὰ σάρκα τοῦ Χριστοῦ, δοῦλος δὲ ὡς Θεοῦ μονογενοῦς Υἱοῦ, ἐπίσκοπος δὲ ὑπ᾿ αὐτοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων Ἱεροσολύμων χειροτονηθείς, τάδε φημί.
Ἑσπέρας γενομένης συναθροί σεις τὴν Ἐκκλησίαν, ὦ ἐπίσκοπε· καὶ μετὰ τὸ ῥηθῆναι τὸν ἐπιλύχνιον ψαλμὸν προσφωνήσει ὁ διάκονος ὑπὲρ τῶν κατηχουμένων καὶ χειμαζομένων καὶ τῶν φωτιζομένων καὶ τῶν ἐν μετανοίᾳ, ὡς προείπομεν.
λστ. Προσφώνησις ἐπιλύχνιος.
Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς ὁ διάκονος ἐρεῖ·
- Ὅσοι πιστοί, δεηθῶμεν τοῦ Κυρίου.
Καὶ μετὰ τὸ προσφωνῆσαι αὐτὸν τὰ τῆς πρώτης εὐχῆς ἐρεῖ·
- Σῶσον καὶ ἀνάστησον ἡμᾶς, ὁ Θεός, διὰ τοῦ Χριστοῦ σου. Ἀναστάντες αἰτησώμεθα τὰ ἐλέη τοῦ Κυρίου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, τὰ καλὰ καὶ συμφέροντα, χριστιανὰ τὰ τέλη, τὴν ἑσπέραν καὶ τὴν νύκτα εἰρηνικὴν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἀκατάγνωστον αἰτησώ μεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα.
λζ. Εύχαριστία ἐπιλύχνιος.
Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω·
- Ὁ ἄναρχος Θεὸς καὶ ἀτελεύτητος, ὁ τῶν ὅλων ποιητὴς διὰ Χριστοῦ καὶ κηδεμών, πρὸ δὲ πάντων αὐτοῦ Θεὸς καὶ Πατήρ, ὁ τοῦ Πνεύματος Κύριος καὶ τῶν νοητῶν καὶ αἰσθητῶν βασιλεύς, ὁ ποιήσας ἡμέραν πρὸς ἔργα φωτὸς καὶ νύκτα εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν· Σὴ γάρ ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Αὐτὸς καὶ νῦν, δέσποτα φιλάνθρωπε καὶ πανά γαθε, εὐμενῶς πρόσδεξαι τὴν ἑσπερινὴν εὐχαριστίαν ἡμῶν ταύτην. Ὁ διαγαγὼν ἡμᾶς τὸ μῆκος τῆς ἡμέρας καὶ ἀγαγὼν ἐπὶ τὰς ἀρχὰς τῆς νυκτός, φύλαξον ἡμᾶς διὰ τοῦ Χριστοῦ σου· εἰρηνικὴν παράσχου τὴν ἑσπέραν καὶ τὴν νύκτα ἀναμάρτητον καὶ ἀφαντασιάστον καὶ καταξίωσον ἡμᾶς τῆς αἰωνίου ζωῆς διὰ τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ κράτος ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ
Καὶ ὁ ἐπίσκοπος εὐχόμενος λεγέτω·
- Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, τὸ λογικὸν ζῷον τὸ θεοφιλὲς τῶν ἐπὶ γῆς, καὶ δοὺς αὐτῷ τὸ τῶν ἐπὶ γῆς χθονὸς ἄρχειν, καὶ καταστήσας γνώμῃ σῇ ἄρχοντας καὶ ἱερεῖς, τοὺς μὲν πρὸς ἀσφάλειαν τῆς ζωῆς, τοὺς δὲ πρὸς λατρείαν ἔννομον· αὐτὸς καὶ νῦν ἐπικάμφθητι, Κύριε παντοκράτορ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τοὺς δούλους σου, τοὺς κάμψαντας αὐχένα καρδίας αὐτῶν, καὶ εὐλόγησον αὐτοὺς διὰ Χριστοῦ, δι᾿ οὗ ἐφώτισας ἡμᾶς φῶς γνώσεως καὶ ἀπεκάλυψας ἡμῖν σαυτόν, δι᾿ οὗ σοὶ καὶ ἡ ἐπάξιος ὀφείλεται προσκύνησις παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ.
λη. Εύχαριστία ὁρθρινή.
Ὡσαύτως καὶ ὄρθρου ὁ διάκονος μετὰ τὸ ῥηθῆναι τὸν ὀρθρινὸν καὶ ἀπολῦσαι αὐτὸν τοὺς κατηχουμένους καὶ χειμαζομένους καὶ βαπτιζομένους καὶ τοὺς ἐν μετανοίᾳ καὶ τὴν ὀφειλομένην ποιήσασθαι προσφώνησιν, ἵνα μὴ πάλιν λέγωμεν τὰ αὐτά, ἐπιφερέτω μετὰ τὸ Σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον ἐν τῇ χάριτί σου·
- Αἰτησώμεθα παρὰ τοῦ Κυρίου τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμούς, τὸν ὄρθρον τοῦτον καὶ τὴν ἡμέραν εἰρηνικὴν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς παρεπιδημίας ἡμῶν, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, χριστιανὰ τὰ τέλη, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ παραθώμεθα.
Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω·
- Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ ἀσύγκριτος καὶ ἀπροσδεής, ὁ δοὺς τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν δὲ σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός· αὐτὸς καὶ νῦν ἔπιδε ἐφ᾿ ἡμᾶς εὐμενέσιν ὀφθαλμοῖς καὶ πρόσδεξαι τὰς ἑωθινὰς ἡμῶν εὐχαριστίας καὶ ἐλέησον ἡμᾶς· οὐ γὰρ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον· οὐ γὰρ ἔστιν ἐν ἡμῖν θεὸς πρόσφατος, ἀλλὰ σὺ ὁ αἰώνιος καὶ ἀτελεύτητος· ὁ τὸ εἶναι ἡμῖν διὰ Χριστοῦ παρασχόμενος καὶ τὸ εὖ εἶναι δι᾿ αὐτοῦ δωρησάμενος, αὐτὸς ἡμᾶς δι᾿ αὐτοῦ καταξίωσον καὶ τῆς αἰωνίου ζωῆς, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
λθ. Χειροθεσία ὁρθρινή.
Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ.
Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω λέγων·
- Ὁ Θεὸς ὁ πιστὸς καὶ ἀληθινός, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσίν σε, ὁ φίλος ταπεινῶν καὶ πενήτων προστάτης, οὗ πάντα ἐν χρείᾳ καθέστηκεν, ὅτι τὰ σύμπαντα δοῦλά σου· ἔπιδε ἐπὶ τὸν λαόν σου τοῦτον, τοὺς κεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς, καὶ εὐλόγησον αὐτοὺς εὐλογίαν πνευματικήν, φύλαξον αὐτοὺς ὡς κόρην ὀφθαλμοῦ, διατήρησον αὐτοὺς ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ, καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ ἠγαπημένῳ σου Παιδί, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ.
μ. Εὐχαριστία προσενεκθείσης ἀπαρχῆς.
Ἐπὶ δὲ ταῖς προσφερομέναις ἀπαρχαῖς οὕτως εὐχαριστείτω ὁ ἐπίσκοπος·
- Εὐχαριστοῦμέν σοι, Κύριε παντοκράτορ, δημιουρ γὲ τῶν ὅλων καὶ προνοητά, διὰ τοῦ μονογενοῦς σου Παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, ἐπὶ ταῖς προσενεχθείσαις σοι ἀπαρχαῖς, οὐχ ὅσον ὀφείλομεν, ἀλλ᾿ ὅσον δυνάμεθα. Τίς γὰρ ἀνθρώπων ἐπαξίως εὐχαριστῆσαί σοι δύναται ὑπὲρ ὧν δέδωκας αὐτοῖς εἰς μετάληψιν; Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων, ὁ πάντα τελεσφορήσας διὰ τοῦ λόγου σου καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφῦσαι καρποὺς εἰς εὐφροσύνην καὶ τροφὴν ἡμετέραν, ὁ δοὺς τοῖς νωθεστέροις καὶ βληχώδεσιν χιλόν, ποηφάγοις χλόην, καὶ τοῖς μὲν κρέα, τοῖς δὲ σπέρματα, ἡμῖν δὲ σῖτον πρὸς τροφὴν πρόσφορον καὶ κατάλληλον καὶ ἕτερα διάφορα, τὰ μὲν πρὸς χρῆσιν, τὰ δὲ πρὸς ὑγείαν, τὰ δὲ πρὸς τέρψιν. Ἐπὶ τούτοις οὖν ἅπασιν ὑμνητὸς ὑπάρχεις τῆς εἰς πάντας εὐεργεσίας διὰ Χριστοῦ, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
μα. Προσφώνησις ὑπὲρ τῶν κεκοιμημένων.
Ἐπὶ δὲ τῶν ἐν Χριστῷ ἀναπαυσαμένων μετὰ τὸ προσφωνῆσαι τὰ τῆς πρώτης εὐχῆς, ἵνα μὴ πάλιν λέγωμεν, ὁ διάκονος προσθήσει καὶ ταῦτα·
- Καὶ ὑπὲρ τῶν ἀναπαυσαμένων ἐν Χριστῷ ἀδελφῶν ἡμῶν δεηθῶμεν, ὑπὲρ τῆς κοιμήσεως τοῦδε ἢ τῆσδε δεηθῶ μεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς προσδεξάμενος αὐτοῦ τὴν ψυχὴν παρίδῃ αὐτῷ πᾶν ἁμάρτημα ἑκούσιον καὶ ἀκούσιον, καὶ ἵλεως καὶ εὐμενὴς γενόμενος κατατάξῃ εἰς χώραν εὐσεβῶν ἀνειμένων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων καὶ ποιησάντων τὸ θέλημα αὐτοῦ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγ μός.
- Ἐγειρώμεθα· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ἀιδίῳ Θεῷ διὰ τοῦ ἐν ἀρχῇ Λόγου παραθώμεθα.
Καὶ ὁ ἐπίσκοπος λεγέτω·
- Ὁ τῇ φύσει ἀθάνατος καὶ ἀτελεύτητος, παρ᾿ οὗ πᾶν ἀθάνατον καὶ θνητὸν γέγονεν, ὁ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον τὸν κοσμοπολίτην θνητὸν ἐκ κατασκευῆς ποιήσας καὶ ἀνά στασιν ἐπαγγειλάμενος, ὁ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν θανάτου πεῖραν μὴ ἐάσας λαβεῖν· ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακὼβ οὐχ ὡς νεκρῶν ἀλλ᾿ ὡς ζώντων Θεὸς εἶ· ὅτι πάντων αἱ ψυχαὶ παρὰ σοὶ ζῶσιν καὶ τῶν δικαίων τὰ πνεύματα ἐν τῇ χειρί σού εἰσιν, ὧν οὐ μὴ ἅψηται βάσανος· πάντες γὰρ οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τόνδε, ὃν ἐξελέξω καὶ προσελάβου εἰς ἑτέραν λῆξιν, καὶ συγχώρησον αὐτῷ, εἴ τι ἄκων ἢ ἑκὼν ἐξήμαρτεν, καὶ ἀγγέλους εὐμενεῖς παρά στησον αὐτῷ· καὶ κατάταξον αὐτὸν ἐν τῷ κόλπῳ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν καὶ τῶν ἀποστόλων καὶ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, ὅπου οὐκ ἔνι λύπη καὶ ὀδύνη καὶ στεναγμός, ἀλλὰ χῶρος εὐσεβῶν ἀνει μένος καὶ γῆ εὐθέων σοὶ ἀνακειμένη καὶ τῶν ἐν αὐτῇ ὁρώντων τὴν δόξαν τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας, εὐχαριστία καὶ προσκύνησις ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε καὶ εὐλογεῖσθε.
Καὶ ὁ ἐπίσκοπος εὐχαριστείτω ὑπὲρ αὐτῶν λέγων τάδε·
- Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο νομίαν σου, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ποίμανον αὐτοὺς ὑπὸ τὴν δεξιάν σου καὶ σκέπασον αὐτοὺς ὑπὸ τὰς πτέρυγάς σου, καὶ δὸς αὐτοῖς τὸν ἀγῶνα τελέσαι τὸν καλόν, τὸν δρόμον ἀνῦσαι, τὴν πίστιν τηρῆσαι ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδός, δι᾿ οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
μβ. Περὶ τῶν ἡμερῶν τῶν κεκοιμημένων, ποίας ἐπιτελεῖν δεῖ.
Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα, καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμη μένων, καὶ τριακοστὰ κατὰ τὸν παλαιὸν τύπον· Μωϋσῆν γὰρ οὕτως ὁ λαὸς ἐπένθησεν, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ. Καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ.
μγ. Ὅτι τοὺς ἀσεβεῖς τελευτῶτας οὐδὲν ὀφελοῦσι μνεῖται, ἢ ἐντολαί.
Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν· περὶ γὰρ ἀσεβῶν ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν, οὐδὲν ὀνήσεις αὐτόν. Ὧι γὰρ περιόντι ἐχθρὸν ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι· οὐ γὰρ ἔστιν ἀδικία παρ᾿ αὐτῷ. Δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησεν. Καί· Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ.
μδ. Περὶ μεθύσων.
Ἐν δὲ ταῖς μνείαις αὐτῶν καλούμενοι μετὰ εὐταξίας ἑστιᾶσθε καὶ φόβου Θεοῦ, ὡς δυνάμενοι καὶ πρεσβεύειν ὑπὲρ αὐτῶν τῶν μεταστάντων. Πρεσβύτεροι γὰρ καὶ διάκονοι Χριστοῦ ὑπάρχοντες, νήφειν ὀφείλετε πάντοτε καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἑτέρους, ἵνα δύνησθε τοὺς ἀτακτοῦντας νουθετεῖν. Λέγει δὲ ἡ γραφή· Οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται. Οὐκοῦν καὶ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι μετὰ τὸν Θεὸν τὸν παντοκράτορα καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν δυνάσται ὑπάρχουσι τῆς Ἐκκλησίας. Τοῦτο δέ φαμεν, οὐχ ἵνα μὴ πίνωσιν, ἄλλως γὰρ ἔστιν ὑβρίσαι τὸ ὑπὸ Θεοῦ γενόμενον εἰς εὐφροσύνην, ἀλλ᾿ ἵνα μὴ παροινῶσιν. Οὐ γὰρ εἶπεν ἡ γραφὴ μὴ πίνειν οἶνον, ἀλλὰ τί φησιν; Μὴ πίνειν οἶνον εἰς μέθην. Καὶ πάλιν· Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου. Τοῦτο δὲ οὐ περὶ τῶν κληρικῶν μόνον φαμέν, ἀλλὰ καὶ περὶ παντὸς λαικοῦ χριστιανοῦ, ἐφ᾿ οὑ ἐπικέκληται τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ αὐτοῖς γὰρ εἴρηται· Τίνι οὐαί; Τίνι θόρυβος; Τίνι ἀηδίαι καὶ λέσχαι; Τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Τίνι συντρίμματα διακενῆς; Οὐ τῶν χρονιζόντων ἐν οἴνῳ καὶ κατασκοπουμένων, ποῦ πότοι γίνονται;
με. Περὶ τῶν διωκομένων καὶ φευγόντων διὰ πίστιν, ὅπως ἐπικουρίας τυγχάνωσιν.
Τοὺς διωκομένους διὰ πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας διὰ τὸ μεμνῆσθαι τῶν λόγων τοῦ Κυρίου προς λαμβάνεσθε· ἐπιστάμενοι γὰρ ὅτι τὸ μὲν πνεῦμα πρόφυμον, ἡ δὲ σὰρξ ἀσθενής, ἀποδιδράσκουσιν καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προΐενται, ἵνα ἀνεξάρνητον ἐν ἑαυτοῖς τὸ ὄνομα τοῦ Χριστοῦ διατηρήσωσιν. Ἐπικουρεῖτε οὖν αὐτοῖς τὰ πρὸς τὰς χρείας, ἐντολὴν κυριακὴν πληροῦντες.
μστ. Ὅτι ἕκαστος ἐν ᾧ ἐτάχθη κλήρῳ ὀφείλει ἐμμένων φυλάττειν τὴν τάξιν, ἀλλὰ μὴ ἑαυτῷ ἁρπάζειν τὰ μὴ ἐγχειρισθέντα.
Τοῦτο δὲ κοινῇ πάντες παραγγέλλομεν, ἕκαστον ἐμμένειν τῇ αὐτῷ δοθείσῃ τάξει καὶ μὴ ὑπερβαίνειν τοὺς ὅρους· οὐ γάρ εἰσιν ἡμέτεροι, ἀλλὰ τοῦ Θεοῦ. Ὁ ἀκούων γὰρ ὑμῶν, φησὶν ὁ Κύριος, ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ ἀποστείλαντός με· καὶ ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Εἰ γὰρ τὰ ἄψυχα γενόμενα τὴν εὐταξίαν ἀποσῴζει, οἷον νύξ, ἡμέρα, ἥλιος, σελήνη, ἄστρα, στοιχεῖα, τροπαί, μῆνες, ἑβδομάδες, ἡμέραι, ὧραι, καὶ δουλεύει τῇ διατυπωθείσῃ χρείᾳ κατὰ τὸ εἰρημένον· Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται· καὶ πάλιν περὶ τῆς θαλάσσης· Ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ· πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε οὐδὲν τολμᾶν παρακινεῖν τῶν ὑμῖν κατὰ γνώμην Θεοῦ παρ᾿ ἡμῶν ὁρισθέν των; Ἀλλ᾿ ἐπειδὴ πάρεργον οἱ πολλοὶ καὶ τοῦτο ἡγήσαντο εἶναι, συγχέειν δὲ τὰς τάξεις καὶ τὴν ἐφ᾿ ἑκάστῳ χειροτονίαν παρακινεῖν τολμῶσιν, ὑφαρπάζοντες ἑαυτοῖς ἀξιώματα μὴ δεδομένα καὶ ἐπιτρέποντες ἑαυτοῖς τυραννικῶς, ἃ μὴ ἔχουσιν ἐξουσίαν διδόναι, καὶ διὰ τοῦτο παροργίζουσι μὲν Θεόν, ὥσπερ οἱ Κορεῖται καὶ ὁ βασιλεὺς Ὀζίας, παρ᾿ ἀξίαν ἐπιθέμενοι ἄνευ Θεοῦ τῇ ἀρχιερωσύνῃ καὶ γενόμενοι οἱ μὲν πυρίφλεκτοι, ὁ δὲ κατὰ τοῦ μετώπου λεπρός, παροξύνουσι δὲ καὶ Χριστὸν Ἰησοῦν τὸν διαταξάμενον, λυποῦσι δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀκυροῦντες αὐτοῦ τὴν μαρτυρίαν· Εἰκότως τὸν ἐπηρτημένον κίνδυνον τοῖς τὰ τοιαῦτα πράτ τουσι προιδόμενοι καὶ τὴν εἰς τὰς θυσίας καὶ εὐχαριστίας ἀμέλειαν ἐκ τοῦ ὑφ᾿ ὧν μὴ χρὴ προσαγομένας ἀσεβῶς, παιδιὰν ἡγουμένων τὴν ἀρχιερατικὴν τιμήν, ἥτις μίμησιν περιέχει τοῦ μεγάλου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ βασιλέως ἡμῶν, ἀνάγκην ἔσχομεν καὶ τοῦτο παραινέσαι· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τῆς ἑαυτῶν ματαιότητος. Λέγομεν δὲ ὡς Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων, ᾧ ὁ Θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει, ὡς εἴ τις λαλήσαι πρὸς ἑαυτοῦ φίλον, ᾧ εἶπεν· Οἶδά σε παρὰ πάντας, ᾧ κατὰ πρόσωπον ὡμί λει καὶ οὐ δι᾿ ἀδήλων ἢ ἐνυπνίων ἢ ἀγγέλων ἢ αἰνιγμάτων· οὗτος, ἡνίκα τὴν θείαν νομοθεσίαν διετάσσετο, διεῖλεν, τίνα μὲν χρὴ ὑπὸ τῶν ἀρχιερέων ἐπιτελεῖσθαι, τίνα δὲ ὑπὸ τῶν ἱερέων, τίνα δὲ ὑπὸ τῶν λευιτῶν, ἑκάστῳ τὴν οἰκείαν καὶ ἀνήκουσαν τῇ λειτουργίᾳ θρησκείαν ἀπονείμας. Καὶ ἅπερ μὲν τοῖς ἀρχιερεῦσιν προσετέτακτο ἐπιτελεῖν, τούτοις τοὺς ἱερέας οὐ θεμιτὸν ἦν προσιέναι, καὶ ἅπερ δὲ τοῖς ἱερεῦσιν ὥριστο, τούτοις οἱ λευῖται οὐ προσῄεσαν, ἀλλ᾿ ἕκαστοι ἅσπερ εἰλήφασιν ὑπηρεσίας περιγεγραμμένας ἐφύλαττον· εἰ δέ τις πέρα τῆς παραδόσεως προσιέναι ἐβούλετο, θάνατος ἦν τὸ ἐπιτίμιον. Τοῦτο δὲ μάλιστα διέδειξεν καὶ ἡ κατὰ τὸν Σαοὺλ πεῖρα, ὃς θῦσαι νενομικὼς δίχα τοῦ προφήτου καὶ ἀρχιερέως Σαμουὴλ ἔσπασεν εἰς ἑαυτὸν ἁμαρτίαν καὶ κατάραν ἀναπόβλητον, καὶ οὐδὲ τὸ κεχρῖσθαι ὑπ᾿ αὐτοῦ εἰς βασιλέα ἐδυσώπησε τὸν προφήτην. Ἐναργεστέρᾳ δὲ τῇ πράξει διέδειξεν ὁ Θεὸς τὰ κατὰ τὸν Ὀζίαν οὐκ ἐν μελλησμῷ τὰς ἐπὶ τῇ παρανομίᾳ εἰσπραξάμενος δίκας· καὶ ὁ τῆς ἀρχιερω σύνης καταμανεὶς καὶ τῆς βασιλείας ἀλλότριος κατέστη. Τὰ δὲ καὶ ἐφ᾿ ἡμῶν ἴσως οὐκ ἀγνοεῖτε. Ἴστε γὰρ πάντως ἐπισκόπους παρ᾿ ἡμῶν ὀνομασθέντας καὶ πρεσβυτέρους καὶ διακόνους εὐχῇ καὶ χειρῶν ἐπιθέσει, τῇ διαφορᾷ τῶν ὀνο μάτων καὶ τὴν διαφορὰν τῶν πραγμάτων δεικνύοντας· οὐ γὰρ ὁ βουλόμενος παρ᾿ ἡμῖν ἐπλήρου τὴν χεῖρα, ὥσπερ ἐπὶ τῆς κιβδήλου τῶν δαμάλεων ἐπὶ τοῦ Ἱεροβοὰμ παρα κεκομμένης ἱερωσύνης, ἀλλ᾿ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Εἰ μὲν γὰρ μὴ θεσμός τις ἦν καὶ τάξεων διαφορά, ἤρκει ἂν δι᾿ ἑνὸς ὀνόματος τὰ ὅλα τελεῖσθαι· ἀλλ᾿ ὑπὸ τοῦ Κυρίου διδαχθέντες ἀκολουθίαν πραγμάτων, τοῖς μὲν ἐπι σκόποις τὰ τῆς ἀρχιερωσύνης ἐνείμαμεν, τοῖς δὲ πρεσβυτέροις τὰ τῆς ἱερωσύνης, τοῖς δὲ διακόνοις τὰ τῆς πρὸς ἀμφοτέρους διακονίας, ἵν᾿ ᾖ καθαρῶς τὰ τῆς θρησκείας ἐπιτελούμενα. Οὔτε γὰρ διάκονον προσφέρειν θυσίαν θεμιτὸν ἢ βαπτίζειν ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην ποιεῖσθαι, οὔτε πρεσβύτερον χειροτονίας ἐπιτελεῖν· οὐ γὰρ ὅσιον ἀνεστράφθαι τὴν τάξιν. Οὐ γάρ ἐστιν ὁ Θεὸς ἀκαταστασίας, ἵνα οἱ ὑποβεβηκότες τὰ τῶν κρειττόνων τυραννικῶς σφετερίζωνται, νομοθεσίαν καινὴν ἀναπλάττοντες ἐπὶ κακῷ τῷ ἑαυτῶν, ἀγνοοῦντες ὅτι σκληρὸν αὐτοῖς πρὸς κέντρα λακτίζειν. Οὐ γὰρ ἡμᾶς ἢ τοὺς ἐπισκόπους πολεμοῦσιν οἱ τοιοῦτοι, ἀλλὰ τὸν τῶν πάντων ἐπίσκοπον καὶ τοῦ Πατρὸς ἀρχιερέα, Χριστὸν Ἰησοῦν τὸν Κύριον ἡμῶν. Ὑπὸ Μωϋσέως μὲν γὰρ τοῦ θεοφιλεστάτου κατεστάθησαν ἀρχιερεῖς καὶ ἱερεῖς καὶ λευῖται, ὑπὸ δὲ τοῦ σωτῆρος ἡμῶν ἡμεῖς οἱ δεκατρεῖς ἀπόστολοι, ὑπὸ δὲ τῶν ἀποστόλων ἐγὼ Κλήμης καὶ ἐγὼ Ἰάκωβος καὶ σὺν ἡμῖν ἕτεροι, ἵνα μὴ πάντας πάλιν κατα λέγωμεν, κοινῇ δὲ καὶ ὑπὸ πάντων ἡμῶν πρεσβύτεροι καὶ διάκονοι καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται. Πρῶτος τοίνυν τῇ φύσει ἀρχιερεὺς ὁ μονογενὴς Χριστός, οὐχ ἑαυτῷ τὴν τιμὴν ἁρπάσας, ἀλλὰ παρὰ τοῦ Πατρὸς κατασταθείς· ὃς γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς καὶ τὴν πνευματικὴν θυσίαν προσφέρων τῷ Θεῷ αὐτοῦ καὶ Πατρὶ πρὸ τοῦ πάθους, ἡμῖν διετάξατο μόνοις τοῦτο ποιεῖν, καίτοι ὄντων σὺν ἡμῖν καὶ ἑτέρων τῶν εἰς αὐτὸν πεπιστευ κότων· ἀλλ᾿ οὐ πάντως πᾶς ὁ πιστεύσας ἤδη καὶ ἱερεὺς κατέστη ἢ ἀρχιερατικῆς ἀξίας ἔτυχεν. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτοῦ ἡμεῖς προσενεγκόντες κατὰ τὴν διάταξιν αὐτοῦ θυσίαν καθαρὰν καὶ ἀναίμακτον, προεχειρισάμεθα ἐπι σκόπους καὶ πρεσβυτέρους καὶ διακόνους ἑπτὰ τὸν ἀριθμόν. Ὧν εἷς ἦν Στέφανος ὁ μακάριος μάρτυς, οὐκ ἀπολει πόμενος ἡμῶν κατὰ τὴν πρὸς Θεὸν εὔνοιαν, ὃς τοσοῦτον τὴν θεοσέβειαν τῇ πίστει ἐνεδείξατο καὶ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς ὑπὲρ αὐτοῦ δοῦναι καὶ τὴν ψυχήν, πρὸς τῶν κυριοκτόνων Ἰουδαίων λίθοις βληθείς· ἀλλ᾿ ὅμως ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τῷ Πνεύματι ζέων, ὁ τὸν Χριστὸν ὁρῶν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ τὰς οὐρανίας πύλας ἀνεῳγμένας, οὐδαμοῦ φαίνεται τοῖς μὴ ἀνήκουσιν τῇ διακονίᾳ χρησάμενος, ἢ θυσίαν ἀνενεγκὼν ἢ χεῖρας ἐπιθείς τινι, ἀλλὰ τὸ τῆς διακονίας τάγμα φυλάξας μέχρι τέλους· οὕτω γὰρ ἔπρεπεν τῷ τοῦ Χριστοῦ μάρτυρι τὴν εὐταξίαν ἀποσῴζειν. Εἰ δὲ Φίλιππον τὸν διάκονον καὶ Ἀνανίαν τὸν πιστὸν ἀδελφὸν αἰτιῶνταί τινες, ὅτι ὁ μὲν τὸν εὐνοῦχον ἐβάπτισεν, ὁ δὲ ἐμὲ Παῦλον, ἀγνοοῦσιν αὐτοὶ ὃ λέγομεν ἡμεῖς. Εἴπομεν γὰρ ὅτι οὐχ ἑαυτῷ τις ἁρπάζει τὸ ἱερατικὸν ἀξίωμα, ἀλλ᾿ ἢ παρὰ τοῦ Θεοῦ λαμβάνει ὡς Μελχισεδὲκ καὶ Ἰὼβ ἢ παρὰ ἀρχιερέως ὡς Ἀαρὼν παρὰ Μωϋσέως· οὐκοῦν καὶ Φίλιππος καὶ Ἀνανίας οὐχ ἑαυτοὺς προείλαντο, ἀλλ᾿ ὑπὸ τοῦ Χριστοῦ προεχειρί σθησαν τοῦ ἀρχιερέως τοῦ ἀσυγκρίτου Θεοῦ.
μζ. Κανόνες ἐκκλησιαστικοί.
α. Ἐπίσκοπος τοίνυν ὑπὸ ἐπισκόπων χειροτονεῖται δύο ἢ τριῶν, πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου καὶ διάκονος καὶ οἱ λοιποὶ κληρικοί.
β. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος παρὰ τὴν ὑπὸ τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ προσενέγκῃ ἕτερά τινα ἢ μέλι ἐπὶ τὸ τοῦ Θεοῦ θυσιαστήριον ἢ γάλα ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτὰ ἢ ὄρνεις ἢ ζῷά τινα ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω.
γ. Τῷ καιρῷ τῷ δέοντι πλὴν νέων χίδρων ἢ σταφυλῆς μὴ ἐξὸν ἔστω προσάγεσθαί τι πρὸς τὸ θυσιαστήριον, καὶ ἔλαιον εἰς τὴν ἁγίαν λυχνίαν καὶ θυμίαμα τῷ καιρῷ τῆς θείας προσφορᾶς.
δ. Ἡ ἄλλη πᾶσα ὀπώρα εἰς οἶκον ἀποστελλέσθω ἀπαρχὴ τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις, ἀλλὰ μὴ πρὸς τὸ θυσιαστήριον· δῆλον δὲ ὡς ὁ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι ἐπιμερίζουσιν καὶ τοῖς διακόνοις καὶ τοῖς λοιποῖς κληρικοῖς.
ε. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἑαυτοῦ γυναῖκα μὴ ἐκβαλλέτω προφάσει εὐλαβείας· ἐὰν δὲ ἐκβάλῃ, ἀφοριζέσθω, ἐπιμένων καθαιρείσθω.
στ. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντί δας μὴ ἀναλαμβανέτω· εἰ δὲ μή, καθαιρείσθω.
ζ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσῃ, καθαιρείσθω.
η. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ προσφορᾶς γενομένης μὴ μεταλά βοι, ἢ τὴν αἰτίαν εἰπάτω καί, ἐὰν ᾖ εὔλογος, συγγνώμης τυγχανέτω· ἢ ἐὰν μὴ λέγῃ, ἀφοριζέσθω, ὡς αἴτιος βλάβης γενηθεὶς τῷ λαῷ καὶ ὑπόνοιαν ἐμποιήσας κατὰ τοῦ προσε νέγκαντος ὡς μὴ ὑγιῶς ἀνενεγκόντος.
θ. Πάντας τοὺς εἰσιόντας πιστοὺς καὶ τῶν γραφῶν ἀκούοντας, μὴ παραμένοντας δὲ τῇ προσευχῇ καὶ τῇ ἁγίᾳ μεταλήψει, ὡς ἂν ἀταξίαν ἐμποιοῦντας τῇ Ἐκκλησίᾳ ἀφο ρίζεσθαι χρή.
ι. Εἴ τις ἀκοινωνήτῳ κἂν ἐν οἴκῳ συνεύξηται, οὗτος ἀφοριζέσθω.
ια. Εἴ τις καθῃρημένῳ κληρικὸς ὢν ὡς κληρικῷ συνεύ ξηται, καθαιρείσθω καὶ αὐτός.
ιβ. Εἴ τις κληρικὸς ἢ λαικός, ἀφωρισμένος ἤτοι δεκτός, ἀπελθὼν ἐν ἑτέρᾳ πόλει δεχθῇ ἄνευ γραμμάτων συστατικῶν, ἀφοριζέσθωσαν οἱ δεξάμενοι καὶ ὁ δεχθείς.
ιγ. Εἰ δὲ ἀφωρισμένος ᾖ, ἐπιτεινέσθω αὐτῷ ὁ ἀφορισμὸς ὡς ψευσαμένῳ καὶ ἀπατήσαντι Ἐκκλησίαν Θεοῦ.
ιδ. Ἐπίσκοπον μὴ ἐξεῖναι καταλείψαντα τὴν ἑαυτοῦ παροικίαν ἑτέρᾳ ἐπιπηδᾶν, κἂν ὑπὸ πλειόνων ἀναγκάζηται, εἰ μή τις εὔλογος αἰτία ᾖ ἡ τοῦτο βιαζομένη αὐτὸν ποιεῖν, ὡς πλεῖόν τι κέρδος δυναμένου αὐτοῦ τοῖς ἐκεῖσε λόγῳ εὐσεβείας συμβάλλεσθαι· καὶ τοῦτο δὲ οὐκ ἀφ᾿ ἑαυτοῦ, ἀλλὰ κρίσει πολλῶν ἐπισκόπων καὶ παρακλήσει μεγίστῃ.
ιε. Εἴ τις πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τῶν κληρικῶν, ἀπολείψας τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθοι καὶ παντελῶς διαστὰς διατρίβοι ἐν ἄλλῃ παροικίᾳ παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου· τοῦτον κελεύομεν μηκέτι λειτουργεῖν, εἰ μάλιστα προσκαλουμένου αὐτὸν ἐπανελθεῖν τοῦ ἐπισκόπου οὐχ ὑπήκουσεν, ἐπιμένων τῇ ἀταξίᾳ· ὡς λαικὸς μέντοι ἐκεῖσε κοινωνείτω.
ιστ. Εἰ δὲ ὁ ἐπίσκοπος, παρ᾿ ᾧ τυγχάνουσιν, παρ᾿ οὐδὲν ἡγησάμενος τὴν κατ᾿ αὐτῶν ὁρισθεῖσαν ἀργίαν, δέξηται αὐτοὺς ὡς κληρικούς, ἀφοριζέσθω ὡς διδάσκαλος ἀταξίας.
ιζ. Ὁ δυσὶ γάμοις συμπλακεὶς μετὰ τὸ βάπτισμα ἢ παλλακὴν κτησάμενος οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύ τερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
ιη. Ὁ χήραν λαβὼν καὶ ἐκβεβλημένην ἢ ἑταίραν ἢ οἰκέτιν ἢ τῶν ἐπὶ τῆς σκηνῆς οὐ δύναται εἶναι ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως τοῦ καταλόγου τοῦ ἱερατικοῦ.
ιθ. Ὁ δύο ἀδελφὰς ἀγαγόμενος ἢ ἀδελφιδῆν οὐ δύναται εἶναι κληρικός.
κ. Κληρικὸς ἐγγύας διδοὺς καθαιρείσθω.
κα. Εὐνοῦχος εἰ μὲν ἐξ ἐπηρείας ἀνθρώπων ἐγένετό τις ἢ ἐν διωγμῷ ἀφῃρέθη τὰ ἀνδρῶν ἢ οὕτως ἔφυ, καὶ ἔστιν ἄξιος ἐπισκοπῆς, γινέσθω.
κβ. Ὁ ἀκρωτηριάσας ἑαυτὸν μὴ γινέσθω κληρικός· αὐτοφονευτὴς γάρ ἐστιν καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἐχθρός.
κγ. Εἴ τις κληρικὸς ὢν ἑαυτὸν ἀκρωτηριάσῃ, καθαιρείσθω· φονεὺς γάρ ἐστιν ἑαυτοῦ.
κδ. Λαικὸς ἑαυτὸν ἀκρωτηριάσας ἀφοριζέσθω ἔτη τρία· ἐπίβουλος γάρ ἐστιν τῆς ἑαυτοῦ ζωῆς.
κε. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὁ πορνείᾳ ἢ ἐπιορκίᾳ ἢ κλοπῇ ἁλοὺς καθαιρείσθω, καὶ μὴ ἀφοριζέσθω· λέγει γὰρ ἡ γραφή· Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτό. Ὡσαύτως καὶ οἱ λοιποὶ κληρικοί.
κστ. Τῶν εἰς κλῆρον παρελθόντων ἀγάμων κελεύομεν βουλομένους γαμεῖν ἀναγνώστας καὶ ψάλτας μόνους.
κζ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον τύπτοντα πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καὶ διὰ τῶν τοιούτων φοβεῖν ἐθέλοντα καθαιρεῖσθαι προστάσσομεν· οὐδαμοῦ γὰρ ἡμᾶς ὁ Κύριος τοῦτο ἐδίδαξεν, τοὐναντίον δὲ αὐτὸς τυπτόμενος οὐκ ἀντέτυπτεν, λοιδορούμενος οὐκ ἀντε λοιδόρει, πάσχων οὐκ ἠπείλει.
κη. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, καθαι ρεθεὶς δικαίως ἐπὶ ἐγκλήμασι φανεροῖς, τολμήσειεν ἐφά ψασθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν ἐκκοπτέσθω τῆς Ἐκκλησίας.
κθ. Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης ἐγκρατὴς γένηται ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, καὶ ἐκκοπτέσθω παντάπασιν καὶ τῆς κοινωνίας, ὡς Σίμων ὁ μάγος ὑπ᾿ ἐμοῦ Πέτρου.
λ. Εἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος, δι᾿ αὐτῶν ἐγκρατὴς Ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω, καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες.
λα. Εἴ τις πρεσβύτερος, καταφρονήσας τοῦ ἰδίου ἐπισκό που, χωρὶς συναγάγῃ καὶ θυσιαστήριον ἕτερον πήξῃ, μηδὲν κατεγνωκὼς τοῦ ἐπισκόπου ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ καθαιρείσθω ὡς φίλαρχος, τύραννος γάρ ἐστιν, καὶ οἱ λοιποὶ κληρικοί, ὅσοι ἂν αὐτῷ προσθῶνται· οἱ δὲ λαικοὶ ἀφορι ζέσθωσαν. Ταῦτα δὲ μετὰ μίαν καὶ δευτέραν ἢ καὶ τρίτην τοῦ ἐπισκόπου παράκλησιν γινέσθω.
λβ. Εἴ τις πρεσβύτερος ἢ διάκονος ὑπὸ ἐπισκόπου γένηται ἐν ἀφορισμῷ, τοῦτον μὴ ἐξεῖναι παρ᾿ ἑτέρου δεχθῆναι, ἀλλ᾿ ἢ παρὰ τοῦ ἀφορίσαντος αὐτόν, εἰ μὴ ἂν κατὰ συγκυρίαν τελευτήσῃ ὁ ἀφορίσας αὐτὸν ἐπίσκοπος.
λγ. Μηδένα τῶν ξένων ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἄνευ συστατικῶν προσδέχεσθε γραμμάτων· καὶ ἐπιφερομένων δὲ αὐτῶν ἀνακρινέσθωσαν, καὶ ἐὰν μὲν ὦσιν κήρυκες τῆς εὐσεβείας, προσδεχέσθωσαν, εἰς δὲ μήγε, τὰ πρὸς τὰς χρείας αὐτοῖς ἐπιχορηγήσαντες εἰς κοινωνίαν αὐτοὺς μὴ προσδέξησθε· πολλὰ γὰρ καὶ κατὰ συναρπαγὴν γίνεται.
λδ. Τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν αὐτοῖς πρῶτον καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλὴν καὶ μηδέν τι περιττὸν πράττειν ἄνευ τῆς ἐκείνου γνώμης, ἐκεῖνα δὲ μόνα ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ᾿ αὐτὴν χώραις· ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι· οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ Θεὸς διὰ Χριστοῦ ἐν τῷ ἁγίῳ Πνεύματι.
λε. Ἐπίσκοπον μὴ τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὅρων χειρο τονίας ποιεῖσθαι εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ πόλεις καὶ χώρας· εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκὼς παρὰ τὴν τῶν κατεχόντων τὰς πόλεις ἐκείνας ἢ τὰς χώρας γνώμην, καθαιρείσθω καὶ αὐτὸς καὶ οὓς ἐχειροτόνησεν.
λστ. Εἴ τις χειροτονηθεὶς ἐπίσκοπος μὴ καταδέχοιτο τὴν λειτουργίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ τὴν ἐγχειρισθεῖσαν αὐτῷ, τοῦτον ἀφωρισμένον τυγχάνειν, ἕως ἂν καταδέξηται· ὡσαύτως καὶ πρεσβύτερος καὶ διάκονος. Εἰ δὲ ἀπελθὼν μὴ δεχθείη, οὐ παρὰ τὴν ἑαυτοῦ γνώμην, ἀλλὰ παρὰ τὴν τοῦ λαοῦ μοχθηρίαν, αὐτὸς μὲν ἔστω ἐπίσκοπος, ὁ δὲ κλῆρος τῆς πόλεως ἀφοριζέσθω, ὅτι τοιούτου λαοῦ ἀνυποτάκτου παιδευταὶ οὐκ ἐγένοντο.
λζ. Δεύτερον τοῦ ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων, καὶ ἀνακρινέτωσαν ἀλλήλους τὰ δόγματα τῆς εὐσεβείας, καὶ τὰς ἐμπιπτούσας ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτω σαν· ἅπαξ μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δὲ Ὑπερβερεταίου δωδεκάτῃ.
λη. Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος ἐχέτω τὴν φροντίδα, καὶ διοικείτω αὐτὰ ὡς Θεοῦ ἐφορῶντος· μὴ ἐξεῖναι δὲ αὐτῷ σφετερίζεσθαί τι ἐξ αὐτῶν ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ Θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες ὦσιν, ἐπιχο ρηγείτω ὡς πένησιν, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς Ἐκκλησίας ἀπεμπολείτω.
λθ. Οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἄνευ γνώμης τοῦ ἐπισκόπου μηδὲν ἐπιτελείτωσαν· αὐτὸς γάρ ἐστιν ὁ πεπι στευμένος τὸν λαὸν Κυρίου καὶ τὸν ὑπὲρ τῶν ψυχῶν αὐτῶν λόγον ἀπαιτηθησόμενος.
μ. Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, εἴγε καὶ ἴδια ἔχει, καὶ φανερὰ τὰ κυριακά, ἵνα ἐξουσίαν ἔχῃ τῶν ἰδίων τελευτῶν ὁ ἐπίσκοπος ὡς βούλεται καὶ οἷς βούλεται καταλεῖψαι, καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμά των διαπίπτειν τὰ τοῦ ἐπισκόπου ἔσθ᾿ ὅτε γυναῖκα καὶ παῖδας κεκτημένου ἢ συγγενεῖς ἢ οἰκέτας· δίκαιον γὰρ τοῦτο παρὰ Θεῷ καὶ ἀνθρώποις, τὸ μήτε τὴν Ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν ἀγνοίᾳ τῶν τοῦ ἐπισκόπου πραγμάτων, μήτε τὸν ἐπίσκοπον ἢ τοὺς αὐτοῦ συγγενεῖς προφάσει τῆς Ἐκκλησίας δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, καὶ τὸν αὐτοῦ θάνατον δυσφημίᾳ περιβάλ λεσθαι.
μα. Προστάσσομεν τὸν ἐπίσκοπον ἐξουσίαν ἔχειν τῶν τῆς Ἐκκλησίας πραγμάτων· εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώ πων ψυχὰς αὐτῷ πιστευτέον, πολλῷ ἂν δέοι περὶ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν πάντα διοικεῖσθαι τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων καὶ ἐπιχορηγεῖσθαι μετὰ φόβου Θεοῦ καὶ πάσης εὐλαβείας, μετα λαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, εἴγε δέοιτο, εἰς τὰς ἀναγκαίας αὐτοῦ καὶ τῶν ἐπιξενουμένων ἀδελφῶν χρείας, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς ὑστερεῖσθαι. Ὁ γὰρ νόμος τοῦ Θεοῦ διετάξατο τοὺς τῷ θυσιαστηρίῳ παραμένοντας ἐκ τοῦ θυσιαστηρίου τρέφεσθαι, ἐπείπερ οὐδὲ στρατιώτης ἰδίοις ὀψωνίοις ὅπλα κατὰ πολεμίων ἐπιφέρεται.
μβ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον κύβοις σχο λάζοντα καὶ μέθαις ἢ παυσάσθαι ἢ καθαιρείσθαι.
μγ. Ὑποδιάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὰ ὅμοια ποιῶν ἢ παυσάσθω ἢ ἀφοριζέσθω· ὡσαύτως καὶ λαικός.
μδ. Ἐπίσκοπος ἢ πρεσβύρετος ἢ διάκονος τόκους ἀπαιτῶν τοὺς δανεισαμένους ἢ παυσάσθω ἢ καθαιρείσθω.
με. Ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος αἱρετικοῖς συνευξάμενοι μόνον ἀφοριζέσθωσαν· εἰ δὲ καὶ ἐπέτρεψαν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαι, καθαιρείσθωσαν.
μστ. Ἐπίσκοπον ἢ πρεσβύτερον αἱρετικῶν δεξαμένους βάπτισμα ἢ θυσίαν καθαιρεῖσθαι προστάσσομεν. Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ; Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
μζ. Ἐπίσκοπος ἢ πρεσβύτερος τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω ὡς γελῶν τὸν σταυρὸν καὶ τὸν τοῦ Κυρίου θάνατον καὶ μὴ διακρίνων ἱερέας ψευδιερέων.
μη. Εἴ τις λαικὸς τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλὼν ἑτέραν λάβοι ἢ παρὰ ἄλλου ἀπολελυμένην, ἀφοριζέσθω.
μθ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος κατὰ τὴν τοῦ κυρίου διάταξιν μὴ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βαπτίσῃ, ἀλλὰ εἰς τρεῖς ἀνάρχους ἢ εἰς τρεῖς υἱοὺς ἢ εἰς τρεῖς παρακλήτους, καθαιρείσθω.
ν. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, ἀλλὰ ἑν βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω· οὐ γὰρ εἶπεν ὁ Κύριος ἡμῖν· Εἰς τὸν θάνατόν μου βαπτίσατε, ἀλλά· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Διδασκέσθω μέντοι ὁ βαπτιζόμενος, ὅτι ὁ ἀγέννητος Θεὸς οὐκ ἐσταυρώθη οὔτε γέννησιν ἀνθρώπου ὑπέμεινεν, ἀβασίλευτος ὢν οὐδὲ ἄλλου θελήσει ἢ γνώμῃ ὑποχείριος· οὔτε δὲ ὁ παράκλητος ἄνθρωπος ἐγένετο καὶ οὕτως ἦλθεν εἰς τόνδε τὸν κόσμον ἀλλ᾿ οὔτε τὸ πάθος ὑπέστη ὁ ἄσαρκος· οὐ γὰρ ἐσαρκώθη· ἐλυτρώσατο δὲ τὸν κόσμον τῆς ἐπικειμένης ὀργῆς μόνος ὁ μονογενὴς Υἱός· ἐνηνθρώ πησε γὰρ φιλανθρωπίᾳ, ἑαυτῷ σῶμα ἐκ παρθένου ἀναπλάσας Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκονὡς δημιουργός· σταυρὸν δὲ ὑπέμεινεν ἑκὼν συγχωρήσει Πατρός, ἐξείλατο δὲ τὸν κόσμον τῆς ἐπικειμένης ὀργῆς ὡς ἀρχιερεύς. Βαπτιζόμεθα οὖν εἰς τὸ ὄνομα τοῦ Πατρός, οὐχ ὡς ἀνθρώπου γενομένου ἢ παθόντος, οὐχ ὡς ἀρχιερέως τινός, ἀλλ᾿ ὡς αὐθέντου, εὐδοκήσαντος μὲν τῇ γεννήσει, συγχω ρήσαντος δὲ τὸ πάθος, προσδεξαμένου δὲ τὴν μεσιτείαν τοῦ ἀρχιερέως· εἰς δὲ τὸ ὄνομα τοῦ Υἱοῦ οὐχ ὡς αὐθέντου, οὐχ ὡς προσδεξαμένου, οὐχ ὡς συγχωρήσαντος, ἀλλ᾿ ὡς ὑποστάντος γέννησιν, ὡς ὑπομείναντος σταυρόν, ὡς ἀπο θανόντος καὶ ἀναστάντος· εἰς τὸ ὄνομα δὲ τοῦ παρακλήτου, οὔτε ὡς Πατρὸς οὔτε ὡς Υἱοῦ ἀλλ᾿ ὡς μαρτυροῦντος τῇ τε εὐδοκίᾳ τοῦ Θεοῦ καὶ τῇ συγχωρήσει καὶ τῇ ἐν πᾶσιν ὑπακοῇ τοῦ μονογενοῦς. Οἱ δὲ μὴ οὕτω βαπτίζοντες ὡς ἀγνοοῦντες τὸ μυστήριον τῆς εὐσεβείας καθαιρείσθωσαν. Ὁ γὰρ τὸν Πατέρα πεπονθέναι λέγων ἀσεβεῖ Ἰουδαίων βαρύτερα, μετὰ Χριστοῦ καὶ τὸν Πατέρα προσηλῶν· ὁ δὲ τὸν Υἱὸν ἀρνούμενος τὸν μονογενῆ δι᾿ ἡμᾶς σαρκωθῆναι καὶ σταυρὸν ὑπομεμενηκέναι θεομάχος ἐστὶ καὶ τῶν ἁγίων πολέμιος· ὁ δὲ τὸν παρά κλητον Πατέρα ὀνομάζων ἢ Υἱὸν ἀνεπιστήμων ἐστὶ καὶ ἀνόητος, τὸν διάκονον τοῦ μονογενοῦς συνδημιουργὸν καὶ συμπρονοητὴν καὶ συννομοθέτην καὶ συγκριτὴν καὶ συναίτιον τῆς ἀναστάσεως ἢ ἀρχιερέα ὁμότιμον τῷ Υἱῷ ἢ τῷ Πατρὶ ἀποδεικνύων, ἢ δύο ἀνάρχους δοξάζων ἢ δύο πατέρας λέγων, ἀνήκοος τοῦ λέγοντος· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν. Ταῦτα ἐφ᾿ ἡμῶν γὰρ Σίμων ὁ μάγος ἐξηρεύξατο, σπάσας τῷ λαῷ πλάνον καὶ ἄστατον καὶ πονηρὸν εἰς ἑαυτὸν τὸ πνεῦμα, καὶ ἕνα τριώνυμον εἶναι φλυαρήσας τὸν Θεόν, ποτὲ δὲ καὶ τὸ πάθος τοῦ Χριστοῦ καὶ τὴν γέννησιν περι κόψας. Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, εἰς ἕνα Θεὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τρίτον βαπτίσατε κατὰ τὴν τοῦ Κυρίου γνώμην καὶ τὴν ἡμετέραν ἐν Πνεύματι διάταξιν.
να. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ γάμου καὶ κρεῶν καὶ οἴνου οὐ δι᾿ ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχεται, ἐπιλα θόμενος, ὅτι· Πάντα καλὰ λίαν καὶ ὅτι· Ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ βλασφημῶν διαβάλλει τὴν δημιουργίαν, ἢ διορθούσθω ἢ καθαιρείσθω καὶ τῆς Ἐκκλησίας ἀποβαλλέσθω· ὡσαύτως καὶ λαικός.
νβ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλὰ ἀποβάλλεται, καθαι ρείσθω, ὅτι λυπεῖ τὸν Χριστὸν τὸν εἰπόντα· Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
νγ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν ἢ οἴνου, καθαι ρείσθω ὡς κεκαυτηριασμένος τὴν συνείδησιν καὶ αἴτιος σκανδάλου πολλοῖς γενόμενος.
νδ. Εἴ τις κληρικὸς ἐν καπηλείῳ φωραθῇ ἐσθίων, ἀφορι ζέσθω, παρὲξ τοῦ ἐν πανδοχείῳ ἐν ὁδῷ δι᾿ ἀνάγκην καταλύειν.
νε. Εἴ τις κληρικὸς ὑβρίσει τὸν ἐπίσκοπον ἀδίκως, καθαι ρείσθω. Ἄρχοντα γάρ, φησί, τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
νστ. Εἴ τις κληρικὸς ὑβρίσει πρεσβύτερον ἢ διάκονον, ἀφοριζέσθω.
νζ. Εἴ τις κληρικὸς κωφὸν ἢ χωλὸν ἢ τυφλὸν ἢ τὰς βάσεις πεπηρωμένον χλευάσῃ, ἀφοριζέσθω· ὡσαύτως καὶ λαικός.
νη. Ἐπίσκοπος ἢ πρεσβύτερος ἀμελῶν τοῦ κλήρου ἢ τοῦ λαοῦ καὶ μὴ παιδεύων αὐτοὺς τὴν εὐσέβειαν ἀφοριζέσθω, ἢ ἐπιμένων τῇ ῥᾳθυμίᾳ καθαιρείσθω.
νθ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος, τινὸς τῶν κληρικῶν ἐνδεοῦς ὄντος, μὴ ἐπιχορηγεῖ τὰ δέοντα, ἀφοριζέσθω· ἐπι μένων δὲ καθαιρείσθω, ὡς φονεὺς τοῦ ἀδελφοῦ αὐτοῦ.
ξ. Εἴ τις τὰ ψευδεπίγραφα βιβλία τῶν ἀσεβῶν ὡς ἅγια ἐπὶ τῆς Ἐκκλησίας δημοσιεύει ἐπὶ λύπῃ τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρείσθω.
ξα. Εἴ τις κατηγορία γένηται κατὰ πιστοῦ πορνείας ἢ μοιχείας ἢ ἄλλης τινὸς ἀπηγορευμένης πράξεως καὶ ἐλεγχθῇ, εἰς κλῆρον μὴ προαγέσθω.
ξβ. Εἴ τις κληρικὸς διὰ φόβον ἀνθρώπινον Ἰουδαίου ἢ Ἕλληνος ἢ αἱρετικοῦ ἀρνήσηται, εἰ μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω, εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαι ρείσθω· μετανοήσας δὲ ὡς λαικὸς προσδεχέσθω.
ξγ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ φάγῃ κρέας ἐν αἵματι ψυχῆς αὐτοῦ ἢ θηριάλωτον ἢ θνησιμαῖον, καθαιρείσθω, τοῦτο γὰρ ὁ νόμος ἀπεῖπεν· ἐὰν δὲ λαικὸς ᾖ, ἀφοριζέσθω.
ξδ. Εἴ τις κληρικὸς εὑρεθῇ τὴν κυριακὴν ἡμέραν ἢ τὸ σάββατον νηστεύων πλὴν τοῦ ἑνὸς σαββάτου, καθαιρείσθω· ἐὰν δὲ λαικός, ἀφοριζέσθω.
ξε. Εἴ τις κληρικὸς ἢ λαικὸς εἰσέλθοι εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καθαιρείσθω καὶ ἀφο ριζέσθω.
ξστ. Εἴ τις κληρικὸς ἐν μάχῃ τινὰ κρούσας καὶ ἀπὸ τοῦ ἑνὸς κρούσματος ἀποκτείνῃ, καθαιρείσθω διὰ τὴν προπέτειαν αὐτοῦ· ἐὰν δὲ λαικὸς ᾖ, ἀφοριζέσθω.
ξζ. Εἴ τις παρθένον ἀμνήστευτον βιασάμενος ἔχῃ, ἀφορι ζέσθω· μὴ ἐξεῖναι δὲ αὐτῷ ἑτέραν λαμβάνειν, ἀλλ᾿ ἐκείνην κατέχειν, ἣν καὶ ᾑρετίσατο, κἂν πενιχρὰ τυγχάνῃ.
ξη. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος δευτέραν χειροτονίαν δέξηται παρά τινος, καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας, εἰ μὴ δείξῃ παρὰ αἱρετικῶν αὐτὸν ἔχειν τὴν χειροτονίαν· τοὺς γὰρ παρὰ τοιούτων βαπτισθέντας ἢ χειροτονηθέντας οὔτε πιστοὺς οὔτε κληρικοὺς εἶναι δυνατόν.
ξθ. Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὑπο διάκονος ἢ ἀναγνώστης ἢ ψάλτης τὴν ἁγίαν τεσσαρακοστὴν οὐ νηστεύει ἢ παρασκευὴν ἢ τετράδα, καθαιρείσθω, ἐκτὸς εἰ μὴ δι᾿ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· ἐὰν δὲ λαικὸς ᾖ, ἀφοριζέσθω.
ο. Εἴ τις ἐπίσκοπος ἢ ἄλλος κληρικὸς νηστεύει μετὰ Ἰουδαίων ἢ ἑορτάζει μετ᾿ αὐτῶν ἢ δέχεται αὐτῶν τὰ τῆς ἑορτῆς ξένια, οἷον ἄζυμα ἤ τι τοιοῦτον, καθαιρείσθω· εἰ δὲ λαικός, ἀφοριζέσθω.
οα. Εἴ τις Χριστιανὸς ἔλαιον ἀπενέγκοι εἰς ἱερὸν ἐθνῶν ἢ εἰς συναγωγὴν Ἰουδαίων ἢ λύχνους, ἀφοριζέσθω.
οβ. Εἴ τις κληρικὸς ἢ λαικὸς ἀπὸ τῆς ἁγίας ἐκκλησίας ἀφέληται κηρὸν ἢ ἔλαιον, ἀφοριζέσθω καὶ τὸ ἐπίπεμπτον προστιθέτω μεθ᾿ οὗ ἔλαβεν.
ογ. Σκεῦος ἀργύρου ἢ χρυσοῦ ἢ ὀθόνης ἁγιασθὲν μηδεὶς ἔτι εἰς οἰκείαν χρῆσιν σφετεριζέσθω, παράνομον γάρ· εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ.
οδ. Ἐπίσκοπον κατηγορηθέντα ἐπί τινι ὑπὸ ἀξιοπίστων καὶ πιστῶν ἀνθρώπων, καλεῖσθαι αὐτὸν ἀναγκαῖον ὑπὸ τῶν ἐπισκόπων· κἂν μὲν ἀπαντήσῃ καὶ ὁμολογήσῃ, ἐλεγχθέντος αὐτοῦ ὁριζέσθω τὸ ἐπιτίμιον· ἐὰν δὲ καλούμενος μὴ ὑπα κούσῃ, καλείσθω καὶ δεύτερον, ἀποστελλομένων ἐπ᾿ αὐτὸν δύο ἐπισκόπων· ἐὰν δὲ καὶ οὕτως μὴ ὑπακούσῃ, καλείσθω καὶ τρίτον, δύο πάλιν ἐπισκόπων ἀποσταλέντων πρὸς αὐτόν· ἐὰν δὲ καὶ οὕτω καταφρονήσας μὴ ἀπαντήσῃ, ἡ σύνοδος ἀποφαινέσθω τὰ κατ᾿ αὐτοῦ δόξαντα, ὅπως μὴ δόξῃ κερδαί νειν φυγοδικῶν.
οε. Εἰς μαρτυρίαν τὴν κατὰ ἐπισκόπου αἱρετικὸν μὴ προσδέχεσθε, ἀλλὰ μηδὲ πιστὸν ἕνα· Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.
οστ. Ὅτι μὴ χρὴ τὸν ἐπίσκοπον τῷ ἀδελφῷ ἢ τῷ υἱῷ ἢ ἑτέρῳ συγγενεῖ χαριζόμενον τὸ ἀξίωμα τῆς ἐπισκοπῆς χειροτονεῖν οὓς αὐτὸς βούλεται· κληρονόμους γὰρ τῆς ἐπι σκοπῆς αὐτοῦ ποιεῖσθαι οὐ δίκαιον, τὰ τοῦ Θεοῦ χαριζόμενον πάθει ἀνθρωπίνῳ· οὐ γὰρ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν ὑπὸ κληρονομίαν ὀφείλει τιθέναι. Εἰ δέ τις τοῦτο ποιήσει, ἄκυρος μὲν ἔστω ἡ χειροτονία, αὐτὸς δὲ ἐπιτιμάσθω ἀφορισμῷ.
οζ. Ἐάν τις ἀνάπηρος ᾖ τὸν ὀφθαλμὸν ἢ τὸ σκέλος πεπληγμένος, ἄξιος δὲ ᾖ εἰς ἐπισκοπήν, γινέσθω· οὐ γὰρ λώβη σώματος αὐτὸν μιαίνει, ἀλλὰ ψυχῆς μολυσμός.
οη. Κωφὸς δὲ ὢν καὶ τυφλὸς μὴ γινέσθω ἐπίσκοπος, οὐχ ὡς μεμιαμμένος, ἀλλ᾿ ἵνα μὴ τὰ ἐκκλησιαστικὰ παρεμ ποδίζοιτο.
οθ. Ἐάν τις δαίμονα ἔχῃ, κληρικὸς μὴ γινέσθω, ἀλλὰ μηδὲ τοῖς πιστοῖς συνευχέσθω· καθαρισθεὶς δὲ προσδε χέσθω, καὶ ἐὰν ᾖ ἄξιος, γινέσθω.
π. Τὸν ἐξ ἐθνικοῦ προσελθόντα καὶ βαπτισθέντα ἢ ἐκ φαύλης διαγωγῆς οὐ δίκαιον παραυτὰ προχειρίζεσθαι εἰς ἐπισκοπὴν ἄδικον γὰρ τὸν μηδέπω πεῖραν ἐπιδειξάμενον ἑτέρων εἶναι διδάσκαλον, εἰ μή που κατὰ θείαν χάριν τοῦτο γένηται.
πα. Εἴπομεν, ὅτι μὴ χρὴ ἐπίσκοπον καθεῖναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ προσευκαιρεῖν ταῖς ἐκκλησιαστι καῖς χρείαις· εἰ δὲ μὴ, ἀποτιθέσθω. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν κατὰ τὴν κυριακὴν παρακέλευσιν.
πβ. Οἰκέτας εἰς κλῆρον προχειρίζεσθαι ἄνευ τῆς τῶν δεσποτῶν γνώμης οὐκ ἐπιτρέπομεν ἐπὶ λύπῃ τῶν κεκτη μένων· οἴκων γὰρ ἀνατροπὴν τὸ τοιοῦτο ἐργάζεται. Εἰ δέ ποτε καὶ ἄξιος φανείη οἰκέτης πρὸς χειροτονίαν βαθμοῦ, οἷος Ὀνήσιμος ὁ ἡμέτερος ἐφάνη, καὶ συγχωροῦσιν οἱ δεσπόται καὶ ἐλευθεροῦσιν καὶ τοῦ οἴκου ἑαυτῶν ἐξαποστέλ λουσιν, γινέσθω.
πγ. Ἐπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον στρατείαις παραμένοντα καὶ ἀμφότερα ποιεῖν βουλόμενον, κατέχειν ῥωμαικὴν ἀρχὴν καὶ ἱερατικὴν διοικεῖν, καθαιρεῖν χρή· Τὰ γὰρ καίσαρος καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
πδ. Ὅστις ὑβρίσει βασιλέα ἢ ἄρχοντα παρὰ τὸ δίκαιον, τιμωρίαν τιννύτω· καὶ εἰ μὲν κληρικός, καθαιρείσθω, εἰ δὲ λαικός, ἀφοριζέσθω.
πε. Ἔστω δὲ ὑμῖν πᾶσι κληρικοῖς καὶ λαικοῖς βιβλία σεβάσμια καὶ ἅγια τῆς μὲν παλαιᾶς διαθήκης Μωσέως πέντε· Ἰησοῦ δὲ τοῦ Ναυὴ ἕν, τῶν Κριτῶν ἕν, τῆς Ῥοὺθ ἕν, τῶν Βασιλειῶν τέσσαρα, Παραλειπομένων τῆς βίβλου τῶν ἡμερῶν δύο, Ἔσδρα δύο, Ἐσθὴρ ἕν, Ἰουδὶθ ἕν, Μακκα βαίων τέσσαρα, Ἰὼβ ἑν, βίβλος Ψαλμῶν ἑκατὸν πεντήκοντα καὶ ἑνός, Σολομῶντος βιβλία πέντε· Προφῆται δέκα ἕξ· ἔξωθεν ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους τὰς Σοφίας τοῦ πολυμαθοῦς Σιράχ. Ἡμέτερα δέ, τοῦτ᾿ ἔστι τῆς καινῆς διαθήκης, Εὐαγγέλια μὲν τέσσαρα, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν εἴπομεν, Ματθαίου, Μάρκου, Λουκᾶ, Ἰωάννου· Παύλου ἐπιστολαὶ δεκατέσσαρες, Ἰακώβου μία, Ἰωάννου τρεῖς, Ἰούδα μία, Πέτρου δύο, Κλήμεντος δύο, καὶ αἱ Διαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι᾿ ἐμοῦ Κλήμεντος ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι, ἃς οὐ χρὴ δημοσιεύειν ἐπὶ πάντων διὰ τὰ ἐν αὐταῖς μυστικά· καὶ αἱ Πράξεις ἡμῶν τῶν ἀποστόλων.
Ταῦτα καὶ περὶ κανόνων ὑμῖν διατετάχθω παρ᾿ ἡμῶν, ὦ ἐπίσκοποι. Ὑμεῖς δὲ ἐμμένοντες μὲν αὐτοῖς σωθήσεσθε καὶ εἰρήνην ἕξετε· ἀπειθοῦντες δὲ κολασθήσεσθε καὶ πόλεμον μετ᾿ ἀλλήλων ἀΐδιον ἕξετε, δίκην τῆς ἀνηκοΐας τὴν προσήκουσαν τιννῦντες. Θεὸς δὲ ὁ μόνος ἀγέννητος καὶ τῶν ὅλων διὰ Χριστοῦ ποιητὴς πάντας ὑμᾶς διὰ τῆς εἰρήνης ἐν Πνεύματι ἁγίῳ ἑνώσει, καταρτίσει εἰς πᾶν ἔργον ἀγαθὸν ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, καταξιώσει τε τῆς αἰωνίου ζωῆς σὺν ἡμῖν διὰ τῆς μεσιτείας τοῦ ἠγαπημένου Παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι᾿ οὗ ἡ δόξα αὐτῷ τῷ ἐπὶ πάντων Θεῷ καὶ Πατρὶ ἐν ἁγίῳ Πνεύματι τῷ παρακλήτῳ νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου