ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί Πολιτείας και ευχαριστίας κατά Χριστόν μυήσεως

Παρασκευή 16 Δεκεμβρίου 2016

Περί Πολιτείας και ευχαριστίας κατά Χριστόν μυήσεως





ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Ζ΄
Περὶ πολιτείας καὶ εὐχαριστίας καὶ τῆς κατὰ Χριστὸν μυήσεως

α. Ὅτι δύο ὁδοί εἰσι· μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου.
Τοῦ νομοθέτου Μωϋσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· Ἰδοὺ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου, καὶ ἐπιφέροντος· Ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς, καὶ τοῦ προφήτου Ἠλιοῦ λέγοντος τῷ λαῷ· Ἕως πότε χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰκότως ἔλεγεν καὶ ὁ Κύριος Ἰησοῦς· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσιν, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου. Οὐδεμίαν δὲ σύγκρισιν ἔχουσιν πρὸς ἑαυτάς, πολὺ γὰρ τὸ διάφορον, μᾶλλον δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν, καὶ φυσικὴ μὲν ἔστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου.


β. Ἠθικαὶ παραινέσεις κυριακῶν διατάξεων συμφωνοῦσαι τῇ παλαιᾷ παρακελεύσει τῶν θείων νόμων· ἀπαγόρευσις θυμοῦ, φόνου, διαφθορᾶς, μοιχείας καὶ πάσης ἀπηγορευμένης πράξεως σοδομι τικῆς.
Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς· καὶ ἔστιν αὕτη, ἣν καὶ ὁ Νόμος διαγορεύει· Ἀγαπᾶν Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς ψυχῆς τὸν ἕνα καὶ μόνον, παρ᾿ ὃν ἄλλος οὐκ ἔστιν, καὶ τὸν πλησίον ὡς ἑαυτόν. Καὶ· Πᾶν, ὃ μὴ θέλεις γενέσθαι σοι, τοῦτο ἄλλῳ οὐ ποιήσεις. Τοῦτ᾿ ἔστιν· Ὃ σὺ μισεῖς, ἄλλῳ οὐ ποιήσεις. Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προ σεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς; Καὶ γὰρ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν. Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς. Καὶ ἐχθρὸν οὐχ ἕξετε. Οὐ μισήσεις γὰρ πάντα ἄνθρωπον, φησί, οὐκ Αἰγύπτιον, οὐκ Ἰδουμαῖον, ἅπαντες γάρ εἰσιν τοῦ Θεοῦ ἔργα. Φεύγετε δὲ οὐ τὰς φύσεις, ἀλλὰ τὰς γνώμας τῶν πονηρῶν. Ἀπέχου τῶν σαρκικῶν καὶ κοσμικῶν ἐπιθυμιῶν. Ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, οὐ φαύλης οὔσης τῆς ἀμύνης, ἀλλὰ τιμιωτέρας τῆς ἀνεξικακίας. Λέγει γὰρ ὁ Δαυίδ· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο, καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι παρὰ σοῦ μὴ ἀποκλείσῃς τὴν χεῖρα· δίκαιος γὰρ ἀνὴρ οἰκτείρει καὶ κιχρᾷ· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν ὑετὸν αὐτοῦ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. Πᾶσιν οὖν δίκαιον διδόναι ἐξ οἰκείων πόνων· Τίμα γάρ, φησί, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Προτιμητέον δὲ τοὺς ἁγίους. Οὐ φονεύσεις, τοῦτ᾿ ἔστιν οὐ φθερεῖς τὸν ὅμοιόν σου ἄνθρωπον, διαλύεις γὰρ τὰ καλῶς γινόμενα· οὐχ ὡς παντὸς φόνου φαύλου τυγχάνοντος, ἀλλὰ μόνου τοῦ ἀθώου, τοῦ δ᾿ ἐνδίκου ἄρχουσι μόνοις ἀφωρισμένου. Οὐ μοιχεύσεις, διαιρεῖς γὰρ μίαν σάρκα εἰς δύο· Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. Ἓν γάρ εἰσιν ἀνὴρ καὶ γυνὴ τῇ φύσει, τῇ συμπνοίᾳ, τῇ ἑνώσει, τῇ διαθέσει, τῷ βίῳ, τῷ τρόπῳ, κεχωρισμένοι δέ εἰσιν τῷ σχήματι καὶ τῷ ἀριθμῷ. Οὐδὲ παιδοφθορήσεις· παρὰ φύσιν γὰρ τὸ κακὸν ἐκ Σοδόμων φυέν, ἥτις πυρὸς θεηλάτου παρανάλωμα γέγονεν. Ἐπικατάρατος δὲ ὁ τοιοῦτος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Οὐ πορνεύσεις· Οὐκ ἔσται γάρ, φησίν, πορνεύων ἐν υἱοῖς Ἰσραήλ. Οὐ κλέψεις· Ἄχαρ γὰρ κλέψας ἐν τῷ Ἰσραὴλ ἐν Ἱεριχὼ λίθοις βληθεὶς τοῦ ζῆν ὑπεξῆλθεν, καὶ Γιεζεῖ κλέψας καὶ ψευσάμενος ἐκληρονόμησεν τοῦ Νεεμὰν τὴν λέπραν, καὶ Ἰούδας κλέπτων τὰ τῶν πενήτων τὸν Κύριον τῆς δόξης παρέδωκεν Ἰουδαίοις, καὶ μεταμεληθεὶς ἀπήγξατο καὶ ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ Ἀνανίας καὶ Σαπφείρα ἡ τούτου γυνή, κλέψαντες τὰ ἴδια καὶ πειράσαντες τὸ Πνεῦμα Κυρίου, παραχρῆμα ἀπο φάσει Πέτρου τοῦ συναποστόλου ἡμῶν ἐθανατώθησαν.

γ. Ἀπαγόρευσις γοητείας, τεκνοκτονίας, ἐπιορκίας καὶ ψευδομαρ τυρίας.
Οὐ μαγεύσεις, οὐ φαρμακεύσεις· Φαρμακοὺς γάρ, φησίν, οὐ περιβιώσετε. Οὐ φονεύσεις τέκνον σου ἐν φθορᾷ, οὐδὲ τὸ γεννηθὲν ἀποκτενεῖς· πᾶν γὰρ τὸ ἐξεικο νισμένον, ψυχὴν λαβὸν παρὰ Θεοῦ, φονευθὲν ἐκδικηθήσεται, ἀδίκως ἀναιρεθέν. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οἷον τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὸν βοῦν ἢ τὸν ἀγρόν. Οὐκ ἐπιορκήσεις, ἐρρέθη γὰρ μὴ ὀμόσαι ὅλως· εἰ δὲ μήγε, κἂν εὐορκήσῃς, ὅτι· Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Οὐ ψευδομαρτυρήσεις, ὅτι· Ὁ συκοφαν τῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.

δ. Ἀπαγόρευσις κακολογίας, μήνιδος καὶ ἤθους ὑπούλου, ἀντι λογίας, ψεύδους, πλεονεξίας τε καὶ ὑποκρίσεως.
Οὐ κακολογήσεις· Μὴ ἀγάπα γάρ, φησί, κακο λογεῖν, ἵνα μὴ ἐξαρθῇς. Οὐδὲ μνησικακήσεις· Ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον. Οὐκ ἔσῃ δίγνωμος οὐδὲ δίγλωσσος· Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη. Καὶ· Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Οὐκ ἔσται ὁ λόγος σου κενός· Περὶ παντὸς γὰρ λόγου ἀργοῦ δώσετε λόγον. Οὐ ψεύσῃ· Ἀπολεῖς γάρ, φησί, πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ· Οὐαὶ γάρ, φησίν, ὁ πλεονεκτῶν τὸν πλησίον πλεονεξίαν κακήν. Οὐκ ἔσῃ ὑποκριτής, ἵνα μὴ τὸ μέρος σου μετ᾿ αὐτῶν θῇς.

ε. Ἀπαγόρευσις κακοηθείας, προσωποληψίας, ὀργῆς, μισανθρωπίας, βασκανίας.
Οὐκ ἔσῃ κακοήθης οὐδὲ ὑπερήφανος· Ὑπερηφά νοις γὰρ Κύριος ἀντιτάσσεται. Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι· Τοῦ Κυρίου ἡ κρίσις. Οὐ μισήσεις πάντα ἄνθρωπον. Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾿ αὐτὸν ἁμαρτίαν. Καὶ· Ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Φεῦγε ἀπὸ παντὸς κακοῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτῷ· Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Μὴ γίνου ὀργίλος μηδὲ βάσκανος μηδὲ ζηλωτὴς μηδὲ μανικὸς μηδὲ θρασύς, μὴ πάθῃς τὰ τοῦ Καῒν καὶ τὰ τοῦ Σαοὺλ καὶ τὰ τοῦ Ἰωάβ· ὅτι ὃς μὲν ἀπέκτεινεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ διὰ τὸ πρόκριτον αὐτὸν εὑρε θῆναι παρὰ Θεῷ καὶ διὰ τὸ προσδεχθῆναι τὴν θυσίαν αὐτοῦ, ὃς δὲ τὸν ὅσιον Δαυὶδ ἐδίωκεν νικήσαντα τὸν Γολιὰθ τὸν Φιλιστιαῖον, ζηλώσας ἐπὶ τῇ τῶν χορευτριῶν εὐφημίᾳ, ὃς δὲ τοὺς δύο στρατηλάτας ἀνεῖλεν, τὸν Ἀβεννὴρ τὸν τοῦ Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν τοῦ Ἰούδα.

στ. Περὶ οἰωνοσκοπικῆς, ἐπαοιδῆς, κληδονισμοῦ, ἐπιθυμίας κακῶν καὶ λοιπῶν ἀπηγορευμένων.
Μὴ γίνου οἰωνοσκόπος, ὅτι ὁδηγεῖ πρὸς εἰδωλολα τρείαν· Οἰώνισμα δέ, φησὶν ὁ Σαμουήλ, ἁμαρτία ἐστίν, καὶ Οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαντεία ἐν Ἰσραήλ. Οὐκ ἔσῃ ἐπᾴδων ἢ περικαθαίρων τὸν υἱόν σου, οὐ κληδονιεῖς οὐδὲ οἰωνισθήσῃ οὐδὲ ὀρνεοσκοπήσεις οὐδὲ μαθήσῃ μαθήματα πονηρά· ταῦτα γὰρ ἅπαντα καὶ ὁ νόμος ἀπεῖπεν. Μὴ γίνου ἐπιθυμητὴς κακῶν, ὁδηγηθήσῃ γὰρ εἰς ἀμετρίαν ἁμαρτημάτων. Οὐκ ἔσῃ αἰσχρολόγος οὐδὲ ῥιψόφθαλμος οὐδὲ μέθυσος· ἐκ γὰρ τούτων πορνεῖαι καὶ μοιχεῖαι γίνονται. Μὴ γίνου φιλάργυρος, ἵνα μὴ ἀντὶ Θεοῦ δουλεύσῃς τῷ μαμωνᾷ. Μὴ γίνου κενόδοξος μηδὲ μετέωρος μηδὲ ὑψηλόφρων, ἐκ γὰρ τούτων ἁπάντων ἀλαζο νεῖαι γεννῶνται· μνήσθητι τοῦ εἰπόντος· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν.

ζ. Ἀπαγόρευσις γογγυσμοῦ καὶ αὐθαδείας καὶ ὑπερηφανίας καὶ θρασύτητος.
Μὴ γίνου γόγγυσος, μνησθεὶς τῆς τιμωρίας ἧς ὑπέ στησαν οἱ καταγογγύσαντες Μωϋσέως. Μὴ ἔσο αὐθάδης μηδὲ πονηρόφρων μηδὲ σκληροκάρδιος μηδὲ θυμώδης μηδὲ μικρόψυχος· πάντα γὰρ ταῦτα ὁδηγεῖ πρὸς βλασφημίαν. Ἴσθι δὲ πρᾶος ὡς Μωϋσῆς καὶ Δαυίδ, ἐπεὶ· Οἱ πραεῖς κληρονομήσουσιν τὴν γῆν.

η. Περὶ μακροθυμίας, ἀκακίας, πραότητος καὶ ὑπομονῆς.
Γίνου μακρόθυμος· ὁ γὰρ τοιοῦτος πολὺς ἐν φρονή σει, ἐπείπερ· Ὁ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων. Γίνου ἐλεήμων· Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή σονται. Ἔσο ἄκακος, ἥσυχος, ἀγαθός, τρέμων τοὺς λόγους τοῦ Θεοῦ. Οὐχ ὑψώσεις σεαυτὸν ὡς ὁ Φαρισαῖος, ὅτι· Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ Τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμα παρὰ Θεῷ. Οὐ δώσεις τῇ ψυχῇ σου θράσος, ὅτι· Ἀνὴρ θρασὺς ἐμπεσεῖται εἰς κακά. Οὐ συμπορεύσῃ μετὰ ἀφρόνων, ἀλλὰ μετὰ σοφῶν καὶ δικαίων. Τὰ συμβαίνοντά σοι πάθη εὐμενῶς δέχου καὶ τὰς περιστάσεις ἀλύπως, εἰδὼς ὅτι μισθός σοι παρὰ Θεοῦ δοθήσεται ὡς τῷ Ἰὼβ καὶ τῷ Λαζάρῳ.

θ. Ὅτι χρὴ τοὺς κατὰ Χριστὸν διδασκάλους γονέων πλεῖον ἡγεῖ σθαι· οἱ μὲν γὰρ τὸ εὖ εἶναι, οἱ δὲ τὸ εἶναι μόνον παρέχουσιν.
Τὸν λαλοῦντά σοι τὸν λόγον τοῦ Θεοῦ δοξάσεις, μνησθήσῃ δὲ αὐτοῦ ἡμέρας καὶ νυκτός, τιμήσεις δὲ αὐτὸν οὐχ ὡς γενέσεως αἴτιον, ἀλλ᾿ ὡς τοῦ εὖ εἶναί σοι πρόξενον γενόμενον· ὅπου γὰρ ἡ περὶ Θεοῦ διδασκαλία, ἐκεῖ Θεὸς πάρεστιν. Ἐκζητήσεις καθ᾿ ἡμέραν τὸ πρόσωπον τῶν ἁγίων, ἵν᾿ ἐπαναπαύῃ τοῖς λόγοις αὐτῶν.

ι. Ὅτι χρὴ μὴ ἀποσχίζειν τῶν ἁγίων, ἀλλ᾿ εἰρηνεύειν μαχομένους, κρίνειν τε δικαίως, καὶ μὴ προσωποληπτεῖν.
Οὐ ποιήσεις σχίσματα πρὸς τοὺς ἁγίους, μνησθεὶς τῶν Κορειτῶν. Εἰρηνεύσεις μαχομένους ὡς Μωϋσῆς, συναλλάσσων εἰς φιλίαν. Κρινεῖς δικαίως· Τοῦ γὰρ Κυρίου ἡ κρίσις. Οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώματι, ὡς Ἠλίας καὶ Μιχαίας τὸν Ἀχαὰβ καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ τὸν Σεδεκίαν καὶ Νάθαν τὸν Δαυὶδ καὶ Ἰωάννης τὸν Ἡρώδην.

ια. Περὶ διψύχου ἤτοι ὀλιγοπίστου.
Μὴ γίνου δίψυχος ἐν προσευχῇ σου, εἰ ἔσται ἢ οὔ· λέγει γὰρ ὁ Κύριος ἐμοὶ Πέτρῳ ἐπὶ τῆς θαλάσσης· Ὀλι γόψυχε, εἰς τί ἐδίστασας;

ιβ. Περὶ εὐποιΐας.
Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὴν χεῖρα, πρὸς δὲ τὸ δοῦναι συστέλλων. Ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δὸς ἵνα ἐργάσῃ εἰς λύτρωσιν ἁμαρτιῶν σου· Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρ τίαι. Οὐ διστάσεις δοῦναι πτωχῷ, οὐδὲ διδοὺς γογγύ σεις· γνώσῃ γὰρ τίς ἐστιν ὁ τοῦ μισθοῦ ἀνταποδότης· Ὁ ἐλεῶν γάρ, φησίν, πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ, οὕτως ἀνταποδοθήσεται αὐτῷ. Οὐκ ἀποστρα φήσῃ ἐνδεόμενον· Ὃς φράσσει γάρ, φησί, τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ δεομένου, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ. Κοινωνήσεις εἰς πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι, κοινὴ γὰρ ἡ μετάληψις παρὰ Θεοῦ πᾶσιν ἀνθρώποις παρεσκευάσθη.

ιγ. Ὅπως δεῖ προσφέρεσθαι τοῖς οἰκέταις τοὺς κυρίους αὐτῶν, καὶ ὅπως χρὴ ὑποτάσσεσθαι τοὺς οἰκέτας.
Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος αὐτῶν διδάξεις αὐτοὺς τὸν φόβον τοῦ Θεοῦ· Παίδευε γάρ, φησί, τὸν υἱόν σου, οὕτως γὰρ ἔσται σοι εὔελπις. Οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν πεποιθόσιν ἐν πικρίᾳ ψυχῆς, μή ποτε στενάξουσιν ἐπὶ σοὶ καὶ ἔσται σοι ὀργὴ παρὰ Θεοῦ. Καὶ ὑμεῖς, οἱ δοῦλοι, ὑποτάγητε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις.

ιδ. Περὶ ὑποκρίσεως καὶ προσοχῆς νόμων καὶ ἐξομολογήσεως.
Μισήσεις πᾶσαν ὑπόκρισιν, καὶ πᾶν, ὃ ἐὰν ᾖ ἀρεστὸν Κυρίῳ, ποιήσεις. Οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες παρ᾿ αὐτοῦ, μήτε προ στιθεὶς ἐπ᾿ αὐτοῖς μήτε ἀφαιρῶν ἀπ᾿ αὐτῶν· Οὐ προ σθήσεις γὰρ τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ. Ἐξομολογήσῃ Κυρίῳ τῷ Θεῷ σου τὰ ἁμαρτήματά σου καὶ οὐκέτι προσθήσεις ἐπ᾿ αὐτοῖς, ἵνα εὖ σοι γένηται παρὰ Κυρίῳ τῷ Θεῷ σου, ὃς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν.

ιε. Περὶ τῆς εἰς γονέας θεραπείας.
Τὸν πατέρα σου καὶ τὴν μητέρα σου θεραπεύσεις ὡς αἰτίους σοι γενέσεως, ἵνα γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Τοὺς ἀδελφούς σου καὶ τοὺς συγγενεῖς σου μὴ ὑπερίδῃς· Τοὺς γὰρ οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει.

ιστ. Περὶ τῆς πρὸς βασιλέα καὶ ἄρχοντας ὑποταγῆς.
Τὸν βασιλέα φοβηθήσῃ, εἰδώς, ὅτι τοῦ Κυρίου ἐστὶν ἡ χειροτονία· τοὺς ἄρχοντας αὐτοῦ τιμήσεις ὡς λειτουργοὺς Θεοῦ, ἔκδικοι γάρ εἰσιν πάσης ἀδικίας· οἷς ἀποτίσατε τέλος, φόρον καὶ πᾶσαν εἰσφορὰν εὐγνωμόνως.

ιζ. Περὶ καθαροῦ συνειδότος τῶν προσευχομένων.
Οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν ἡμέρᾳ πονη ρίας σου, πρὶν ἂν λύσῃς τὴν πικρίαν σου. Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς, ἧς γένοιτο ἐντὸς ὑμᾶς εὑρεθῆναι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

ιη. Ὅτι ἡ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου ἐπεισαχθεῖσα ὁδὸς ἀσεβείας καὶ παρανομίας πεπλήρωται.
Ἡ δὲ ὁδὸς τοῦ θανάτου ἐστὶν ἐν πράξεσι πονηραῖς θεωρουμένη· ἐν αὐτῇ γὰρ ἄγνοια τοῦ Θεοῦ καὶ πολλῶν θεῶν ἐπεισαγωγή, δι᾿ ὧν φόνοι, μοιχεῖαι, πορνεῖαι, ἐπιορκίαι, ἐπιθυμίαι παράνομοι, κλοπαί, εἰδωλολατρεῖαι, μαγίαι, φαρ μακεῖαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδίαι, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὑψηλοφροσύνη, ἀλαζονεία, ἀφοβία, διωγμὸς ἀγαθῶν, ἀληθείας ἔχθρα, ψεύδους ἀγάπη, ἄγνοια δικαιοσύνης. Οἱ γὰρ τούτων ποιηταὶ οὐ κολλῶνται ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦσιν οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ᾿ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραότης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος Θεοῦ, ἀποστρεφόμενοι ἐνδεόμενον, καταπονοῦντες θλιβόμε νον, πλουσίων παράκλητοι, πενήτων ὑπερόπται, πανθαμάρ τητοι. Ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.

ιθ. Ὅτι μὴ χρὴ τῆς εὐσεβείας ἐκκλίνειν δεξιὰ ἢ εὐώνυμα, παραινεῖ ὁ νομοθέτης.
Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ τῆς εὐσεβείας· Οὐκ ἐκκλινεῖς γάρ, φησίν, ἀπ᾿ αὐτῆς δεξιὰ ἢ εὐώνυμα, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς· οὗ γὰρ ἂν ἐκτραπῇς ἔξω τῆς εὐθείας ὁδοῦ, δυσσεβήσεις.

κ. Ὅτι μὴ χρὴ φαυλίζειν τι τῶν προσφόρων βρωμάτων, ἀλλ᾿ εὐχα ρίστως μεταλαμβάνειν καὶ τεταγμένως.
Περὶ δὲ βρωμάτων λέγει σοι ὁ Κύριος· Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Καί· Πᾶν κρέας ἔδεσθε ὡς λάχανα χλόης, τὸ δὲ αἷμα ἐκχεεῖς. Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, εἰς κοιλίαν γὰρ χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, τὰ δὲ ἐκπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, λέγω δὴ βλασφημίαι, καταλαλιαὶ καὶ εἴ τι τοιοῦτον. Σὺ δὲ φάγῃ τὸν μυελὸν τῆς γῆς μετὰ δικαιοσύνης, ὅτι· Εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ· σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων παρθένοις· τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ;

κα. Ὅτι χρὴ φεύγειν τὴν τῶν εἰδωλοθύτων βρῶσιν.
Ἀπὸ δὲ τῶν εἰδωλοθύτων φεύγετε· ἐπὶ τιμῇ γὰρ δαιμόνων θύουσι ταῦτα, ἐφ᾿ ὕβρει δηλαδὴ τοῦ μόνου Θεοῦ· ὅπως μὴ γένησθε κοινωνοὶ δαιμόνων.

κβ. Διάταξις κυριακὴ τῶν περὶ τὸ βάπτισμα καὶ ὅπως χρὴ βαπτίζειν καὶ εἰς τίνος θάνατον.
Περὶ δὲ βαπτίσματος, ὦ ἐπίσκοπε ἢ πρεσβύτερε, ἤδη μὲν καὶ πρότερον διεταξάμεθα, καὶ νῦν δέ φαμεν ὅτι οὕτως βαπτίσεις ὡς ὁ Κύριος ἡμῖν διετάξατο λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τοῦ ἀποστείλαντος Πατρός, τοῦ ἐλθόν τος Χριστοῦ, τοῦ μαρτυρήσαντος παρακλήτου. Χρίσεις δὲ πρῶτον ἐλαίῳ ἁγίῳ, ἔπειτα βαπτίσεις ὕδατι, καὶ τελευ ταῖον σφραγίσεις μύρῳ, ἵνα τὸ μὲν χρῖσμα μετοχὴ ᾖ τοῦ ἁγίου Πνεύματος, τὸ δὲ ὕδωρ σύμβολον τοῦ θανάτου, τὸ δὲ μύρον σφραγὶς τῶν συνθηκῶν. Εἰ δὲ μήτε ἔλαιον ᾖ μήτε μύρον, ἀρκεῖ τὸ ὕδωρ καὶ πρὸς χρῖσιν καὶ πρὸς σφραγῖδα καὶ πρὸς ὁμολογίαν τοῦ ἀποθανόντος ἤτοι συναποθνήσκοντος. Πρὸ δὲ τοῦ βαπτίσματος νηστευσάτω ὁ βαπτιζόμενος· καὶ γὰρ καὶ ὁ Κύριος βαπτισθεὶς ὑπὸ Ἰωάννου πρῶτον καὶ εἰς τὴν ἔρημον αὐλισθεὶς μετέπειτα ἐνήστευσεν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐβαπτίσθη δὲ καὶ ἐνήστευσεν οὐκ αὐτὸς ἀπορυπώσεως ἢ νηστείας χρείαν ἔχων ἢ καθάρσεως, ὁ τῇ φύσει καθαρὸς καὶ ἅγιος, ἀλλ᾿ ἵνα καὶ Ἰωάννῃ ἀλήθειαν προσμαρτυρήσῃ καὶ ἡμῖν ὑπογραμμὸν παράσχηται. Οὐκοῦν ὁ μὲν Κύριος οὐκ εἰς ἑαυτοῦ πάθος ἐβαπτίσατο ἢ θάνατον ἢ ἀνάστασιν, οὐδέπω γὰρ οὐδὲν τούτων ἐγεγόνει, ἀλλ᾿ εἰς διάταξιν ἑτέραν· διὸ καὶ ἀπ᾿ ἐξουσίας μετὰ τὸ βάπτισμα νηστεύει ὡς Κύριος Ἰωάννου· ὁ δὲ εἰς τὸν αὐτοῦ θάνατον μυούμενος πρότερον ὀφείλει νηστεῦσαι καὶ τότε βαπτίσασθαι, οὐ γὰρ δίκαιον τὸν συντα φέντα καὶ συναναστάντα παρ᾿ αὐτὴν τὴν ἀνάστασιν κατη φεῖν· οὐ γὰρ κύριος ὁ ἄνθρωπος τῆς διατάξεως τῆς τοῦ Σωτῆρος, ἐπείπερ ὁ μὲν δεσπότης, ὁ δὲ ὑπήκοος.

κγ. Ποίας νηστευτέον τῆς ἑβδομάδος ἡμέρας, ἢ τίνας οὐ νηστευτέον καὶ τίνος χάριν.
Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑπο κριτῶν, νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ. Ὑμεῖς δὲ ἢ τὰς πέντε νηστεύσατε ἡμέρας, ἢ τετράδα καὶ παρασκευήν, ὅτι τῇ μὲν τετράδι ἡ κρίσις ἐξῆλθεν ἡ κατὰ τοῦ Κυρίου, Ἰούδα χρήμασιν ἐπαγγειλαμένου τὴν προ δοσίαν· τῇ δὲ παρασκευῇ, ὅτι ἔπαθεν ὁ Κύριος ἐν αὐτῇ πάθος τὸ διὰ σταυροῦ ὑπὸ Ποντίου Πιλάτου. Τὸ σάββα τον μέντοι καὶ τὴν κυριακὴν ἑορτάζετε, ὅτι τὸ μὲν δημιουργίας ἐστὶν ὑπόμνημα, τὸ δὲ ἀναστάσεως. Ἓν δὲ μόνον σάββατον ὑμῖν φυλακτέον ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὸ τῆς τοῦ Κυρίου ταφῆς, ὅπερ νηστεύειν προσῆκεν, ἀλλ᾿ οὐχ ἑορτάζειν· ἐν ὅσῳ γὰρ ὁ δημιουργὸς ὑπὸ γῆν τυγχάνει, ἰσχυρότερον τὸ περὶ αὐτοῦ πένθος τῆς κατὰ τὴν δημιουργίαν χαρᾶς, ὅτι ὁ δημιουργὸς τῶν ἑαυτοῦ δημιουργημάτων φύσει τε καὶ ἀξίᾳ τιμιώτερος.

κδ. Οἵους εἶναι χρὴ τοὺς προσευχομένους τὴν ὑπὸ τοῦ Κυρίου δοθεῖσαν προσευχήν.
Ὅταν δὲ προσεύχησθε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταί, ἀλλ᾿ ὡς ὁ Κύριος ἡμῖν ἐν τῷ Εὐαγγελίῳ διετάξατο, οὕτως προσεύχεσθε·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Τρὶς τῆς ἡμέρας οὕτως προσεύχεσθε, προπαρασκευάζον τες ἑαυτοὺς ἀξίους τῆς υἱοθεσίας τοῦ Πατρός, ἵνα μή, ἀναξίως ὑμῶν αὐτὸν Πατέρα καλούντων, ὀνειδισθῆτε ὑπ᾿ αὐτοῦ, ὡς καὶ Ἰσραὴλ ὅ ποτε πρωτότοκος υἱὸς ἤκουσεν, ὅτι Εἰ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; Δόξα γὰρ πατέρων ὁσιότης παίδων, καὶ τιμὴ δεσποτῶν οἰκετῶν φόβος, ὥσπερ οὖν τὸ ἐναντίον ἀδοξία καὶ ἀναρχία· Δι᾿ ὑμᾶς γάρ, φησίν, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

κε. Εὐχαριστία μυστική.
Γίνεσθε δὲ πάντοτε εὐχάριστοι, ὡς πιστοὶ καὶ εὐγνώμονες δοῦλοι, περὶ μὲν τῆς εὐχαριστίας οὕτω λέγοντες·
Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, δι᾿ οὗ καὶ τὰ πάντα ἐποίησας καὶ τῶν ὅλων προνοεῖς, ὃν καὶ ἀπέστειλας ἐπὶ σωτηρίᾳ τῇ ἡμετέρᾳ γενέσθαι ἄνθρωπον, ὃν καὶ συνε χώρησας παθεῖν καὶ ἀποθανεῖν, ὃν καὶ ἀναστήσας εὐδόκησας δοξάσαι καὶ ἐκάθισας ἐκ δεξιῶν σου, δι᾿ οὗ καὶ ἐπηγγείλω ἡμῖν τὴν ἀνάστασιν τῶν νεκρῶν. Σὺ δέσποτα παντοκράτορ, Θεὲ αἰώνιε, ὥσπερ ἦν τοῦτο διεσκορπισμένον καὶ συναχθὲν ἐγένετο εἷς ἄρτος, οὕτως συνάγαγέ σου τὴν Ἐκκλησίαν ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. Ἔτι εὐχα ριστοῦμεν, Πάτερ ἡμῶν, ὑπὲρ τοῦ τιμίου αἵματος Ἰησοῦ Χριστοῦ τοῦ ἐκχυθέντος ὑπὲρ ἡμῶν καὶ τοῦ τιμίου σώματος, οὗ καὶ ἀντίτυπα ταῦτα ἐπιτελοῦμεν, αὐτοῦ διαταξαμένου ἡμῖν καταγγέλλειν τὸν αὐτοῦ θάνατον· δι᾿ αὐτοῦ γάρ σοι καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
Μηδεὶς δὲ ἐσθιέτω ἐξ αὐτῶν τῶν ἀμυήτων, ἀλλὰ μόνοι οἱ βεβαπτισμένοι εἰς τὸν τοῦ Κυρίου θάνατον. Εἰ δέ τις ἀμύητος κρύψας ἑαυτὸν μεταλάβοι, κρίμα αἰώνιον φάγεται, ὅτι μὴ ὢν τῆς εἰς Χριστὸν πίστεως μετέλαβεν ὧν οὐ θέμις, εἰς τιμωρίαν ἑαυτοῦ. Εἰ δέ τις κατὰ ἄγνοιαν μεταλάβοι, τοῦτον τάχιον στοιχειώσαντες μυήσατε, ὅπως μὴ κατα φρονητὴς ἐξέλθοι.

κστ. Εὐχαριστία ἐπὶ τῇ θείᾳ μεταλήψει.
Μετὰ δὲ τὴν μετάληψιν οὕτως εὐχαριστήσατε·
Εὐχαριστοῦμέν σοι, ὁ Θεὸς καὶ Πατὴρ Ἰησοῦ τοῦ σωτῆ ρος ἡμῶν, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου οὗ κατεσκήνωσας ἐν ἡμῖν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀγάπης καὶ ἀθανασίας ἧς ἔδωκας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου. Σὺ δέσποτα παντοκράτορ, ὁ Θεὸς τῶν ὅλων, ὁ κτίσας τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ δι᾿ αὐτοῦ καὶ νόμον καταφυ τεύσας ἐν ταῖς ψυχαῖς ἡμῶν καὶ τὰ πρὸς μετάληψιν προ ευτρεπίσας ἀνθρώποις, ὁ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πιστῶν δούλων σου, ὁ δυνατὸς Θεός, ὁ πιστὸς καὶ ἀληθινὸς καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις, ὁ ἀποστείλας ἐπὶ γῆς Ἰησοῦν τὸν Χριστόν σου ἀνθρώποις συναναστραφῆναι ὡς ἄνθρωπον, Θεὸν ὄντα λόγον καὶ ἄνθρωπον, καὶ τὴν πλάνην πρόρριζον ἀνελεῖν, αὐτὸς καὶ νῦν δι᾿ αὐτοῦ μνήσθητι τῆς ἁγίας σου Ἐκκλησίας ταύτης, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ῥῦσαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελείωσον αὐτὴν ἐν τῇ ἀγάπῃ σου καὶ τῇ ἀληθείᾳ σου, καὶ συνάγαγε πάντας ἡμᾶς εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ. Μαραναθά· ὡσαννὰ τῷ Υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος ὁ ἐπιφανεὶς ἡμῖν ἐν σαρκί.
Εἴ τις ἅγιος, προσερχέσθω· εἰ δέ τις οὐκ ἔστιν, γινέσθω διὰ μετανοίας. Ἐπιτρέπετε δὲ καὶ τοῖς πρεσβυτέροις ὑμῶν εὐχαριστεῖν.

κζ. Εὐχαριστία περὶ τοῦ θείου μύρου.
Περὶ δὲ τοῦ μύρου οὕτως εὐχαριστήσατε·
Εὐχαριστοῦμέν σοι, Θεὲ δημιουργὲ τῶν ὅλων, καὶ ὑπὲρ τῆς εὐωδίας τοῦ μύρου καὶ ὑπὲρ τοῦ ἀθανάτου αἰῶνος οὗ ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας· ἀμήν.

κη. Ὅτι οὐ χρὴ ἀδιαφορεῖν περὶ τὴν κοινωνίαν, ἀλλὰ σκοπεῖν, εἰ ἔστιν ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὀρθόδοξος· τοὺς γὰρ μὴ τοιούτους ἐκκλίνειν.
Ὃς ἐὰν ἐλθὼν οὕτως εὐχαριστῇ, προσδέξασθε αὐτὸν ὡς Χριστοῦ μαθητήν. Ἐὰν δὲ ἄλλην διδαχὴν κηρύσσῃ παρ᾿ ἣν ὑμῖν παρέδωκεν ὁ Χριστὸς δι᾿ ἡμῶν, τῷ τοιούτῳ μὴ συγχωρεῖτε εὐχαριστεῖν· ὑβρίζει γὰρ ὁ τοιοῦτος τὸν Θεὸν ἤπερ δοξάζει. Πᾶς δὲ ὁ ἐρχόμενος πρὸς ὑμᾶς, δοκιμασθείς, οὕτως δεχέσθω· σύνεσιν γὰρ ἔχετε, καὶ δύνασθε γνῶναι δεξιὰν καὶ ἀριστερὰν καὶ διακρῖναι ψευδο διδασκάλους διδασκάλων. Ἐλθόντι μέντοι τῷ διδασκάλῳ ἐκ ψυχῆς ἐπιχορηγήσατε τὰ δέοντα· τῷ δὲ ψευδοδιδασκάλῳ δώσετε μὲν τὰ πρὸς χρείαν, οὐ παραδέξεσθε δὲ αὐτοῦ τὴν πλάνην, οὔτε μὴν συμπροσεύξησθε αὐτῷ, ἵνα μὴ συμμιανθῆτε αὐτῷ. Πᾶς προφήτης ἀληθινὸς ἢ διδάσκαλος ἐρχόμενος πρὸς ὑμᾶς ἄξιός ἐστιν τῆς τροφῆς ὡς ἐργάτης λόγου δικαιοσύνης.

κθ. Περὶ καρποφοριῶν διάταξις.
Πᾶσαν ἀπαρχὴν γεννημάτων ληνοῦ, ἅλωνος, βοῶν τε καὶ προβάτων δώσεις τοῖς ἱερεῦσιν, ἵνα εὐλογηθῶσιν αἱ ἀποθῆκαι τῶν ταμιείων σου καὶ τὰ ἐκφόρια τῆς γῆς σου, καὶ στηριχθῇς σίτῳ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ αὐξηθῇ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. Πᾶσαν δεκάτην δώσεις τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ. Πᾶσαν ἀπαρχὴν ἄρτων θερμῶν, κεραμίου οἴνου ἢ ἐλαίου ἢ μέλιτος ἢ ἀκροδρύων, σταφυλῆς ἢ τῶν ἄλλων τὴν ἀπαρχὴν δώσεις τοῖς ἱερεῦσιν, ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ.

λ. Ὅπως χρὴ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν συναθροιζο μένους ἑορτάζειν.
Τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμέραν, τὴν κυριακήν φαμεν, συνέρχεσθε ἀδιαλείπτως, εὐχαριστοῦντες Θεῷ καὶ ἐξομολογούμενοι ἐφ᾿ οἷς εὐηργέτησεν ἡμᾶς Θεὸς διὰ Χριστοῦ ῥυσάμενος ἀγνοίας, πλάνης, δεσμῶν, ὅπως ἄμεμπτος ᾖ ἡ θυσία ὑμῶν καὶ εὐανάφορος Θεῷ, τῷ εἰπόντι περὶ τῆς οἰκουμενικῆς αὐτοῦ Ἐκκλησίας, ὅτι· Ἐν παντὶ τόπῳ μοι προσενεχθήσεται θυμίαμα καὶ θυσία καθαρά, ὅτι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομα μου θαυμαστὸν ἐν τοῖς ἔθνεσιν.

λα. Ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους.
Προχειρίσασθε δὲ ἐπισκόπους ἀξίους τοῦ Κυρίου καὶ πρεσβυτέρους καὶ διακόνους, ἄνδρας εὐλαβεῖς, δικαίους, πραεῖς, ἀφιλαργύρους, φιλαλήθεις, δεδοκιμασμένους, ὁσίους, ἀπροσωπολήπτους, δυναμένους διδάσκειν τὸν λόγον τῆς εὐσε βείας, ὀρθοτομοῦντας ἐν τοῖς τοῦ Κυρίου δόγμασιν. Ὑμεῖς δὲ τιμᾶτε τούτους ὡς πατέρας, ὡς κυρίους, ὡς εὐεργέτας, ὡς τοῦ εὖ εἶναι αἰτίους. Ἐλέγχετε δὲ ἀλλήλους, μὴ ἐν ὀργῇ, ἀλλ᾿ ἐν μακροθυμίᾳ μετὰ χρηστότητος καὶ εἰρήνης. Πάντα τὰ προστεταγμένα ὑμῖν ὑπὸ τοῦ Κυρίου φυλάξατε. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν. Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἥξει, ἑσπέρας ἢ πρωὶ ἢ ἀλεκτοροφωνίας ἢ μεσονυκτίου· ᾗ γὰρ ὥρᾳ οὐ προσδοκῶσιν, ἐλεύσεται ὁ Κύριος, καὶ ἐὰν αὐτῷ ἀνοίξωσιν, μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, ὅτι εὑρέθησαν γρηγοροῦντες· ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νήφετε οὖν καὶ προσεύ χεσθε μὴ ὑπνῶσαι εἰς θάνατον· οὐ γὰρ ὀνήσει ὑμᾶς τὰ πρότερα κατορθώματα, ἐὰν εἰς τὰ ἔσχατα ὑμῶν ἀποπλανη θῆτε τῆς πίστεως τῆς ἀληθοῦς.

λβ. Πρόρρησις περὶ τῶν μελλόντων.
Ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς τοῦ λόγου, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους καὶ ἡ ἀγάπη εἰς μῖσος· πληθυν θείσης γὰρ τῆς ἀνομίας, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, μισήσουσιν γὰρ ἀλλήλους οἱ ἄνθρωποι καὶ διώξουσιν καὶ προδώσουσιν. Καὶ τότε φανήσεται ὁ κοσμοπλάνος, ὁ τῆς ἀληθείας ἐχθρός, ὁ τοῦ ψεύδους προστάτης, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ὁ διὰ χειλέων ἀναιρῶν ἀσεβῆ· καὶ πολλοὶ σκανδαλισθήσονται. ἐπ᾿ αὐτῷ, οἱ δὲ ὑπομείναντες εἰς τέλος, οὗτοι σωθήσονται. Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, εἶτα φωνὴ σάλπιγγος ἔσται δι᾿ ἀρχαγγέλου καὶ μεταξὺ ἀναβίωσις τῶν κεκοιμημένων. Καὶ τότε ἥξει ὁ Κύριος καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ ἐν συσσεισμῷ ἐπάνω τῶν νεφελῶν μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ ἐπὶ θρόνου βασιλείας, κατακρῖναι τὸν κοσμοπλάνον διάβολον καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἀπε λεύσονται οἱ μὲν πονηροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι πορεύσονται εἰς ζωὴν αἰώνιον, κληρονομοῦντες ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ χαρήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τῇ ἐν Χριστῷ Ἰησοῦ.

λγ. Προσευχὴ ἐξαγγελτικὴ προνοίας διαφόρου.
Τοσούτων δὲ ἠξιωμένοι τῶν παρ᾿ αὐτοῦ ἀγαθῶν, γενώμεθα αὐτοῦ ἱκέται, ἐπικαλούμενοι αὐτὸν διὰ συνεχοῦς δεήσεως καὶ λέγοντες·
Αἰώνιε Σῶτερ ἡμῶν, ὁ βασιλεὺς τῶν θεῶν, ὁ ὢν μόνος παντοκράτωρ καὶ Κύριος, ὁ Θεὸς πάντων τῶν ὄντων καὶ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν τῶν πρὸ ἡμῶν, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ ἐλεήμων καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, ᾧ πᾶσα γυμνοφανὴς βλέπεται καρδία καὶ πᾶν κρύφιον ἐνθύμημα ἀποκαλύπτεται, πρὸς σὲ βοῶσιν ψυχαὶ δικαίων, ἐπὶ σοὶ πεποίθασιν ἐλπίδες ὁσίων, ὁ τῶν ἀμέμπτων Πατήρ, ὁ τῶν μετ᾿ εὐθύτητος ἐπικαλουμένων σε ἐπήκοος, ὁ καὶ σιωπωμένας ἐπιστάμενος ἐντεύξεις #χωρεῖ γὰρ μέχρι σπλάγ χνων ἀνθρωπίνων ἡ σὴ πρόνοια, καὶ διὰ συνειδήσεως ἑκάστου ἐρευνᾷς τὴν γνώμην$, καὶ κατὰ πᾶν κλίμα τῆς οἰκουμένης τὸ διὰ προσευχῆς καὶ λόγων ἀναπέμπεταί σοι θυμίαμα. Ὁ τὸν παρόντα αἰῶνα στάδιον δικαιοσύνης ἐνστη σάμενος, πᾶσι δὲ ἀνοίξας πύλην ἐλεημοσύνης, ὑποδείξας δὲ ἑκάστῳ τῶν ἀνθρώπων διὰ τῆς ἐμφύτου γνώσεως καὶ φυσικῆς κρίσεως καὶ ἐκ τῆς τοῦ νόμου ὑποφωνήσεως, ὡς πλούτου μὲν οὐκ ἀΐδιον τὸ κτῆμα, εὐπρεπείας οὐκ ἀένναον τὸ κάλλος, δυνάμεως εὐδιάλυτος ἡ ἰσχὺς καὶ ἀτμὸς μὲν καὶ ματαιότης τὰ σύνολα, μόνη δὲ συνείδησις πίστεως ἀνύπου λος διαμένει διὰ μέσων οὐρανῶν μετὰ ἀληθείας ἀνερχομένη, τῆς μελλούσης τρυφῆς δεξιὰν ἀπολαμβάνει, ἅμα καὶ πρὸ τοῦ παραστῆναι τὴν ὑπόσχεσιν τῆς παλιγγενεσίας αὐτὴ ἡ ψυχὴ τῇ ἐλπίδι γαυρουμένη εὐφραίνεται· ἐξ ὑπαρχῆς γὰρ τοῦ προπάτορος ἡμῶν Ἀβραὰμ μεταποιουμένου τὴν ὁδὸν τῆς ἀληθείας, ὁραματισμῷ ὡδήγησας, διδάξας ὅ τι ποτέ ἐστιν ὁ αἰὼν οὗτος· καὶ τῆς μὲν γνώσεως αὐτοῦ προώδευσεν ἡ πίστις, τῆς δὲ πίστεως ἀκόλουθος ἦν ἡ συν θήκη· εἶπας γάρ· Ποιήσω τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ἀλλὰ μὴν καὶ τὸν Ἰσαὰκ αὐτῷ δωρησά μενος καὶ ὅμοιον αὐτὸν εἰδὼς ἐκείνου τῷ τρόπῳ, καὶ αὐτοῦ ἐπεκλήθης Θεὸς εἰπών· Ἔσομαί σου Θεὸς καὶ τοῦ σπέρ ματός σου μετὰ σέ· καὶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἐπὶ Μεσοποταμίαν στελλομένου, δείξας τὸν Χριστόν, δι᾿ αὐτοῦ ἐλάλησας εἰπών· Ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδρα· καὶ πρὸς Μωϋσῆν τὸν πιστὸν καὶ ἅγιόν σου θεράποντα οὕτως εἶπας ἐπὶ τῆς ὀπτα σίας τῆς βάτου· Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μοι ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν, ὑπέρμαχε γένους Ἀβραάμ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

λδ. Προσευχὴ ἐξαγγελτικὴ δημιουργίας διαφόρου.
Εὐλογητὸς εἶ, Κύριε βασιλεῦ τῶν αἰώνων, ὁ διὰ Χριστοῦ ποιήσας τὰ ὅλα καὶ δι᾿ αὐτοῦ ἐν ἀρχῇ κοσμήσας τὰ ἀκατασκεύαστα, ὁ διαχωρίσας ὕδατα ὑδάτων στερεώ ματι, ὁ καὶ πνεῦμα ζωτικὸν τούτοις ἐμβαλών, ὁ γῆν ἑδράσας καὶ οὐρανὸν ἐκτείνας καὶ τὴν ἑκάστου τῶν κτισμάτων ἀκριβῆ διάταξιν κοσμήσας. Σῇ γὰρ ἐνθυμήσει, δέσποτα, κόσμος πεφαίδρυται, οὐρανὸς δὲ ὡς καμάρα πεπηγμένος ἠγλάισται ἄστροις ἕνεκεν παραμυθίας τοῦ σκότους, φῶς δὲ καὶ ἥλιος εἰς ἡμέρας καὶ καρπῶν γονὴν γεγένηνται, σελήνη δὲ εἰς τροπὴν καιρῶν αὔξουσα καὶ μειουμένη, καὶ νὺξ ὠνομάζετο καὶ ἡμέρα προσηγορεύετο, στερέωμα δὲ διὰ μέσων ἀβύσσων ἐδείκνυτο καὶ εἶπας συναχθῆναι τὰ ὕδατα καὶ ὀφθῆναι τὴν ξηράν. Αὐτὴν δὲ τὴν θάλασσαν πῶς ἄν τις ἐκφράσειεν; Ἥτις ἔρχεται μὲν ἀπὸ πελάγους μαι νομένη, παλινδρομεῖ δὲ ἀπὸ ψάμμου τῇ σῇ προσταγῇ κωλυομένη· εἶπας γὰρ ἐν αὐτῇ συντριβήσεσθαι αὐτῆς τὰ κύματα· ζῴοις δὲ μικροῖς καὶ μεγάλοις καὶ πλοίοις πορευτὴν αὐτὴν ἐποίησας. Εἶτ᾿ ἐχλοαίνετο γῆ, παντοίοις ἄνθεσι καταγραφομένη καὶ ποικιλίᾳ δένδρων διαφόρων· παμφαεῖς τε φωστῆρες τούτων τιθηνοί, ἀπαράβατον σῴζοντες τὸν δόλιχον καὶ κατ᾿ οὐδὲν παραλλάσσοντες τῆς σῆς προσταγῆς, ἀλλ᾿ ὅπη ἂν κελεύσῃς, ταύτῃ ἀνίσχουσι καὶ δύουσιν εἰς σημεῖα καιρῶν καὶ ἐνιαυτῶν, ἀμειβόμενοι τὴν τῶν ἀνθρώπων ὑπηρεσίαν. Ἔπειτα διαφόρων ζῴων κατεσκευάζετο γένη, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ἀμφιβίων, καὶ τῆς σῆς προνοίας ἡ ἔντεχνος σοφία τὴν κατάλληλον ἑκάστῳ πρό νοιαν δωρεῖται· ὥσπερ γὰρ διάφορα γένη οὐκ ἠτόνησεν παραγαγεῖν, οὕτως οὐδὲ διάφορον πρόνοιαν ἑκάστου ποιήσα σθαι κατωλιγώρησεν. Καὶ τέλος τῆς δημιουργίας τὸ λογικὸν ζῷον, τὸν κοσμοπολίτην, τῇ σῇ σοφίᾳ διαταξάμενος κατεσκεύασας εἰπών· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, κόσμου κόσμον αὐτὸν ἀναδείξας, ἐκ μὲν τῶν τεσσάρων σωμάτων διαπλάσας αὐτῷ τὸ σῶμα, κατα σκευάσας δ᾿ αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, αἴσθησίν τε πένταθλον αὐτῷ χαρισάμενος καὶ νοῦν τὸν τῆς ψυχῆς ἡνίοχον ταῖς αἰσθήσεσιν ἐπιστήσας. Καὶ ἐπὶ πᾶσι τούτοις, δέσποτα Κύριε, τίς ἐπαξίως διηγήσεται νεφῶν ὀμβροτόκων φοράν, ἀστραπῆς ἔκλαμψιν, βροντῶν πάταγον, εἰς τροφῆς χορηγίαν καταλλήλου καὶ κρᾶσιν ἀέρων παναρμόνιον; Παρακούσαντα δὲ τὸν ἄνθρωπον ἐμμίσθου ζωῆς ἐστέ ρησας, οὐκ εἰς τὸ παντελὲς ἀφανίσας, ἀλλὰ χρόνῳ πρὸς ὀλίγον κοιμίσας, ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας, ὅρον θανάτου ἔλυσας, ὁ ζωοποιὸς τῶν νεκρῶν διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν.

λε. Προσευχὴ μετὰ εὐχαριστίας ἐξαγγέλλουσα τοῦ Θεοῦ τὴν περὶ τὰ ὄντα κηδεμονίαν.
Μέγας εἶ, Κύριε παντοκράτορ, καὶ μεγάλη ἡ ἰσχύς σου καὶ τῆς συνέσεώς σου οὐκ ἔστιν ἀριθμός· κτίστα, σωτήρ, πλούσιε χάρισιν, μακρόθυμε καὶ ἐλέους χορηγέ, ὁ μὴ ἀφιστῶν τῶν σῶν κτισμάτων τὴν σωτηρίαν· φύσει γὰρ ἀγαθὸς ὑπάρχεις, φείδῃ δὲ ἁμαρτανόντων, εἰς μετάνοιαν προσκαλούμενος· οἰκτίρμων γὰρ σοῦ ἡ νουθέτησις. Πῶς γὰρ ἂν ὑπέστημεν ἐπειγομένην ἀπαιτούμενοι κρίσιν, ὁπότε μακροθυμούμενοι μόλις ἀνανεύομεν τῆς ἀσθενείας; Σοῦ τὸ κράτος ἀνήγγειλαν οἱ οὐρανοὶ καὶ γῆ κραδαινομένη τὴν ἀσφάλειαν ἐπ᾿ οὐδενὸς κρεμαμένη. Θάλασσα κυμαινομένη καὶ μυρίαν βόσκουσα ζῴων ἀγέλην πεπέδηται ἄμμῳ, τὴν σὴν βούλησιν πεφρικυῖα, καὶ πάντας ἀναγκάζει βοᾶν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Καὶ στρατὸς ἀγγέλων φλεγόμενος καὶ πνεύματα νοερὰ λέγουσιν· Εἷς ἅγιος τῷ Φελμουνί, καὶ Σεραφὶμ ἅγια ἅμα τοῖς Χερουβὶμ τοῖς ἑξαπτερύγοις σοι τὴν ἐπινίκιον ᾠδὴν ψάλλοντα ἀσιγήτοις φωναῖς βοῶσιν· Ἅγιος, ἅγιος ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, καὶ τὰ ἕτερα τῶν ταγμάτων πλήθη, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί, ἐξουσίαι, δυνάμεις, ἐπιβοῶντα λέγουσιν· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. Ἰσραὴλ δέ, ἡ ἐπίγειός σου Ἐκκλησία ἡ ἐξ ἐθνῶν, ταῖς κατ᾿ οὐρανὸν δυνάμεσιν ἁμιλλωμένη νυκτὶ καὶ ἡμέρᾳ ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ ψάλλει· Τὸ ἅμρα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων, Κύριος ἐν αὐτοῖς ἐν Σιναΐ, ἐν τῷ ἁγίῳ. Οἶδεν οὐρανὸς τὸν ἐπὶ μηδενὸς αὐτὸν καμαρώσαντα ὡς λιθόκυβον, καὶ γῆν καὶ ὕδωρ ἑαυτοῖς ἑνώσαντα, καὶ ἀέρα διαχέαντα ζῳοτρόφον, καὶ τούτῳ πῦρ συμπλέξαντα εἰς θάλπος καὶ σκότους παραμυθίαν· ἐκπλήσσει χορὸς ἀστέρων τὸν ἀριθμήσαντα σημαίνων καὶ τὸν ὀνομάσαντα δεικνύων, ζῷα τὸν ψυχώσαντα, δένδρα τὸν ἐκφύσαντα· ἅπερ ἅπαντα τῷ σῷ λόγῳ γενόμενα παριστᾷ τῆς σῆς δυνάμεως τὸ κράτος. Διὸ καὶ ὀφείλει πᾶς ἄνθρωπος ἐξ αὐτῶν τῶν στέρνων σοὶ διὰ Χριστοῦ τὸν ὑπὲρ πάντων ὕμνον ἀνα πέμπειν, διὰ σὲ τῶν ἁπάντων κρατῶν. Σὺ γὰρ εἶ ὁ χρηστὸς ἐν εὐεργεσίαις καὶ φιλόδωρος ἐν οἰκτιρμοῖς, ὁ μόνος παντοκράτωρ· ὅτε γὰρ θέλεις, πάρεστί σοι τὸ δύνασθαι· τὸ γὰρ σὸν αἰώνιον κράτος καὶ φλόγα καταψύχει καὶ λέοντας φιμοῖ καὶ κήτη καταπραΰνει καὶ νοσοῦντας ἐγείρει καὶ δυνάμεις μετατρέπει καὶ στρατὸν ἐχθρῶν καὶ λαὸν ἀριθμούμενον ἐν τῷ ὑπερηφανεύεσθαι καταστρώννυσιν. Σὺ εἶ ὁ ἐν οὐρανῷ, ὁ ἐπὶ γῆς, ὁ ἐν θαλάσσῃ, ὁ ἐν περατουμένοις ὑπὸ μηδενὸς περατούμενος· Τῆς γὰρ μεγαλοσύνης σου οὐκ ἔστιν πέρας. Μὴ γὰρ ἡμέτερόν ἐστιν τοῦτο, δέσποτα, τοῦ θεράποντός σου λόγιόν ἐστιν φάσκοντος· Καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι Κύριος ὁ Θεός σου, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. Οὐδὲ γὰρ ἔστι Θεὸς πλὴν σοῦ μόνου, ἅγιος οὐκ ἔστι πλὴν σοῦ, Κύριος Θεὸς γνώσεων, Θεὸς ἁγίων, ἅγιος ὑπὲρ πάντας ἁγίους· Οἱ γὰρ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσιν· ἔνδοξος καὶ ὑπερυψούμενος, ἀόρατος τῇ φύσει, ἀνεξιχνίαστος κρίμασιν· οὗ ἀνενδεὴς ἡ ζωή, ἄτρε πτος καὶ ἀνεκλιπὴς ἡ διαμονή, ἀκάματος ἡ ἐνέργεια, ἀπερίγραφος ἡ μεγαλειότης, ἀένναος ἡ εὐπρέπεια, ἀπρόσιτος ἡ κατοικία, ἀμετανάστευτος ἡ κατασκήνωσις, ἄναρχος ἡ γνῶσις, ἀναλλοίωτος ἡ ἀλήθεια, ἀμεσίτευτον τὸ ἔργον, ἀνε πιβούλευτον τὸ κράτος, ἀδιάδοχος ἡ μοναρχία, ἀτελεύτητος ἡ βασιλεία, ἀνανταγώνιστος ἡ ἰσχύς, πολυάριθμος ἡ στρατιά. Σὺ γὰρ εἶ ὁ σοφίας πατήρ, ὁ δημιουργίας τῆς διὰ μεσίτου κτίστης ὡς αἴτιος, ὁ προνοίας χορηγός, ὁ νόμων δοτήρ, ὁ ἐνδείας πληρωτής, ὁ τῶν ἀσεβῶν τιμωρὸς καὶ τῶν δικαίων μισθαποδότης, ὁ τοῦ Χριστοῦ Θεὸς καὶ Πατὴρ καὶ τῶν εἰς αὐτὸν εὐσεβούντων Κύριος, οὗ ἀδιάψευστος ἡ ἐπαγγελία, ἀδωροδόκητος ἡ κρίσις, ἀμετάπιστος ἡ γνώμη, ἄπαυστος ἡ εὐσέβεια, ἀΐδιος ἡ εὐχαριστία, δι᾿ οὗ σοι καὶ ἡ ἐπάξιος προσκύνησις ὀφείλεται παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως.

λστ. Προσευχὴ ὑπομιμνήσκουσα τὴν γενομένην Χριστοῦ ἐνανθρώπησιν καὶ τὴν εἰς τοὺς ἁγίους διάφορον πρόνοιαν.
Κύριε παντοκράτορ, κόσμον ἔκτισας διὰ Χριστοῦ καὶ σάββατον ὥρισας εἰς μνήμην τούτου, ὅτι ἐν αὐτῷ κατέ παυσας ἀπὸ τῶν ἔργων εἰς μελέτην τῶν σῶν νόμων, καὶ ἑορτὰς διετάξω εἰς εὐφροσύνην τῶν ἡμετέρων ψυχῶν, ὅπως εἰς μνήμην ἐρχώμεθα τῆς ὑπὸ σοῦ κτισθείσης σοφίας· Ὡς δι᾿ ἡμᾶς γένεσιν ὑπέστη τὴν διὰ γυναικός, ἐπεφάνη τῷ βίῳ ἀναδεικνὺς ἑαυτὸν ἐν τῷ βαπτίσματι, ὡς Θεός ἐστι καὶ ἄνθρωπος ὁ φανείς, ἔπαθεν δι᾿ ἡμᾶς σῇ συγχωρήσει καὶ ἀπέθανεν καὶ ἀνέστη σῷ κράτει· διὸ καὶ τὴν ἀναστάσιμον ἑορτὴν πανηγυρίζοντες τῇ κυριακῇ χαίρομεν ἐπὶ τῷ νική σαντι μὲν τὸν θάνατον, φωτίσαντι δὲ ζωὴν καὶ ἀφθαρσίαν· δι᾿ αὐτοῦ γὰρ προσηγάγου τὰ ἔθνη ἑαυτῷ εἰς λαὸν περι ούσιον, τὸν ἀληθινὸν Ἰσραήλ, τὸν θεοφιλῆ, τὸν ὁρῶντα Θεόν. Σὺ γάρ, Κύριε, καὶ τοὺς πατέρας ἡμῶν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου καὶ ἐρρύσω ἐκ καμίνου σιδηρᾶς καὶ ἐκ πηλοῦ καὶ πλινθουργίας, ἐλυτρώσω ἐκ χειρὸς Φαραῶ καὶ τῶν ὑπ᾿ αὐτὸν καὶ διὰ θαλάσσης ὡς διὰ ξηρᾶς αὐτοὺς παρή γαγες καὶ ἐτροποφόρησας αὐτοὺς ἐν τῇ ἐρήμῳ παντοίοις ἀγαθοῖς. Νόμον αὐτοῖς ἐδωρήσω δέκα λογίων σῇ φωνῇ φθεγχθέντα καὶ χειρὶ σῇ καταγραφέντα· σαββατίζειν ἐνε τείλω, οὐ πρόφασιν ἀργίας διδούς, ἀλλ᾿ ἀφορμὴν εὐσεβείας, εἰς γνῶσιν τῆς σῆς δυνάμεως, εἰς κώλυσιν κακῶν ὡς ἐν ἱερῷ καθείρξας περιβόλῳ διδασκαλίας χάριν, εἰς ἀγαλλίαμα ἑβδομάδος· διὰ τοῦτο ἑβδομὰς μία καὶ ἑβδομάδες ἑπτὰ καὶ μὴν ἕβδομος καὶ ἐνιαυτὸς ἕβδομος καὶ τούτου κατὰ ἀνα κύκλησιν ἔτος πεντηκοστὸν εἰς ἄφεσιν. Ὅπως μηδεμίαν ἔχωσιν πρόφασιν ἄνθρωποι ἄγνοιαν σκήψασθαι, τούτου χάριν πᾶν σάββατον ἐπέτρεψας ἀργεῖν, ὅπως μηδὲ λόγον τις ἐν ὀργῇ ἐκ τοῦ στόματος αὐτοῦ προέσθαι θελήσῃ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων· σάββατον γάρ ἐστιν κατάπαυσις δημιουργίας, τελείωσις κόσμου, νόμων ζήτησις, αἶνος εἰς Θεὸν εὐχάριστος ὑπὲρ ὧν ἀνθρώποις ἐδωρήσατο. Ὧν ἁπάντων ἡ κυριακὴ προὔχουσα, αὐτὸν τὸν μεσί την, τὸν προνοητήν, τὸν νομοθέτην, τὸν ἀναστάσεως αἴτιον, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν Θεὸν λόγον καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας γεννηθέντα μόνον δίχα ἀνδρός, τὸν πολιτευσάμενον ὁσίως, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν ὑπο δεικνύουσα, ὡς κυριακὴ παρακελεύεται σοί, δέσποτα, τὴν ὑπὲρ πάντων εὐχαριστίαν προσφέρειν. Αὕτη γὰρ ἡ ὑπὸ σοῦ παρασχεθεῖσα χάρις, ἥτις διὰ μέγεθος πᾶσαν εὐεργεσίαν ἐκάλυψεν.

λζ. Προσευχὴ περιέχουσα μνήμην προνοίας καὶ ἀπαρίθμησιν εὐεργε σιῶν διαφόρων τῶν προνοίᾳ Θεοῦ διὰ Χριστοῦ παρασχεθεισῶν τοῖς ἁγίοις.
Ὁ τὰς ἐπαγγελίας τὰς διὰ τῶν προφητῶν πληρώσας καὶ ἐλεήσας τὴν Σιὼν καὶ οἰκτειρήσας τὴν Ἱερουσαλὴμ τῷ τὸν θρόνον Δαυὶδ τοῦ παιδός σου ἀνυψῶσαι ἐν μέσῳ αὐτῆς τῇ γενέσει τοῦ Χριστοῦ τοῦ ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γεννηθέντος ἐκ μόνης παρθένου· αὐτὸς καὶ νῦν, δέσποτα ὁ Θεός, πρόσδεξαι τὰς διὰ χειλέων δεήσεις τοῦ λαοῦ σου τοῦ ἐξ ἐθνῶν, τῶν ἐπικαλουμένων σε ἐν ἀληθείᾳ, καθὼς προσεδέξω τὰ δῶρα τῶν δικαίων ἐν ταῖς γενεαῖς αὐτῶν. Ἄβελ ἐν πρώτοις τὴν θυσίαν ἐπεῖδες καὶ προσε δέξω, Νῶε ἐξελθόντος τῆς κιβωτοῦ, Ἀβραὰμ μετὰ τὸ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Χαλδαίων, Ἰσαὰκ ἐν τῷ φρέατι τοῦ ὅρκου, Ἰακὼβ ἐν Βηθλεέμ, Μωϋσέως ἐν τῇ ἐρήμῳ, Ἀαρὼν ἀνὰ μέσον τῶν ζώντων καὶ τῶν τεθνεώτων, Ἰησοῦ τοῦ Ναυῆ ἐν Γαλγάλοις, Γεδεὼν ἐπὶ τῆς πέτρας καὶ τῶν πόκων πρὸ τῆς ἁμαρτίας, Μανωὲ καὶ τῆς αὐτοῦ γυναικὸς ἐν τῷ πεδίῳ, Σαμψὼν ἐν τῷ δίψει πρὸ τῆς πλημμελείας, Ἰεφθάε ἐν τῷ πολέμῳ πρὸ τῆς ἀκρίτου ἐπαγγελίας, Βαρὰκ καὶ Δεββώρας ἐπὶ τοῦ Σισάρα, Σαμουὴλ ἐν Μασσηφά· Δαυὶδ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, Σολομῶνος ἐν Γαβαὼν καὶ ἐν Ἱερουσαλήμ, Ἠλία ἐν τῷ ὄρει τῷ Καρμηλίῳ, Ἐλισσαίου ἐπὶ τῆς ἀτεκνούσης πηγῆς, Ἰωσαφὰτ ἐν τῷ πολέμῳ, Ἐζεκία ἐν ἀρρωστίᾳ καὶ ἐπὶ τοῦ Σενναχηρείμ, Μανασσῆ ἐν γῇ Χαλδαίων μετὰ τὴν πλημμέλειαν, Ἰωσία ἐν τῷ Φασσᾶ, Ἔσδρα ἐν τῇ ἐπανόδῳ· Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων, Ἰωνᾶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους, τῶν τριῶν παίδων ἐν καμίνῳ πυρός, Ἄννας ἐν τῇ σκηνῇ ἐνώπιον τῆς κιβωτοῦ, Νεεμία ἐπὶ τῇ ἀνεγέρσει τῶν τειχῶν καὶ Ζορο βάβελ, Ματταθία καὶ τῶν υἱῶν αὐτοῦ ἐν τῷ ζήλῳ σου, Ἰαὴλ ἐν εὐλογίαις. Καὶ νῦν οὖν πρόσδεξαι τὰς τοῦ λαοῦ σου προσευχὰς μετ᾿ ἐπιγνώσεώς σοι διὰ Χριστοῦ προσφε ρομένας ἐν τῷ Πνεύματι.

λη. Προσευχὴ ἀντιλήψεως δικαίων.
Εὐχαριστοῦμέν σοι περὶ πάντων, δέσποτα παντο κράτορ, ὅτι οὐκ ἐγκατέλιπες τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου ἀφ᾿ ἡμῶν, ἀλλὰ καθ᾿ ἑκάστην γενεὰν καὶ γενεὰν σῴζεις, ῥύῃ, ἀντιλαμβάνῃ, σκεπάζεις. Ἀντελάβου γὰρ ἐν ἡμέραις Ἐνὼς καὶ Ἐνώχ, ἐν ἡμέραις Μωϋσέως καὶ Ἰησοῦ, ἐν ἡμέραις τῶν κριτῶν, ἐν ἡμέραις Σαμουὴλ καὶ Ἠλία καὶ τῶν προφητῶν, ἐν ἡμέραις Δαυὶδ καὶ τῶν βασιλέων, ἐν ἡμέραις Ἐσθὴρ καὶ Μαρδοχαίου, ἐν ἡμέραις Ἰουδίθ, ἐν ἡμέραις Ἰούδα Μακκαβαίου καὶ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ἡμῶν ἀντελάβου ἡμῶν διὰ τοῦ μεγάλου σου ἀρχιερέως Ἰησοῦ Χριστοῦ τοῦ Παιδός σου· καὶ ἀπὸ μαχαίρας γὰρ ἐρρύσατο καὶ ἐκ λιμοῦ ἐξείλατο διαθρέψας, ἐκ νόσου ἰάσατο, ἐκ γλώσσης πονηρᾶς ἐσκέπασεν. Περὶ πάντων σοι διὰ Χριστοῦ εὐχαριστοῦμεν, ὁ καὶ φωνὴν ἔναρθρον εἰς ἐξομολόγησιν δωρησάμενος καὶ γλῶσσαν εὐάρμοστον δίκην πλήκτρου ὡς ὄργανον ὑποθείς, καὶ γεῦσιν πρόσφορον καὶ ἁφὴν κατάλληλον καὶ ὅρασιν θέας καὶ ἀκοὴν φωνῆς καὶ ὄσφρησιν ἀτμῶν καὶ χεῖρας εἰς ἔργον καὶ πόδας πρὸς ὁδοιπορίαν. Καὶ ταῦτα πάντα ἐκ μικρᾶς σταγόνος δια πλάσας ἐν μήτρᾳ καὶ ψυχὴν ἀθάνατον μετὰ τὴν μόρφωσιν χαρίζῃ καὶ προάγεις εἰς φῶς τὸ λογικὸν ζῷον, τὸν ἄνθρωπον· νόμοις ἐπαίδευσας, δικαιώμασιν ἐφαίδρυνας· πρὸς ὀλίγον ἐπάγων διάλυσιν, τὴν ἀνάστασιν ἐπηγγείλω. Ποῖος τοιγα ροῦν αὐτάρκης βίος, αἰώνων δὲ πόσον μῆκος διαρκέσει ἀνθρώποις πρὸς εὐχαριστίαν; Ἦ τὸ μὲν πρὸς ἀξίαν ἀδύ νατον, τὸ δὲ κατὰ δύναμιν εὐαγές. Ἐρρύσω γὰρ ἀσεβείας πολυθέων, καὶ χριστοκτόνων αἱρέσεως ἐξείλω, πεπλανημένης ἀγνοίας ἠλευθέρωσας· τὸν Χριστὸν ἀπέστειλας εἰς ἀνθρώπους ὡς ἄνθρωπον, Θεὸν ὄντα μονογενῆ, τὸν παράκλητον ἐνῴκισας ἡμῖν, ἀγγέλους ἐπέστησας, τὸν διάβολον ᾔσχυνας· οὐκ ὄντας ἐποίησας, γενομένους φυλάσσεις, ζωὴν ἐπιμετρεῖς, χορηγεῖς τροφήν, μετάνοιαν ἐπηγγείλω. Ὑπὲρ ἁπάντων σοι ἡ δόξα καὶ τὸ σέβας διὰ Ἰησοῦ Χριστοῦ νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν. Ταῦτα μελετᾶτε, ἀδελφοί· καὶ εἴη ὁ Κύριος μεθ᾿ ὑμῶν ἐπὶ γῆς καὶ ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, τοῦ καὶ αὐτὸν ἀποστείλαντος καὶ ἡμᾶς δι᾿ αὐτοῦ ἐλευθερώ σαντος ἐκ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης, καὶ ζωὴν ἐπαγγειλαμένου τοῖς δι᾿ αὐτοῦ πιστεύσασιν εἰς τὸν τῶν ὅλων Θεόν.

λθ. Ὅπως δεῖ τοὺς κατηχουμένους στοιχειοῦσθαι.
Ὅπως μὲν οὖν ὀφείλουσι ζῆν οἱ κατὰ Χριστὸν μεμυημένοι καὶ οἵας εὐχαριστίας ἀναπέμπειν τῷ Θεῷ διὰ Χριστοῦ, εἴρηται διὰ τῶν προλαβόντων· δίκαιον δὲ μηδὲ τοὺς ἀμυήτους καταλιπεῖν ἀβοηθήτους. Ὁ μέλλων τοίνυν κατηχεῖσθαι τὸν λόγον τῆς εὐσε βείας παιδευέσθω πρὸ τοῦ βαπτίσματος τὴν περὶ Θεοῦ τοῦ ἀγεννήτου γνῶσιν, τὴν περὶ Υἱοῦ μονογενοῦς ἐπίγνωσιν, τὴν περὶ τοῦ ἁγίου Πνεύματος πληροφορίαν· μανθανέτω δημιουρ γίας διαφόρου τάξιν, προνοίας εἱρμόν, νομοθεσίας διαφόρου δικαιωτήρια· παιδευέσθω, διὰ τί κόσμος γέγονεν καὶ δι᾿ ὃ κοσμοπολίτης ὁ ἄνθρωπος κατέστη· ἐπιγινωσκέτω τὴν ἑαυτοῦ φύσιν, οἵα τις ὑπάρχει· παιδευέσθω, ὅπως ὁ Θεὸς τοὺς πονηροὺς ἐκόλασεν ὕδατι καὶ πυρὶ, τοὺς δὲ ἁγίους ἐδόξασεν καθ᾿ ἑκάστην γενεάν, λέγω δὴ τὸν Σήθ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἀβραὰμ καὶ τοὺς ἐκγόνους αὐτοῦ, τὸν Μελχισε δὲκ καὶ τὸν Ἰὼβ καὶ τὸν Μωϋσέα, Ἰησοῦν τε καὶ Χαλὲβ καὶ Φινεὲς τὸν ζηλωτὴν, τὸν ἱερέα καὶ τοὺς καθ᾿ ἑκάστην γενεὰν ὁσίους, ὅπως τε προνοούμενος οὐκ ἀπεστράφη ὁ Θεὸς τὸ τῶν ἀνθρώπων γένος, ἀλλ᾿ ἀπὸ πλάνης καὶ ματαιότητος εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλει κατὰ διαφόρους καιρούς, ἀπὸ τῆς δουλείας καὶ ἀσεβείας εἰς ἐλευθερίαν καὶ εὐσέβειαν ἐπανάγων, ἀπὸ ἀδικίας εἰς δικαιοσύνην, ἀπὸ θανάτου αἰωνίου εἰς ζωὴν ἀΐδιον. Ταῦτα καὶ τὰ τὰ τούτοις ἀκόλουθα μανθανέτω ἐν τῇ κατηχήσει ὁ προσιών. Προσκυνείτω δὲ ὁ χειροθετῶν αὐτὸν τὸν Θεὸν τὸν τῶν ὅλων δεσπότην, εὐχαριστῶν ὑπὲρ τοῦ πλάσματος, ὅτι κατέπεμψεν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Χριστόν, ἵνα σώσῃ τὸν ἄνθρωπον ἐξαλείψας τὰς ἀνομίας, καὶ ἵνα ἀφῇ τὰς ἀσεβείας καὶ τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιάσῃ δὲ τὸν ἄνθρωπον κατ᾿ εὐδοκίαν τῆς χρηστότητος αὐτοῦ, συνετίσῃ δὲ τὸ θέλημα αὐτοῦ, καὶ φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτοῦ εἰς κατανόησιν τῶν θαυμασίων αὐτοῦ, γνω ρίσῃ αὐτῷ τὰ κρίματα τῆς δικαιοσύνης, ὅπως ἂν μισήσῃ πᾶσαν ὁδὸν ἀδικίας, πορεύηται δὲ τὴν ὁδὸν τῆς ἀληθείας εἰς τὸ καταξιωθῆναι αὐτὸν τοῦ λουτροῦ τῆς παλιγγενεσίας εἰς υἱοθεσίαν τὴν ἐν Χριστῷ· ἵνα σύμφυτος γενόμενος ἐν τῇ ὁμοιότητι τοῦ θανάτου τοῦ Χριστοῦ ἐπ᾿ ἐλπίδι τῆς ἐνδόξου κοινωνίας νεκρωθῇ μὲν τῇ ἁμαρτίᾳ, ζήσῃ δὲ τῷ Θεῷ κατά τε νοῦν καὶ λόγον καὶ πρᾶξιν, καὶ ἐν τῇ βίβλῳ τῶν ζώντων συναριθμηθῇ. Καὶ μετὰ τὴν εὐχαριστίαν ταύτην παιδευσάτω αὐτὸν τὰ περὶ τῆς τοῦ Κυρίου ἐνανθρω πήσεως, τά τε περὶ τοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ ἀναλήψεως.

μ. Διάταξις, ὅπως χρὴ τοὺς κατηχουμένους μέλλοντας βαπτίζεσθαι ὑπὸ τῶν ἱερέων ἐν τῇ μυήσει εὐλογεῖσθαι καὶ τίνα διδάσκεσθαι.
Καὶ ὅταν ᾖ πρὸς αὐτὸ λοιπὸν τὸ βαπτισθῆναι ὁ κατηχηθείς, μανθανέτω τὰ περὶ τῆς ἀποταγῆς τοῦ διαβόλου καὶ τὰ περὶ τῆς συνταγῆς τοῦ Χριστοῦ· δεῖ γὰρ αὐτὸν πρῶτον μὲν ἀποσχέσθαι τῶν ἐναντίων καὶ τότε ἐντὸς γενέσθαι τῶν μυστηρίων, προκαθάραντα ἑαυτοῦ τὴν καρδίαν πάσης κακονοίας σπίλου τε καὶ ῥυτίδος καὶ τότε τῶν ἁγίων μεταλαχεῖν. Ὡς γὰρ γεωργὸς ἄριστος ἐκκαθαίρει τὴν ἄρουραν πρότερον τῶν ὑπερφυουσῶν ἐν αὐτῇ ἀκανθῶν καὶ τότε σπείρει τὸν πυρόν, οὕτως δεῖ καὶ ὑμᾶς, πρότερον πᾶσαν ἀσέβειαν ἐξελόντας ἀπ᾿ αὐτῶν, τότε τὴν εὐσέβειαν αὐτοῖς ἐγκαταβάλλεσθαι καὶ τοῦ βαπτίσματος ἀξιῶσαι. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν οὕτως ἡμῖν παρῄνεσεν εἰπών· Μαθητεύσατε πρότερον πάντα τὰ ἔθνη, καὶ τότε ἐπήγαγεν τὸ Καὶ βαπτίσατε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

μα. Ἀποταγὴ πρὸς τὸν ἐναντίον τοῦ κατηχουμένου καὶ συνταγὴ πρὸς τὸν Χριστὸν τοῦ Θεοῦ.
Ἀπαγγελλέτω οὖν ὁ βαπτιζόμενος ἐν τῷ ἀποτάς σεσθαι·
Ἀποτάσσομαι τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ καὶ ταῖς πομπαῖς αὐτοῦ καὶ ταῖς λατρείαις αὐτοῦ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς ἐφευρέσεσιν αὐτοῦ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτόν.
Μετὰ δὲ τὴν ἀποταγὴν συντασσόμενος λεγέτω, ὅτι·
Καὶ συντάσσομαι τῷ Χριστῷ· καὶ πιστεύω καὶ βαπτίζομαι εἰς ἕνα ἀγέννητον μόνον ἀληθινὸν Θεὸν παν τοκράτορα, τὸν Πατέρα τοῦ Χριστοῦ, κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων, ἐξ οὗ τὰ πάντα· καὶ εἰς τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν, τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν πρω τότοκον πάσης κτίσεως, τὸν πρὸ αἰώνων εὐδοκίᾳ τοῦ Πατρὸς γεννηθέντα, οὐ κτισθέντα, δι᾿ οὗ τὰ πάντα ἐγένετο τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὁρατά τε καὶ ἀόρατα· τὸν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐξ οὐρανῶν καὶ σάρκα ἀναλαβόντα, ἐκ τῆς ἁγίας παρθένου Μαρίας γεννηθέντα, καὶ πολιτευσάμενον ὁσίως κατὰ τοὺς νόμους τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, καὶ σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ἐκ νεκρῶν μετὰ τὸ παθεῖν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· βαπτίζομαι καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτ᾿ ἔστιν τὸν παράκλητον, τὸ ἐνεργῆσαν ἐν πᾶσιν τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις, ὕστερον δὲ ἀποσταλὲν καὶ τοῖς ἀποστόλοις παρὰ τοῦ Πατρὸς κατὰ τὴν ἐπαγγελίαν τοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ μετὰ τοὺς ἀποστόλους δὲ πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ· εἰς σαρκὸς ἀνάστασιν καὶ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς βασιλείαν οὐρανῶν καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος.

μβ. Περὶ χρίσματος τοῦ μυστικοῦ ἐλαίου εὐχαριστία.
Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην κατ᾿ ἀκολουθίαν ἔρχεται καὶ εἰς τὴν τοῦ ἐλαίου χρῖσιν. Εὐλογεῖται δὲ τοῦτο παρὰ τοῦ ἀρχιερέως εἰς ἄφεσιν ἁμαρτιῶν καὶ προκατασκευὴν τοῦ βαπτίσματος. Ἐπικαλεῖται γὰρ οὗτος τὸν ἀγέννητον Θεόν, τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν βασιλέα πάσης αἰσθητῆς καὶ νοητῆς φύσεως, ἵνα ἁγιάσῃ τὸ ἔλαιον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ δώσῃ χάριν πνευματικὴν καὶ δύναμιν ἐνεργητικήν, ἄφεσίν τε ἁμαρτιῶν καὶ προπαρα σκευὴν ὁμολογίας βαπτίσματος, ὥστε τὸν χριόμενον ἀπο λυθέντα πάσης ἀσεβείας ἄξιον γενέσθαι τῆς μυήσεως κατ᾿ ἐντολὴν τοῦ Μονογενοῦς.

μγ. Περὶ τοῦ μυστικοῦ ὕδατος εὐχαριστία.
Εἶτα ἔρχεται εἰς τὸ ὕδωρ. Εὐλογεῖ καὶ δοξάζει τὸν δεσπότην Θεὸν τὸν παντοκράτορα, τὸν Πατέρα τοῦ μονογενοῦς Θεοῦ, εὐχαριστῶν ὁ ἱερεύς, ὅτι ἀπέστειλεν ἐνανθρωπῆσαι τὸν Υἱὸν αὐτοῦ δι᾿ ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ, ὅτι ἠνέσχετο τῆς ἐνανθρωπήσεως ὑπήκοον αὐτὸν γενέσθαι ἐν πᾶσι, κηρῦξαι βασιλείαν οὐρανῶν, ἄφεσιν ἁμαρτιῶν, νεκρῶν ἀνάστασιν Ἐπὶ τούτοις προσκυνεῖ αὐτὸν τὸν μονογενῆ Θεὸν μετ᾿ αὐτὸν καὶ δι᾿ αὐτόν, εὐχαριστῶν αὐτῷ τῷ ἀναδέξασθαι αὐτὸν τὸν ὑπὲρ πάντων θάνατον διὰ τοῦ σταυροῦ, οὗ τύπον ἔδωκεν τὸ βάπτισμα τῆς παλιγγενεσίας. Δοξάζει τε, ὅτι ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ Θεὸς ὁ τῶν ὅλων Κύριος ἐν ἁγίῳ Πνεύματι οὐκ ἀπέρριψεν τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ διαφόροις καιροῖς διαφόρους προνοίας ἐποιήσατο, τῷ τε Ἀδὰμ αὐτῷ ἐν παραδείσῳ πρῶτον μὲν τρυφῆς λόγῳ τὸν παράδεισον οἰκητήριον δούς, ἔπειτα προ νοίας λόγῳ ἐντολὴν ποιησάμενος, ἁμαρτόντα δὲ δικαιοσύνῃ ἐξώσας, ἀγαθότητι δὲ μὴ ἀπορρίψας εἰς τὸ παντελές, ἀλλὰ καὶ τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν διαφόρως παιδεύσας· δι᾿ ὃν ἐπὶ τὸ τέρμα τοῦ αἰῶνος ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ ἄνθρωπον γενέσθαι δι᾿ ἀνθρώπους καὶ πάντα τὰ ἀνθρώπινα πάθη ἀναδέξασθαι χωρὶς ἁμαρτίας. Αὐτὸν οὖν καὶ νῦν παρακαλείτω ὁ ἱερεὺς πρὸς τῷ βαπτίσματι καὶ λεγέτω, ὅτι·
Κάτιδε ἐξ οὐρανοῦ καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο, δὸς δὲ χάριν καὶ δύναμιν, ὥστε τὸν βαπτιζόμενον κατ᾿ ἐντολὴν τοῦ Χριστοῦ σου αὐτῷ συσταυρωθῆναι καὶ συναποθανεῖν καὶ συνταφῆναι καὶ συναναστῆναι εἰς υἱοθεσίαν τὴν ἐν αὐτῷ, τῷ νεκρωθῆναι μὲν τῇ ἁμαρτίᾳ, ζῆσαι δὲ τῇ δικαιοσύνῃ.

μδ. Περὶ τοῦ μυστικοῦ μύρου εὐχαριστία.
Καὶ μετὰ τοῦτο βαπτίσας αὐτὸν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, χρισάτω μύρῳ ἐπιλέγων·
Κύριε ὁ Θεὸς ὁ ἀγέννητος καὶ ἀδέσποτος, ὁ τῶν ὅλων Κύριος, ὁ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ εὐαγγε λίου ἐν πᾶσι τοῖς ἔθνεσιν εὔοσμον παρασχόμενος· σὺ καὶ νῦν τοῦτο τὸ μύρον δὸς ἐνεργὲς γενέσθαι ἐπὶ τῷ βαπτι ζομένῳ, ὥστε βέβαιον καὶ πάγιον ἐν αὐτῷ τὴν εὐωδίαν μεῖναι τοῦ Χριστοῦ σου, καὶ συναποθανόντα αὐτὸν συνα ναστῆναι καὶ συζῆσαι αὐτῷ.
Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα λεγέτω· ἑκάστου γὰρ ἡ δύναμις τῆς χειροθεσίας ἐστὶν αὕτη. Ἐὰν γὰρ μὴ εἰς ἕκαστον τούτων ἐπίκλησις γένηται παρὰ τοῦ εὐσεβοῦς ἱερέως τοιαύτη τις, εἰς ὕδωρ μόνον καταβαίνει ὁ βαπτιζό μενος ὡς οἱ Ἰουδαῖοι, καὶ ἀποτίθεται μόνον τὸν ῥύπον τοῦ σώματος, οὐ τὸν ῥύπον τῆς ψυχῆς.

με. Προσευχὴ τῶν νεοτελῶν.
Μετὰ τοῦτο ἑστὼς προσευχέσθω τὴν εὐχήν, ἣν ἐδίδαξεν ἡμᾶς ὁ Κύριος. Ἀναγκαίως δὲ τὸν ἀναστάντα δεῖ ἑστάναι καὶ προσεύχεσθαι διὰ τὸ τὸν ἐγειρόμενον ὄρθιον εἶναι· καὶ αὐτὸς οὖν συναποθανὼν τῷ Χριστῷ καὶ συνεγερ θεὶς ἕστηκεν. Προσευχέσθω δὲ κατὰ ἀνατολάς· καὶ γὰρ καὶ τοῦτο γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων, ὅτι μετὰ τὸ συντελεσθῆναι τὸν ναὸν τοῦ Κυρίου ὑπὸ τοῦ βασιλέως Σολομῶνος ἐν αὐτῷ τῷ ἐγκαινισμῷ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ ψαλτῳδοὶ μετὰ κυμβάλων καὶ ψαλτηρίων εἱστήκεισαν κατὰ ἀνατολάς, αἰνοῦντες καὶ ἐξομολογούμενοι καὶ λέγοντες· Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Προσευχέσθω δὲ ταῦτα μετὰ τὴν προτέραν εὐχὴν λέγων·
Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, δός μοι σῶμα ἄσπιλον, καρδίαν καθα ράν, νοῦν ἐγρήγορον, γνῶσιν ἀπλανῆ, Πνεύματος ἁγίου ἐπι φοίτησιν πρὸς κτῆσιν καὶ πληροφορίαν τῆς ἀληθείας διὰ τοῦ Χριστοῦ σου, δι᾿ οὗ σοι δόξα ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.
Ταῦτα καὶ περὶ τῶν κατηχουμένων δίκαιον ἡγησά μεθα διατάξασθαι.

μστ. Τίνας ἐπισκόπους πέμποντες ἐχειροτόνησαν οἱ ἅγιοι ἀπόστολοι.
Περὶ δὲ τῶν ὑφ᾿ ἡμῶν χειροτονηθέντων ἐπισκόπων ἐν τῇ ζωῇ τῇ ἡμετέρᾳ γνωρίζομεν ὑμῖν, ὅτι εἰσὶν οὗτοι. Ἱεροσολύμων μὲν Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός, οὗ τελευτήσαντος δεύτερος Συμεὼν ὁ τοῦ Κλωπᾶ, μεθ᾿ ὃν τρίτος Ἰούδας Ἰακώβου. Καισαρείας δὲ τῆς Παλαιστίνης πρό τερον μὲν Ζακχαῖος ὅ ποτε τελώνης, μεθ᾿ ὃν Κορνήλιος καὶ τρίτος Θεόφιλος. Ἀντιοχείας δὲ Εὐόδιος μὲν ὑπ᾿ ἐμοῦ Πέτρου, Ἰγνάτιος δὲ ὑπὸ Παύλου. Τῆς δὲ Ἀλεξανδρέων Ἀννιανὸς πρῶτος ὑπὸ Μάρκου τοῦ εὐαγγελιστοῦ κεχειρο τόνηται, δεύτερος δὲ Ἀβίλιος ὑπὸ Λουκᾶ καὶ αὐτοῦ εὐαγγε λιστοῦ. Τῆς δὲ Ῥωμαίων Ἐκκλησίας Λῖνος μὲν ὁ Κλαυδίας πρῶτος ὑπὸ Παύλου, Κλήμης δὲ μετὰ τὸν Λίνου θάνατον ὑπ᾿ ἐμοῦ Πέτρου δεύτερος κεχειροτόνηται. Τῆς δὲ Ἐφέσου Τιμόθεος μὲν ὑπὸ Παύλου, Ἰωάννης δὲ ὑπ᾿ ἐμοῦ Ἰωάννου. Σμύρνης δὲ Ἀρίστων πρῶτος, μεθ᾿ ὃν Στραταίας ὁ Λώιδος καὶ τρίτος Ἀρίστων. Περγάμου δὲ Γάιος καὶ Φιλαδελφείας Δημήτριος ὑπ᾿ ἐμοῦ. Ὑπὸ δὲ Παύλου Λούκιος Κεγχρεῶν καὶ τῆς Κρήτης Τίτος. Διονύσιος δὲ ἐν Ἀθήναις, τῆς δὲ ἐν Φοινίκῃ Τριπόλεως Μαρθόνης. Τῆς δὲ ἐν Φρυγίᾳ Λαοδικείας Ἄρχιππος, Κολασσαέων δὲ Φιλήμων. Βεροίας δὲ τῆς κατὰ Μακε δονίαν Ὀνήσιμος ὁ Φιλήμονος, Κρήσκης δὲ τῶν κατὰ Γαλατίαν Ἐκκλησιῶν. Ἀκύλας δὲ καὶ Νικήτης τῶν κατὰ Ἀσίαν παροικιῶν, Κρίσπος δὲ τῆς κατὰ Αἴγιναν Ἐκκλησίας. Οὗτοι οἱ ὑφ᾿ ἡμῶν ἐμπιστευθέντες τὰς ἐν Κυρίῳ παροικίας, ὧν τῆς διδασκαλίας μνημονεύοντες πάντοτε παραφυλάσσεσθε τοὺς ἡμετέρους λόγους· καὶ εἴη ὁ Κύριος μεθ᾿ ὑμῶν νῦν τε καὶ εἰς ἀτελευτήτους χρόνους, ὡς αὐτὸς εἴρηκεν ἡμῖν μέλλων ἀναλαμβάνεσθαι πρὸς τὸν ἑαυτοῦ Θεὸν καὶ Πατέρα· Ἰδοὺ γάρ, φησίν, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀμήν.

μζ. Ὕμνος ὀρθρινός.
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Αἰνοῦμέν σε, ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, δοξολογοῦμέν σε, προσκυνοῦμέν σε διὰ τοῦ μεγάλου ἀρχιερέως σου, σὲ τὸν ὄντα Θεὸν ἀγέννητον ἕνα, ἀπρόσιτον μόνον, διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ἐπουράνιε, Θεὲ Πάτερ παντοκράτορ. Κύριε ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου, τοῦ ἀμώμου ἀμνοῦ ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· ὅτι σὺ μόνος ἅγιος, σὺ μόνος Κύριος, ὁ Θεὸς καὶ Πατὴρ Ἰησοῦ Χριστοῦ, τοῦ Θεοῦ πάσης γενητῆς φύσεως, τοῦ βασιλέως ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας.

μη. Ἑσπερινός.
Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Αἰνοῦμέν σε, ὑμνοῦμέν σε, εὐλογοῦμέν σε διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ὁ Πατὴρ τοῦ Χριστοῦ τοῦ ἀμώμου ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

μθ. Ἐπ᾿ ἀρίστῳ.
Εὐλογητὸς εἶ, Κύριε ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφρο σύνης τὰς καρδίας ἡμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας εἰς τοὺς αἰῶνας· ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |