ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας,

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας,




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

αʹ. Τίνος ἕνεκεν  εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν  ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ποίαν πατρίδα αὐτοῦκαλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ  ὑψωθεῖσα,  ἕως  ᾅδου  καταβιβασθήσῃ· ὅτι  εἰ  ἐν  Σοδόμοις  ἐγένοντο  αἱδυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων   καθυφίησιν,   ὥστε  μὴ  εἰς   πλείονα   αὐτοὺς   φθόνον   ἐκκαῦσαι,  μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης·  διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον  θαῦμα ἔχουσαν.


 Οἱ γὰρ πάντα  ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, οὗτοι δὲ τοὐναντίον ἐξευτελίζουσιν αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· καίτοιγε πολλὰ τούτων παραδείγματα ἔχοντες τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους  ἑωρακότες παῖδας. Καὶ γὰρ ὁ ∆αυῒδ εὐτελοῦς τινος ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ ὁ Ἀμὼς αἰπόλου παῖς καὶ αὐτὸς αἰπόλος· καὶ ὁ Μωϋσῆς δὲ ὁ νομοθέτης σφόδρα αὐτοῦ ἀποδέοντα ἔσχε πατέρα. ∆έον οὖν  διὰ τοῦτο  μάλιστα προσκυνεῖν  καὶ ἐκπλήττεσθαι,  ὅτι  τοιούτων  ὢν  τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ, ὅτι οὐκ ἐξ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· οἱ  δὲ  ἀφ'  ὧν   ἔδει  θαυμάζειν,  ἀπὸ  τούτων   καταφρονοῦσι.  Συνεχῶς  δὲ  ταῖς συναγωγαῖς  ἐπιχωριάζει,  ἵνα  μὴ  διαπαντὸς  ἐπὶ  τῆς  ἐρήμου  διατρίβοντος  αὐτοῦ μᾶλλον  κατηγορήσωσιν,  ὡς  ἀποσχίζοντος  καὶ  τῇ  πολιτείᾳ  μαχομένου. Ἐκπληττόμενοι τοίνυν καὶ ἐν ἀπορίᾳ ὄντες ἔλεγον· Πόθεν αὕτη ἡ σοφία τούτῳ, καὶ αἱ δυνάμεις; ἤτοι τὰ σημεῖα δυνάμεις καλοῦντες, ἢ καὶ αὐτὴν τὴν σοφίαν. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐκοῦν μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ ἔκπληξις. Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;καὶ αἱ ἀδελφαὶ  αὐτοῦ οὐχὶ πᾶσαι παρ' ἡμῖν εἰσι; Πόθεν τούτῳ ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῇ Ναζαρὲτ διελέγετο; Οὐχὶ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνά εἰσι; Καὶ τί τοῦτο; Ἐντεῦθεν γὰρ ὑμᾶς μάλιστα εἰς πίστιν ἐνάγεσθαι ἔδει. Ἀλλὰ γὰρ πονηρὸν ὁ φθόνος, καὶ ἑαυτῷ περιπίπτει πολλάκις. Ἃ γὰρ ἦν παράδοξα καὶ θαυμαστὰ, καὶ ἱκανὰ αὐτοὺς ἐφελκύσασθαι, ταῦτα ἐκείνους ἐσκανδάλιζε. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Οὐκ ἔστι προφήτης, φησὶν, ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησε, φησὶ, δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ δὲ Λουκᾶς φησι· Καὶ οὐκ ἐποίησεν ἐκεῖ σημεῖα πολλά. Καίτοι ποιῆσαι εἰκὸς ἦν. Εἰ γὰρ τὸ θαυμάζεσθαι αὐτῷ προεχώρει (καὶ γὰρ καὶ τότε ἐθαυμάζετο), τίνος ἕνεκεν οὐκ ἐποίησεν; Ὅτι οὐ πρὸς ἐπίδειξιν ἔβλεπε τὴν ἑαυτοῦ, ἀλλὰ  πρὸς τὸ  ἐκείνοις  συμφέρον. Τούτου τοίνυν  μὴ προχωροῦντος,  παρεῖδε  τὸ ἑαυτοῦ, ὥστε μὴ τὴν κόλασιν αὐτοῖς αὐξῆσαι. Καίτοι ὅρα μετὰ πόσον πρὸς αὐτοὺς ἦλθε χρόνον, καὶ πόσην σημείων ἐπίδειξιν· ἀλλ' οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλὰ πάλιν  ἐξεκαίοντο τῷ φθόνῳ.  Τίνος οὖν ἕνεκεν καὶ ὀλίγα ἐποίησε σημεῖα; Ἵνα μὴ λέγωσιν· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἵνα μὴ λέγωσι, Πολέμιος ἡμῖν ἐστι καὶ ἐχθρὸς, καὶ  τοὺς  οἰκείους  ὑπερορᾷ· ἵνα  μὴ  λέγωσιν,  ὅτι  Εἰ ἐγεγόνει  σημεῖα, καὶ  ἡμεῖς ἐπιστεύσαμεν ἄν. ∆ιὰ τοῦτο καὶ ἐποίησε, καὶ ἐπέσχε· τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ  δὲ, ἵνα  μὴ  ἐκείνους  μειζόνως  κατακρίνῃ.  Ἐννόησον  δὲ  τῶν  λεγομένων  τὴν δύναμιν, ὅπου γε καὶ ὑπὸ φθόνου κατεχόμενοι ὁμοίως ἐθαύμαζον. Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔργων οὐ τὸ γινόμενον μέμφονται, ἀλλ' αἰτίας πλάττουσιν οὐκ οὔσας, λέγοντες· Ἐν  Βεελζεβοὺλ ἐκβάλλει  τὰ  δαιμόνια·  οὕτω  καὶ  ἐνταῦθα,  οὐ  τὴν  διδασκαλίαν αἰτιῶνται,  ἀλλ' ἐπὶ τὴν εὐτέλειαν  καταφεύγουσι τοῦ γένους. Σὺ δέ μοι σκόπει τὴν ἐπιείκειαν τοῦ ∆ιδασκάλου, πῶς αὐτοὺς οὐχ ὑβρίζει, ἀλλὰ μετὰ πολλῆς τῆς ἡμερότητός φησιν· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, Καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ἐμοὶ δοκεῖ καὶ τοὺς ἀδελφοὺς αἰνιττόμενος  τοὺς ἑαυτοῦ τοῦτο προστεθεικέναι. βʹ. Ἐν δὲ τῷ Λουκᾷ καὶ παραδείγματα τούτου τίθησι λέγων, ὅτι οὐδὲ Ἠλίας ἦλθε πρὸς τοὺς οἰκείους, ἀλλὰ πρὸς τὴν  ἀλλόφυλον  χήραν· οὐδὲ παρ'  Ἐλισσαίου ἄλλος  τις ἐθεραπεύθη λεπρὸς, ἀλλ' ἢ ὁ ἀλλόφυλος Νεεμάν· Ἰσραηλῖται δὲ οὔτε εὖ ἔπαθον, οὔτε εὖ ἐποίησαν, ἀλλ' οἱ ξένοι. Ταῦτα δὲ λέγει, πανταχοῦ δεικνὺς τὴν πονηρὰν αὐτῶν συνήθειαν, καὶ ὅτι οὐδὲν ἐπ' αὐτοῦ γίνεται καινόν. Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. Ὁ γὰρ βασιλεὺς Ἡρώδηςὁ τούτου πατὴρ τετελευτηκὼς  ἦν, ὁ τὰ παιδία ἀνελών.  Οὐχ ἁπλῶς δὲ τὸν καιρὸν ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα μάθῃς τὸν τῦφον τοῦ τυράννου καὶ τὴν ὀλιγωρίαν. Οὐδὲ γὰρ ἐν προοιμίοις ἔμαθε τὰ κατ' αὐτὸν, ἀλλὰ μετὰ χρόνον ἄπειρον. Τοιοῦτοι γὰρ οἱ ἐν δυναστείαις καὶ πολὺν τὸν ὄγκον περιβεβλημένοι· ὀψὲ ταῦτα μανθάνουσι, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον. Σὺ δέ μοι σκόπει ἡλίκον ἡ ἀρετή· ὅτι καὶ τετελευτηκότα αὐτὸν δέδοικε, καὶ ὑπὸ τοῦ φόβου καὶ περὶ ἀναστάσεως φιλοσοφεῖ. Εἶπε γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα· οὗτος ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ διὰ τοῦτο αἱ δυνάμεις  ἐνεργοῦσιν  ἐν  αὐτῷ.  Εἶδες τὸν  φόβον  ἐπιτεταμένον;  Οὐδὲ γὰρ τότε ἐξειπεῖν ἐτόλμησεν ἔξω, ἀλλὰ καὶ τότε τοῖς οἰκέταις λέγει τοῖς ἑαυτοῦ. Ἀλλ' ὅμως καὶ αὕτη ἡ δόξα στρατιωτικὴ καὶ παράλογος. Καὶ γὰρ καὶ πολλοὶ ἀνέστησαν ἀπὸ νεκρῶν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο. ∆οκεῖ δέ μοι καὶ φιλοτιμίας εἶναι καὶ φόβου τὰ ῥήματα. Τοιοῦτον γὰρ αἱ ἄλογοι ψυχαί· ἐναντίων  μίξιν δέχονται παθῶν πολλάκις. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι οἱ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἠλίας, ἢ Ἱερεμίας, ἢ τῶν προφητῶν εἷς τῶν ἀρχαίων· οὗτος δὲ, ὡς δή τι τῶν ἄλλων σοφώτερον λέγων, τοῦτο εἴρηκεν. Εἰκὸς δὲ αὐτὸν πρότερον μὲν πρὸς τοὺς λέγοντας  αὐτὸν εἶναι τὸν Ἰωάννην  (πολλοὶ  γὰρ καὶ  τοῦτο  ἔλεγον)  ἀρνεῖσθαι, καὶ  λέγειν,  ὅτι  Ἐγὼ αὐτὸν ἀπέκτεινα,  φιλοτιμούμενον  καὶ ἐναβρυνόμενον.  Τοῦτο γὰρ καὶ ὁ Μάρκος καὶ ὁ Λουκᾶς φησιν, ὅτι ἔλεγεν, ὅτι Ἐγὼ Ἰωάννην  ἀπεκεφάλισα. Τῆς δὲ φήμης ἀρθείσης, λοιπὸν καὶ αὐτὸς τὰ αὐτὰ λέγει τοῖς πολλοῖς. Εἶτα καὶ τὴν ἱστορίαν ἡμῖν ὁ εὐαγγελιστὴς διηγεῖται. Καὶ τί δήποτε οὐ προηγουμένως αὐτὴν εἰσήγαγεν; Ὅτι καὶ ἡ πᾶσα πραγματεία αὐτοῖς, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν· καὶ οὐδὲν ἐποιοῦντο τούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν. Οὐκοῦν οὐδ' ἂν νῦν ἐμνημόνευσαν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστὸν, καὶ διὰ τὸ λέγειν Ἡρώδην, ὅτι ἀνέστη ἐκεῖνος. Ὁ δὲ Μάρκος φησὶν, ὅτι σφόδρα ἐτίμα τὸν ἄνδρα ὁ Ἡρώδης, καὶ ταῦτα ἐλεγχόμενος. Τοσοῦτόν ἐστιν ἡ ἀρετή. Εἶτα διηγούμενος οὕτω φησίν· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην,ἔδησεν αὐτὸν, καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν  εἶχον.  Καὶ τίνος  ἕνεκεν  οὐδὲν  ἐκείνῃ  διαλέγεται,  ἀλλὰ  τῷ  ἀνδρί;  Ὅτι κυριώτερος οὗτος ἦν. Ὅρα δὲ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον, ἢ κατηγορίαν εἰσάγων. Γενεσίων δὲ ἀγομένων  τοῦ Ἡρώδου, φησὶν, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὢ συμπόσιον διαβολικόν! ὢ θέατρον  σατανικόν! ὢ παράνομος  ὄρχησις, καὶ μισθὸς ὀρχήσεως παρανομώτερος! Φόνος γὰρ ὁ πάντων φόνων ἐναγέστερος ἐτολμᾶτο, καὶ ὁ στεφανοῦσθαι  καὶ ἀνακηρύττεσθαι  ἄξιος ἐν  τῷ  μέσῳ κατεσφάττετο·  καὶ τὸ τῶν δαιμόνων  τρόπαιον  ἐπὶ  τῆς  τραπέζης  ἵστατο.  Καὶ ὁ  τρόπος  δὲ  τῆς  νίκης  τῶν γενομένων ἄξιος. Ὠρχήσατο γὰρ, φησὶν, ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ  Ἡρώδῃ. Ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι  ὃ ἂν  αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ  τῆς  μητρὸς,  ∆ός  μοι,  φησὶν,  ὧδε  ἐπὶ  πίνακι  τὴν  κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. ∆ιπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε, καὶ οὕτως ἤρεσεν ὡς καὶ φόνον  λαβεῖν τὸν μισθόν. Εἶδες πῶς ὠμός; πῶς ἀναίσθητος; πῶς  ἀνόητος;  Ἑαυτὸν  μὲν  γὰρ  ὅρκῳ  ὑπεύθυνον  ποιεῖ·  ἐκείνην  δὲ  κυρίαν  τῆς αἰτήσεως καθίστησιν. Ἐπειδὴ δὲ εἶδε τὸ κακὸν ὅτι ἐξέβη, ἐλυπήθη, φησί· καίτοιγε ἐξ ἀρχῆς ἔδησεν αὐτόν. Τίνος οὖν ἕνεκεν λυπεῖται; Τοιοῦτον ἡ ἀρετή; καὶ παρὰ τοῖς κακοῖς θαύματος καὶ ἐπαίνων ἀξία. Ἀλλ' ὢ τῆς μαινομένης! δέον καὶ αὐτὴν θαυμάζειν, δέον προσκυνεῖν, ὅτι ἤμυνεν ὑβριζομένῃ, ἡ δὲ καὶ συγκατασκευάζει τὸ δρᾶμα, καὶ παγίδα τίθησι, καὶ αἰτεῖ χάριν σατανικήν. Ὁ δὲ ἔδεισε διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Καὶ πῶς τὸ χαλεπώτερον  οὐκ ἔδεισας; Εἰ γὰρ τὸ μάρτυρας ἔχειν ἐπιορκίας ἐδεδοίκεις, πολλῷ μᾶλλον φοβηθῆναι ἐχρῆν σφαγῆς οὕτω παρανόμου  μάρτυρας  ἔχειν  τοσούτους. γʹ. Ἐπειδὴ δὲ  πολλοὺς  ἡγοῦμαι  καὶ  τοῦ ἐγκλήματος,  ὅθεν  ὁ φόνος  ἐτέχθη,  τὴν  ὑπόθεσιν  ἀγνοεῖν,  ἀναγκαῖον  καὶ  τοῦτο ἐξειπεῖν, ἵνα μάθητε τοῦ νομοθέτου τὴν σύνεσιν. Τίς οὖν ἦν ὁ παλαιὸς νόμος, ὃν κατεπάτησε μὲν ὁ Ἡρώδης, ἐξεδίκησε δὲ ὁ Ἰωάννης; Τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα  τῷ  ἀδελφῷ  δίδοσθαι  ἔδει.  Ἐπειδὴ  γὰρ  ἀπαραμύθητον  κακὸν  ὁ θάνατος  ἦν,  καὶ  πάντα  ὑπὲρ ζωῆς  ἐπραγματεύετο,  νομοθετεῖ  γαμεῖν  τὸν  ζῶντα ἀδελφὸν, καὶ ἐπ' ὀνόματι τοῦ τετελευτηκότος  τὸ τικτόμενον  καλεῖν παιδίον, ὥστε μὴ διαπεσεῖν τὴν οἰκίαν τὴν ἐκείνου. Εἰ γὰρ μηδὲ παῖδας ἔμελλε καταλιμπάνειν  ὁ τετελευτηκὼς, ὅπερ μεγίστη τοῦ θανάτου ἐστὶ παραμυθία, ἀνήκεστον ἔμελλεν εἶναι τὸ πένθος.  ∆ιὰ δὴ τοῦτο  ἐπενόησε τὴν  παραψυχὴν  ταύτην  ὁ νομοθέτης  τοῖς  ἐκ φύσεως παίδων  ἀπεστερημένοις, καὶ τὸ τικτόμενον  ἐκέλευσεν ἐκείνῳ  λογίζεσθαι. Ὄντος δὲ παιδὸς, οὐκέτι ἐφεῖτο οὗτος ὁ γάμος. Καὶ τίνος ἕνεκεν; φησίν· εἰ γὰρ ἑτέρῳ ἐξῆν,  πολλῷ   μᾶλλον   τῷ   ἀδελφῷ.   Οὐδαμῶς.  Βούλεται  γὰρ  ἐκτείνεσθαι   τὴν συγγένειαν, καὶ πολλὰς εἶναι τὰς ἀφορμὰς τῆς πρὸς ἀλλήλους οἰκειώσεως. ∆ιατί οὖν καὶ ἄπαιδος  τελευτήσαντος,  οὐκ ἄλλος  ἐγάμει; Ὅτι οὐκ ἂν οὕτως  ἐνομίσθη τοῦ ἀπελθόντος εἶναι τὸ παιδίον· νυνὶ δὲ τοῦ ἀδελφοῦ σπείροντος, πιθανὸν τὸ σόφισμα ἐγίνετο.   Ἄλλως    τε   οὐδὲ   ἀνάγκην    εἶχεν    ἕτερος   τὴν   οἰκίαν   στῆσαι   τοῦ τετελευτηκότος·  οὗτος δὲ τὸ ἀπὸ τῆς συγγενείας  ἐκέκτητο δικαίωμα.  Ἐπεὶ οὖν ὁ Ἡρώδης παιδίον  ἔχουσαν τὴν  γυναῖκα  τοῦ ἀδελφοῦ  ἔγημε, διὰ τοῦτο ἐγκαλεῖ  ὁ Ἰωάννης, καὶ ἐγκαλεῖ συμμέτρως, μετὰ τῆς παῤῥησίας καὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμενος. Σὺ δέ μοι σκόπει, ὅπως τὸ θέατρον ὅλον σατανικόν. Πρῶτον μὲν γὰρ ἀπὸ μέθης καὶ τρυφῆς συνειστήκει, ὅθεν οὐδὲν ἂν γένοιτο  ὑγιές. ∆εύτερον, τοὺς θεατὰς διεφθαρμένους εἶχε, καὶ τὸν ἑστιάτορα ἁπάντων παρανομώτερον. Τρίτον, ἡ τέρψις  ἡ  παράλογος.  Τέταρτον, ἡ  κόρη, δι'  ἣν  παράνομος  ἦν  ὁ  γάμος,  ἣν  καὶ κρύπτεσθαι ἔδει, ὡς ὑβριζομένης αὐτῇ τῆς μητρὸς, ἐπεισέρχεται ἐμπομπεύουσα, καὶ πόρνας ἁπάσας ἀποκρύπτουσα ἡ παρθένος. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν εἰς κατηγορίαν συντελεῖ  τῆς παρανομίας  ταύτης. Ὅτε γὰρ αὐτὸν  εὐχαριστεῖν  ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγε, τότε τὰ παράνομα ἐκεῖνα τολμᾷ· ὅτε λῦσαι  ἐχρῆν  δεδεμένον,  τότε  σφαγὴν  τοῖς  δεσμοῖς προστίθησιν. Ἀκούσατε, τῶν παρθένων,  μᾶλλον δὲ καὶ τῶν γεγαμημένων,  ὅσαι ἐν τοῖς ἑτέρων γάμοις τοιαῦτα ἀσχημονεῖν καταδέχεσθε, ἁλλόμεναι καὶ πηδῶσαι, καὶ τὴν κοινὴν καταισχύνουσαι φύσιν.  Ἀκούσατε καὶ,  ἄνδρες,  ὅσοι  τὰ  πολυτελῆ  συμπόσια καὶ  μέθης  γέμοντα διώκετε· καὶ δείσατε τοῦ διαβόλου τὸ βάραθρον. Καὶ γὰρ οὕτω κατὰ κράτος εἷλε τὸν ἄθλιον  ἐκεῖνον  τότε, ὡς ὀμόσαι καὶ τὰ ἡμίση δοῦναι τῆς βασιλείας. Τοῦτο γὰρ ὁ Μάρκος φησὶν, ὅτι Ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Τοσούτου τὴν ἀρχὴν ἐτιμᾶτο τὴν ἑαυτοῦ, οὕτω καθάπαξ αἰχμάλωτος ὑπὸ τοῦ πάθους ἐγένετο, ὡς δι'  ὄρχησιν αὐτῆς παραχωρῆσαι. Καὶ τί θαυμάζεις, εἰ τότε ταῦτα ἐγίνετο, ὅπου γε καὶ νῦν, μετὰ τοσαύτην φιλοσοφίαν, ὀρχήσεως ἕνεκεν τῶν μαλακιζομένων  τούτων νέων πολλοὶ καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόασιν, οὐδὲ ἀνάγκην  ἔχοντες  ὅρκου; Ὑπὸ  γὰρ  τῆς  ἡδονῆς  αἰχμάλωτοι  γινόμενοι,  καθάπερ βοσκήματα ἄγονται,  ᾗπερ ἂν ὁ λύκος σύρῃ. Ὃ δὴ καὶ τότε ἔπασχεν ὁ παραπλὴξ ἐκεῖνος, δύο τὰ ἔσχατα παραφρονήσας, τότε ἐκείνην  κυρίαν ποιῆσαι οὕτω μαινομένην καὶ μεθύουσαν τῷ πάθει, καὶ οὐδὲν παραιτουμένην· τό τε ἀνάγκῃ ὅρκου καταδῆσαι τὸ πρᾶγμα. Ἀλλ' οὕτως ὄντος ἐκείνου παρανόμου, παρανομώτερον ἁπάντων  τὸ γύναιον  ἦν, καὶ τῆς κόρης καὶ τοῦ τυράννου. Καὶ γὰρ ἡ τῶν  κακῶν ἁπάντων ἀρχιτέκτων καὶ τὸ πᾶν ὑφάνασα δρᾶμα αὕτη ἦν ἣν μάλιστα χάριν εἰδέναι ἐχρῆν  τῷ  προφήτῃ.  Καὶ γὰρ  ἡ  θυγάτηρ  αὐτῇ  πεισθεῖσα  καὶ  ἠσχημόνησε,  καὶ ὠρχήσατο, καὶ τὸν φόνον  ᾔτησε· καὶ ὁ Ἡρώδης ὑπ' αὐτῆς ἐσαγηνεύθη. Ὁρᾷς πῶς δικαίως ἔλεγεν ὁ Χριστός· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος; Εἰ γὰρ αὕτη τὸν νόμον τοῦτον ἐτήρησεν, οὐκ ἂν τοσούτους παρέβη νόμους, οὐκ ἂν τὴν μιαιφονίαν  ταύτην εἰργάσατο. Τί γὰρ τῆς θηρωδίας ταύτης χεῖρον γένοιτ' ἄν; φόνον ἐν χάριτος αἰτεῖν μέρει, φόνον παράνομον, φόνον μεταξὺ δείπνου, φόνον δημοσίᾳ καὶ ἀναισχύντως;  Οὐ γὰρ ἰδίᾳ προσελθοῦσα διελέχθη  περὶ τούτων,  ἀλλὰ δημοσίᾳ, καὶ τὸ προσωπεῖον ῥίψασα, γυμνῇ τῇ κεφαλῇ, καὶ τὸν διάβολον λαβοῦσα συνήγορον, οὕτω φησὶν ὅ φησι. Καὶ γὰρ ἐκεῖνος αὐτὴν καὶ εὐδοκιμῆσαι ἐποίησεν ὀρχουμένην, καὶ τὸν Ἡρώδην τότε ἑλεῖν. Ἔνθα γὰρ ὄρχησις, ἐκεῖ διάβολος. Οὐδὲ γὰρ εἰς τοῦτο ἔδωκεν ἡμῖν πόδας ὁ Θεὸς, ἀλλ' ἵνα εὔτακτα βαδίζωμεν· οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα κατὰ τὰς καμήλους πηδῶμεν (καὶ γὰρ καὶ ἐκεῖναι ἀηδεῖς ὀρχούμεναι, μήτιγε δὴ γυναῖκες).  ἀλλ' ἵνα  σὺν ἀγγέλοις  χορεύωμεν.  Εἰ γὰρ  τὸ  σῶμα αἰσχρὸν  τοιαῦτα ἀσχημονοῦν, πολλῷ μᾶλλον ἡ ψυχή. Τοιαῦτα ὀρχοῦνται οἱ δαίμονες· τοιαῦτα ἐπιτωθάζουσιν οἱ τῶν δαιμόνων διάκονοι. δʹ. Σκόπει δὲ καὶ αὐτὴν τὴν αἴτησιν. ∆ός μοι ὧδε ἐπὶ πίνακι  τὴν  κεφαλὴν  Ἰωάννου  τοῦ Βαπτιστοῦ. Εἶδες τὴν ἀπηρυθριασμένην,  τὴν   ὅλην   τοῦ  διαβόλου   γεγενημένην;   Καὶ  τοῦ  ἀξιώματος μέμνηται, καὶ οὐδὲ οὕτως ἐγκαλύπτεται, ἀλλ' ὡς περί τινος ἐδέσματος διαλεγομένη, οὕτω τὴν ἱερὰν ἐκείνην καὶ μακαρίαν αἰτεῖ κεφαλὴν ἐπὶ πίνακος εἰσενεχθῆναι. Καὶ οὐδὲ αἰτίαν τίθησιν· οὐδὲ γὰρ εἶχεν εἰπεῖν· ἀλλ' ἁπλῶς τιμηθῆναι ταῖς ἑτέρων ἀξιοῖ συμφοραῖς. Καὶ οὐκ  εἶπεν,  Εἰσάγαγε αὐτὸν  ἐνταῦθα,  καὶ  κατάσφαξον· οὐδὲ  γὰρ μέλλοντος  τελευτᾷν  τὴν παῤῥησίαν ἤνεγκεν  ἄν. Καὶ γὰρ ἐδεδοίκει καὶ κατασφαττομένου  τῆς  φρικτῆς  ἀκοῦσαι φωνῆς·  οὐδὲ  γὰρ ἀποτέμνεσθαι  μέλλων ἐσίγησεν ἄν. ∆ιὰ τοῦτό φησι· ∆ός μοι ὧδε ἐπὶ πίνακι· ἰδεῖν γὰρ ἐπιθυμῶ τὴν γλῶτταν ἐκείνην  σιγῶσαν. Οὐδὲ γὰρ ἀπαλλαγῆναι  τῶν  ἐλέγχων  ἔσπευδε μόνον, ἀλλὰ  καὶ ἐπιβῆναι καὶ ἐπιτωθάσαι κειμένῳ. Ὁ δὲ Θεὸς ἠνέσχετο, καὶ οὔτε κεραυνὸν ἀφῆκεν ἄνωθεν, καὶ τὴν ἀναίσχυντον κατέφλεξεν ὄψιν· οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· ὁμοῦ καὶ τὸν δίκαιον μειζόνως στεφανῶν, καὶ τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχουσι πολλὴν καταλιμπάνων  παραμυθίαν. Ἀκούσωμεν τοίνυν ὅσοι δεινὰ πάσχομεν ἐν ἀρετῇ ζῶντες παρὰ πονηρῶν ἀνθρώπων. Καὶ γὰρ καὶ τότε ὁ Θεὸς ἠνείχετο τὸν ἐν ἐρήμῳ, τὸν ἐν τῇ ζώνῃ τῇ δερματίνῃ, τὸν ἐν τριχίνῳ  ἱματίῳ,  τὸν προφήτην,  τὸν τῶν  προφητῶν  μείζονα, τὸν μηδένα μείζονα ἔχοντα ἐν γεννητοῖς  γυναικῶν,  καὶ κατασφαγῆναι, καὶ ὑπὸ κόρης ἀκολάστου καὶ διεφθαρμένης πόρνης, καὶ ταῦτα νόμοις ἀμύνοντα θείοις. Ταῦτα τοίνυν λογιζόμενοι, φέρωμεν πάντα γενναίως  ὅσα ἂν πάσχωμεν. Καὶ γὰρ καὶ τότε ἡ μιαιφόνος καὶ παράνομος αὕτη, ὅσον ἀμύνασθαι ἐπεθύμησε τὸν λελυπηκότα, τοσοῦτον ἴσχυσε, καὶ τὸν  θυμὸν  ἅπαντα  ἐνέπλησε, καὶ ὁ Θεὸς συνεχώρει.  Καίτοιγε πρὸς αὐτὴν  οὐδὲν εἶπεν, οὐδὲ κατηγόρησεν, ἀλλὰ τῷ ἀνδρὶ μόνῳ ἐνεκάλει. Ἀλλὰ τὸ συνειδὸς πικρὸς κατήγορος ἦν. ∆ιὸ καὶ εἰς μείζονα ἐξεβακχεύετο κακὰ, ἀλγοῦσα καὶ δακνομένη, καὶ κατῄσχυνεν ὁμοῦ πάντας, ἑαυτὴν, τὴν θυγατέρα, τὸν ἀπελθόντα ἄνδρα, τὸν ζῶντα μοιχὸν,  καὶ τοῖς  προτέροις ἐπηγωνίζετο.  Εἰ γὰρ ἀλγεῖς,  φησὶν, ὅτι μοιχεύει,  ἐγὼ αὐτὸν ἐργάζομαι καὶ ἀνδροφόνον,  καὶ ποιῶ σφαγέα τοῦ ἐγκαλοῦντος.  Ἀκούσατε, ὅσοι πρὸς γυναϊκάς  ἐστε ἐπτοημένοι  παρὰ τὸ δέον. Ἀκούσατε, ὅσοι ἐπ' ἀδήλοις ὅρκους  προτείνετε,   καὶ  ἑτέρους  κυρίους  ποιεῖτε  τῆς  ὑμετέρας  ἀπωλείας,   καὶ βάραθρον ἑαυτοῖς κατορύττετε. Καὶ γὰρ καὶ οὗτος οὕτως ἀπώλετο. Καὶ γὰρ προσεδόκησεν ἀξίαν τινὰ τῶν δείπνων  αὐτὴν αἰτεῖν αἴτησιν, καὶ κόρην οὖσαν, καὶ ἐν ἑορτῇ καὶ συμποσίῳ καὶ πανηγύρει χάριν αἰτοῦσαν φαιδράν τινα καὶ ἐπίχαριν, οὐ μὴν κεφαλὴν αἰτεῖν· καὶ ἠπατήθη. Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοῦ προστήσεται. Εἰ γὰρ καὶ ἐκείνη θηριομάχων  ἀνδρῶν ψυχὴν ἐκτήσατο, ἀλλ' αὐτὸν παραλογισθῆναι οὐκ ἔδει, οὐδὲ τυραννικοῖς οὕτω διακονήσασθαι ἐπιτάγμασι. Πρῶτον μὲν γὰρ τίς οὐκ ἂν  ἔφριξε  τὴν  ἱερὰν  ἐκείνην  κεφαλὴν  αἷμα  στάζουσαν ὁρῶν  ἐπὶ  τοῦ  δείπνου προκειμένην;  Ἀλλ' οὐχ  ὁ παράνομος  Ἡρώδης, οὐδὲ ἡ ἐναγεστέρα τούτου  γυνή. Τοιαῦται γὰρ αἱ πορνευόμεναι γυναῖκες· ἁπάντων εἰσὶν ἰταμώτεραι καὶ ὠμότεραι. Εἰ γὰρ  ἡμεῖς  ἀκούοντες   ταῦτα  φρίττομεν,   τί  εἰκὸς  ἦν  ἐκείνην   τὴν   ὄψιν   τότε ἐργάσασθαι; τί  παθεῖν  τοὺς  συνανακειμένους  νεοσφαγοῦς  κεφαλῆς  αἷμα  στάζον ὁρῶντας  ἐν  μέσῳ  τῷ  συμποσίῳ;  Ἀλλ'  οὐχ  ἡ  αἱμοβόρος  ἐκείνη  καὶ  ἐρινύων ἀγριωτέρα ἔπαθέ τι πρὸς τὴν θεωρίαν ταύτην, ἀλλὰ καὶ ἐνηβρύνετο· καίτοιγε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ τῆς ὄψεως μόνης εἰκὸς ἦν ναρκῆσαι λοιπόν. Ἀλλ' οὐδὲν τοιοῦτον  ἔπαθεν  ἡ μιαιφόνος  καὶ αἱμάτων  διψῶσα προφητικῶν.  Τοιοῦτον γὰρ ἡ πορνεία· οὐκ  ἀσελγεῖς  μόνον,  ἀλλὰ  καὶ  μιαιφόνους  ποιεῖ.  Αἱ γοῦν  μοιχευθῆναι ἐπιθυμοῦσαι, καὶ πρὸς σφαγήν εἰσι παρεσκευασμέναι τῶν ἀδικουμένων ἀνδρῶν· καὶ οὐχ ἕνα μόνον, οὐδὲ δύο, ἀλλὰ καὶ μυρίους ἕτοιμαι τολμῆσαι φόνους. Καὶ τούτων πολλοὶ μάρτυρές εἰσι τῶν δραμάτων. Ὃ δὴ καὶ ἐκείνη τότε ἐποίησε, προσδοκῶσα λήσεσθαι λοιπὸν καὶ ἀποκρύψειν τὸ τόλμημα. Οὗ τοὐναντίον ἅπαν ἐξέβαινε· καὶ γὰρ μειζόνως μετὰ ταῦτα ἐβόησεν ὁ Ἰωάννης.  εʹ. Ἀλλὰ πρὸς τὸ παρὸν ἡ κακία μόνον ὁρᾷ, καθάπερ οἱ πυρέττοντες, ὅταν ψυχρὸν ἀκαίρως αἰτῶσι. Καὶ γὰρ εἰ μὴ ἔσφαξε τὸν κατήγορον, οὐκ ἂν οὕτως ἐξεκαλύφθη τὸ τόλμημα. Οἱ γοῦν μαθηταὶ, ὅτε αὐτὸν εἰς τὸ δεσμωτήριον ἐνέβαλεν, οὐδὲν τοιοῦτον εἶπον· ὅτε δὲ ἀπέκτεινε, τότε ἠναγκάσθησαν καὶ τὴν αἰτίαν εἰπεῖν. Τὴν γὰρ μοιχαλίδα κρύπτειν ἐβούλοντο, καὶ οὐκ  ἤθελον  ἐκπομπεύειν  τὰς  τῶν  πλησίον  συμφοράς·  ἐπειδὴ  δὲ  εἰς  ἀνάγκην ἐνέπεσον τῆς ἱστορίας, τότε λέγουσι τὸ τόλμημα ἅπαν. Ἵνα γὰρ μὴ πονηράν  τις ὑποπτεύσῃ τῆς σφαγῆς τὴν αἰτίαν, καθάπερ ἐπὶ Θευδᾶ καὶ Ἰούδα, ἀναγκάζονται καὶ τὴν πρόφασιν εἰπεῖν  τοῦ φόνου. Ὥστε ὅσῳ ἂν βουληθῇς ἁμαρτίαν συσκιάσαι τῷ τρόπῳ  τούτῳ,  τοσούτῳ   μᾶλλον   αὐτὴν  ἐκπομπεύεις.  Ἁμαρτία  γὰρ  οὐχ ἁμαρτίας προσθήκῃ κρύπτεται, ἀλλὰ μετανοίᾳ καὶ ἐξομολογήσει. Θέα δὲ τὸν εὐαγγελιστὴν, πῶς ἀνεπαχθῶς πάντα διηγεῖται, καὶ ὡς οἷόν τέ ἐστιν αὐτῷ καὶ ἀπολογίαν  συντίθησιν. Ὑπὲρ μὲν γὰρ τοῦ Ἡρώδου φησί· διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, καὶ ὅτι ἐλυπήθη· περὶ δὲ τῆς κόρης, ὅτι προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, καὶ ὅτι ἤνεγκε τῇ μητρὶ τὴν κεφαλήν· ὡσανεὶ ἔλεγεν, Ἐκείνης τὸ πρόσταγμα ἐπλήρου. Οὐ γὰρ ὑπὲρ τῶν κακῶς πασχόντων, ἀλλ' ὑπὲρ τῶν ποιούντων ἀλγοῦσιν οἱ δίκαιοι  πάντες,  ἐπειδὴ  καὶ  οὗτοι  μάλιστα  οἱ  πάσχοντές  εἰσι  κακῶς.  Οὐδὲ γὰρ Ἰωάννης  ἠδίκητο, ἀλλ' οὗτοι οἱ ταῦτα κατασκευάσαντες οὕτω. Τούτους καὶ ἡμεῖς μιμώμεθα, καὶ μὴ ἐπεμβαίνωμεν  ταῖς τῶν  πλησίον ἁμαρτίαις, ἀλλ' ὅσον ἂν δέῃ, συσκιάζωμεν. Ἀναλάβωμεν  φιλόσοφον  ψυχήν.  Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς  ὑπὲρ πόρνης καὶ μιαιφόνου  γυναικὸς  διαλεγόμενος  ἀνεπαχθὴς  ἐγένετο, ὡς οἷόν τε ἦν. Οὐδὲ γὰρ εἶπεν,  Ὑπὸ τῆς  μιαιφόνου  καὶ ἐναγοῦς,  ἀλλὰ,  Προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπὸ τῶν εὐφημοτέρων καλῶν ὀνομάτων. Σὺ δὲ καὶ ὑβρίζεις καὶ κακηγορεῖς τὸν πλησίον, καὶ οὐκ ἂν ἀνάσχοιό ποτε λελυπηκότος οὕτως ἀδελφοῦ μνησθῆναι, ὡς ἐκεῖνος  τῆς  πόρνης,  ἀλλὰ  μετὰ  πολλῆς  τῆς  θηριωδίας  καὶ  τῶν  ὀνειδῶν,  τὸν πονηρὸν, τὸν κακοῦργον, τὸν ὕπουλον, τὸν ἀνόητον, καὶ πολλὰ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ γὰρ ἐκθηριούμεθα μᾶλλον, καὶ ὡς περὶ ἀλλογενοῦς  ἀνθρώπου διαλεγόμεθα, κακίζοντες, λοιδορούμενοι, ὑβρίζοντες. Ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως· ἀλλὰ θρηνοῦσι μᾶλλον τοὺς ἁμαρτάνοντας, ἢ καταρῶνται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ δακρύωμεν  τὴν Ἡρωδιάδα, καὶ τοὺς ἐκείνην  ζηλοῦντας.  Πολλὰ γὰρ καὶ νῦν τοιαῦτα συμπόσια γίνεται· κἂν μὴ Ἰωάννης  ἀναιρῆται, ἀλλὰ τοῦ Χριστοῦ τὰ μέλη, καὶ πολλῷ χαλεπώτερον.  Οὐ γὰρ κεφαλὴν  αἰτοῦσιν ἐπὶ πίνακι οἱ νῦν ὀρχούμενοι, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνακειμένων. Ὅταν γὰρ δούλους αὐτοὺς ποιῶσι, καὶ εἰς παρανόμους ἔρωτας ἄγωσι, καὶ πόρνας ἐπιτειχίζωσιν, οὐχὶ τὴν κεφαλὴν ἀναιροῦσιν, ἀλλὰ τὴν ψυχὴν  σφάττουσι, μοιχοὺς ἐργαζόμενοι καὶ θηλυδρίας καὶ πόρνους. Οὐ γὰρ δή μοι ἐρεῖς, ὡς οἰνωμένος καὶ μεθύων, καὶ γυναῖκα ὀρχουμένην καὶ αἰσχρολογοῦσαν ὁρῶν, οὐ πάσχεις τι πρὸς αὐτὴν, οὐδὲ ἐκφέρῃ πρὸς ἀσωτίαν ὑπὸ τῆς ἡδονῆς  ἡττώμενος.  Καὶ πάσχεις  ἐκεῖνο  τὸ  φρικτὸν,  τὰ  μέλη  τοῦ  Χριστοῦ μέλη πόρνης ποιῶν. Εἰ γὰρ καὶ μὴ ἡ θυγάτηρ Ἡρωδιάδος πάρεστιν, ἀλλ' ὁ δι' ἐκείνης ὀρχησάμενος τότε διάβολος καὶ διὰ τούτων χορεύει νῦν, καὶ τὰς ψυχὰς τῶν ἀνακειμένων αἰχμαλώτους λαβὼν ἄπεισιν. Εἰ δὲ ὑμεῖς δύνασθε μέθης μένειν ἐκτὸς, ἀλλ'  ἑτέρας  κοινωνεῖτε   ἁμαρτίας  χαλεπωτάτης·   καὶ  γὰρ  πολλῶν   ἁρπαγῶν  τὰ τοιαῦτα γέμει συμπόσια. Μὴ γάρ μοι τὰ παρακείμενα κρέα ἴδῃς, μηδὲ τοὺς πλακοῦντας·   ἀλλὰ   πόθεν   συνείλεκται   ἐννόει,   καὶ  ὄψει  ὅτι  ἐξ  ἐπηρείας  καὶ πλεονεξίας  καὶ  βίας  καὶ  ἁρπαγῆς.  Ἀλλ'  οὐκ  ἔστιν  ἐκ  τούτων  ταῦτα,  φησί.  Μὴ γένοιτο·  οὐδὲ  γὰρ  ἐγὼ  βούλομαι.  Πλὴν  εἰ  καὶ  τούτων  καθαρεύοι,  οὐδὲ  οὕτως ἐγκλημάτων τὰ πολυτελῆ δεῖπνα ἀπήλλακται. Ἄκουσον γοῦν καὶ χωρὶς τούτων πῶς ἐγκαλεῖ ὁ προφήτης, οὕτω λέγων· Οὐαὶ οἱ πίνοντες  τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα   μύρα  χριόμενοι.   Ὁρᾷς  πῶς   καὶ  τρυφῆς   κατηγορεῖ;  Οὐδὲ  γὰρ πλεονεξίαν  ἐνταῦθα  αἰτιᾶται,  ἀλλ' ἀσωτίαν  μόνον.    ʹ.  Καὶ σὺ μὲν  εἰς  ἀμετρίαν ἐσθίεις, ὁ δὲ Χριστὸς οὐδὲ εἰς χρείαν· σὺ μὲν πλακοῦντας διαφόρους, ἐκεῖνος δὲ οὐδὲ ἄρτον ξηρόν· σὺ Θάσιον οἶνον, ἐκείνῳ δὲ οὐδὲ ψυχρὸν ἐπέδωκας ποτήριον διψῶντι· σὺ μὲν ἐπὶ στρωμνῆς ἁπαλῆς καὶ πεποικιλμένης, ὁ δὲ ὑπὸ τοῦ κρυμοῦ διαφθείρεται.
∆ιὸ κἂν πλεονεξίας καθαρὰ ᾖ τὰ δεῖπνα, καὶ οὕτως ἐστὶν ἐναγῆ, ὅτι σὺ μὲν ὑπὲρ τὴν χρείαν  πάντα ποιεῖς, ἐκείνῳ  δὲ οὐδὲ τὴν χρείαν  δίδως, καὶ ταῦτα ἐντρυφῶν  τοῖς αὐτοῦ. Ἀλλ' εἰ παιδὸς μὲν ἐπετρόπευες, καὶ λαβὼν τὰ αὐτοῦ, περιεώρας αὐτὸν ἐντοῖς ἐσχάτοις ὄντα, μυρίους ἂν ἔσχες κατηγόρους, καὶ τὴν ἀπὸ τῶν νόμων ἔδωκας ἂν δίκην· τὰ δὲ τοῦ Χριστοῦ λαβὼν, καὶ οὕτω μάτην ἀναλίσκων, οὐχ ἡγῇ δώσειν εὐθύνας;  Καὶ ταῦτα οὐ περὶ τῶν  τὰς πόρνας ταῖς τραπέζαις αὐτῶν  ἐπεισαγόντων λέγω· (πρὸς γὰρ ἐκείνους οὐδείς μοι λόγος, ὥσπερ οὐδὲ πρὸς τοὺς κύνας·) οὐδὲ περὶ τῶν πλεονεκτούντων καὶ ἑτέρους γαστριζόντων· (οὐδὲ γὰρ πρὸς αὐτούς ἐστί τί μοι κοινὸν,   ὥσπερ  οὐδὲ  πρὸς  τοὺς   χοίρους   καὶ   τοὺς   λύκους·)  ἀλλὰ   περὶ  τῶν
ἀπολαυόντων μὲν τῆς ἰδίας οὐσίας, οὐ μεταδιδόντων δὲ ἑτέροις, περὶ τῶν τὰ πατρῷα καταναλισκόντων   ἁπλῶς.  Οὐδὲ γὰρ οὗτοι  κατηγορίας  ἐκτός. Πῶς γὰρ, εἰπέ  μοι, διαφεύξῃ κατηγορίαν καὶ ἐγκλήματα, ὅταν ὁ μὲν παράσιτός σου γαστρίζηται καὶ ὁ κύων  παρεστὼς, ὁ δὲ Χριστὸς μηδὲ τούτων  ἄξιός σοι φαίνηται;  ὅταν ὁ μὲν ὑπὲρ γέλωτος  τοσαῦτα  λαμβάνῃ,  ὁ  δὲ  ὑπὲρ  βασιλείας  οὐρανῶν  οὐδὲ  τὸ  πολλοστὸν τούτων; καὶ ὁ μὲν ἵνα τι εἴπῃ ἀστεῖον ἐμπλησθεὶς ἀπῆλθεν, οὗτος δὲ διδάξας ἡμᾶς, ἃ μὴ μαθόντες οὐδὲν ἂν τῶν  κυνῶν  διεφέρομεν, οὐδὲ τῶν  αὐτῶν  ἀξιοῦται ἐκείνῳ; Φρίττεις ἀκούων;  Οὐκοῦν φρῖξον  ἐπὶ  τῶν  ἔργων.  Ἔκβαλε τοὺς  παρασίτους, καὶ ποίησον συγκατακλίνεσθαί  σοι τὸν  Χριστόν. Ἂν  ἁλῶν  κοινωνήσῃ  καὶ τραπέζης, ἥμερος ἔσται σοι δικάζων· οἶδεν αἰδεῖσθαι τράπεζαν. Εἰ γὰρ λῃσταὶ ἴσασι, πολλῷ μᾶλλον  ὁ  ∆εσπότης.  Ἐννόησον  γοῦν  τὴν  πόρνην  ἐκείνην   πῶς  ἀπὸ  τραπέζης ἐδικαίωσε, καὶ Σίμωνι ὀνειδίζει λέγων· Φίλημά μοι οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ποιοῦντά σε ταῦτα τρέφει, πολλῷ μᾶλλον ποιοῦντα ἀμείψεται. Μὴ πρὸς τὸν πένητα ἴδῃς, ὅτι ῥυπῶν προσέρχεται καὶ αὐχμῶν· ἀλλ' ἐννόησον, ὅτι ὁ Χριστὸς δι' ἐκείνου ἐπιβαίνει τῆς σῆς οἰκίας, καὶ παῦσαι τῆς ὠμότητος καὶ τῶν ἀπηνῶν ῥημάτων, οἷς ἀεὶ πλύνεις τοὺς  προσιόντας,  ἐπιθέτας,  ἀργοὺς,  καὶ  ἕτερα  χαλεπώτερα  τούτων  καλῶν.  Καὶ λογίζου, ὅταν ταῦτα λέγῃς, οἱ παράσιτοι ποῖα ἔργα κατασκευάζουσι; τί τὴν οἰκίαν ὠφελοῦσι τὴν σήν; Ἡδὺ πάντως σοι ποιοῦσι τὸ ἄριστον; Καὶ πῶς ἡδὺ, ῥαπιζόμενοι καὶ  αἰσχρὰ  λέγοντες;  Καὶ τί  τούτου  ἀηδέστερον,  ὅταν  τὸν  κατ'  εἰκόνα  Θεοῦ γενόμενον  τύπτῃς, καὶ ἐκ τῆς εἰς ἐκεῖνον ὕβρεως τέρψιν ἑαυτῷ συνάγῃς, θέατρον ποιῶν  τὴν  οἰκίαν,  καὶ  μίμων  πληρῶν  τὸ  συμπόσιον, καὶ  τοὺς  ἐπὶ  τῆς  σκηνῆς ἐξυρημένους  μιμούμενος  ὁ εὐγενὴς  καὶ  ἐλεύθερος; Καὶ γὰρ  καὶ  ἐκεῖ  γέλως  καὶ ῥαπίσματα. Ταῦτα οὖν ἡδονὴν  καλεῖς, εἰπέ μοι, ἃ πολλῶν  ἄξια δακρύων ἐστὶν, ἃ πολλῶν  θρήνων καὶ οἰμωγῶν; καὶ δέον εἰς βίον αὐτοὺς ἐμβαλεῖν σπουδαῖον, δέον παραινέσαι τὰ δέοντα, σὺ δὲ εἰς ἐπιορκίας καὶ ῥήματα ἄτακτα ἐνάγεις, καὶ τέρψιν τὸ πρᾶγμα καλεῖς, καὶ τὸ γεέννης πρόξενον ἡδονῆς εἶναι ὑπόθεσιν νομίζεις; Καὶ γὰρ ὅταν ἀπορήσωσιν ἀστείων ῥημάτων, ὅρκοις καὶ ἐπιορκίαις τὸ πᾶν διαλύονται.Ταῦτα οὖν γέλωτος  ἄξια, ἀλλ' οὐκ ὀδυρμῶν καὶ δακρύων; Καὶ τίς ἂν ταῦτα εἴποι νοῦν ἔχων; ζʹ. Καὶ ταῦτα λέγω, οὐ κωλύων τρέφεσθαι αὐτοὺς, ἀλλὰ μὴ ἐπὶ τοιαύτῃ αἰτίᾳ. Φιλανθρωπίας  γὰρ ἡ τροφὴ  τὴν  ὑπόθεσιν ἐχέτω,  μὴ ὠμότητος· ἔλεον,  μὴ ὕβριν. Ὅτι πένης ἐστὶ, θρέψον, ὅτι Χριστὸς τρέφεται, θρέψον μὴ ἐπειδὴ σατανικὰ εἰσάγει ῥήματα, καὶ τὴν ἑαυτοῦ καταισχύνει ζωήν. Μὴ ἴδῃς αὐτὸν ἔξωθεν γελῶντα, ἀλλὰ τὸ συνειδὸς ἐξέτασον, καὶ τότε ὄψει μυριάκις αὐτὸν ἑαυτῷ καταρώμενον, καὶ στένοντα,  καὶ  ὀδυρόμενον.  Εἰ δὲ οὐκ  ἐπιδείκνυται,  καὶ  τοῦτο  διὰ  σέ. Ἔστωσαν τοίνυν ἄνθρωποι πένητες καὶ ἐλεύθεροι οἱ σύσσιτοί σου, μὴ ἐπίορκοι, μηδὲ μῖμοι. Εἰ δὲ βούλει καὶ τῆς τροφῆς αὐτοὺς ἀμοιβὴν ἀπαιτῆσαι, κέλευσον, ἂν ἴδωσί τι τῶν ἀτόπων  γινόμενον,  ἐπιπλῆξαι,  παραινέσαι, συναντιλαβέσθαι  τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας,  τῆς  τῶν  οἰκετῶν  προστασίας. Παῖδας ἔχεις; Κοινοὶ πατέρες  ἔστωσαν ἐκείνων, μετὰ σοῦ τὴν προστασίαν διανεμέσθωσαν, κέρδη σοι φερέτωσαν τὰ τῷ Θεῷ φίλα.  Εἰς ἐμπορίαν  αὐτοὺς ἔμβαλε πνευματικήν.  Κἂν ἴδῃς δεόμενον  προστασίας, ἐπίταξον βοηθῆσαι, κέλευσον διακονήσασθαι. ∆ιὰ τούτων θήρευε τοὺς ξένους, διὰ τούτων ἔνδυε τοὺς γυμνοὺς, διὰ τούτων εἰς δεσμωτήριον πέμπε, τὰς ἀνάγκας λύε τὰς  ἀλλοτρίας.  Ταύτην σοι διδότωσαν  τῆς  τροφῆς  τὴν  ἀμοιβὴν,  τὴν  καὶ σὲ καὶ ἐκείνους, ὠφελοῦσαν, καὶ οὐδεμίαν κατάγνωσιν ἔχουσαν. ∆ιὰ τούτων  καὶ ἡ φιλία σφίγγεται μᾶλλον. Νῦν μὲν γὰρ κἂν δοκῶσι φιλεῖσθαι, ἀλλ' ὅμως αἰσχύνονται, ὡς εἰκῆ ζῶντες παρὰ σοί· ἂν δὲ ταῦτα ἀνύωσι, καὶ αὐτοὶ ῥᾴδιον διακείσονται, καὶ σὺ ἥδιον θρέψεις, ἅτε οὐ μάτην δαπανῶν, κἀκεῖνοι μετὰ παῤῥησίας σοι συνέσονται καὶ τῆς προσηκούσης ἐλευθερίας, καὶ ἡ οἰκία σου ἀντὶ θεάτρου ἐκκλησία σοι γενήσεται, καὶ ὁ διάβολος δραπετεύσει, καὶ ὁ Χριστὸς εἰσελεύσεται καὶ ὁ τῶν ἀγγέλων  χορός. Ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι· ὅπου δὲ ὁ Χριστὸς καὶ οἱ ἄγγελοι, ἐκεῖ ὁ οὐρανὸς, ἐκεῖ φῶς  τοῦ ἡλιακοῦ  τούτου φαιδρότερον. Εἰ δὲ καὶ ἑτέραν βούλει δι' αὐτῶν καρποῦσθαι παράκλησιν, κέλευσον, σχολὴν ἄγων, βιβλία λαβόντας τὸν θεῖον νόμον ἀναγινώσκειν.  Ἥδιόν σοι ταῦτα ὑπηρετήσονται, ἢ ἐκεῖνα. Ταῦτα μὲν γὰρ καὶ σὲ κἀκείνους ποιεῖ σεμνοτέρους· ἐκεῖνα δὲ ἅπαντας ὁμοῦ καταισχύνει· σὲ μὲν ὡς ὑβριστὴν καὶ πάροινον, ἐκείνους δὲ ὡς ἀθλίους καὶ γαστριμάργους. Ἂν μὲν γὰρ ἐφ' ὕβρει τρέφῃς, χαλεπώτερον, ἢ εἰ ἀνεῖλες· ἂν δὲ ἐπ' ὠφελείᾳ καὶ κέρδει, χρησιμώτερον πάλιν, ἢ εἰ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ  ἐπανήγαγες. Καὶ νῦν μὲν τῶν  οἰκετῶν  μᾶλλον  αὐτοὺς καταισχύνεις, καὶ οἱ οἰκέται πλείονα  τούτων  ἔχουσι παῤῥησίαν καὶ ἐλεύθερον συνειδός· τότε δὲ τῶν ἀγγέλων ἐργάσῃ ἴσους. Καὶ τούτους τοίνυν  καὶ σαυτὸν ἀπάλλαξον,  καὶ ἐξελὼν  τὸ τῶν  παρασίτων  ὄνομα, συσσίτους κάλει, καὶ ἐκβαλὼν τὴν τῶν κολάκων, τὴν τῶν φίλων  ἐπιτίθει προσηγορίαν. ∆ιὰ τοῦτο καὶ τὰς φιλίας  ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπὶ κακῷ τῶν  φιλουμένων  καὶ τῶν φιλούντων,  ἀλλ' ἐπ' ἀγαθῷ  καὶ χρησίμῳ. Αὗται δὲ αἱ φιλίαι  πάσης ἔχθρας  εἰσὶ χαλεπώτεραι.  Παρὰ μὲν γὰρ τῶν ἐχθρῶν, ἂν ἐθέλωμεν, καὶ κερδαίνομεν· παρὰ δὲ τούτων ἀνάγκη καὶ βλάπτεσθαι πάντως. Μὴ δὴ κάτεχε φίλους, βλάβης διδασκάλους· μὴ κάτεχε φίλους τραπέζης μᾶλλον ἢ φιλίας ἐραστὰς ὄντας. Οἱ γὰρ τοιοῦτοι πάντες, ἂν  τὴν  τρυφὴν  καταλύσῃς,  καταλύουσι  καὶ  τὴν  φιλίαν·  οἱ  δὲ  δι'  ἀρετήν  σοι συνόντες, μένουσι διηνεκῶς,  πᾶσαν φέροντες  ἀνωμαλίαν.  Τὸ δὲ τῶν  παρασίτων γένος, καὶ ἀμύνονταί σε πολλάκις, καὶ πονηρὰν περιτιθέασι δόξαν. Ἐντεῦθεν γοῦν πολλοὺς  τῶν   ἐλευθέρων   οἶδα  πονηρὰς  ὑπολήψεις   λαβόντας·  καὶ  οἱ  μὲν  ἐπὶ γοητείαις, οἱ δὲ ἐπὶ μοιχείαις καὶ παίδων διαφθοραῖς διεβλήθησαν Ὅταν γὰρ μηδὲν ἔργον ἔχωσιν, ἀλλ' εἰκῆ τὸν ἑαυτῶν ζῶσι βίον, ὡς ταὐτὰ διακονούμενοι τοῖς παισὶ παρὰ πολλοῖς ὑποπτεύονται. Καὶ δόξης τοίνυν ἑαυτοὺς ἀπαλλάττοντες πονηρᾶς, καὶ πρὸ  πάντων  τῆς  μελλούσης  γεέννης,  καὶ  τὰ  τῷ  Θεῷ δοκοῦντα  ποιοῦντες,  τὴν διαβολικὴν ταύτην καταλύσωμεν συνήθειαν, ἵνα καὶ ἐσθίοντες καὶ πίνοντες πάντα εἰς δόξαν Θεοῦ ποιῶμεν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5.ΟΜΙΛΙΑ ΜΘʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκού σαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων.

αʹ. Ὅρα πανταχοῦ αὐτὸν ἀναχωροῦντα, καὶ ὅτε παρεδόθη Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ἰουδαῖοι ὅτι πλείους μαθητὰς ποιεῖ. Τὰ γὰρ πλείονα ἀνθρωπινώτερον  βούλεται  διοικεῖν,  οὐδέπω τοῦ καιροῦ καλοῦντος  ἀπογυμνῶσαι τὴν θεότητα σαφῶς. ∆ιὸ καὶ τοῖς μαθηταῖς ἔλεγε, μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· μετὰ γὰρ τὴν ἀνάστασιν ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον.  Ὅθεν τοῖς τέως διαπιστήσασι τῶν Ἰουδαίων οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγγνω μονικός. Ἀναχωρήσας δὲ οὐκ ἄπεισιν εἰς πόλιν, ἀλλ' εἰς ἔρημον, καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. Σὺ δέ μοι σκόπει πῶς οἱ μαθηταὶ Ἰωάννου  λοιπὸν  μᾶλλον ᾠκειώθησαν τῷ Ἰησοῦ. Αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενημένον· καὶ γὰρ πάντας  ἀφέντες,  ἐπ' αὐτὸν καταφεύγουσι  λοιπόν.  Οὕτως οὐ μικρὸν μετὰ τῆς συμφορᾶς καὶ τὰ ἤδη παρ' αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντα κατώρθωσεν Ἀλλὰ τίνος ἕνεκεν πρὶν ἢ ἀπαγγεῖλαι αὐτοὺς οὐκ ἀνεχώρησε, καίτοιγε ᾔδει καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον; ∆εικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν.  Οὐ γὰρ  δὴ  μόνον  τῇ  ὄψει,  ἀλλὰ  καὶ  τοῖς  ἔργοις  τοῦτο  πιστοῦσθαι ἐβούλετο,  διὰ  τὸ  εἰδέναι  τοῦ  δια  βόλου  τὴν  κακουργίαν,  καὶ  ὅτι  πάντα ἐργάσεται, ὥστε ταύτην ἀνελεῖν τὴν δόξαν. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· οἱ δὲ ὄχλοι  οὐδὲ  οὕτως  ἀφίστανται,  ἀλλ'  ἕπονται  προσηλωμένοι,  καὶ  οὐδὲ  τὸ  δρᾶμα αὐτοὺς ἐφόβησε τὸ Ἰωάννου.  Τοσοῦτόν ἐστι πόθος, τοσοῦτον ἀγάπη· οὕτω πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. ∆ιὰ δὴ τοῦτο καὶ τὴν ἀμοιβὴν εὐθέως ἀπελάμβανον. Ἐξελθὼν γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Εἰ γὰρ καὶ πολλὴ ἦν αὐτῶν ἡ προσεδρεία, ἀλλ' ὅμως τὰ παρ' αὐτοῦ γινόμενα πάσης σπουδῆς ὑπερέβαινεν ἀμοιβήν. ∆ιὸ καὶ αἰτίαν τῆς  τοιαύτης  θεραπείας  τὸν  ἔλεον  τίθησιν,  ἔλεον  ἐπιτεταμένον·  καὶ  θεραπεύει πάντας. Καὶ οὐκ ἀπαιτεῖ πίστιν ἐνταῦθα. Καὶ γὰρ τῷ προσελθεῖν, καὶ τῷ τὰς πόλεις ἀφεῖναι, καὶ τῷ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τῷ παραμένειν, καὶ τοῦ λιμοῦ καταναγκάζοντος,  τὴν  πίστιν  ἐπιδείκνυνται  τὴν  ἑαυτῶν.  Μέλλει δὲ καὶ τρέφειν αὐτούς. Καὶ οὐ ποιεῖ τοῦτο ἀφ'  ἑαυτοῦ, ἀλλ'  ἀναμένει  παρακληθῆναι,  ὅπερ ἔφην, πανταχοῦ   τοῦτο   διατηρῶν,   τὸ   μὴ   πρότερος  ἐπιπηδᾷν   τοῖς   θαύμασιν,   ἀλλὰ καλούμενος.  Καὶ  διατί  μηδεὶς  τῶν   ὄχλων   προσελθὼν  ὑπὲρ  αὐτῶν   διελέχθη; Ἠδοῦντο αὐτὸν μεθ' ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς  προσεδρείας. Ἀλλ'  οὐδὲ  οἱ  μαθηταὶ  αὐτοῦ  προσελθόντες  λέγουσι,  Θρέψον αὐτούς·  ἔτι  γὰρ  ἀτελέστερον  διέκειντο·  ἀλλὰ  τί;  Ὀψίας  δὲ  γενομένης,   φησὶ, προσῆλθον  οἱ  μαθηταὶ  αὐτοῦ  λέγοντες·  Ἔρημός ἐστιν  ὁ τόπος,  καὶ  ἡ  ὥρα  ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Εἰ γὰρ  καὶ  μετὰ  τὸ  θαῦμα  ἐπελάθοντο  τοῦ  γεγενημένου,  καὶ  μετὰ  τὰς  σπυρίδας ἐνόμιζον αὐτὸν περὶ ἄρτων λέγειν, ἡνίκα ζύμην τὴν διδασκαλίαν τῶν Φαρισαίων ἐκάλεσε· πολλῷ μᾶλλον μηδέπω πεῖραν λαβόντες τοιούτου σημείου, οὐκ ἂν προσεδόκησάν τι  τοιοῦτον  ἔσεσθαι. Καίτοιγε προλαβὼν  καὶ  ἀῤῥώστους πολλοὺς ἐθεράπευσεν· ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν  τὸ τῶν ἄρτων προσεδόκησαν· οὕτως ἦσαν ἀτελεῖς τέως. Σὺ δέ μοι σκόπει τοῦ ∆ιδασκάλου τὴν σοφίαν, πῶς αὐτοὺς ἐκκαλεῖται σαφῶς πρὸς τὸ πιστεῦσαι. Οὐδὲ γὰρ εἶπεν εὐθέως, Τρέφω αὐτούς· οὐδὲ γὰρ ἔμελλεν εὐπαράδεκτον εἶναι· ἀλλὰ τί; Ὁ δὲ Ἰησοῦς, φησὶν, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οὐκ εἶπε, ∆ίδωμι αὐτοῖς· ἀλλ', Ὑμεῖς δότε. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον. Αὐτοὶ δὲ οὐδὲ οὕτω διανέστησαν, ἀλλ' ἔτι ὡς ἀνθρώπῳ διαλέγονται,  λέγοντες· Οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ∆ιὸ καὶ ὁ Μάρκος φησὶν, ὅτι Οὐ συνῆκαν τὸ λεχθέν· καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε τὰ παρ' ἑαυτοῦ λοιπὸν εἰσάγει, καί φησι· Φέρετέ μοι αὐτοὺς ὧδε. Εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ' ὁ τρέφων τὴν οἰκουμένην πάρεστιν· εἰ  δὲ καὶ  ἡ ὥρα  παρῆλθεν,  ἀλλ' ὁ μὴ ὑποκείμενος  ὥρᾳ ὑμῖν  διαλέγεται.  Ὁ δὲ Ἰωάννης  καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο διηγούμενος, ἀλλὰ τὸν  τῦφον   τῆς  πολυτελείας   παιδεύων   ἡμᾶς  καταπατεῖν.   Τοιαύτη  καὶ  ἡ  τῶν προφητῶν  τράπεζα ἦν. Λαβὼν τοίνυν  τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ κελεύσας τοὺς ὄχλους, φησὶν, ἀνακλιθῆναι  ἐπὶ τοὺς χόρτους, ἀναβλέψας  εἰς τὸν οὐρανὸν  εὐλόγησε· καὶ  κλάσας ἔδωκε  τοῖς  μαθηταῖς  αὐτοῦ,  οἱ  δὲ  μαθηταὶ  τοῖς ὄχλοις·  καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους  πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι,  χωρὶς γυναικῶν  καὶ παιδίων. βʹ. ∆ιατί ἀνέβλεψεν  εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν; Ἔδει πιστευθῆναι αὐτὸν, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι, καὶ ὅτι ἴσος ἐστί. Τὰ δὲ τούτων κατασκευαστικὰ ἀλλήλοις ἐδόκει μάχεσθαι. Τὴν μὲν γὰρ ἰσότητα τὸ μετ' ἐξουσίας πάντα ποιεῖν  ἐδείκνυ· τὸ δὲ παρὰ τοῦ Πατρὸς εἶναι  οὐκ ἂν ἑτέρως ἐπείσθησαν, εἰ μὴ μετὰ πολλῆς  τῆς ταπεινότητος  καὶ εἰς αὐτὸν πάντα ἀναφέρων ἐποίει, καὶ καλῶν αὐτὸν εἰς τὰ γινόμενα. ∆ιὰ δὴ τοῦτο οὔτε ταῦτα μόνον ἐποίει, οὔτε ἐκεῖνα,  ἵνα  βεβαιωθῇ  ἀμφότερα·  καὶ  νῦν  μὲν  μετ'  ἐξουσίας, νῦν  δὲ  εὐχόμενος θαυματουργεῖ.  Εἶτα ἵνα  μὴ  δόξῃ  πάλιν  μάχη  εἶναι  τὸ  γινόμενον,  ἐν  μὲν  τοῖς ἐλάττοσιν ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἐν δὲ τοῖς μείζοσι μετ' ἐξουσίας πάντα ποιεῖ· ἵνα μάθῃς καὶ ἐν τοῖς ἐλάττοσιν ὅτι οὐκ ἐνδυναμούμενος ἑτέρωθεν, ἀλλὰ τιμῶν τὸν γεγεννηκότα οὕτω ποιεῖ. Ὅτε γοῦν ἁμαρτήματα ἀφῆκε, καὶ τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε, καὶ τὸν παλαιὸν μετὰ πολλῆς τῆς περιουσίας ἔλυσε νόμον, καὶ  νεκροὺς  μυρίους  ἀνέστησε, καὶ  θάλατταν  ἐχαλίνωσε,  καὶ  τὰ  ἀπόῤῥητα τῶν ἀνθρώπων ἤλεγξε, καὶ ὀφθαλμὸν ἐδημιούργησεν, ἃ Θεοῦ μόνου κατορθώματά ἐστι, καὶ ἑτέρου οὐδενὸς, οὐδαμοῦ φαίνεται εὐχόμενος· ὅτε δὲ τοὺς ἄρτους πηγάσαι παρεσκεύασεν,  ὃ  πολὺ  τούτων  ἁπάντων   ἔλαττον  ἦν,  τότε  ἀναβλέπει  εἰς  τὸν οὐρανόν· ὁμοῦ μὲν ταῦτα κατασκευάζων, ἅπερ εἶπον, ὁμοῦ δὲ παιδεύων  ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν ταύτην παρέχοντι.  Καὶ  διατί  οὐ  ποιεῖ  ἐκ  μὴ  ὄντων;  Ἐμφράττων  τὸ  Μαρκίωνος  καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων  αὐτοῦ, καὶ διὰ τῶν ἔργων αὐτῶν παιδεύων, ὅτι καὶ τὰ ὁρώμενα ἅπαντα αὐτοῦ ἔργα καὶ κτίσματά εἰσι, καὶ δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ τοὺς καρποὺς διδοὺς, ὁ εἰπὼν  ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν  ζωσῶν. Οὐδὲ γὰρ ἔλαττον  τοῦτο ἐκείνου. Εἰ γὰρ καὶ ἐξ οὐκ ὄντων ἐκεῖνα, ἀλλ' ὅμως ἐξ ὕδατος· οὐκ ἔλαττον δὲ τοῦ ἀπὸ γῆς δεῖξαι καρπὸν καὶ ἀπὸ ὑδάτων ἑρπετὰ ἔμψυχα, τὸ ἀπὸ ἄρτων πέντε ποιῆσαι ἄρτους τοσούτους, καὶ ἀπὸ ἰχθύων  πάλιν· ὃ σημεῖον ἦν τοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάττης αὐτὸν κρατεῖν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἀσθενοῦσιν ἀεὶ ἐποίει τὰ θαύματα, ποιεῖ καὶ καθολικὴν εὐεργεσίαν, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται, ἀλλὰ καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσι. Καὶ ὅπερ ἐδόκει ἐπὶ τῆς ἐρήμου τοῖς  Ἰουδαίοις  εἶναι  θαυμαστὸν, (ἔλεγον  γοῦν,  Μὴ καὶ ἄρτον δύναται  δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;) τοῦτο διὰ τῶν ἔργων ἐπιδείκνυται. ∆ιὰ τοῦτο καὶ εἰς ἔρημον αὐτοὺς ἄγει, ἵνα μεθ' ὑπερβολῆς ἀνύποπτον ᾖ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην παρακειμένην εἰσενεγκεῖν  τι εἰς τὴν τράπεζαν. ∆ιὰ τοῦτο καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον. Καὶ ἕτερον δὲ μανθάνομεν, τὴν φιλοσοφίαν τῶν μαθητῶν  τὴν ἐν τοῖς ἀναγκαίοις, καὶ πῶς κατεφρόνουν  τροφῆς. ∆ώδεκα γὰρ ὄντες πέντε ἄρτους εἶχον μόνους καὶ δύο ἰχθύας· οὕτω πάρεργα ἦν αὐτοῖς τὰ σωματικὰ, καὶ τῶν πνευματικῶν  εἴχοντο μόνον. Καὶ οὐδὲ τῶν ὀλίγων  ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες  ἔδωκαν. Ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχωμεν, καὶ αὐτὰ προΐεσθαι δεῖ τοῖς δεομένοις. Κελευσθέντες γοῦν ἐνεγκεῖν τοὺς πέντε ἄρτους, οὑ λέγουσι· Καὶ πόθεν ἡμῖν ἔσται ἡ διατροφή; πόθεν δὲ ἡμεῖς παραμυθησόμεθα τὴν πεῖναν τὴν ἡμετέραν; ἀλλ' ὑπακούουσιν εὐθέως. Πρὸς δὲ τοῖς εἰρημένοις, ὡς ἔμοιγε δοκεῖ, διὰ τοῦτο ἐκ τῶν  ὑποκειμένων  ποιεῖ, ἵνα αὐτοὺς εἰς πίστιν ἀγάγῃ· ἔτι γὰρ ἀσθενέστερον διέκειντο. ∆ιὸ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπει. Τῶν μὲν γὰρ ἄλλων  σημείων εἶχον πολλὰ ὑποδείγματα· τούτου δὲ οὐδέν. Λαβὼν τοίνυν  διέκλασε, καὶ ἐδίδου διὰ τῶν  μαθητῶν,  τούτῳ αὐτοὺς τιμῶν· οὐ τιμῶν  δὲ μόνον, ἀλλ' ἵνα ὅταν γένηται τὸ θαῦμα, μὴ ἀπιστήσωσι, μηδὲ ἐπιλάθωνται παρελθόντος,   τῶν   χειρῶν   αὐτοῖς  μαρτυρουσῶν.  ∆ιὸ  καὶ  τοὺς  ὄχλους  ἀφίησι πρότερον τῆς πείνης αἴσθησιν λαβεῖν, καὶ τούτους ἀναμένει πρότερον προσελθεῖν καὶ ἐρωτῆσαι, καὶ δι' αὐτῶν αὐτοὺς κατακλίνει, καὶ δι' αὐτῶν διανέμει, ταῖς οἰκείαις ὁμολογίαις καὶ τοῖς ἔργοις προκαταλαβεῖν βουλόμενος ἕκαστον. ∆ιὰ τοῦτο καὶ παρ' αὐτῶν λαμβάνει τοὺς ἄρτους, ἵνα πολλὰ τὰ μαρτύρια ᾖ τοῦ γινομένου, καὶ ὑπομνήματα  τοῦ θαύματος ἔχωσιν. Εἰ γὰρ καὶ τούτων  συμβάντων ἐπελάθοντο, τί οὐκ ἂν  ἔπαθον,  εἰ μὴ καὶ ταῦτα  κατεσκεύασε; Καὶ κελεύει  αὐτοὺς  ἐπὶ  στιβάδος ἀναπεσεῖν, φιλοσοφεῖν  τοὺς ὄχλους  παιδεύων.  Οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι. γʹ. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον  ἄρτων  δοῦναι καὶ ἰχθύων,  καὶ ἀπὸ τοῦ πᾶσι τὰ αὐτὰ προθεῖναι  καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν, καὶ ταπεινοφροσύνην, καὶ ἐγκράτειαν, καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὸ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευε. Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Τοὺς πέντε ἄρτους κλάσας ἔδωκε, καὶ οἱ πέντε ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπήγαζον. Καὶ οὐδὲ μέχρι τούτου τὸ θαῦμα ἱστᾷ, ἀλλὰ καὶ περισσεῦσαι ἐποίησε· καὶ περισσεῦσαι οὐχὶ ἄρτους ὁλοκλήρους, ἀλλὰ κλάσματα· ἵνα δείξῃ ὅτι ἐκείνων  τῶν ἄρτων ταῦτα λείψανα ἦν, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον. ∆ιὰ τοῦτο καὶ πεινᾶσαι ἀφῆκε τοὺς ὄχλους, ἵνα μή τις φαντασίαν εἶναι νομίσῃ τὸ γεγενημένον.∆ιὰ τοῦτο καὶ δώδεκα  κοφίνους  περισσεῦσαι ἐποίησεν, ἵνα  καὶ Ἰούδας βαστάσῃ.Ἠδύνατο  μὲν  γὰρ καὶ σβέσαι τὴν  πεῖναν,  ἀλλ' οὐκ ἂν ἔγνωσαν  οἱ μαθηταὶ  τὴν δύναμιν,   ἐπεὶ  καὶ  ἐπὶ  Ἠλίου  τοῦτο  γέγονεν.   Οὕτω  γοῦν  αὐτὸν  ἐξεπλάγησαν ἐντεῦθεν  οἱ Ἰουδαῖοι, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι, καίτοιγε ἐπὶ τῶν ἄλλων σημείων οὐδαμοῦ τοῦτο ποιήσαντες. Τίς τοίνυν παραστήσειε λόγος, πῶς ἐπήγαζον οἱ ἄρτοι; πῶς ἐπέῤῥεον ἐν τῇ ἐρήμῳ; πῶς τοσούτοις ἤρκεσαν; (καὶ γὰρ πεντακισχίλιοι ἦσαν, χωρὶς  γυναικῶν  καὶ παιδίων·  ὃ μέγιστον  ἦν τοῦ δήμου ἐγκώμιον,  ὅτι καὶ γυναῖκες καὶ ἄνδρες προσήδρευον·) πῶς τὰ λείψανα γέγονε; (καὶ γὰρ καὶ τοῦτο τοῦ προτέρου  οὐκ  ἔλαττον·)  καὶ  τοσαῦτα  γέγονεν,  ὥστε  ἰσαρίθμους  γενέσθαι  τοῖς μαθηταῖς κοφίνους, καὶ μήτε πλείω μήτε ἐλάττω; Λαβὼν τοίνυν τὰ κλάσματα, οὐχὶ τοῖς ὄχλοις ἔδωκεν, ἀλλὰ τοῖς μαθηταῖς· καὶ γὰρ τῶν μαθητῶν οἱ ὄχλοι ἀτελέστερον διέκειντο. Ποιήσας δὲ τὸ σημεῖον, Εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Εἰ γὰρ καὶ παρὼν ἐδόκει φαντάζειν, ἀλλ' οὐκ ἀλήθειαν πεποιηκέναι, οὐ δήπου καὶ ἀπών. ∆ιὰ δὴ τοῦτο ἀκριβεῖ βασάνῳ ἐπιτρέπων τὰ γεγενημένα, τοὺς τὰ ὑπομνήματα λαβόντας καὶ τὸν  ἔλεγχον  τῶν  σημείων  ἐκέλευσεν αὐτοῦ χωρίζεσθαι. Καὶ ἄλλως  δὲ, ὅταν μεγάλα ἐργάζηται, ἀποσκευάζεται τοὺς ὄχλους καὶ τοὺς μαθητὰς, παιδεύων  ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, καὶ μὴ ἐπισύρεσθαι πλῆθος. Ὅταν δὲ εἴπῃ,  Ἠνάγκασε, τὴν  πολλὴν  τῶν  μαθητῶν  προσεδρείαν δείκνυσι.  Καὶ ἔπεμπεν αὐτοὺς, ἐπὶ προφάσει μὲν τῶν ὄχλων, αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· ἐποίει δὲ τοῦτο πάλιν  παιδεύων  ἡμᾶς, μήτε ὄχλοις  ἀναμίγνυσθαι  διηνεκῶς,  μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ' ἑκάτερα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας  πρὸς τὸ δέον. Μάθωμεν τοίνυν  καὶ ἡμεῖς προσεδρεύειν τῷ Ἰησοῦ, ἀλλὰ  μὴ διὰ τὴν  τῶν αἰσθητῶν  δόσιν, ἵνα μὴ ὀνειδισθῶμεν  κατὰ τοὺς Ἰουδαίους. Καὶ γὰρ, Ζητεῖτέ με, φησὶν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. ∆ιὰ τοῦτο οὐδὲ συνεχῶς ποιεῖ τουτὶ τὸ σημεῖον, ἀλλὰ δεύτερον μόνον, ὥστε παιδεύεσθαι αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν  ἔχεσθαι διηνεκῶς. Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλωμεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρήμῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος  οὐκ ἀνεχώρουν·  πολλῷ  μᾶλλον  ἡμᾶς, τοιαύτῃ  προσιόντας  τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι  χρὴ φιλοσοφίαν,  καὶ τῶν  πνευματικῶν  ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸν ἄρτον, ἀλλ' ὅτι διὰ τοῦτο μόνον αὐτὸν ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἂν γάρ τις τῶν  μεγάλων  μὲν  δώρων  καταφρονῇ,  τῶν  δὲ μικρῶν  ἔχηται,  καὶ  ὧν  βούλεται καταφρονεῖν αὐτὸν ὁ διδοὺς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἂν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι. Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων·  οὕτως εὐτελῆ ταῦτα καὶ μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἂν μεγάλα ᾖ. Μὴ τοίνυν περὶ ταῦτα σπουδάζωμεν, ἀλλ' ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν  καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰὼβ οὔτε παρόντων ἀντείχετο, οὔτε ἀπόντα ἐζήτει. Καὶ γὰρ χρήματα διὰ τοῦτο  λέγεται,  οὐχ  ἵνα  κατορύξωμεν,  ἀλλ' ἵνα  εἰς  δέον  αὐτοῖς  χρησώμεθα. Καὶ καθάπερ τῶν τεχνιτῶν  ἕκαστος ἰδίαν ἐπιστήμην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν,   οὐδὲ  ναυπηγεῖν,   οὐδὲ  ὑφαίνειν,   οὐδὲ  οἰκοδομεῖν,  οὐδὲ  ἄλλο  τῶν τοιούτων οὐδέν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους,  καὶ πάντων  ἐκείνων  βελτίονα  εἴσεται τέχνην.  δʹ. Καὶ γὰρ αὕτη  τῶν τεχνῶν  ἐκείνων ἀνωτέρα πασῶν. Ταύτης τὸ ἐργαστήριον ἐν οὐρανοῖς ᾠκοδόμηται. Αὕτη οὐκ ἀπὸ σιδήρου καὶ χαλκοῦ  τὰ ὄργανα ἔχει, ἀλλ' ἐξ ἀγαθότητος  καὶ ἀπὸ γνώμης. Ταύτης τῆς τέχνης ὁ Χριστός ἐστι διδάσκαλος, καὶ ὁ τούτου Πατήρ. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι  οὕτω  τῶν   ἄλλων   οὖσα  βελτίων,   οὐ  πόνου,  οὐ  χρόνου  δεῖται   πρὸς  τὸ κατορθωθῆναι· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν ἤνυσται. Ἴδωμεν δὲ καὶ τὸ τέλος αὐτῆς οἷόν ἐστι. Τί οὖν ἐστιν αὐτῆς τὸ τέλος; Ὁ οὐρανὸς, τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἡ δόξα ἡ ἀπόῤῥητος ἐκείνη, αἱ πνευματικαὶ παστάδες, αἱ φαιδραὶ λαμπάδες, ἡ μετὰ τοῦ Νυμφίου διαγωγὴ,  τὰ ἄλλα, ἃ μηδεὶς λόγος, μηδὲ νοῦς παραστῆσαι δύναται. Ὥστε καὶ ἐντεῦθεν  πολλὴ  πρὸς τὰς ἄλλας  αὐτῇ ἡ διαφορά. Τῶν γὰρ τεχνῶν  αἱ πλείους πρὸς τὸν παρόντα βίον εἰσὶ χρήσιμοι ἡμῖν, αὕτη δὲ καὶ πρὸς τὴν μέλλουσαν ζωήν. Εἰ δὲ τῶν εἰς τὸ παρὸν ἡμῖν ἀναγκαίων  τεχνῶν  τοσοῦτον διενήνοχεν,  οἷον ἰατρικῆς λέγω, καὶ οἰκοδομικῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλῷ μᾶλλον τῶν ἄλλων,  ἃς εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ τέχνας ἂν εἶναι φαίη. Ὅθεν ἔγωγε τὰς ἄλλας  τὰς περιττὰς  οὐδὲ τέχνας  εἴποιμι  ἂν  εἶναι.  Ποῦ γὰρ ἡ ὀψαρτυτικὴ  καὶ ἡ καρυκευτικὴ  χρήσιμοι ἡμῖν;  Οὐδαμοῦ· ἀλλὰ  καὶ σφόδρα ἄχρηστοι καὶ βλαβεραὶ, σώματι καὶ ψυχῇ λυμαινόμεναι,  τῷ τὴν μητέρα τῶν νοσημάτων ἁπάντων  καὶ τῶν παθημάτων  τὴν  τρυφὴν  μετὰ  πολλῆς  ἐπεισάγειν  τῆς  φιλοτιμίας.  Οὐ μόνον  δὲ ταύτας, ἀλλ' οὐδὲ τὴν ζωγραφικὴν, οὐδὲ τὴν ποικιλτικὴν  εἴποιμ' ἂν ἔγωγε τέχνην εἶναι· εἰς γὰρ δαπάνην μόνην ἐμβάλλουσι περιττήν. Τὰς δὲ τέχνας τῶν ἀναγκαίων καὶ συνεχόντων ἡμῶν τὴν ζωὴν παρεκτικὰς εἶναι δεῖ καὶ κατασκευαστικάς. ∆ιὰ γὰρ τοῦτο καὶ σοφίαν ἡμῖν ἔδωκεν ὁ Θεὸς, ἵνα εὕρωμεν μεθόδους, δι' ὧν δυνησόμεθα τὸν βίον συγκροτεῖν τὸν ἡμέτερον. Τὸ δὲ ζώδια γίνεσθαι, ἢ ἐν τοίχοις, ἢ ἐν ἱματίοις, ποῦ χρήσιμον; εἰπέ μοι. ∆ιὰ δὴ τοῦτο καὶ τῶν ὑποδηματοῤῥάφων καὶ τῶν ὑφαντῶν πολλὰ  περικόπτειν  ἔδει τῆς τέχνης.  Καὶ γὰρ ἐπὶ τὸ βάναυσον τὰ πλείονα  αὐτῆς ἐξήγαγον, τὸ ἀναγκαῖον αὐτῆς διαφθείραντες, τέχνῃ κακοτεχνίαν μίξαντες· ὃ καὶ ἡ οἰκοδομικὴ ἔπαθεν. Ἀλλ' ὥσπερ ταύτην, ἕως ἂν οἰκίας οἰκοδομῇ καὶ οὐ θέατρα, τά τε ἀναγκαῖα καὶ οὐ περιττὰ ἐργάζηται, τέχνην καλῶ· οὕτω καὶ τὴν ὑφαντικὴν, ἕως ἂν ἱμάτια ποιῇ καὶ ἐπιβλήματα, ἀλλὰ μὴ τὰς ἀράχνας μιμῆται, καὶ πολὺν καταχέῃ τὸν γέλωτα καὶ τὴν βλακείαν ἄφατον, τέχνην ὀνομάζω. Καὶ τὴν τῶν ὑποδηματοποιῶν, ἕως ἂν ὑποδήματα ποιῇ, οὐκ ἀποστερήσω τὸ τῆς τέχνης ὄνομα· ὅταν δὲ τοὺς ἄνδρας εἰς τὰ τῶν γυναικῶν  ἐξάγῃ σχήματα, καὶ μαλακίζεσθαι ποιῇ διὰ τῶν ὑποδημάτων καὶ θρύπτεσθαι, μετὰ τῶν βλαβερῶν καὶ περιττῶν αὐτὴν τάξομεν, καὶ οὐδὲ τέχνην ἐροῦμεν. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς μικρολόγος εἶναι δοκῶ ταῦτα περιεργαζόμενος· οὐ μὴν διὰ τοῦτο ἀποστήσομαι. Τὸ γὰρ ἁπάντων  αἴτιον τῶν κακῶν τοῦτο, τὸ καὶ μικρὰ ταῦτα δοκεῖν εἶναι τὰ ἁμαρτήματα, καὶ διὰ τοῦτο ἀμελεῖσθαι. Καὶ τί τούτου, φησὶν, εὐτελέστερον  ἁμάρτημα γένοιτ' ἂν, κεκαλλωπισμένον  ἔχειν  ὑπόδημα καὶ ἀποστίλβον, καὶ τῷ ποδὶ προσηρτημένον, εἴγε καὶ ἁμάρτημα τοῦτο καλεῖν  δοκεῖ; Βούλεσθε οὖν ἐπαφήσω τὴν γλῶτταν  αὐτῷ, καὶ δείξω τὴν ἀσχημοσύνην ὅση, καὶ οὐκ ὀργιεῖσθε; Μᾶλλον δὲ, κἂν ὀργίζησθε, οὐ πολύς μοι λόγος. Καὶ γὰρ ὑμεῖς αἴτιοι τῆς ἀνοίας ταύτης, οἱ μηδὲ ἁμάρτημα εἶναι νομίζοντες, καὶ ἐντεῦθεν ἡμᾶς ἀναγκάζοντες  εἰς τὴν κατηγορίαν τῆς ἀσωτίας ἐμβῆναι ταύτης. εʹ. Φέρε οὖν αὐτὸ ἐξετάσωμεν, καὶ ἴδωμεν ὁποῖόν ἐστι κακόν. Ὅταν γὰρ τὰ νήματα τὰ σηρικὰ, ἃ μηδὲ ἐν  ἱματίοις  ὑφαίνεσθαι  καλὸν,  ταῦτα  ἐν  ὑποδήμασι διαῤῥάπτητε, πόσης ὕβρεως, πόσου γέλωτος ταῦτα ἄξια; Εἰ δὲ τῆς ἡμετέρας ψήφου καταφρονεῖς, ἄκουσον τῆς τοῦ Παύλου φωνῆς,  μετὰ πολλῆς  τῆς σφοδρότητος ταῦτα  ἀπαγορεύοντος,  καὶ τότε  αἰσθήσῃ τοῦ γέλωτος.  Τί οὖν  ἐκεῖνός  φησι; Μὴ ἐν  πλέγμασιν,  ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ.  Τίνος οὖν ἂν εἴης συγγνώμης  ἄξιος, ὅταν τῇ γεγαμημένῃ   μὴ  ἐπιτρέποντος   Παύλου  πολυτελῆ   ἱμάτια  ἔχειν,  σὺ  καὶ  ἐπὶ  τὰ ὑποδήματα τὴν βλακείαν ταύτην ἐξάγῃς, καὶ μυρία κατασκευάζῃς ὑπὲρ τῆς καταγελάστου ὕβρεως; Καὶ γὰρ καὶ ναῦς πήγνυται,  καὶ ἐρέται καταλέγονται,  καὶ πρωρεὺς  καὶ  κυβερνήτης,  καὶ  ἱστίον  ἀναπετάννυται,   καὶ  πέλαγος  πλεῖται,  καὶ γυναῖκα καὶ παιδία καὶ πατρίδα ἀφεὶς, καὶ τὴν ἑαυτοῦ ψυχὴν  ὁ ἔμπορος ἐκδίδωσι κύμασι, καὶ εἰς τὴν τῶν βαρβάρων ἔρχεται χώραν, καὶ μυρίους ὑπομένει κινδύνους διὰ  ταῦτα  τὰ  νήματα,  ἵνα  σὺ μετὰ  πάντα  ἐκεῖνα  λαβὼν  ἐπὶ  τῶν  ὑποδημάτων διαῤῥάψῃς, καὶ τὸ δέρμα καλλωπίσῃς. Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; Ἀλλ' οὐ τὰ παλαιὰ τοιαῦτα, ἀλλ' ἀνδράσι πρέποντα. Ὅθεν ἔγωγε προσδοκῶ, χρόνου προϊόντος  τοὺς νέους τοὺς παρ' ἡμῖν  καὶ γυναικῶν  ὑποδήματα σχήσειν, καὶ οὐκ αἰσχυνεῖσθαι. Καὶ τὸ χαλεπώτερον, ὅτι οἱ πατέρες ταῦτα ὁρῶντες οὐκ ἀγανακτοῦσιν, ἀλλὰ καὶ ἀδιάφορον τὸ πρᾶγμα εἶναι νομίζουσι. Βούλεσθε εἴπω καὶ τὸ ἔτι χαλεπώτερον,  ὅτι καὶ πενήτων  ὄντων  πολλῶν  ταῦτα γίνεται; Βούλεσθε εἰς μέσον ἀγάγω  τὸν  Χριστὸν τὸν  λιμώττοντα,  τὸν  γυμνὸν,  τὸν  ἀλώμενον  πανταχοῦ,  τὸν δεδεμένον; Καὶ πόσων οὐκ ἂν εἴητε σκηπτῶν ἄξιοι, ἐκεῖνον μὲν τροφῆς ἀναγκαίας ἀποροῦντα περιορῶντες, τὰ δέρματα δὲ μετὰ τοσαύτης καλλωπίζοντες  τῆς σπουδῆς; Καὶ αὐτὸς  μὲν  ἡνίκα  τοῖς  μαθηταῖς  ἐνομοθέτει,  οὐδὲ  ἁπλῶς  ὑποδήματα  ἔχειν ἐπέτρεπεν· ἡμεῖς δὲ οὐ μόνον  γυμνοῖς  ποσὶν οὐκ ἀνεχόμεθα  βαδίζειν, ἀλλ' οὐδὲ ὑποδεδεμένοις ὡς ὑποδεδέσθαι δεῖ. Τί τοίνυν τῆς ἀκοσμίας ταύτης χεῖρον γένοιτ' ἄν; τί τοῦ γέλωτος; Καὶ γὰρ ψυχῆς ἐστι μαλακώδους τὸ πρᾶγμα, καὶ ἀπηνοῦς καὶ ὠμῆς, καὶ περιέργου καὶ ματαιοπόνου. Πότε γὰρ δυνήσεται ἀναγκαίῳ τινὶ προσέχειν ὁ περὶ ταῦτα τὰ περιττὰ ἠσχολημένος; πότε ἀνέξεται ὁ τοιοῦτος νέος ψυχῆς ἐπιμελήσασθαι, ἢ ἐννοῆσαι ὅτι κἂν ψυχὴν ἔχει; Καὶ γὰρ μικρολόγος ἔσται ὁ τὰ τοιαῦτα θαυμάζειν ἀναγκαζόμενος, καὶ ὠμὸς ὁ διὰ ταῦτα τῶν πτωχῶν  ἀμελῶν, καὶ ἀρετῆς ἔρημος ὁ πᾶσαν  εἰς  ταῦτα   καταναλίσκων   τὴν   σπουδήν.  Ὁ  γὰρ  νημάτων   ἀρετὴν,  καὶ χρωμάτων  ἄνθος, καὶ τοὺς κισσοὺς τοὺς ἀπὸ τῶν τοιούτων  ὑφασμάτων περιεργαζόμενος, πότε εἰς τὸν οὐρανὸν δυνήσεται ἰδεῖν; πότε τὸ ἐκεῖ θαυμάσεται κάλλος ὁ πρὸς κάλλος ἐπτοημένος δερμάτων, καὶ χαμαὶ κύπτων; Καὶ ὁ μὲν Θεὸς ἔτεινεν οὐρανὸν, καὶ ἥλιον ἀνῆψεν, ἄνω σου τὰς ὄψεις ἕλκων· σὺ δὲ κάτω σαυτὸν καὶ πρὸς τὴν γῆν κατὰ τοὺς χοίρους νεύειν ἀναγκάζεις, καὶ τῷ διαβόλῳ πείθῃ. Καὶ γὰρ ὁ πονηρὸς δαίμων  οὗτος ταύτην ἐπενόησε τὴν ἀσχημοσύνην, ἐκείνου σε τοῦ κάλλους ἀπάγων. ∆ιὰ τοῦτό σε ἐνταῦθα εἵλκυσε, καὶ παρευδοκιμεῖται Θεὸς οὐρανὸν δεικνὺς  ὑπὸ διαβόλου δέρματα δεικνύντος·  μᾶλλον  δὲ οὐδὲ δέρματα· καὶ γὰρ καὶ ταῦτα ἔργα Θεοῦ· ἀλλὰ βλακείαν καὶ κακοτεχνίαν.  Καὶ κάτω εἰς τὴν γῆν νεύων ὁ νέος περίεισιν, ὁ τὰ ἐν τοῖς οὐρανοῖς φιλοσοφεῖν κελευσθεὶς, μᾶλλον ἐγκαλλωπιζόμενος  τούτοις, ἢ εἰ τῶν μεγάλων  τι κατωρθωκὼς  ἦν, καὶ ἀκροβατῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ λύπας καὶ ἀθυμίας ἐντεῦθεν τίκτων ἑαυτῷ περιττὰς, μὴ μολύνῃ τῷ πηλῷ χειμῶνος  ὄντος, μὴ καλύψῃ τῷ κονιορτῷ θέρους ἐπιστάντος. Τί λέγεις, ἄνθρωπε; τὴν ψυχὴν ἅπασαν εἰς πηλὸν ἔῤῥιψας διὰ ταύτης τῆς ἀσωτίας, καὶ χαμαὶ συρομένην περιορᾷς, καὶ περὶ ὑποδημάτων τοσοῦτον ἔχεις ἀγῶνα; Μάθε τὴν χρῆσιν αὐτῶν,  καὶ αἰδέσθητι τὴν ψῆφον  ἣν περὶ αὐτῶν  φέρεις. Ὥστε γὰρ πηλὸν πατεῖν καὶ βόρβορον, καὶ πᾶσαν τὴν ἐπὶ τοῦ ἐδάφους κηλῖδα, γέγονε τὰ ὑποδήματα. Εἰ δὲ οὐκ ἀνέχῃ, λαβὼν ἐξάρτησον τοῦ τραχήλου, ἢ τῇ κεφαλῇ περίθες.   ʹ. Καὶ ὑμεῖς μὲν γελᾶτε ταῦτα ἀκούοντες· ἐμοὶ δὲ δακρύειν ἔπεισι τὴν τούτων μανίαν, καὶ τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἥδιον ἂν οὗτοι τὸ σῶμα μολύναιεν πηλῷ, ἢ τὰ δέρματα ἐκεῖνα. Μικρολόγοι μὲν οὖν οὕτω γίνονται,  φιλοχρήματοι  δὲ πάλιν ἑτέρως. Ὁ γὰρ περὶ τὰ τοιαῦτα μαίνεσθαι καὶ σπουδάζειν ἐθισθεὶς, καὶ ἐν ἱματίοις καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλῆς  δεῖται δαπάνης  καὶ πολλῆς  τῆς προσόδου. Κἂν μὲν  φιλότιμον  ἔχῃ πατέρα, μᾶλλον αἰχμάλωτος γίνεται, τὴν ἄτοπον ταύτην ἐπιτείνων ἐπιθυμίαν· ἂν δὲ μικρολόγον, ἀναγκάζεται ἕτερα ἀσχημονεῖν, ὥστε χρυσίον συνάγειν εἰς τὰς τοιαύτας δαπάνας. Ἐντεῦθεν πολλοὶ τῶν νέων  καὶ τὴν ὥραν ἀπέδοντο,  καὶ παράσιτοι τοῖς εὐπόροις  ἐγένοντο,  καὶ  ἑτέρας  δουλοπρεπεῖς  ὑπέμειναν  διακονίας,  ἀντὶ  τούτων ὠνούμενοι  τὸ τὰς  τοιαύτας  ἐπιθυμίας  πληροῦν.  Ὅτι μὲν  οὖν  καὶ φιλοχρήματος οὗτος ἔσται καὶ μικρολόγος, καὶ περὶ τὰ ἀναγκαῖα  πάντων  ἀργότερος, καὶ πολλὰ ἀναγκασθήσεται ἁμαρτάνειν,  δῆλον  ἐκ τούτων·  ὅτι  δὲ ὠμὸς καὶ κενόδοξος, οὐδὲ τοῦτό τις ἀντερεῖ· ὠμὸς μὲν, ὅταν πένητα ἰδὼν, τῷ πόθῳ τοῦ καλλωπισμοῦ μηδὲ ἑωρακέναι   δοκῇ,  ἀλλὰ  ταῦτα  μὲν  χρυσῷ   καλλωπίζῃ,   ἐκεῖνον   δὲ  ὑπὸ  λιμοῦ διαφθειρόμενον  περιορᾷ· κενόδοξος δὲ, ὅταν  καὶ ἐν τοῖς μικροῖς παιδεύηται  τὴν παρὰ  τῶν   ὁρώντων   δόξαν  θηρᾷν.  Οὐ  γὰρ   οὕτως  οἶμαι  στρατηγὸν  ἐπὶ  τοῖς στρατοπέδοις  καὶ  τροπαίοις  μέγα  φρονεῖν,  ὡς  τοὺς  ἀκολάστους  νέους  ἐπὶ  τῷ καλλωπισμῷ  τῶν  ὑποδημάτων,  ἐπὶ  τοῖς  συρομένοις  ἱματίοις,  ἐπὶ  τῇ  κουρᾷ τῆς κεφαλῆς·  καίτοιγε  ταῦτα  πάντα   τεχνιτῶν  ἔργα  ἐστὶν  ἑτέρων.  Εἰ  δὲ  ἐπὶ  τοῖς ἀλλοτρίοις οὐκ ἀφίστανται κενοδοξοῦντες, πότε ἐπὶ τοῖς ἰδίοις ἀποστήσονται; Εἴπω καὶ ἕτερα τούτων χαλεπώτερα, ἢ καὶ ταῦτα ὑμῖν ἀπόχρη; Οὐκοῦν ἀνάγκη καταλῦσαι τὸν  λόγον  ἐνταῦθα·  ἐπεὶ καὶ ταῦτά  μοι εἴρηται  διὰ τοὺς φιλονείκους  καὶ οὐδὲν ἄτοπον  τὸ  πρᾶγμα  εἶναι  λέγοντας.  Καὶ οἶδα  μὲν  ὅτι  πολλοὶ  τῶν  νέων  οὐδὲ προσέξουσι  τοῖς λεγομένοις,  μεθύοντες  ἅπαξ τῷ πάθει· οὐ μὴν διὰ τοῦτο σιγῆσαι ἔδει. Οἱ γὰρ νοῦν ἔχοντες πατέρες καὶ ὑγιαίνοντες τέως, καὶ ἄκοντας αὐτοὺς εἰς τὴν προσήκουσαν  εὐσχημοσύνην ἐμβιβάσαι δυνήσονται. Μὴ τοίνυν λέγε, Οὐδὲν παρὰ τοῦτο, καὶ οὐδὲν παρ' ἐκεῖνο· τοῦτο γὰρ, τοῦτο πάντα ἀπώλεσεν. Ἔδει γὰρ καὶ ἐντεῦθεν αὐτοὺς παιδεύειν, καὶ ἀπὸ τῶν δοκούντων  εἶναι μικρῶν σεμνοὺς ποιεῖν, μεγαλοψύχους, κρείττους σχημάτων· οὕτως αὐτοὺς καὶ ἐν τοῖς μεγάλοις εὑρήσομεν δοκίμους. Τί γὰρ τῆς τῶν στοιχείων μαθήσεως εὐτελέστερον; Ἀλλ' ὅμως ἀπὸ τούτων καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ φιλόσοφοι  γίνονται·  κἂν ταῦτα ἀγνοήσωσιν, οὐδὲ ἐκεῖνά ποτε εἴσονται. Ταῦτα δὲ ἡμῖν οὐ πρὸς νέους μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας καὶ κόρας εἴρηται. Καὶ γὰρ καὶ αὗται  τοῖς  τοιούτοις  ἐγκλήμασιν  ὑπόκεινται,  καὶ πολλῷ  μᾶλλον,  ὅσῳ  παρθένῳ  κοσμιότης  ἐπιτήδειον.  Τὰ τοίνυν  πρὸς  ἐκείνους εἰρημένα καὶ πρὸς ὑμᾶς εἰρῆσθαι νομίζετε, ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀναλάβωμεν. Καὶ γὰρ ὥρα λοιπὸν  εὐχῇ κατακλεῖσαι τὸν λόγον.  Ἅπαντες  τοίνυν  ἡμῖν  συνεύξασθε, ὥστε τοὺς νέους τοὺς τῆς Ἐκκλησίας μάλιστα δυνηθῆναι κοσμίως ζῇν, καὶ εἰς γῆρας ἐλθεῖν αὐτοῖς πρέπον. Ὡς τούς γε οὐχ οὕτω ζῶντας, οὐδὲ εἰς γῆρας ἐλθεῖν καλόν· τοὺς δὲ καὶ ἐν νεότητι γεγηρακότας εὔχομαι καὶ εἰς πολιὰν βαθυτάτην ἐλθεῖν, καὶ πατέρας γενέσθαι παίδων  δοκίμων,  καὶ τοὺς γεγεννηκότας  εὐφρᾶναι,  καὶ πρό γε πάντων  τὸν πεποιηκότα  αὐτοὺς Θεὸν, καὶ πᾶσαν ἐξελάσαι νόσον, οὐ τὴν ἐν τοῖς ὑποδήμασιν, οὐδὲ τὴν ἐν τοῖς ἱματίοις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν. Καὶ γὰρ οἷον  γῆ χερσουμένη, τοιοῦτόν  ἐστι καὶ νεότης  ἀμελουμένη,  πολλὰς  πολλαχόθεν ἐκφέρουσα τὰς ἀκάνθας. Ἐπαφῶμεν τοίνυν  τὸ πῦρ τοῦ Πνεύματος, καὶ κατακαύσωμεν  τὰς  πονηρὰς  ταύτας  ἐπιθυμίας,  καὶ  νεώσωμεν  τὰς  ἀρούρας, καὶ ἑτοίμους πρὸς τὴν τοῦ σπόρου ποιήσωμεν ὑποδοχὴν, καὶ τοὺς νέους τοὺς παρ' ἡμῖν τῶν ἀλλαχοῦ γερόντων ἀποδείξωμεν σωφρονεστέρους. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν ἐν νεότητι σωφροσύνη λάμπῃ, ὡς ὅγε ἐν γήρᾳ σωφρονῶν οὐδὲ μισθὸν ἂν ἔχοι πολὺν, ἀκριβῆ τὴν ἀπὸ τῆς ἡλικίας ἀσφάλειαν ἔχων. Τὸ δὲ παράδοξον, ἐν κύμασι γαλήνης  ἀπολαύειν,  καὶ ἐν  καμίνῳ  μὴ κατακαίεσθαι, καὶ ἐν  νεότητι  μὴ ἀσελγαίνειν. Ταῦτ' οὖν ἐννοοῦντες, ζηλώσωμεν τὸν μακάριον ἐκεῖνον Ἰωσὴφ, τὸν διὰ πάντων λάμψαντα τούτων, ἵνα καὶ τῶν αὐτῶν ἐπιτύχωμεν  στεφάνων αὐτῷ· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |