Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης
Ἰὼβ βιβλίον.
Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς· καὶ διπλᾶ πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ἐπέζησε δὲ μετὰ τὰς πληγὰς ἔτη ροʹ, ὡς εἶναι τὰ πάντα τῆς ζωῆς αὐτοῦ ἔτη σμʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμπέμπτος ἦν, ἔγγονος Ἡσαῦ. ∆ιὰ δὲ τὴν γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον πρὸς αὐτὸν φίλοι παρακαλεῖν αὐτὸν, καὶ τοσοῦτον φιλονείκως καὶ ἀνηλεῶς πρὸς αὐτὸν διετέθησαν τοῖς λόγοις, ὥστε καὶ ἁμαρτίαν αὐτοῖς τὸ πρᾶγμα λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσε τὸν Θεὸν ὑπὲρ αὐτῶν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τῷ Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ηʹ· τοῦ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς· τοῦ Σωφὰρ πρὸς αὐτὸν δύο· καὶ τοῦ Βαλδὰδ τρεῖς.
Ἔτι δὲ καὶ τοῦ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφέλης. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δύο. Καὶ τοῦτο τέλος ἔχει τὸ βιβλίον. Ἔστι δὲ ὁ σκοπὸς αὐτοῦ ἅπας πρὸς ὑπομονὴν ἐκκαλούμενος τοὺς ἐν πειρασμοῖς περιπίπτοντας, κἂν πάνυ ἐπ' εὐσεβείᾳ μεμαρτύρηνται, καὶ μὴ σκανδαλίζεσθαι, ἀλλ' ἐπιφωνεῖν· Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ἔτι καὶ τὸ, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· καὶ ἐντεῦθεν λοιπὸν μανθάνειν πόση τῆς ὑπομονῆς ἡ ὠφέλεια· καὶ γὰρ ἐντεῦθεν κἀκεῖ τὴν μισθαποδοσίαν λήψονται ὡς Ἰώβ. Ἔτι δὲ καὶ ἀναδείξῃ ὁ Θεὸς ἀπείραστος κακῶν, πειράζει δὲ οὐδένα· παραχωροῦντος δὲ τοῦ Θεοῦ πειρασμοὶ τοῖς ἀνθρώποις ὑπὸ δαιμόνων ἐπέρχονται, διὰ τὴν ἑκάστου δοκιμὴν καὶ τελείωσιν. Φασὶ δὲ Σολομῶντα συντεταχέναι καὶ τοῦτο τὸ βιβλίον, εἰ μὴ ἄρα Μωϋσέως ἐστὶ σύγγραμμα. Ἡ μὲν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν, ὡς ἦν Ἰὼβ οἰκῶν ἐν χώρᾳ τῇ Αὐσίτιδι· εἶτα μαρτυρία τῆς Γραφῆς περὶ τῆς ἀγαθῆς αὐτοῦ πολιτείας· καὶ ὅτι ἦσαν οἱ υἱοὶ αὐτῷ ζʹ, καὶ θυγατέρες ʹ· καὶ περὶ ἀριθμοῦ τῶν κτηνῶν αὐτοῦ. Καὶ ὅτι πορευόμενοι οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν σὺν ταῖς τρισὶν ἀδελφαῖς αὐτῶν. Καὶ ἐπέστελλε Ἰὼβ καὶ ἐκαθάριζε τοὺς υἱοὺς αὐτοῦ, προσφέρων περὶ αὐτῶν θυσίαν τῷ Κυρίῳ. Πρώτη μαρτυρία τοῦ Κυρίου περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον, πρώτη φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Ἔδωκεν ἐξουσίαν ὁ Κύριος τῷ διαβόλῳ, πάντα ὅσα ἦν τῷ Ἰὼβ, ἐκτὸς αὐτοῦ μόνου. Πρῶτον εὐαγγελίζεται ὁ διάβολος τῷ Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν ἵππων καὶ τῶν ὄνων, καὶ τοῦ παταγμοῦ τῶν παίδων. Περὶ τοῦ δευτέρου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰώβ· Ἐμπεπύρισταί σου τὰ πρόβατα, καὶ οἱ ποιμαίνοντες αὐτά. Περὶ τοῦ τρίτου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν καμήλων καὶ τοῦ παταγμοῦ τῶν παίδων. Τέταρτος ἄγγελος ἔρχεται πρὸς αὐτὸν, ὅτι Συνεπτώθη ἡ οἰκία, καὶ ἐθανατώθησαν πάντες οἱ υἱοί σου. Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲ ἥμαρτε Ἰὼβ ἐναντίον Κυρίου. Καὶ δευτέρα μαρτυρία τοῦ Κυρίου πρὸς τὸν διάβολον, ἐγκωμιάζουσα τὸν Ἰὼβ, καὶ δευτέρα φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Καὶ ὡς ἀπέδοτο Κύριος τὸν Ἰὼβ, φυλαττομένης τῆς ψυχῆς. Ἐξελθὼν δὲ ὁ διάβολος ἔπαισε τὸν Ἰὼβ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ καθίσας Ἰὼβ ἐπὶ τῆς κοπρίας ἔξεε τὸν ἰχῶρα. Ἐντέλλεται τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ εἰπεῖν εἰς Κύριον, καὶ τελευτῆσαι· καὶ ἐπιτιμᾷ αὐτῇ. Ἤκουσαν οἱ τρεῖς φίλοι τοῦ Ἰὼβ, Ἐλιφὰζ ὁ Θαιμανιτῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ ὁ Μηναίων βασιλεὺς πάντα τὰ ἐπελθόντα αὐτῷ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ἕκαστος ἐκ τῆς ἰδίας χώρας, τοῦ ἐπισκέψασθαι αὐτὸν, καὶ ἐπιγνόντες αὐτὸν, διέῤῥηξεν ἕκαστος τὴν στολὴν αὐτοῦ ἐπὶ τῷ πάθει. Μετὰ δὲ τὴν πληγὴν πρῶτον ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν ᾗ ἐγεννήθη. Περὶ τοῦ, Ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον, οὕτω δέδοται τοῖς ἐν πικρίᾳ φῶς, οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσι. Θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ὑπολαβὼν πρῶτος Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει πρὸς Ἰώβ· Μνήσθητι τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο. Ὅτι γαυρίαμα δρακόντων ἐσβέσθη· μυρμηκολέων δὲ ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι λεόντων ἔλιπον ἀλλήλους. Ὡς οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον Κυρίου, καὶ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ. Οἱ ἄφρονες, φησὶ, κἂν ῥίζας βάλωσιν, εὐθέως βρωθήσεται ἡ δίαιτα αὐτῶν, διότι ἃ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται. Ἄνθρωπος, φησὶ, γεννᾶται κόπῳ, καὶ νεοσσοὶ γυπῶν ὑψηλὰ πέτονται. Καταλαμβάνει δὲ Κύριος τοὺς σοφοὺς ἐν φρονήσει αὐτῶν, καὶ τὰς βουλὰς τῶν πολυπλόκων ἐξιστᾷ. Τὸν ἀθῷον ἐξ ἀναγκῶν ἐξελεῖται Κύριος, καὶ ἐν τῷ ἑβδόμῳ οὐ μὴ ἅψεται αὐτοῦ κακόν. Σὺ δὲ γνῶθι σεαυτὸν, εἴ τι ἔπραξας. Πρώτη πρὸς Ἐλιφὰζ τοῦ Ἰὼβ ἀντίλεξις· περὶ τοῦ, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρύτερα ἔσται. Περὶ τοῦ, Μὴ γὰρ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σιτία ζητῶν; Εἰ δὲ καὶ ῥήξει φωνὴν (βοῦς) ἐπὶ φάτνης ἔχων τὰ βρώματα; Μὴ ἰσχὺς λίθων καὶ ἰσχύς μου; αἱ σάρκες μού εἰσι χάλκεαι; Ὅτι, Ὥσπερ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς
γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; Ὅτι, Ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διατί ἔθου με κατεντευκτήν; Μετὰ δὲ Ἐλιφὰζ δεύτερος ὑπολαβὼν Βαλδὰδ ὁ Σαυχεώτης λέγει πρὸς Ἰώβ· Μέχρι τίνος λαλήσεις; Πνεῦμα πολυῤῥῆμον ἐν τῷ στόματί σου. Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας οὐ παρέξει τὸ δίκαιον; Περὶ τοῦ, Ὥσπερ οὐ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψοῦται βούτομος ἄνευ πότου· ἔτι γὰρ ὢν ἐπὶ ῥίζαν, οὐ μὴ θερισθῇ. Πρὸ τοῦ γὰρ πεσεῖν πᾶσαν βοτάνην ξηρανθήσεται· οὕτως ἔσται τὰ ἔσχατα πάντα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Πρώτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· ὅτι, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος [βροτὸς] παρὰ Κυρίῳ; Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον. Τίς κρίματος Θεοῦ ἀντιστήσεται; Ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· κἄν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. Περὶ τοῦ· Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως. Εἰ καὶ ἐστὶ ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, καὶ τὰ ἑξῆς. Ὥσπερ ἐγινόμην οὐκ ὤν. ∆ιατί ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ὅτι [σιξ]. Μετὰ Ἐλιφὰζ Βαλδὰδ, μετὰ Βαλδὰδ Σωφὰρ ὁ Μηναῖος κατὰ τὴν οἰκείαν τάξιν, ὥσθ' ἕκαστον αὐτῶν περιμένειν τὰ κρείττονα λέγειν πρὸς τὸν Ἰώβ. Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται. Περὶ τοῦ· ὅτι Ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν. Ἡ γὰρ εὐχή σου ὡς ἑωσφόρος. Πρώτη τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· ὅτι, Ὑμεῖς μόνοι ἐστὲ ἄνθρωποι, ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; Κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἔσται. Περὶ τοῦ, Τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Ἐὰν, φησὶ, τὸ ὕδωρ κωλύσῃ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. Περὶ τοῦ, Τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; Ἀλλ' οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ, ∆ένδρῳ ἐστὶν ἐλπίς· ἐὰν μὲν ἐκκοπῇ, καὶ πάλιν ἀνθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. Ἀνὴρ δὲ τελευτήσας ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔνι. ∆ευτέρα ἀρχὴ πάλιν. Ἐλιφὰζ πρὸς Ἰώβ· ὅτι, Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα; Ἐλέγξαι σε γὰρ τὸ στόμα σου, καὶ μὴ ἐγώ. Περὶ τοῦ, Τίς γὰρ ὢν βροτὸς, ἔσται ἄμεμπτος; ἢ ἔσται δίκαιος γεννητὸς γυναικός; ∆ευτέρα ἀντίλεξις Ἰὼβ πρὸς Ἐλιφάζ. Ἀκήκοαγὰρ τοιαῦτα πολλά. Παρακλήτορες γὰρ κακῶν πάντες. Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου· ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον Κυρίου. Περὶ τοῦ, Τὴν νύκτα εἰς ἡμέραν τέθεικε. Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος. Θάνατον γὰρ ἐπεκάλεσα πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφήν μου σαπρίαν.
∆εύτερος δὲ πάλιν ὑπολαβὼν Βαλδὰδ, λέγει πρὸς Ἰώβ· Μέχρι τίνος οὐ παύσῃ; Τί γὰρ, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν; ∆ευτέρα Ἰὼβ πρὸς Βαλδάδ· Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς; καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι; Περὶ τοῦ, Τὴν δόξαν μου ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. Περὶ τοῦ, ὅτι Ἀπ' ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασι. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· καὶ ἱκέτευον τὴν γυναῖκά μου, καὶ οὐ προσέσχε· προσεκαλούμην δὲ υἱοὺς παλλακίδων μου, εἰς τὸν αἰῶνα δὲ ἀπεποιήσαντό με. Ἐλεήσατέ με, ἐλεήσατε, ὦ φίλοι. ∆ιατί με διώκετε, ὥσπερ ὁ Κύριος; Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου; Παρὰ Κυρίου ταῦτά μοι συνετελέσθη. Ὁ γὰρ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος. Ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ. Εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος. ∆εύτερον πάλιν ὑπολαβὼν Σωφὰρ λέγει πρὸς Ἰώβ· Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. Περὶ τοῦ, Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ὅτε δὲ δοκεῖ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Περὶ τοῦ, Ὀστᾶ αὐτοῦ ἀνεπλήσθησαν νεότητος αὐτοῦ. Καὶ ὅτι, Ἂν γλυκανθῇ ἐν τῷ στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. Ὥσπερ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτῆς, οὕτω πλοῦτος ἐξ ἀδίκων συναγόμενος ἐξεμεθήσεται. Ὅτι, Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, συνάγων πλοῦτον ἐξ οὗ οὐ γεύσεται. Ὅτι, Πολλῶν ἀδυνάτων οἴκους ἔθλασε. Τρῶσαι αὐτὸν, φησὶ, τόξον χάλκειον, καὶ διεξέλθοι διὰ στόματος αὐτοῦ βέλος. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσουσιν. Αὕτη γὰρ ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. ∆ευτέρα τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· Ἀκούσατε, ἀκούσατέ μου τῶν λόγων, ἵνα ᾖ μὴ παρ' ὑμῶν παράκλησις. Τί γάρ; μὴ ἀνθρώπῳ μου ἡ ἔλεγξις; ∆ιὰ τί γὰρ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ καὶ εὐθηνίᾳ; ∆ιεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα. Ὅπου Λέγει ὁ ἀσεβὴς τῷ Κυρίῳ· Ἀπόστηθι ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τί ἱκανὸς ὅτι δουλεύσομαι αὐτῷ; Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Αὐτὸς δὲ πόνους διακρίνει. Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἔγκεισθέ μοι. Καὶ περὶ τοῦ, Ποῦ ἐστιν οἶκος ἀρχόντων; Εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός· καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται. Τρίτος πάλιν ὑπολαβὼν Ἐλιφὰζ λέγει· Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; Ἐνταῦθα λέγει Ἐλιφὰζ πρὸς Ἰὼβ, ὅτι Χήρας ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Καὶ εἶπας, Τί ἔγνω ὁ ἰσχυρός; Οἱ λέγοντες, Τί ποιήσει ἡμῖν Κύριος; καὶ τί ἐπάξεται ἡμῖν ὁ πάντων κρατῶν; Περὶ τοῦ, Καθαρὸν ἀποδώσει σε Κύριος ὥσπερ ἄργυρον πεπυρωμένον. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν ἱλαρῶς. Εὐξαμένου δέ σου πρὸς αὐτὸν, εἰσακούσεταί σου, καὶ διασωθήσῃ ἐν καθαραῖς χερσί σου. Τρίτη τοῦ Ἰὼβ ἀντίλεξις πρὸς Ἐλιφάζ. Καὶ δὴ οἶδα, ὅτι χειρός μου ἡ ἐλεημοσύνη μού ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονε ἐπ' ἐμῷ στεναγμῷ. Εἰ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι σκότος. Ἀσεβεῖς ὅρον ὑπερέβησαν, καὶ γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων. Ἀναφανείη τὰ φυτὰ αὐτῶν ἀπὸ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. Τρίτος ὑπολαβὼν Βαλδὰδ λέγει· Ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. Μὴ γάρ τις ὑπολάβοι, ὅτι ἐστὶ παρέλκυσις σπείραντι (λ. πειραταῖς). Πῶς δὲ δίκαιος βροτὸς ἔναντι Κυρίου; Ἐὰν δὲ ἄνθρωπος σαπρία, καὶ εἰ υἱὸς ἀνθρώπου σκώληξ; Τρίτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· Τίνι μέλλεις βοηθεῖν; ἢ τίνι ἐπακολουθήσεις; Οὐχ ᾧ μεγίστη δύναμις; Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐτοῦ. Ὁ κρεμάζων γῆν ἐπ' οὐδενὸς, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. Μηκέτι προσθέντος καὶ τοῦ Σωφὰρ τρίτως, ἀλλ' ὑποσιωπησάντων καὶ τῶν μειζόνων δύο, ὡς οὐκέτι λόγον ἐχόντων ἐν στόματι, διὰ τὸ θέσθαι δίκαιον τὸν Ἰὼβ, ἐπισυνάπτει τὸ περὶ αὐτοῦ προοίμιον δεύτερον Ἰώβ· κἀκεῖνοι σιωπήσαντες ἀκούουσιν ὠφελούμενοι. Ζῇ, φησὶ, Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παντοκράτωρ μου, ὁ πικράνας μου τὴν ψυχήν· ᾖ μὴν ἔτι τῆς πνοῆς ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσειν μου τὰ χείλη ἀνομίαν. Ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ Κυρίου. Ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβουλεύετε. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου. Ὅτι ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. Ἐὰν συνάγῃ ὁ ἀσεβὴς ἴσα γῇ ἀργύριον· τόπος ὅθεν γίνεται; τόπος δὲ χρυσίου ὅθεν διηθεῖται; Σίδηρος μὲν ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. Πᾶν τίμιον, φησὶν, εἶδέ μου ὁ ὀφθαλμός. Ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; Ἄβυσσος εἶπε, Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπε, Οὐκ ἔστι μετ' ἐμοῦ. Ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, καὶ χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. Ὁ Κύριος εὖ συνέστησε αὐτῆς τὴν ὁδόν· αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἀνέμων σταθμὸν, ὑδάτων μέτρα. Εἶπεν ἀνθρώπῳ· Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Ἀποσιωπησάντων δὲ τῶν τριῶν, προσθεὶς Ἰὼβ ἐν τῷ προοιμίῳ λέγει· Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν,
ὧν με ὁ Θεὸς ἐφύλαξεν; Ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. ∆ιέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνατῶν. Εὐλογία ἀπολλυμένων ἐπ' ἐμὲ ἐπέλθοι. Ὀφθαλμὸς, φησὶν, ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν, πατὴρ δὲ ἀδυνάτων. Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. Κατεσκήνουν ὡς βασιλεὺς ἐν μονοζώνοις. Ἀφρόνων υἱοὶ, καὶ ἄτιμοι ὄνομα· νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. Ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. Χειρὶ δὲ κραταιᾷ με ἐμαστίγωσας. Ἀδελφὸς, φησὶ, γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰ ἐξηκολούθησε ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ. Θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τοῦ μιᾶναι αὐτοῖς γυναῖκα. Εἰ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου οὐκ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου. Εἰ γὰρ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπε ἡ καρδία μου, Εὖγε, ἀκοῦσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου Εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν ἀπὸ χρεωφειλέτου, εἰ ἐπ' ἐμοὶ ἡ γῆ ἐστέναξε, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη. Τὰ περὶ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου· ὡς ὠργίσθη τῷ Ἰὼβ, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου. Ὑπολαβὼν Ἐλιοὺζ ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε· Νεώτερός εἰμι τῷ χρόνῳ· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμὴν ἐπιστήμην. Ἐξαναστὰς Ἐλιοὺζ ἐν ἀναιδείᾳ καταλέγει τοῦ Ἰὼβ, τῶν τριῶν ἀποσιωπησάντων· Πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥήματος. Εἶπε δὲ Ἐλιοὺζ πρὸς Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν. Ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας. Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. Ἤλεγξε δὲ αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. Ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα, ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ. Τότε, φησὶν, ἀπομέμψεται αὐτὸς ἑαυτῷ λέγων· Οἷα συνετέλουν; Οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. Ἔτι ἐλάλησεν Ἐλιοὺζ πρὸς Ἰώβ· Ἐνωτίζου, [Ιὼβ], καὶ ἄκουέ μου· κώφευσον καὶ λαλήσω. Εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· θέλω γὰρ δικαιολογηθῆναί σοι. Ἔτι προσθεὶς Ἐλιοὺζ τρίτον λέγει· Ἀκούσατέ μου, σοφοὶ, οἱ ἐπιστάμενοι ἐνωτίσασθαι καλόν· ὅτι οὖς λόγους δοκιμάζει. Ἔτι εἶπεν Ἐλιούζ· Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ; οὐχ ἁμαρτὼν, οὐδὲ ἀσεβήσας; [Μή μοι εἴη] καὶ ἔναντι Παντοκράτορος ταράξαι τὸ δίκαιον. Ἀλλ' ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν. Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς παρανομῶν. Καὶ, Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐναντίον μου. Ὅτι Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἀνὴρ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα· Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε. Τέταρτον προσθεὶς Ἐλιοὺζ λέγει πρὸς Ἰώβ· Τί τοῦτο ἡγήσω ἐν κρίσει; Σὺ τίς εἶ, ὅτι εἶπας, ∆ίκαιός εἰμι ἐναντίον Κυρίου; Τὸ πέμπτον προσθεὶς Ἐλιοὺζ τῷ λόγῳ, καὶ οὔτε Ἰὼβ, οὔτε οἱ τρεῖς φίλοι προσποιοῦνται αὐτὸν ὡς ἄθεον. ∆ῆλον οὖν ἐκ τότε, ὅτι μετενόησαν οἱ τρεῖς. Καὶ λέγει πρὸς Ἰώβ· Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέγειν. Εἶπεν Ἐλιούζ· Ἐνωτίζου ταῦτα, Ἰώβ. Στῆθι, νουθετοῦ δύναμιν Κυρίου. Μὴ βίβλος ἢ γραμματεύσας σοι παρέστηκε; ἢ ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγίζοντα; Ἐμφανισθεὶς ὁ Θεὸς δικαιοῖ τὸν Ἰὼβ, καὶ διδάσκων τὸ μυστήριον τοῦ Χριστοῦ, εἶπε πρὸς Ἰώβ· Τίς οὗτος ὁ κρύπτων μου βουλὴν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ; ∆ιάλογος Κυρίου, ὅτι Ἔφραξα θάλασσαν πύλαις. Εἶπα δὲ αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ διατριβήσονταί σου τὰ κύματα. Λόγος Κυρίου, ὅτι Σὺ λαβὼν πηλὸν, ἔπλασας ζῶον; Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ἔτι, Ἦλθες ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; Πόθεν δὲ ἐκπορεύεται πάχνη; τίς δὲ ἡτοίμασε ὑετῷ
λάβρῳ ῥύσιν; Ἔτι, Τίς ἐστιν ὑετοῦ πατήρ; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύσεται κρύσταλλος; Πάχνην δὲ ἐν οὐρανῷ καὶ βώλους δρόσου τίς τέτοκε; Καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταί σου; Ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται; Τίς δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν; Ἔτι, Τίς ἡτοίμασε κόρακι βοράν; Νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Ὅτι, Πτέρυξ πετομένη ἐλάσει, ἐὰν συλλάβῃ ἀσίδα καὶ νῆσσα. Ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς. Ὅτε κατεσιώπησε αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ καταγελάσεται ἵππου. Καὶ, Ἐκ τῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται. Ἔτι ἐλάλησε Κύριος τῷ Ἰώβ· Μὴ κρίσιν μετὰ ἱκανοῦ κρίνῃς; ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτῇ; Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων. Ἐλάλησε Κύριος πρὸς Ἰὼβ ἐκ τοῦ νέφους δεύτερον ἐμφανισθεὶς αὐτῷ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Λόγος Κυρίου· Ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου [σῶσαι]. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίουσιν. Ἡ δὲ δύναμις αὐτῷ ἐπὶ ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν ὡς κυπάρισσον. Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι· ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται. Ἄξεις δὲ, φησὶ, λέοντα ἐν ἀγκίστρῳ· περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ Ἡγεῖται μὲν σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον. Ἕως ὧδε, καὶ ἐπαύσατο λέγειν Ἰώβ· Οἶδα πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἤλεγξε Κύριος Ἐλιφὰζ τὸν Θαιμανίτην, ὅτι ἥμαρτε αὐτὸς καὶ οἱ δύο φίλοι αὐτοῦ, ὅτι οὐκ ἐλάλησεν ἐνώπιον Κυρίου ἀληθὲς, οὐδὲ ὥσπερ θεράπων αὐτοῦ Ἰώβ. Ἐνταῦθα ἱλασμὸς τῶν τριῶν φίλων διὰ Ἰὼβ τοῦ ἱερέως τοῦ Θεοῦ. Ὡς ηὔξησε Κύριος τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς Κύριος ἁμαρτίαν. Ὡς ἤκουσαν πάντες ἐκ τοῦ γένους Ἰὼβ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔφαγον καὶ ἔπιον παρ' αὐτῷ, καὶ θαυμάσαντες αὐτὸν ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦν. Ὡς γέγραπται αὐτὸν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Ἐν οἷς καὶ ἡ δύναμις ἅπασα τοῦ βιβλίου Ἰώβ.
0 σχόλια :
Δημοσίευση σχολίου