ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Σύνοψις τῆς Ἐξόδου.

Τετάρτη 19 Οκτωβρίου 2016

Σύνοψις τῆς Ἐξόδου.




Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης

Σύνοψις τῆς Ἐξόδου.

 Ἀναστὰς βασιλεὺς ἐν Αἰγύπτῳ, ὃς οὐκ ᾔδει τὸν Ἰωσὴφ, ἐκάκου τοὺς Ἰσραηλίτας τῷ πηλῷ  καὶ τῇ πλινθείᾳ.  Ἐκέλευσε δὲ καὶ ταῖς μαίαις ἀναιρεῖν τὰ ἄῤῥενα τῶν Ἰσραηλιτῶν· ὡς δὲ οὐκ εἶξαν, τῷ λαῷ τὸ τόλμημα ἐπέτρεψε. Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ. Κατελθοῦσα δὲ ἡ θυγάτηρ  Φαραὼ, καὶ ἀνελομένη  τὸ παιδίον,  ἔδωκε  τρέφεσθαι. Μέγας οὖν γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· πατάξας δὲ τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο Ἑβραίους διαπληκτιζομένους,  καὶ λέγει τῷ ἑνί· ∆ιὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς· μὴ ἀνελεῖν με θέλεις ὡς χθὲς Αἰγύπτιον; Ἐφοβήθη οὖν Μωϋσῆς· ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα, καὶ ἐζήτει ἀνελεῖν Μωϋσῆν. Φοβηθεὶς δὲ Μωϋσῆς, ἀνεχώρησεν εἰς Μαδιάμ· ἐβοήθησε ταῖς θυγατράσιν Ἰοθὸρ πρὸς τὸ ποτίσαι. Αἱ δὲ ἀνήγγειλαν  τῷ πατρὶ τὸ γεγονὸς, καὶ εἰσήγαγον πρὸς αὐτὸν τὸν Μωϋσῆν. Καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα αὐτοῦ γυναῖκα· καὶ ἔτεκε τῷ Μωϋσῇ τὸν Γερσὲμ καὶ τὸν Ἐλιέζερ. Ποιμαίνοντι δὲ αὐτῷ λαλεῖ  ὁ Θεός· ὅτε ἦλθεν, εἶδε τὸ ἐπὶ τῆς βάτου θαῦμα, ὅτε ἐκαίετο, καὶ οὐ κατεκαίετο.  Καὶ ἀποστέλλει  αὐτὸν  εἰς  Αἴγυπτον  λέγων· 


Εἰπὲ, Ἐγώ  εἰμι  ὁ  ὤν. Κελεύεται δὲ συναγαγεῖν  τὴν  γερουσίαν, καὶ  οὕτως  εἰσελθεῖν  πρὸς Φαραὼ, καὶ παραγγεῖλαι τῷ λαῷ, ἡνίκα ἀποτρέχουσι χρήσασθαι σκεύη ἀργυρᾶ καὶ χρυσᾶ παρὰ τῶν γειτόνων.  Καὶ δίδωσιν αὐτῷ σημεῖα τοῖα πρὸς τὸ πιστευθῆναι, τὴν ῥάβδον, ἢ γέγονεν  ὄφις,  τὴν  ἀλλοίωσιν  τῆς χειρὸς  αὐτοῦ· γέγονε  γὰρ ὡς  χιὼν,  καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν οἰκείαν χροιὰν, τὸ ὕδωρ τοῦ ποταμοῦ. Ἐκχεεῖς γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἐπὶ τὴν ξηρὰν, καὶ ἔσται αἷμα. Ὁ δὲ Μωϋσῆς παρῃτεῖτο· τότε ὀργισθεὶς ὁ Θεὸς, συνέζευξεν αὐτῷ τὸν Ἀαρών. Ἀπήγγειλε Μωϋσῆς τῷ πενθερῷ αὐτοῦ τῷ Ἰοθὸρ, ὅτι μέλλει εἰς Αἴγυπτον ἀπιέναι. Καὶ τελευτήσαντος τοῦ βασιλέως τοῦ ζητοῦντος αὐτοῦ τὴν ψυχὴν, φησὶν αὐτῷ ὁ Θεὸς, ὅτι Εἴσελθε εἰς Αἴγυπτον. Ὁ δὲ τὰ παιδία καὶ τὴν γυναῖκα λαβὼν, οὕτως εἰσῄει. ∆ιὸ καὶ ἄγγελος φαίνεται  φοβῶν    αὐτόν. Οὐ γὰρ διὰ τὴν περιτομὴν (εἰ γὰρ τῆς περιτομῆς ἕνεκεν, ἐχρῆν μὴ πρότερον ἀναστῆναι τὸν ἄγγελον,  ἕως οὗ καὶ τὸν ἕτερον περιέτεμεν ἡ μήτηρ), ἀλλ' ὑπὲρ τοῦ μὴ τὴν γυναῖκα  λαβεῖν  εἰς Αἴγυπτον. Οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ' ἐξαγαγεῖν  τὸν Ἰσραήλ· ὅπερ καὶ αὐτὸς συνιδὼν, ἀφίησι τὴν γυναῖκα. Καὶ πόθεν δῆλον ὅτι ἀφῆκεν; Ἀπελθόντι αὐτῷ ἐξ Αἰγύπτου ἀπαντᾷ μετὰ τῆς γυναικὸς ὁ πενθερὸς Ἰοθόρ. Ἔρχεται Ἀαρὼν πρὸς Μωϋσῆν, καὶ ἀμφότεροι συνήγαγον τὴν γερουσίαν Ἰσραὴλ, καὶ ἀπήγγειλαν  αὐτοῖς τὰ παρὰ τοῦ Θεοῦ· οἱ δὲ ἐχάρησαν. Ὡς δὲ καὶ πρὸς τὸν Φαραὼ εἰσῆλθον, καὶ ἐκέλευον ἐξαποστέλλειν  τὸν λαὸν, οὐ μόνον οὐκ εἶξεν ὁ βασιλεὺς, ἀλλὰ καὶ πλέον  ἐκάκωσε τοὺς Ἰσραηλίτας, κελεύσας μὴ δίδοσθαι αὐτοῖς ἄχυρον, ἀλλ'  αὐτοὺς ἀφ'  ἑαυτῶν  πορίζειν. Ὡς δὲ ἐμαστίχθησαν οἱ γραμματεῖς  διὰ τὸ μὴ  πληροῦσθαι τὸ ἔργον, ἐνέτυχον τῷ Φαραὼ, καὶ οὐδὲν ὤνησαν. Κατεβόων λοιπὸν τοῦ Μωϋσέως· καὶ πάλιν ἀποστέλλεται πρὸς τοὺς Ἰσραηλίτας, εὐαγγελιζόμενος  αὐτῶν τὴν ἔξοδον. Οἱ δὲ οὐκ ἤκουσαν Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας  αὐτῶν.  Ἐνταῦθα γενεαλογεῖται  Μωϋσῆς, καί φησιν αὐτῷ ὁ Θεός· ∆έδωκά σε θεὸν τῷ Φαραώ· καὶ ἀποστέλλει αὐτὸν πρὸς Φαραὼ, κελεύσας ἐπιδεῖξαι σημεῖον, εἰ αἰτήσειεν ὁ βασιλεὺς, τὸ τῆς ῥάβδου τῆς εἰς ὄφιν στραφείσης. Ὡς δὲ ἐγένετο ἡ ῥάβδος ὄφις, καὶ οὐκ εἶξε, τρέπεται τὸ ὕδωρ τοῦ ποταμοῦ εἰς αἷμα, πληροῦται ἡ γῆ βατράχων· εἶτα σκνῖπες ἐπῆλθον, εἶτα ἡ κυνόμυια, εἶτα ὁ θάνατος τῶν κτηνῶν,  εἶτα αἱ φλυκτίδες,  εἶτα ἡ χάλαζα καὶ τὸ πῦρ, εἶτα ἡ ἀκρὶς, καὶ τὸ σκότος τὸ ψηλαφητόν. Ὡς δὲ ἤμελλεν ὁ τῶν πρωτοτόκων  ἐπάγεσθαι θάνατος, κελεύονται  θῦσαι πρόβατον ἄρσεν, ἄμωμον, καὶ χρῖσαι τὰς φλιὰς τῷ αἵματι· οὐ γὰρ ἀπολεῖσθαι τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἂν τὸ αἷμα ἦν [λ. ᾖ] τοῦ ἀμνοῦ. Τότε καὶ τῶν ἑπτὰ ἡμερῶν τῶν ἀζύμων αὐτοῖς νομοθετεῖ· κἂν εἰσέλθωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, φυλάττειν  κελεύει τὴν λατρείαν. Κἂν ἐρωτήσωσιν ὑμᾶς υἱοὶ ὑμῶν, φησὶ, ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦτο Κυρίῳ. Ὡς δὲ κατὰ τὸ μέσον τῆς νυκτὸς ἀπώλετο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἀπήλασαν τοὺς Ἰσραηλίτας τῆς Αἰγύπτου. Οἱ δὲ ἐξῆλθον, λαβόντες τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χρυσᾶ, καὶ πολὺν  λαὸν  μετ' αὐτῶν  ἐπίμικτον,  καὶ πρόβατα, καὶ βόας, καὶ κτήνη.  Ἡ δὲ κατοίκησις τῶν  υἱῶν  Ἰσραὴλ, ἣν κατῴκησαν  αὐτοὶ  καὶ οἱ πατέρες αὐτῶν  ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν γῇ Χαναὰν, ἔτη τετρακόσια τριάκοντα. Καὶ εἶπεν ὁ Θεός· Ἀνάθες καὶ ἁγίασόν  μοι  πᾶν  πρωτότοκον   ἀπὸ  ἀνθρώπου  ἕως  κτήνους,  ὅτι  ἀπέκτεινε  τὰ πρωτόκοκα Αἰγυπτίων. Οὐκ ἤγαγε δὲ αὐτοὺς διὰ Φυλιστιεὶμ, ἵνα μὴ μετανοήσωσιν ἰδόντες πόλεμον, καὶ ἀποστρέψωσιν εἰς Αἴγυπτον, ἀλλὰ διὰ τῆς Ἐρυθρᾶς. Πέμπτῃ δὲ γενεᾷ  ἀνέβησαν  υἱοὶ  Ἰσραὴλ  ἐξ Αἰγύπτου· καὶ  ἔλαβε  Μωϋσῆς τὰ  ὀστᾶ Ἰωσήφ. Ὡδήγει  δὲ ὁ Θεὸς τὸν  Ἰσραὴλ στόλῳπυρὸς  τὴν  νύκτα,  καὶ στόλῳ  νεφέλης  τὴν ἡμέραν. Ὡς δὲ κατεδίωξεν ὁ Φαραὼ μεταμεληθεὶς, ἐπάταξε τὴν θάλασσαν Μωϋσῆς τῇ ῥάβδῳ, καὶ διῃρέθη· παρελθόντων δὲ τῶν Ἰσραηλιτῶν, συνῆλθε κατὰ τῶν Αἰγυπτίων, καὶ κατεπόντισεν αὐτούς. Καὶ ᾖσε Μωϋσῆς τὴν ᾠδὴν, ᾖσε δὲ καὶ Μαριὰμ μετὰ τῶν γυναικῶν.  Ἦλθον εἰς Μαῤῥὰς, ἔνθα πικρὸν ἦν τὸ ὕδωρ, καὶ ἐγλύκανεν αὐτὸ  Μωϋσῆς  διὰ  τοῦ  ξύλου.  Ἦλθον  ἔνθα   δώδεκα   πηγαὶ   καὶ  φοίνικες   οἱ ἑβδομήκοντα· ὁ δὲ τόπος Ἐλεὶμ ἐλέγετο. Ἦλθον ἐκεῖθεν εἰς τὴν ἔρημον ἀνὰ μέσον Ἐλεὶμ καὶ Σινά. Τότε ἐγόγγυσαν οἱ Ἰσραηλῖται ἐν τῇ ἐρήμῳ, κρέα ζητοῦντες. Τότε ἔβρεξεν αὐτοῖς μάννα. Εἶτα ἤνεγκε τὴν ὀρτυγομήτραν. Ἐνταῦθα ἐπὶ τοῦ μάννα, ὃ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὃ τὸ ὀλίγον οὐκ ἠλαττόνησε, παρήγγειλε μὴ ὑπολείπεσθαι  εἰς  τὴν  αὔριον.  Οἱ δὲ  παρήκουσαν,  καὶ  γέγονε  τὸ  καταλειφθὲν σκωλήκων  πλῆρες. Εἶπε· Μὴ ἐξέλθητε συλλέξαι τῷ σαββάτῳ· οἱ δὲ καὶ ἐν τούτῳ παρήκουσαν,  καὶ  ἐξελθόντες   οὐχ  εὗρον.  Κελεύει  Μωϋσῆς  ἐν  στάμνῳ  χρυσῇ ἀποθέσθαι ἀπὸ τοῦ μάννα εἰς τὰς μετὰ ταῦτα γενεάς. Τὸ δὲ μάννα ἔφαγον τεσσαράκοντα ἔτη. Τότε ἐγόγγυζον διὰ τὸ δίψος. Καὶ ἐπάταξε Μωϋσῆς τὴν πέτραν, καὶ ἐξῆλθεν τὸ ὕδωρ. Ἔρχεται Ἀμαλὴκ πολεμῶσαι τὸν Ἰσραήλ·καὶ ἐτρέψατο αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ ἕως ἦσαν αἱ χεῖρες Μωϋσῆ μετέωροι, ἴσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ  καθῆκεν  αὐτὰς,  ἡττῶντο.  Τοῦτο δὲ  τύπος  ἦν  τοῦ  σταυροῦ. Εἱστήκεισαν γὰρ Ἀαρὼν  καὶ  Ὢρ, στηρίζοντες  τὰς  χεῖρας  Μωϋσῇ. Εἶπε δὲ  Κύριος πρὸς  Μωϋσῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ. Ἀπαντᾷ Ἰοθὸρ ὁ πενθερὸς Μωϋσῆ μετὰ τῆς γυναικὸς (γαμβρὸν δὲ αὐτὸν καλεῖ καταχρηστικῶς ἡ Γραφὴ) τῷ τε Μωϋσῇ καὶ τῷ λαῷ. ∆ιηγεῖται τὰ θαυμάσια Μωϋσῆς τῷ πενθερῷ· ὁ δὲ ἐθαύμασεν. Ὡς δὲ εἶδε πάντα  τὸν λαὸν  παρεστηκότα Μωϋσῇ, τὸν  δὲ οὐκ ἀρκοῦντα πᾶσι κρίνειν,  φησὶν αὐτῷ ὁ πενθερός· Ἐπίλεξαι ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μισοῦντας ὑπερηφανίαν,  καὶ  κατάστησον  αὐτοὺς  χιλιάρχους,  ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους. Ἐποίησε Μωϋσῆς οὕτως, καὶ ἀνῆλθεν εἰς τὸ ὅρος. Καὶ  προσέταξεν αὐτῷ ὁ Θεὸς εἰπεῖν τῷ λαῷ, ὅτι ἔσονται τοῦ Θεοῦ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐὰν ὑπακούσωσι. Οἱ δὲ εἶπον· Ἅπαντα, ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα. Τότε προστάσσει τῷ λαῷ  ἁγνισθῆναι  ἕως τρίτης  ἡμέρας, πλῦναι  τὰ ἱμάτια αὐτῶν. Ἐνταῦθα εἴρηται καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ ἐν τῇ πρὸς Ἑβραίους· Κἂν θίγῃ  τοῦ  ὄρους, λιθοβοληθήσεται.  Τότε ἐκαπνίζετο  τὸ  ὅρος, φωναὶ  σαλπίγγων ἤχουν. Τότε τὰς ἐντολὰς τοῦ νόμου λαμβάνει Μωϋσῆς, τὴν ∆εκάλογον, καὶ τὰ λοιπὰ δικαιώματα. Τὸ δὲ, Θεοὺς οὐ κακολογήσεις, οὐ περὶ εἰδώλων εἴρηται, ἀλλὰ περὶ τῶν ἀρχόντων·  ἐπάγει γὰρ, Ἄρχοντι  τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἐπαγγέλλεται,  εἰ ὑπακούσειαν, πολλὰ αὐτοῖς ἀγαθά· κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν, τὸ ὕδωρ αὐτῶν  εὐλογήσειν  καὶ τὸν  ἄρτον, πάσης μαλακίας  αὐτοὺς ἀπαλλάξειν,  μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου. Τότε θύει Μωϋσῆς, καὶ τὸ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον· καὶ λαβὼν  τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ. Μέμνηται  τούτων  ὁ Παῦλος ἐν  τῇ  πρὸς Ἑβραίους λέγων,  ὅτι Οὐδὲ ἡ πρώτη διαθήκη χωρὶς αἵματος ἐγκεκαίνισται. Κελεύεται Μωϋσῆς ἀνελθὼν λαβεῖν τὰ πυξία. Καὶ ἦν ἐκεῖ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἤκουσε δὲ τὴν διάταξιν τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ, καὶ τῆς ἱερατικῆς στολῆς, καὶ τῆς χρίσεως τῶν  ἱερέων, καὶ τῶν  λύτρων.  Ταῦτα δὲ ἦν τὸ ἥμισυ  τοῦ  διδράχμου  ἕκαστον  διδόναι,  τουτέστιν,  ὀβολοὺς  δέκα.  Καὶ περὶ  τῆς συνθέσεως τοῦ ἐλαίου παραινεῖ, καὶ ὑπὲρ τῆς φυλακῆς τοῦ σαββάτου. Ἐκκλησιάζουσιν οἱ Ἰσραηλῖται κατὰ Ἀαρὼν καὶ εἰδωλολατροῦσι. Τότε φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ· Ἔασόν με, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ὡς δὲ κατελθὼν  ὁ Μωϋσῆς εἶδε τὸν μόσχον καὶ τὸν λαὸν παίζοντας, ἔῤῥιψε τὰς πλάκας, καὶ συνέτριψεν, ἐπετίμησε τῷ Ἀαρὼν, ἐκέλευσε τοῖς υἱοῖς Λευῒ ἐλθοῦσιν, εἶπε· Εἴ τις πρὸς Κύριον, ἴτω πρός με, σφάξειν ἕκαστον τὸν ἀδελφὸν  αὐτοῦ καὶ τὸν πλησίον αὐτοῦ. Καὶ ἔπεσον τρισχίλιοι ἄνδρες. Τότε δὲ ἀνελθὼν Μωϋσῆς λέγει τῷ Θεῷ· Εἰ μὲν ἀφιεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τότε ἐπένθησεν  ὁ  λαὸς,  καὶ  ἐκελεύσθη  περιελεῖν  τὸν  κόσμον  αὐτοῦ.  Ἐνταῦθα εἴρηται· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ οὐκ ἐξεπορεύετο τῆς σκηνῆς. Τότε παρακαλεῖ Μωϋσῆς τὸν Θεὸν, ὥστε  μὴ  καταλιπεῖν  τὸν  λαόν·  καὶ  λαξεύσας  δύο  πλάκας,  λαμβάνει  τὴν ∆εκάλογον, ποιήσας πάλιν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐντέλλεται   δὲ  αὐτῷ   πάλιν   περὶ  τοῦ   πάσχα,  περὶ  τοῦ   σαββάτου,  περὶ  τοῦ ἐξολοθρεῦσαι  τοὺς  θεοὺς  τῶν  ἐθνῶν,  ὑπὲρ  τοῦ  ἁγιάσαι  αὐτῷ  τὰ  πρωτότοκα. Ἐνταῦθα κεῖται, ὅτι μετὰ καλύμματος ἐλάλει Μωϋσῆς τῷ λαῷ· ὃ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους φησὶν ὁ Παῦλος. Τότε αὐτοῖς παραγγέλλεται περὶ τοῦ σαββάτου, καὶ περὶ τῆς ὕλης τῆς ὀφειλούσης προχωρῆσαι εἰς τὴν τῆς σκηνῆς ἐργασίαν, τουτέστι, περὶ τοῦ χρυσοῦ, τοῦ χαλκοῦ, τῶν τριχῶν, καὶ τῆς λοιπῆς ὕλης. Καὶ οἱ μὲν ἔφερον πολλῇ τῇ προθυμίᾳ, ὡς καὶ περισσεύειν· ἐργάζεται δὲ Βεσελεὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἐλιὰβ ἐκ τῆς φυλῆς  ∆ὰν ἅπαντα τὰ πρὸς τὴν κατασκευὴν, καὶ ἔστη ἡ σκηνὴ, καὶ ἐκάλυψεν αὐτὴν ἡ νεφέλη. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα χρυσίου μὲν τάλαντα κθʹ καὶ σίκλοι ψʹ, ἀργυρίου δὲ τάλαντα ρʹ, σίκλοι ψοβʹ, καὶ χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι, βφʹ.Λευϊτικὸν, βιβλίον


 Σύνοψις Λευιτικού

γʹ. Λευϊτικὸν καλεῖται  τοῦτο τὸ βιβλίον, ἐπειδὴ ἰδικῶς πᾶσαν τῆς τε Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται  ἐκ τῆς φυλῆς  Λευῒ, καὶ χρίονται  εἰς ἱερέας, πᾶσάν τε τὴν διαφορὰν  τῶν  θυσιῶν·  καὶ  τὴν  ποιότητα  πᾶσαν  τῆς  ἐν  τῷ  ἱερῷ  λατρείας  καὶ ἱερατικῆς  λειτουργίας.   ∆ιηγεῖται  καὶ  τὸν  νόμον  ἑκάστης  θυσίας,  περί  τε  τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος,  καὶ πῶς  ἑκάστῳ τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει  διηγεῖται. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ ἡ χρῖσις τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ ἡ γνῶσις τῶν σημείων, περὶ λέπρας ἀνθρώπων  καὶ ἱματίων καὶ τοίχου οἰκίας, καὶ ὁ νόμος ὁ περὶ καθαρισμοῦ αὐτῶν.   Νόμος τε καὶ διαστολὴ περὶ νομικῶν  γάμων, καὶ τίνες εἰσὶ παράνομοι. Καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν καὶ πετεινῶν καὶ ἰχθύων καὶ ἑρπετῶν, καὶ τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὀφείλουσιν Ἑβραῖοι, τίνων   δὲ  ἀπέχεσθαι  προσετάχθησαν.  Καὶ τὴν  μὲν  ἡμέραν  τῶν  σαλπίγγων   τῇ νεομηνίᾳ  τῇ ἑβδόμῃ μηνὸς δηλοῖ· τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας, ἵν' ἐν αὐτῷ τῷ ἑβδόμῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα Σάββατα σαββάτων καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων  προσφέρεσθαι. Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ   ἔτη   ὀφειλούσης   γίνεσθαι.   Ἐξηγεῖται   πάλιν   τε   ὑπόμνησιν   νομίμων   καὶ προσταγμάτων  καὶ  μαρτυριῶν.  Περιέχει  καὶ  ἐπαγγελίας   μὲν  τοῖς  φυλάσσουσιν αὐτὴν, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν  καθαρῶν καὶ ἀκαθάρτων  βρωμάτων  οὕτω ποιεῖται.  Καὶ τὰ μὲν ἀπὸ κτηνῶν καθαρὰ τὰ τοιαῦτα λέγει, τὰ διχηλοῦντα  ὁπλὴν καὶ ὀνυχιστῆρας, ὀνυχίζοντα  δύο χηλῶν,   καὶ  ἀνάγοντα   μηρυκισμόν·  οἷά  ἐστι  μόσχος,  πρόβατον,  αἲξ,  ἔλαφος, βούβαλος, δορκὰς, ὄρυξ, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινα ἀπὸ τούτων ἐνέλιπε, ἀκάθαρτόν ἐστιν· οἷά ἐστιν ὁ κάμηλος καὶ ὁ δασύπους καὶ ὁ χοιρόγρυλλος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· τὸν ἀετὸν, τὸν γρῦπα, τὸν ἁλιέα [λ. ἁλιαίετον], τὸν γῦπα, τὸν ἰκτῖνον, τὸν κόρακα, καὶ τὰ ὅμοια αὐτῶν, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῶν, καὶ τὸν νυκτικόρακα, καὶ καταράκτην, καὶ ἶβιν, καὶ πορφυρίωνα, καὶ πελεκᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποπα καὶ νυκτερίδα. Τῶν δὲ ἑρπετῶν  πετεινῶν  ἀκάθαρτα  ἅπαντα  εἶναι  λέγει,  τὰ  πορευόμενα  ἐπὶ  τεσσάρων, ἔχοντα δὲ ἀνωτέρω τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς, οἷά ἐστιν ὁ βροῦχος, ὁ πίττακος, ὁ ἀτταγὸς, καὶ ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιοῦχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς καὶ χειμάῤῥοις γινόμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας, οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λειπόμενα ἔν τινι τούτων, ἀκάθαρτα καὶ οὐ βρωτέα, οἷόν  ἐστι σηπία· πτερύγια  μὲν  γὰρ ἔχει,  λεπίδας  δὲ οὔ. Τῶν  δὲ ἑρπετῶν  τῶν  ἐπὶ τῆς γῆς ἀκάθαρτα ταῦτα  λέγει  εἶναι,  τὴν  γαλῆν,  τὸν  μῦν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, καὶ τὸν χαμαιλέοντα. τὸν ἀσκαλαβώτην, τὴν σαῦραν καὶ ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ περιττὸν ἐν αὐτῷ μνημονεῦσαι· φανερὸν μὲν γὰρ ἦν πᾶσι ταῦτα βδελυκτὰ εἶναι καὶ μισητά. Ὁμοίως δὲ καὶ περὶ αὐτῶν  ἐμνημόνευσεν  ἐν τῷ ∆ευτερονομίῳ. Ἔτι δὲ περιέχει περί τε τῶν θνησιμαίων ὡς ἀπηγορευμένων, καὶ τοῦ αἵματος ὁμοίως, καὶ περὶ γυναικῶν τικτουσῶν. Καὶ εἰ σπερτικὸς [λ. σπερματικὸς] ᾖ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Καὶ [περὶ] τῆς  ὀκτοημέρου  περιτομῆς  τοῦ  βρέφους.  Καὶ περὶ  τῆς  ἀφέδρου,  καὶ  περὶ διαφορᾶς τικτουσῶν  ἄῤῥεν ἢ θῆλυ καθαρισμοῦ. Καὶ νόμος περὶ λέπρας καὶ καθαρισμοῦ αὐτῆς, καὶ περὶ   γονοῤῥέων [φ. γονοῤῥυέων] καὶ σπερμογονείας. Περί τε εὐλαβείας, καὶ περὶ ἀποπομπαίου καὶ περὶ νηστείας· καὶ περὶ τοῦ μὴ δεῖν ἀτάκτους ποιεῖσθαι συζυγίας, καὶ περὶ γάμων νομίμων καὶ ἀθέσμων, καὶ ὅτι οὐ χρὴ χήραν  ἢ  ἐκβεβλημένην   τὸν  ἱερέα  λαμβάνειν,  ἀλλὰ  παρθένου  καὶ  ἐκ  πάντων ἀκολήτων  (σιξ; φορτ. ἀκηλίδωτον).  Καὶ περὶ ἐκπορνευούσης θυγατρὸς ἱερέως. Καὶ περὶ τοῦ ἄμωμον  εἶναι  τὸν  ἱερέα. Καὶ περὶ τῶν  προσφερομένων  δώρων.  Περί τε σαββάτων, καὶ ἑορτῶν, καὶ τῆς ἑορτῆς τοῦ πάσχα, καὶ τῶν σκηνοπηγιῶν  καὶ τῶν  σαλπίγγων. Καὶ περὶ τοῦ ἐλαίου, τοῦ φωτὸς, καὶ τῶν ἄρτων τῆς προθέσεως, καὶ περὶ τοῦ  ἐνιαυτοῦ  τῆς  ἀφέσεως.  Εἶτα περὶ  δούλων  Ἰουδαίων  καὶ  ἐθνικῶν.  Καὶ περὶ ἀπαγορεύσεως εἰδώλων  οὕτω διαλαμβάνων·  Ἐγὼ γὰρ ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν  αὐτοῖς  χειροποίητα,  οὐδὲ γλυπτὰ,  οὐ στήλην  ἀναστήσετε ὑμῖν,  οὐδὲ λίθον σκοπὸν  θήσετε  ἐν  τῇ  γῇ  ὑμῶν  προσκυνῆσαι αὐτῷ.  Πρὸς τούτοις  ἀπειλὰς  τῶν παραβαινόντων οὕτως· Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ἐκ γῆς Αἰγύπτου ὑμᾶς, ὄντων ὑμῶν δούλων, καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας. Ἐὰν δὲ μὴ ὑπακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλ' ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν, καὶ τὸν ἴκτερον σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται ταῦτα οἱ ὑπεναντίοι  ὑμῶν. Καὶ οὕτω περιέχον τὸ βιβλίον ταῦτα μετὰ τῶν λοιπῶν  προσταγμάτων καὶ ἐντολῶν  τελειοῦται ἐν τούτοις.


Σύνοψις των Αριθμών

Κελεύεται Μωϋσῆς ἀριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαέτους καὶ ἐπάνω, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες  καὶ τρισχίλιοι, καὶ ἑξακόσιοι καὶ πεντήκοντα  χωρὶς τῶν Λευϊτῶν. Γενεαλογοῦνται οἱ Λευῖται, καὶ ἀριθμοῦνται, καὶ ἦσαν εἴκοσι δύο χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἐπειδὴ δὲ οἱ πρωτότοκοι Ἰσραὴλ εἰκοσιδύο χιλιάδες ἦσαν καὶ τρεῖς καὶ διακόσιοι καὶ ἑβδομήκοντα, ἀντὶ τῶν περισσῶν ἔλαβε λύτρα Μωϋσῆς, καὶ δίδωσιν Ἀαρών. Τὰ δὲ λύτρα ἦν χίλιοι τριακόσιοι ἑξήκοντα πέντε σίκλοι κατὰ κεφαλήν.  ∆ιατάσσει τίνα  λειτουργεῖν  δεῖ, τίνες  Λευῖται ὀφείλουσιν  εἶναι· οὐ γὰρ πάντες τῆς αὐτῆς ἠξίωντο τιμῆς. Ἄλλοι μὲν τὰ τιμιώτερα τῶν σκευῶν τῆς σκηνῆς, οἱ δὲ τὰ ἐλάττω  ἐνεχειρίζοντο.  Ἐγενήθησαν δὲ οἱ Λευῖται οἱ ἀπ' εἰκοσαέτους καὶ ἐπάνω, οἳ καὶ ἐλειτούργουν, ἕως πεντηκονταέτους, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα τρεῖς. Τότε κελεύει πάντα ἀκάθαρτον ἐξαποστεῖλαι τῆς παρεμβολῆς, καὶ περὶ θυσίας τῆς ὑπὲρ πλημμελείας  διαλέγεται,  καὶ τὸν  τῆς ζηλοτυπίας  διατάττει νόμον, ὥστε μὴ συκοφαντεῖσθαι γυναῖκα  ἐπὶ μοιχείᾳ,    μήτε μοιχευθεῖσαν δύνασθαι λαβεῖν. Περὶ τῆς εὐχῆς τοῦ ἁγιασμοῦ διατάττεται, καὶ πῶς δεῖ τὸν ἱερέα εὐλογεῖν τοὺς υἱοὺς Ἰσραήλ. Ὡς δὲ ἔστη ἡ σκηνὴ, περιῆγον οἱ ἄρχοντες δῶρα πολλά τε  καὶ  μεγάλα.  Κελεύεται  Μωϋσῆς  ἁγνίσαι  τοὺς  Λευΐτας, καὶ  ἀκούει  ὅτι  ἀπὸ εἰκοσαέτους δεῖ αὐτοὺς λειτουργεῖν καὶ ἐπάνω, ἀπὸ δὲ πεντηκονταέτους  ἀφίστασθαι τῆς λειτουργίας. Κελεύει αὐτοῖς ὁ Θεὸς διὰ Μωϋσέως ποιῆσαι τὸ πάσχα. Εἰπὲ γὰρ, φησὶ, καὶ ποιείτωσαν υἱοὶ Ἰσραὴλ τὸ πάσχα. Ἦν γὰρ πρῶτος μὴν τοῦ δευτέρου ἔτους. Προσῆλθον  δὲ  οἱ  ἀκάθαρτοι  Μωϋσεῖ, καὶ  ἀνήνεγκε  περὶ  αὐτῶν  τῷ  Θεῷ. Καὶ προσέταξεν ὁ Θεὸς τὸν μὴ δυνάμενον  ἐν τῷ πρώτῳ μηνὶ θύειν τὸ πάσχα, ἢ διὰ τὸ ἀκάθαρτον  εἶναι, ἢ διὰ τὸ ἐν ὁδῷ μακρᾷ τυγχάνειν,  τῷ δευτέρῳ μηνὶ ποιεῖν,  τῇ τεσσαρεσκαιδεκάτῃ.  Εἰ δέ τις καὶ καθαρὸς ὢν, καὶ οὐκ ὢν ἐν μακρᾷ ὁδῷ, μὴ βούλοιτο ποιεῖν τὸ πάσχα ἐν τῷ πρώτῳ μηνὶ, ὑπὸ ἁμαρτίαν ἔσται. Νόμος, φησὶν, εἷς ἔστω τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι. Ἡνίκα ἀνέβαινεν ἡ νεφέλη, ἀπῆρον οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὗ ἂν ἔστη, ἐκεῖ παρενέβαλλον. Κελεύεται Μωϋσῆς ποιῆσαι σάλπιγγας ἀργυρᾶς, ὥστε δι' αὐτῶν σημαίνειν τῷ λαῷ, ἡνίκα ἀπᾶραι δέοι, ἡνίκα συναγαγεῖν τὸν λαὸν ἐν πολέμοις, ἐν θυσίαις, χρήσασθαι ταῖς σάλπιγξι ταύταις ἐν ἑορταῖς, ἐν νεομηνίαις, ἐν ὁλοκαυτώμασιν. Ὡς δὲ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ, παρεκάλει τὸν Ἰωβὰρ Μωϋσῆς υἱὸν Ῥαγουὴλ   τὸν   καὶ   Ἰοθὸρ,  ὥστε   αὐτῷ   καὶ   τῆς   ὁδοῦ   κοινωνῆσαι,   καὶ   τῶν ἐπαγγελθέντων ἀγαθῶν  αὐτοῖς·  καὶ  ἐν  τῷ  ἐξαίρειν  τὴν  κιβωτὸν,  εἶπε  Μωϋσῆς· Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν  πάντες  οἱ μισοῦντές σε. Καὶ ἐγόγγυζεν ὁ λαὸς, καὶ κατεκάη μέρος τῆς παρεμβολῆς, καὶ ἐκλήθη ὁ τόπος ἐμπυρισμός. Καὶ ηὔξατο Μωϋσῆς, καὶ ἐπαύσατο ἡ τιμωρία. Καὶ ἐζήτουν κρέα, καὶ ἔλεγον· Ἐμνήσθημεν τοὺς ἰχθῦς, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, τοὺς σικύους, καὶ  τοὺς πέπονας, τὰ πράσα, τὰ κρόμμυα, τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν  πλὴν  εἰς τὸ μάννα  οἱ ὀφθαλμοὶ  ἡμῶν.  Ὡς δὲ ἐβαρύνετο τὴν  ἀντιστασίαν αὐτῶν, καὶ ἐνετύγχανε τῷ Θεῷ, προστίθησιν αὐτῷ ἑβδομήκοντα πρεσβυτέρους, ὥστε συλλαμβάνεσθαι αὐτῷ ἐν τῇ ἀρχῇ. Τότε τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰπόντος· Κώλυσον τὸν υἱὸν Ἐλδὰδ καὶ Μωδὰδ τοῦ προφητεύειν, φησὶν ὁ Μωϋσῆς· Ζηλοῖς σύ μοι; Καὶ τίς δῷ ἅπαντα  τὸν  λαὸν  Κυρίου  προφήτας;  Τότε ἀνέβη  ὀρτυγομήτρα  παρὰ Κυρίου, καὶ ἔφαγον. Καὶ τὰ κρέα ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλιπεῖν. Τοῦτο τὸ ἐν ψαλμῷ εἰρημένον· Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ'  αὐτούς·  καὶ  ἀπέκτεινεν  ἐν  τοῖς  πλείοσιν  αὐτῶν.  Ἐκλήθη  δὲ  ὁ τόπος  οὗτος μνήματα ἐπιθυμίας. Τότε κατελάλησε τῷ Μωϋσεῖ Μαρία, λέγουσα· Μὴ αὐτῷ μόνῳ ἐλάλησεν  ὁ Θεός; Εἰπὼν δὲ ὁ Θεὸς, ὅτι αὐτῷ  μόνῳ  προφητῶν  ἐλάλησεν  οὕτως, ἐπέβαλεν ἐπὶ τὴν Μαριὰμ λέπραν, καὶ Μωϋσέως δεηθέντος ὑπὲρ αὐτῆς, οὐ πρότερον αὐτὴν ἀφῆκε καθαρισθῆναι, ἕως ἐποίησεν ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς. Πέμπει γοῦν  τινας  ἐκ τοῦ  λαοῦ  κατασκέψασθαι τὴν  γῆν  Χαναάν. Καὶ κατασκεψάμενοι, βότρυν ἤνεγκαν ἐκεῖθεν, καὶ τὴν   γῆν ἐθαύμαζον. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ὡς μαχίμων  ὄντων  τῶν  ἐκεῖ ἀνδρῶν.  Χαλὲβ δὲ ὁ τοῦ Ἰεφονεὶ,  καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ αὐτοὶ ἐκ τῶν κατασκόπων ὄντες, παρεθάῤῥυνον τὸν λαόν. Οἱ δὲ ἦλθον λιθοβολῆσαι αὐτούς· ὁ δὲ Θεὸς ὀργισθεὶς εἶπε μὴ ἀνελθεῖν τοὺς γογγύσαντας εἰς τὴν γῆν τῆς ἐπαγγελίας,  εἰ μὴ τὰ τέκνα αὐτῶν, καὶ Χαλὲβ υἱὸν Ἰεφονεὶ,  καὶ Ἰησοῦν. Τεσσαράκοντα δὲ ἔτη, φησὶν, ἔσονται ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐξηθῇ τὰ παιδία, κατὰ ἀριθμὸν  τῶν  ἡμερῶν,  ὧν  ἐπεσκέψαντο  τὴν  γῆν.  Τότε  οἱ  κατάσκοποι  πάντες ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπένθησεν ὁ λαός. Ἀνῆλθον ἐπὶ τὸν Ἀμαλὴκ παρὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἡ κιβωτὸς ἀνέμεινεν  ἐν τῇ παρεμβολῇ μετὰ Μωϋσέως. Καὶ ἐξῆλθεν Ἀμαλὴκ, καὶ κατέκοψεν  αὐτούς. Ἐντέλλεται  περὶ ὁλοκαυτωμάτων, περὶ ἀπαρχῶν, περὶ θυσιῶν τῶν ὑπὲρ πλημμελείας. Ἑάλω τις ξύλα συλλέξας ἐν σαββάτῳ, καὶ ἐλιθοβολήθη. Προστάσσονται κράσπεδα ἐπὶ τὰ πτερύγια ποιῆσαι. Τὰ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβηρών· ἡ ἐπανάστασις αὐτῶν, ἡ τιμωρία ἢν ἔδοσαν. Οἱ δὲ λοιποὶ  τοῦ λαοῦ, τούτων  γενομένων,  οὐκ ἐσωφρονίσθησαν, ἀλλὰ πάλιν  ἐπανέστησαν  τῷ  Μωϋσῇ, καὶ ἀποθνήσκουσι τεσσαρεσκαίδεκα χιλιάδες  καὶ ἑπτακόσιοι. Τότε ἤνθησεν ἡ ῥάβδος Ἀαρών. Λέγει καὶ διατάσσεται ὃ λαμβάνειν δεῖ τοὺς Λευΐτας καὶ τὸν ἱερέα τὸν μέγαν. Καὶ νομοθετεῖ περὶ τῆς σποδοῦ τῆς δαμάλεως, ἐξ ἧς τὸ ὕδωρ τοῦ ῥαντισμοῦ ἐγίνετο. Τὴν δὲ δάμαλιν αὐτὴν ἔδοξέ τισι τύπον εἶναι τοῦ πάθους τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἀπὸ δὲ τῆς σποδοῦ τῆς δαμάλεως ἐκαθαίρετο ὁ ὢν ἐπὶ νεκροῦ ἀκάθαρτος. Ἦλθε δὲ ὁ λαὸς εἰς Καδὴς, καὶ ἐκεῖ ἀπέθανε Μαρία, καὶ ἐτάφη. Οὐκ ὄντος ὕδατος πάλιν γογγύζουσιν οἱ Ἰουδαῖοι· ὁ δὲ Μωϋσῆς καὶ Ἀαρὼν κελεύονται ἐκ τῆς πέτρας ἐξαγαγεῖν ὕδωρ. Ἐπάταξεν αὐτὴν ὁ Μωϋσῆς λέγων· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὕδωρ ὑμῖν; Καὶ ἐξῆλθεν ὕδωρ. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα Ἐδὼμ, ἵνα ἀφῇ αὐτούς· ὁ δὲ οὐ συνεχώρησε· καὶ ἐξέκλιναν ἀπ' αὐτοῦ υἱοὶ Ἰσραήλ. Ὡς δὲ ἦλθον εἰς Ὢρ τὸ ὄρος, κελεύσαντος τοῦ Θεοῦ, λαβὼν  Μωϋσῆς τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, ἀνήγαγεν  εἰς  τὸ ὄρος·  καὶ ἐνέδυσε τὸν  Ἐλεάζαρ τὰ ἱμάτια  αὐτοῦ. Ὁ δὲ Ἀαρὼν ἀπέθανεν ἐν τῷ ὄρει. Καὶ ἔκλαυσεν ὁ λαὸς τριάκοντα ἡμέρας. Εἷλον τὸν Χαναναῖον, καὶ ἀνεθεμάτισαν  αὐτόν. Ἐλθόντες δὲ ἐπὶ θάλασσαν Ἐρυθρὰν, ἐκύκλουν  τὴν γῆν Ἐδὼμ, καὶ  ὠλιγοψύχουν,  καὶ  κατεγόγγυζον  Μωϋσῇ· καὶ  ἀπέστειλεν  ὁ Θεὸς ἐπ' αὐτοὺς  ὄφεις  θανατοῦντας.   Καὶ ηὔξατο  Μωϋσῆς·  καὶ  ἐποίησε  χαλκοῦν   ὄφιν, προσταχθεὶς ὑπὸ τοῦ Θεοῦ. Καὶ ὁ δακνόμενος, ἡνίκα ἀνέβλεψεν  εἰς τὸν ὄφιν, ἔζη Περὶ τούτου τοῦ ὄφεως εἴρηται ἐν τῷ Εὐαγγελίῳ· Καθὼς ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν  τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι  τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν  βασιλέα  τῶν  Ἀμοῤῥαίων  τὸν  Σηών.  Οὗτος δὲ  ὁ  Σηὼν  πολε μήσας πρότερον τὸν  βασιλέα Μωὰβ, ἔλαβε τὴν  γῆν  αὐτοῦ. Ὡς δὲ καὶ τοῖς Ἰσραηλίταις συνέμιξεν εἰς πόλεμον, ἡττήθη κατὰ κράτος, καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον οἱ Ἰσραηλῖται. Συμβαλόντες δὲ καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασὰν, τοῖς αὐτοῖς περιέβαλον αὐτὸν κακοῖς, οἷς καὶ τὸν Σηὼν, καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον. Πέμπει βασιλεὺς Βαλὰκ πρὸς Βαλαὰμ τὸν μάντιν, ἵνα ἀράσηται τὸν λαόν. Ὁ δὲ Θεὸς τὸ μὲν πρῶτον ἐκώλυσεν. Ὡς δὲ ἐνέκειτο τῷ μάντει, συνεχώρησεν ἀπελθεῖν μὲν, οὐ μὴν ἀράσασθαι ἀλλ' ἔτρεψε τὰς κατάρας εἰς εὐλογίας. Οὐκ ἐπειδὴ ἴσχυόν τι αἱ ἀραὶ τοῦ μάντεως,  ἀλλ' ἐπειδὴ ταλαίπωρος  ἦν ὁ λαὸς, ἤμελλεν  αὐτοῦ πιστεύειν  ταῖς κατάραις, καὶ κατακρίνεσθαι ἐκεῖ διὰ τὴν ἰδίαν ἀσθένειαν. Οὗτος προφητεύει περὶ τοῦ  Χριστοῦ λέγων·  Ἀνατελεῖ  ἄστρον ἐξ Ἰακὼβ,  καὶ  ἀναστήσεται  ἄνθρωπος  ἐξ Ἰσραήλ.  Πνεῦμα  γὰρ  Θεοῦ ἐγενήθη  ἐπὶ  τῷ  μάντει.  Ὡς  δὲ  ἀπῆλθεν  ὁ  Βαλαὰμ, ἐκπορεύουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς τὰς θυγατέρας Μωὰβ, καὶ τελοῦνται τῷ Βεελφεγώρ. Τότε κελεύει Μωϋσῆς ἕκαστον, ἀποκτεῖναι  τὸν ἀδελφὸν  εἰδωλολατρήσαντα.  Τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἐξεκέντησε τὸν Ζαμβρὶν τὸν Ἰσραηλίτην, καὶ τὴν Χασβὶ τὴν Μαδιανῖτιν μετ' αὐτοῦ· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τότε ἀριθμοῦνται οἱ υἱοὶ Ἰσραὴλ  ἀπὸ  εἰκοσαέτους  καὶ  ἐπάνω,   καὶ  εὑρέθησαν  ἑξακόσιαι  χιλιάδες,   καὶ τρισχίλιοι  ἄνδρες  καὶ  τριάκοντα·  οἱ  δὲ  Λευῗται  τρεῖς  καὶ  εἴκοσι  χιλιάδες  ἀπὸ μηνιαίου  καὶ  ἐπάνω.  Αὕτη ἡ  ἐπίσκεψις  ἐν  Ἀραβὼθ  Μωὰβ ἐγένετο,  πέραν  τοῦ Ἰορδάνου. Καὶ οὐκ ἦν ἐν αὐτοῖς ἄνθρωπος, ἐξ ὧν ἐπεσκέψατο Μωϋσῆς πρότερον ἐν τῇ ἐρήμῳ Σινᾶ, πλὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονεί. Προσέρχονταί τινες  θυγατέρες  Σαλπαὰδ τῆς  φυλῆς  Μανασσῆ, ἀξιοῦσαι, ἐπειδὴ  ἄπαις  ἀῤῥένων παίδων ἀπέθανεν ὁ πατὴρ αὐτῶν, εἰς αὐτὰς ἐλθεῖν τὴν κληρονομίαν, καὶ τὴν κατάσχεσιν. Προσέταξεν ὁ Θεὸς λαβεῖν  αὐτάς. Κἄν τις ἀποθάνῃ  μὴ ἔχων  υἱὸν, ἡ θυγάτηρ κληρονομείτω· θυγατρὸς δὲ οὐκ οὔσης, ἀδελφός· ἀδελφοῦ δὲ οὐκ ὄντος, ἀδελφὸς τοῦ πατρός. ∆είκνυσιν ὁ Θεὸς Μωϋσῇ ἀπὸ τοῦ ὄρους τοῦ Ναυὼ τὴν γῆν τῆς ἐπαγγελίας,  καὶ  χειροτονεῖται  Ἰησοῦς  ὁ  τοῦ  Ναυῆ  εἰς  τὴν  αὐτοῦ  τάξιν.  Τότε ἐντέλλεται  τοῖς υἱοῖς Ἰσραὴλ περὶ ὁλοκαυτωμάτων,  θυσιῶν τῶν καθ' ἡμέραν, τῶν ἐν  σαββάτοις,  τῶν  ἐν  νεομηνίαις,  τῶν  ἐν  τῷ  πάσχα,  τῶν  ἐν  τῇ  ἡμέρᾳ  τῶν ἑβδομάδων, τῶν ἐν τῷ ἑβδόμῳ μηνί. ∆ιατάσσει καὶ περὶ εὐχῶν, τουτέστιν, ὧν ἄν τις τάξηται. Τότε ἐξοπλίζονται δώδεκα χιλιάδες ἐκ τῶν Ἰσραηλιτῶν κατὰ Μαδιανιτῶν, καὶ Φινεὲς μετ' αὐτῶν, καὶ ἀναιροῦσιν αὐτοὺς, καὶ πέντε βασιλεῖς Μαδιὰμ, καὶ τὸν Βαλαὰμ τὸν μάντιν.  Καὶ ἀπήρξαντο τῷ Θεῷ τῶν σκύλων, καὶ τὰ λοιπὰ διένειμαν ἑαυτοῖς. Προσελθόντες ἡ φυλὴ Ῥουβὶμ καὶ Γὰδ, καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ᾔτουν  παρὰ Μωϋσέως τὴν  πέραν  τοῦ  Ἰορδάνου  χώραν.  Ὁ δὲ  ἔδωκε,  πρότερον συνομολογησάντων  ἐκείνων  συμμαχήσειν  τοῖς  λοιποῖς  Ἰσραηλίταις,  καὶ διαβήσεσθαι τὸν Ἰορδάνην μεθ' ὅπλων, ὥστε πολεμῆσαι ὑπὲρ τῶν ἀδελφῶν αὐτῶν. Ἐνταῦθα διηγεῖται Μωϋσῆς ἀπὸ Αἰγύπτου ἕως ἦλθον ἀντικρὺ Ἱεριχώ. Ἐντέλλεται αὐτοῖς ὥστε ἐξολοθρεῦσαι πάντα τὰ εἴδωλα τῶν ἐθνῶν. Λέγει αὐτοῖς καὶ περὶ τῶν ὁρίων τῆς γῆς, πόθεν ἄρχονται, καὶ ποῦ πληροῦνται. Παραγγέλλει δὲ καὶ περὶ τῆς γῆς, ἧς ἔδει τοὺς Λευΐτας λαβεῖν, καὶ περὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, ὥστε τὸν  ἀκουσίως ἀνελόντα  ἐκεῖ    καταφεύγειν,  καὶ ἀπαλλάσσεσθαι κινδύνου, μένοντι  ἐκεῖ, ἕως ἂν ἀποθάνῃ  ὁ ἱερεὺς ὁ μέγας. Ἐὰν δὲ ἁλῷ ἔξω τῶν  ὅρων τῆς πόλεως,  καὶ φονεύσῃ αὐτὸν  ὁ συγγενὴς  τοῦ πεφονευμένου,  οὐ δώσει δίκην. Καὶ διαλέγεται  βραχέα περὶ τῶν  νόμων  τῶν  περὶ φόνων  κειμένων.  Προσέρχονται οἱ ἄρχοντες  τῆς φυλῆς  Μανασσῆ λέγοντες  τῷ Μωϋσῇ· Ἐπειδὴ ἔδοξε τὰς θυγατέρας Σαλπαὰδ λαβεῖν κλῆρον, εἰ συμβαίη αὐτὰς γαμηθῆναι ἀνδρὶ ἐξ ἑτέρας φυλῆς, τί ἵνα γίνηται; ἀπελεύσεται γὰρ ὁ κλῆρος τῆς ἡμετέρας φυλῆς εἰς ἐκείνην τὴν φυλήν. Τότε προσέταξε Μωϋσῆς, ἐκ τῆς ἰδίας φυλῆς γυναῖκα λαμβάνειν  ἄνδρα, ἵνα μὴ μεταφέρωνται  αἱ κληρονομίαι ἀπὸ φυλῆς εἰς φυλήν.

Σύνοψις τοῦ ∆ευτερονομίου

. Ὡς ἐν κεφαλαίῳ διηγεῖται πάντα τὰ πρῶτα Μωϋσῆς, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τῆς τε τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῆς αὐτῶν κακίας. Περὶ τοῦ μὴ εἰδωλολατρεῖν παραίνεσις. Ἐνταῦθα κεῖται καὶ τὸ, Μὴ προσκυνήσῃς τοῖς ἄστροις, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ. Τὸ δὲ, Ἀπένειμε, οὐχ ὅτι αὐτὸς προσέταξεν· ἄπαγε· ἀλλὰ καθώς φησιν ὁ μακάριος Παῦλος· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς  ἀδόκιμον  νοῦν,  οὐχ  ὅτι  παρέδωκεν,  ἀλλ' ὅτι  ἑλομένους  αὐτοὺς  καὶ ἀνεπιστρόφως  ἔχοντας  ἀφῆκεν.  Οὕτως ἐνταῦθα  τὸ, Ἀπένειμεν  αὐτοῖς, τουτέστιν, ἑλομένους τὴν πλάνην, καὶ μὴ βουλομένους ἐπιστρέψαι, ἀφῆκεν. Ἐνταῦθα μικρὸν προελθὼν λέγει· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε, ἐὰν ἀποστῆτε ἀπὸ τοῦ Θεοῦ. Εἶτα δείκνυσιν ὅτι οὐδενὶ ταῦτα παρέσχεν ὁ Θεὸς ἅπερ ἐκείνοις. Καὶ ἀφορίζει τρεῖς πόλεις τοῦ Ἰορδάνου εἰς φυγαδευτήριον. Ἔτι τῶν προτέρων αὐτοὺς ὑπομιμνήσκει, καὶ, Ἔφαψαι αὐτὰ ἐπὶ τῶν χειρῶν σου, φησὶ, καὶ ἐπὶ τῶν φλιῶν  σου γράψεις, καὶ διδάξεις τὸν υἱόν σου. Εἰπὼν δὲ ἃ συμβήσεται κακὰ ἐὰν παρακούσωσι, παραθαῤῥύνει πρὸς τὸ μὴ δεδοικέναι τοὺς πολεμίους Πάλιν ἀναμιμνήσκει  τῶν  προτέρων.  Ἐνταῦθα  κεῖται  τὸ,  Πρόσεχε σεαυτῷ, ὃ  πολλάκις αὐτοῖς καὶ προϊὼν ἐπιλέγει, καὶ παραινεῖ τὰς νίκας μὴ τῇ οἰκείᾳ δυνάμει ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Ἐνταῦθα κεῖται, ὅτι Ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶν ὅπερ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἔθηκε. Παραινεῖ δὲ ἐν ταὐτῷ Μωϋσῆς μὴ ἐπαίρεσθαι αὐτούς. Οὐ γὰρ διὰ τὴν δικαιοσύνην σου, φησὶν, Ἰσραὴλ, ἐξολοθρευθήσεται τὰ ἔθνη, ἀλλὰ  διὰ  τὴν  ἀσέβειαν  αὐτῶν.  Ὑπομιμνήσκει  δὲ  αὐτοὺς  καὶ  τῆς  μοσχοποιίας. Ἐνταῦθα δὲ κεῖται· Περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. Ἐγκωμιάζει τὴν γῆν τῆς ἐπαγγελίας.  Ἐνταῦθα κεῖται· Φαγὼν καὶ πιὼν  καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ· καὶ προλέγει τὰ κακὰ παρακούουσι, καὶ τὰ ἀγαθὰ εἰ ὑπακούσειαν. Καὶ κελεύει ἐπ' ὄρος Γαριζὶν δοῦναι τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ' ὄρος Γεβάλ· ἀπολέσαι τὰ εἴδωλα καὶ τοὺς τόπους αὐτῶν. Κελεύει μὴ πανταχοῦ θυσίας ἀναφέρειν τῷ Θεῷ, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται. Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν, κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον  αὐτὴν ποιεῖν. Τίνα δεῖ ἐσθίειν, καὶ τίνα παραιτεῖσθαι παραινεῖ. Περὶ ἀφέσεως χρεῶν νομοθετεῖ, περὶ ἀφέσεως καὶ    ἐλευθερίας τῶν δουλευόντων,  περὶ πρωτοτόκων,  περὶ τοῦ πάσχα. Ἐνταῦθα κεῖται τὸ, Οὐ δυνήσῃ τὸ πάσχα ποιεῖν ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Περὶ τῆς τῶν ἑβδομάδων, περὶ  τῆς  τῶν  σκηνοπηγιῶν,   περὶ  κριτῶν,  περὶ  βασιλέων,  εἴ  ποτε  ἔλθοιεν  εἰς ἐπιθυμίαν τοῦ βασιλεῦσαί τινα. Περὶ Λευϊτῶν, καὶ ὧν ὀφείλουσι λαμβάνειν. Περὶ τοῦ μὴ  δεῖν  τοῖς  λεγομένοις   καθαρισταῖς  κεχρῆσθαι,  ἢ  ἐπαοιδοῖς,  ἢ  μαντείαις   ἢ κληδόσιν, ἢ τοῖς τοιούτοις. Ἐνταῦθα κεῖται τὸ, Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ὡς ἐμέ.  Καὶ  περὶ  τῶν   φυγαδευτηρίων   πόλεων   διατάττεται.  Ἐνταῦθα  κεῖται,  Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Καὶ περὶ τῶν ψευδομαρτυρούντων,  τί δεῖ πάσχειν αὐτούς. Ἐπιστάντος πολέμου, λέγει  τίνα  δεῖ ἐκπέμπειν, καὶ μὴ ἀφιέναι συμπολεμεῖν αὐτοῖς. Παραινεῖ μὴ ἀναιρεῖσθαι τοὺς πολεμίους ὑποπίπτοντας, πλὴν τῶν ἑπτὰ ἐθνῶν. Καὶ τὰς μὲν πόλεις ἁπάσας, ἐπειδὰν ἕλητε, φησὶ, σκυλεύετε, τὰ ἄῤῥενα μόνα ἀναιροῦντες.  Ἐκ δὲ τούτων, ὧν τὴν γῆν κληρονομεῖτε, μηδένα ζωγρήσητε ἐμπνέοντα. Καρποφόρα ξύλα μὴ τέμνετε, φησὶν, εἰς τὸ πῆξαι χάρακα ἐν πολιορκίᾳ. Εἴ τις εὑρεθῇ πεφονευμένος, ὁ δὲ φονεύσας μὴ φαίνοιτο, νομοθετεῖ τί δεῖ γίνεσθαι. Ἐὰν δέ τις δύο ἔχων γυναῖκας, τὴν μὲν μισήσῃ, ἀγαπήσῃ  δὲ  τὴν  ἑτέραν,  καὶ  συμβῇ τὸν  τῆς  μισουμένης  εἶναι  πρωτότοκον,  μὴ προτιμείσθω αὐτοῦ ὁ τῆς ἠγαπημένης. Περὶ υἱοῦ ἀπειθοῦς. Ἐνταῦθα κεῖται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν ἔκειτο κατάρα τοῖς μὴ φυλάσσουσι τὸν νόμον, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· περὶ τοῦ νόμου λέγων Μωϋσῆς· καὶ τὴν κατάραν ἐκείνην οὐκ ἐνῆν λαβεῖν  τὸν  Χριστόν· ἐπλήρωσε  γὰρ  τὸν  νόμον,  κατάραν  κατάρας  ἀντηλλάξατο κρεμασθεὶς ἐπὶ ξύλου. Περὶ τοῦ μὴ δεῖν μηδὲ τῶν ἐχθρῶν τὰ ἄλογα παρορᾷν, καὶ ἕτερα νομοθετεῖ, καὶ περὶ γαμικῶν διαλέγεται νόμων, καὶ τιμωρίας τίθησι κατὰ τῶν ὑβριζόντων εἰς παρθένους. Τίνας κωλύει μὴ εἰσιέναι εἰς ἐκκλησίαν, καὶ περὶ ἑτέρων νομοθετεῖ, καὶ περὶ τοῦ μὴ λαβεῖν τόκον. Περὶ τοῦ μὴ χρονίζειν ἐν ταῖς τῶν εὐχῶν ἀποδόσεσι, ἀλλ' ὅπερ ἄν  τις  εὔξηται,  εὐθέως  ἀποτελεῖν.  Περὶ τῆς  γυναικὸς  τῆς λαμβανούσης βιβλίον ἀποστασίου, περὶ ἐνεχύρων, περὶ κλοπῆς, περὶ μισθοῦ μισθωτοῦ, περὶ ὀρφανοῦ,  περὶ χήρας, περὶ τοῦ καταλιμπάνειν  σταχυολογεῖν  καὶ ῥαγολογεῖν  τοῖς  πένησιν.  Ἐνταῦθα κεῖται  περὶ τοῦ μὴ δεῖν  πλέον  τεσσαράκοντα λαμβάνειν  τὸν  ἐγκαλούμενον  περὶ ἀδικίας  τινός.  Καὶ περὶ τοῦ μὴ φιμοῦν  βοῦν ἀλοῶντα, καὶ περὶ τοῦ ἐγείρειν σπέρμα τῷ τεθνεῶτι ἀδελφῷ τὸν ὑπολειπόμενον, καὶ τί πείσεται εἰ μὴ βούλοιτο ἐγεῖραι. Περὶ σταθμῶν, περὶ μέτρων. Περὶ τοῦ ἐξολοθρεῦσαι τὸν Ἀμαλήκ. Περὶ ἀπαρχῶν, περὶ φιλανθρωπίας  τῆς εἰς   χήρας καὶ ὀρφανούς. Ἐντεῦθεν λοιπὸν αἱ κατάραι καὶ εὐλογίαι, αἱ μὲν παρακούουσιν, αἱ δὲ πειθομένοις. Καὶ μακρὸν ἀποτείνει λόγον περὶ τῶν μελλόντων  αὐτοὺς διαδέχεσθαι κακῶν. Τοῦτο συνέβη ἐπὶ Ἀσσυρίων καὶ Βαβυλωνίων. Τὸ δὲ τοὺς υἱοὺς φαγεῖν, ἐν πολιορκίαις ἐξέβη. Καὶ αὐτοῦ μέμνηται ἐνταῦθα περὶ τοῦ Χριστοῦ. Ἔσται, φησὶν, ἡ ζωή σου κρεμαμένη πρὸ ὀφθαλμῶν σου. Ἐνταῦθα κεῖται, Μή τις ῥίζα πικρίας, οὗ καὶ ὁ Παῦλος ἐμνημόνευσεν ἐν τῇ πρὸς Ἑβραίους. Ἐνταῦθα κεῖται, Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις  ὑμῶν. Ὅτι ἡ ἐντολὴ  αὐτοῦ, φησὶν, οὐκ ἔσται ὑπέρογκος. Οὐκ ἐν τῷ οὐρανῷ, ἵνα εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; οὐδὲ πέραν τῆς θαλάσσης, ἀλλ' ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου. Ταῦτα περὶ  τῆς  νομικῆς  ἐντολῆς  εἰρημένα  εἵλκυσεν  εἰς  τὴν  πίστιν  τὴν  εἰς  Χριστὸν ὁ Παῦλος· ∆ιαμαρτύρομαι ὑμῖν, φησὶ, τὸν  οὐρανὸν  καὶ τὴν  γῆν,  ὥστε ἀγαπᾷν  τὸν Θεόν. Τότε καλεῖ τὸν Ἰησοῦν τὸν Ναυῆ, καὶ ἐντέλλεται  ἡγεῖσθαι τοῦ λαοῦ, καὶ μὴ φοβεῖσθαι  τοὺς  πολεμίους,  Θεὸν  ἔχοντας  βοηθόν.  Καὶ παραινεῖ,  ὥστε  ἐν  ταῖς σκηνοπηγίαις  παντὶ  τῷ  λαῷ  τὸν  νόμον  ἀναγινώσκεσθαι.  Προλέγει τῷ  Μωϋσῇ ὁ Θεὸς, ὅτι μετὰ θάνατον αὐτοῦ ὁ λαὸς εἰδωλολατρήσει, καὶ κολασθήσεται. Ἔστω οὖν, φησὶν,  ἡ  ᾠδὴ  αὕτη  καταμαρτυροῦσα αὐτῶν.  Οὐ γάρ  ποτε  λήσονται  αὐτῆς.  Καὶ ἔγραψε Μωϋσῆς τὴν ᾠδὴν, καὶ προεῖπεν αὐτοῖς, ὅτι ἀνομήσουσιν. Ἐνταῦθα κεῖται· Αὐτοὶ παρεζήλωσάν  με  ἐπ'  οὐ  Θεῷ, κἀγὼ  παραζηλώσω  αὐτοὺς  ἐπ'  οὐκ  ἔθνει. Κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, ὃ καὶ Ναβαὶ ἐλέγετο, καὶ ἰδεῖν τὴν  γῆν  ἐπαγγελίας·  καὶ  εὐλογήσας  ἑκάστην  φυλὴν,  ἐτελεύτησε·  καὶ  οὐκ  εἶδεν οὐδεὶς τὴν ταφὴν  αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Ἐνταῦθα ἐτελειώθησαν  τὰ πέντε βιβλία  Μωϋσέως, ἃ μόνα ἐδέξαντο  οἱ Σαμαρῖται.

Σύνοψις  τοῦ Ἰησοῦ τοῦ Ναυῆ.

Κελεύεται Ἰησοῦς διατάττειν  τῷ  λαῷ,  τῷ  τε νόμῳ  τοῦ  Θεοῦ προσέχειν. Πέμπει κατασκόπους· εἰσῆλθον εἰς τὴν Ἱεριχώ. Ἀκούσας ὁ βασιλεὺς τῆς πόλεως, ἔπεμψε, ζητῶν  τοὺς  ἄνδρας  παρὰ  Ῥαὰβ  τῇ  πόρνῃ  τῇ  ὑποδεξαμένῃ.  Ἡ δὲ  ἔκρυψε  τοὺς κατασκόπους. Καὶ ἀντὶ ταύτης τῆς χάριτος ᾔτησε τὴν σωτηρίαν τῆς οἰκίας αὐτῆς, ὅταν  ἡ πόλις  ληφθῇ·  οἱ δὲ ἐπένευσαν. Καὶ ἀπελθόντες  ἀπήγγειλαν  τὰ γενόμενα. Παραγγέλλει τῷ λαῷ, ὥστε διαβῆναι  τὸν Ἰορδάνην,  καὶ διέβησαν ἐπὶ ξηρᾶς, καὶ λίθους ἔστησαν ἐν τῇ στρατοπεδείᾳ δώδεκα. Ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης, ὅτι διὰ ξηρᾶς διέβησαν τὸν Ἰορδάνην,  κατετάκησαν, καὶ κατεπλάγησαν.  Τότε Ἰησοῦς προσταχθεὶς μαχαίραις πετρίναις περιτέμνει τοὺς Ἰουδαίους. Ἐπεὶ τεσσαράκοντα ἔτη ἀνέστραπτο Ἰσραὴλ ἐν  τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἀπερίτμητοι   ἦσαν αὐτῶν οἱ πλεῖστοι τῶν μαχίμων, οἳ καὶ ἀπώλοντο·  ἀντὶ δὲ τούτων  ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ὁ Ἰησοῦς περιέτεμε, διὰ τὸ γενέσθαι αὐτοὺς ἀπεριτμήτους ἐν τῇ ὁδῷ. Τότε ἐποίησε τὸ πάσχα. Καὶ ἐν τῇ ἡμέρᾳ ᾗ ἔφαγον ἄζυμα ἀπὸ τοῦ σίτου τῆς γῆς ἐκείνης, ἐξέλιπε τὸ μάννα. Κελεύεται ὁ  Ἰησοῦς  λῦσαι  τὸ  ὑπόδημα  αὐτοῦ,  καὶ  κυκλῶσαι  τὴν  Ἱεριχῶ  μετὰ σαλπίγγων καὶ τῆς κιβωτοῦ ἡμέρας ἑπτά. Οὗ γενομένου αὐτόματα ἔπεσον τὰ τείχη.
∆ῆλον οὖν ὅτι ἔκτοτε ἀρχὴν ἔλαβε λύεσθαι τὸ σάββατον· ὅθεν γὰρ ἂν ἄρξηταί τις, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν ἐν ταῖς ἓξ ἡμέραις. Τότε σώζεται μὲν ἡ Ῥαὰβ μετὰ τῆς συγγενείας   αὐτῆς,   καὶ   οἰκεῖ   ἐν   τῷ   Ἰσραὴλ,   ἐμπιπρᾶται   δὲ   ἡ   πόλις   καὶ ἀναθεματίζεται, καὶ κατηράσατο Ἰησοῦς τῷ οἰκοδομοῦντι αὐτήν. Ἔκλεψεν ἐκ τοῦ ἀναθέματος  Ἄχαρ, καὶ ἡττᾶται  ὁ λαὸς προσβαλὼν ἑτέρᾳ πόλει. ∆εῖται τοῦ Θεοῦ Ἰησοῦς, κελεύει  ὁ Θεὸς ἐξαρθῆναι  τὸ ἀνάθεμα.  Ἀνεδείχθη  ὁ Ἄχαρ, ἠλέγχθη  τὸ κλέμμα, ἐλιθοβολήθη μετὰ τῶν υἱῶν καὶ θυγατέρων ὁ Ἄχαρ. Ἀνεμαχέσατο Ἰησοῦς τὴν μάχην, καὶ εἷλετὴν Γάζαν, καὶ ἐνεπύρισε· καὶ ἔπεσον ἐν αὐτῇ δώδεκα χιλιάδες· καὶ  τὸν  βασιλέα τῆς  πόλεως  ἐκρέμασαν ἐπὶ  ξύλου.  Συνέρχονται  πολεμῆσαι  τὸν Ἰσραὴλ οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων καὶ Χαναναίων, καὶ οἱ λοιποί. Οἰκοδομεῖ Ἰησοῦς θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων καὶ γράφει τὸ ∆ευτερονόμιον ἐκεῖ. Καὶ οἱ ἡμίσεις ἵστανται  πλησίον  τοῦ  ὄρους  Γεβὰλ, καὶ  οἱ  ἡμίσεις  πλησίον  τοῦ  ὄρους Γαριζίν. Ἐντεῦθεν τὰ κατὰ τοὺς Γαβαωνίτας. Οὗτοι γὰρ ἀκούσαντες περὶ τῶν Ἰσραηλιτῶν, καὶ φοβηθέντες  αὐτοὺς ἐξ ὧν ἤδη κατώρθωσαν ἐν τοῖς πολεμίοις, ἔρχονται  πρὸς αὐτοὺς, παλαιὰ περιθέμενοι ἱμάτια, ἄρτους ἐπιφερόμενοι ξηροὺς, σανδάλια πεπαλαιωμένα,  καί φασι πρὸς τὸν λαὸν, ὅτι ἐκ γῆς πόῤῥωθεν ἥκουσι, καὶ σημεῖον τοῦ πόῤῥω οἰκεῖν, τὰ ἱμάτια, καὶ τοὺς ἄρτους, καὶ τὰ σανδάλια ἐποιοῦντο. Ἐν γὰρ τῇ ὁδῷ αὐτὰ πεπαλαιῶσθαι ἔλεγον· ἥκειν δὲ ἐπὶ τῷ συνθήκας ποιήσασθαι πρὸς αὐτοὺς εἰρήνης.  Οἱ δὲ  μὴ  ἐρόμενοι  τὸν  Θεὸν, ἐποιήσαντο  συνθήκας.  Ὡς  δὲ  ἔγνωσαν ἠπατημένοι, καὶ ὅτι οὐ πόῤῥω, ἀλλὰ πλησίον οἰκοῦσι, μὴ δυνάμενοι αὐτοὺς καταπολεμῆσαι   διὰ   τοὺς   ὅρκους,   δούλους   ἐποιήσαντο   ξυλοκόπους   τε   καὶ ὑδροφόρους. Ἐνταῦθα ἐκβαίνει ἡ πρόῤῥησις τοῦ Νῶε, ἣν εἶπε· Χαναὰν παῖς οἰκέτης· ἐξ ἐκείνου γάρ εἰσιν οὗτοι. Ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἱερουσαλὴμ, ὅτι ἑάλω Ἱεριχὼ καὶ Γάζα, καὶ ὅτι ηὐτομόλησαν οἱ Γαβαωνῖται, καὶ ἐπιστρατεύει ἐπ' αὐτοὺς μετὰ καὶ ἑτέρων βασιλέων. Οἱ δὲ ἐκάλουν εἰς συμμαχίαν τὸν Ἰησοῦν. Ἦλθε δὲ καὶ συνέβαλε, καὶ ἐτρέψατο  αὐτούς· καὶ ἄνωθεν  ἐπ' αὐτοὺς  χάλαζα  κατηνέχθη·  καὶ πλείους ἀνεῖλεν  ἡ χάλαζα, ἢ οἱ υἱοὶ Ἰσραὴλ ἐν μαχαίρᾳ. Τότε ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ  ἡ  σελήνη  κατὰ  φάραγγα  Ἐλώμ· καὶ  πάντα  τῶν  ἐχθρῶν  τὸν  λαὸν ἀπέκτεινεν Ἰησοῦς, καὶ πέντε βασιλεῖς. Εἷλε δὲ καὶ τὴν Μακηλὰ, καὶ τὴν Λοβνὰ, καὶ τὴν Λαχὶς, καὶ τὴν Ὀδολὰν, καὶ τὴν Χεβρὼν, καὶ τὴν ∆αβὴρ, καὶ τὴν ὀρεινὴν, καὶ τὴν  πεδινήν.  Συνῆλθον  ἕτεροι βασιλεῖς πολλοὶ  μετὰ στρατοπέδων  μεγάλων,  καὶ τούτους εἷλεν Ἰησοῦς. Ἔγκειται δὲ αὐτῶν ἐνταῦθα καὶ τὰ ὀνόματα καὶ αἱ πόλεις, καὶ ὁ  ἀριθμός. Προστάσσεται δὲ Ἰησοῦς διαδοῦναι τὴν γῆν τοῖς Ἰσραηλίταις. Καὶ διαγράφει  τίς φυλὴ  τίνας  κλήρους ἔλαβε, καὶ τοῖς Λευΐταις τί δοθῇ. Ἐκπέμπεται Ἰησοῦς τὴν  φυλὴν  Ῥουβὶμ  καὶ τὴν  Γὰδ καὶ τὸ ἥμισυ φυλῆς  Μανασσῆ εἰς  τοὺς κλήρους  αὐτῶν,  οὓς ἔλαβον  ἔτι  ζῶντος  Μωϋσέως. Οἱ δὲ ἀπελθόντες,  παρὰ τὸν Ἰορδάνην ᾠκοδόμησαν βωμόν. Ἐτάραξε τοῦτο τὰς ἄλλας φυλάς. Ὤοντο γὰρ ἀποστασίας ἕνεκεν τοῦτο πεποιηκέναι αὐτούς. Πέμπουσι πρὸς αὐτοὺς ἐγκαλοῦντες· οἱ δὲ ἀπελογοῦντο λέγοντες, οὐκ ἀποστασίας ἕνεκεν οἰκοδομῆσαι τὸν βωμόν· ἀλλ' ἵνα  μὴ ἔχωσιν  οἱ μεθ' ὑμᾶς γενόμενοι  τοὺς ἡμετέρους υἱοὺς ὡς ἀλλοτρίους  τῆς ἑαυτῶν συγγενείας, διὰ τὸ τὸν Ἰορδάνην μέσον ἑκατέρων ῥεῖν· ἀλλ' ἵνα ᾖ ὁ βωμὸς εἰς μαρτύριον, καὶ μὴ ἔχωσι λέγειν τὰ τέκνα ὑμῶν τοῖς ἐγγόνοις ἡμῶν, Οὐκ ἔστιν ὑμῖν  μερὶς Κυρίου. Ἐπείσθησαν μηκέτι  πολεμῆσαι αὐτοὺς  αἱ λοιπαὶ  φυλαί.  Τότε  συγκαλεῖ τοὺς Ἰσραηλίτας Ἰησοῦς, καὶ ὑπομιμνήσκει αὐτοὺς τῶν τοῦ Θεοῦ εὐεργεσιῶν, καὶ παραινεῖ φυλάττειν τὸν νόμον, καὶ προλέγει τὰ διαδεξόμενα αὐτοὺς κακὰ, εἰ μὴ φυλάξειεν, καὶ τελευτᾷ. Τελευτᾷ δὲ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ ἱεράτευσε Φινεὲς   ὁ  υἱὸς   αὐτοῦ   ἀντ'   αὐτοῦ.   Καὶ  εἰδωλολάτρησαν   οἱ   Ἰσραηλῖται,   καὶ παρεδόθησαν τῷ Αἰγλὼμ βασιλεῖ Μωὰβ, καὶ κατεκυρίευσεν αὐτῶν  ἔτη δεκαοκτώ.


Σύνοψις  τῶν  Κριτῶν.


 Ἐνταῦθα κεῖται  ποίας μὲν  πόλεις  εἷλον,  ποίας δὲ ἀφῆκαν φόρου ἐπιτελεῖς αὐτοῖς εἶναι οἱ Ἰσραηλῖται. Καταμαλακισθέντες γὰρ πρὸς τοὺς τοῦ πολέμου πόνους, παρέβησαν τὸ πρόσταγμα τοῦ Θεοῦ, κελεῦσαν πάντας παντελῶς ἄρδην  ἀφανισθῆναι.  Ἦλθεν  ἄγγελος  παρὰ  Κυρίου πρὸς  τοὺς  Ἰσραηλίτας,  καὶ ἤλεγξεν αὐτῶν τὴν παρανομίαν. ∆έον γὰρ, φησὶ, πάντας ἀφανισθῆναι, ὑμεῖς δὲ καὶ συνθήκας ἔθεσθε πρὸς αὐτούς· διὰ τοῦτο οὐκ ἐξολοθρεύσει ὁ Θεὸς τὰ ὑπολειπόμενα ἔθνη. Ταῦτα ἀκούσαντες ἔκλαυσαν ὁμοθυμαδὸν, καὶ Κλαυθμὸς ὁ τόπος ἐκλήθη. Καὶ παρηνόμουν καὶ εἰδωλολάτρουν συνεχῶς, καὶ παρεδίδοντο τοῖς ἐχθροῖς, καὶ ἀπηλλάσσοντο τῆς δουλείας, καὶ πάλιν τοῖς αὐτοῖς ἐπέμενον κακοῖς. Παρεδόθησαν Χουσὰρ Σαθὼν βασιλεῖ Συρίας ἔτη ηʹ, καὶ ἔσωσεν αὐτοὺς Κύριος διὰ Γοθονοὴλ τοῦ κριτοῦ. Καὶ παρεδόθησαν τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ, καὶ ἔκραξαν πρὸς τὸν Θεὸν, καὶ ἤγειρεν αὐτοῖς Ἀὼδ, ὅστις δόλῳ ἀνεῖλε  τὸν Ἐγλὼμ καὶ τὸν Μωάβ. Μετὰ τοῦτον ἔκρινε Σομεγὰρ, ∆εβώρα, γυνὴ προφῆτις. ∆ουλευόντων  δὲ τῷ βασιλεῖ Χαναὰν τῶν Ἰσραηλιτῶν,  κελεύει  τῷ  Βαρὰκ ἡ ∆εβώρα στρατηγῆσαι τὸν  πόλεμον.  Ὁ δὲ οὐκ ἠνείχετο, εἰ μὴ καὶ αὐτὴ συνεξέλθοι αὐτῷ· καὶ συνεξῆλθεν ἡ γυνή. Γενομένου δὲ τοῦ πολέμου, φεύγουσιν οἱ πολέμιοι, καὶ ὁ στρατηγὸς Ἰαβὶς Σισάρα ἐλθὼν πρός  τινα γυναῖκα Ἰαὴλ λεγομένην, ᾔτει πιεῖν· ἡ δὲ γάλα ἔδωκεν αὐτῷ ἀντὶ ὕδατος. Ὡς δὲ ἐκοιμήθη πιὼν, πάσσαλον λαβοῦσα ἡ γυνὴ, διήλασεν διὰ τοῦ κροτάφου αὐτοῦ. Καὶ οὕτως ἀπέθανε Σισάρα· καὶ ἐπελθὼν Βαρὰκ εἶδεν αὐτὸν τεθνηκότα. Τότε ᾖσεν ᾠδὴν ∆εβώρα ἐπινίκιον.  Πάλιν παραδίδονται εἰς χεῖρας Μαδιὰμ οἱ Ἰσραηλῖται· συνεχῶς γὰρ παρώργιζον  τὸν  Θεόν. Τότε τῷ  Γεδεὼν ὤφθη  ἄγγελος,  καὶ παρώρμησεν εἰς πόλεμον. Εἶτα ὁ Κύριος κελεύει αὐτὸν θῦσαι τὸν μόσχον τὸν σιτευτὸν τοῦ πατρὸς αὐτοῦ, καὶ ἀνενεγκεῖν  ὁλοκαύτωμα,  καὶ τὸ θυσιαστήριον κατασκάψαι τοῦ Βάαλ.
Ἐποίησεν οὕτως, καὶ ἀνήνεγκεν ὁλοκαύτωμα τῷ Θεῷ. Καὶ αἰτεῖ σημεῖον ὁ Γεδεὼν ὁ καὶ  Ἱεροβαὰλ  τὸ  ἐπὶ  τοῦ  πόκου  γενόμενον.  Καὶ κελεύεται  ἅπαν  ἀποπέμψαι  τὸ στρατόπεδον, τριακοσίους δὲ μόνον κατασχεῖν. Καὶ ἐποίησεν οὕτω, καὶ συμβαλὼν μετὰ λαμπάδων  καὶ σαλπίγγων,  εἷλε τοὺς πολεμίους. Τότε ἀνῃρήθησαν Ὠρὴβ καὶ Ζὴβ οἱ ἄρχοντες  Μαδιὰμ, καὶ Ζεβεὲ καὶ Σαλμανὰ οἱ βασιλεῖς. Ἀποθανὼν  Γεδεὼν κατέλιπεν  υἱοὺς ἑβδομήκοντα, καὶ ἀπὸ παλλακίδος  ἕνα τὸν Ἀβιμέλεκ. Οὗτος τοὺς ἑβδομήκοντα ἀνελὼν,  ἐκράτησε τὴν βασιλείαν· καὶ μετ' οὐ πολὺ δίκην ἔδωκε τῆς ἀδελφοκτονίας. Προσελθὼν γὰρ ἐν πολέμῳ τινὶ πόλει, κλάσματι μύλου ἐθλάσθη τὴν κεφαλὴν  ὑπὸ γυναικὸς,  καὶ ἀπέθανε. Μετὰ τὸν Ἀβιμέλεκ ἔκρινε Θωλὰ, μετὰ τὸν Θωλὰ Ἰαείρ. Καὶ παρώργισαν τὸν Θεὸν υἱοὶ Ἰσραὴλ, καὶ παρεδόθησαν εἰς χεῖρας Ἀμμών.  Τότε τὸν  Ἰεφθάε,  υἱὸν  ὄντα  γυναικὸς  πόρνης,  καὶ  ὑπὸ  τῶν  ἀδελφῶν ἀπελαθέντα  τῆς πατέρων  οἰκίας, οἱ ἄρχοντες  τοῦ λαοῦ ἀξιοῦσι στρατηγῆσαι τοῦ πολέμου τοῦ πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ διδόασιν αὐτῷ τὴν ἀρχήν. Ὁ δὲ πεισθεὶς, καὶ  πρῶτον  πρεσβευσάμενος  πρὸς  τὸν  βασιλέα  υἱῶν  Ἀμμὼν,  ὡς  οὐκ  ἔπειθεν, εὐξάμενος  τῷ  Θεῷ θύσειν τὸν  πρῶτον  ἀπαντήσαντα  αὐτῷ,  εἰ ἐπανέλθοι  ἐκ τοῦ πολέμου, συμβαλὼν τοῖς ἐχθροῖς καὶ νικήσας, θύει τὴν θυγατέρα αὐτοῦ· πρώτη γὰρ αὐτῷ ἀπήντησεν αὕτη. Πάλιν παρώργισαν τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ παρεδόθησαν εἰς χεῖρας ἀλλοφύλων.  Τότε τίκτεται  ὁ Σαμψὼν, καὶ ἰδὼν  γυναῖκα  ἐν Θαμναθᾶ, ἠράσθη αὐτῆς,  καὶ  λαβεῖν  ἠθέλησε  νόμῳ  γάμου.  Οἱ δὲ  γονεῖς  τὸ  μὲν  πρῶτον διεκώλυον  διὰ τὸ ἀλλόφυλον  εἶναι· ὡς δὲ εἶδον ἐπικείμενον,  οὐκ ἠναντιώθησαν.
Ἡνίκα δὲ ἀπῄει διαλεχθῆναι περὶ αὐτῆς, συνήντησεν αὐτῷ λέων, καὶ ἀνεῖλεν αὐτὸν ταῖς χερσὶν αὐτοῦ. Ἐπεὶ δὲ ἔδει γενέσθαι τοὺς γάμους, πάλιν  ἀπιὼν,  ὁρᾷ κηρίον μέλιτος ἐν τῷ στόματι τοῦ λέοντος τοῦ ἀνῃρημένου ὑπ' αὐτοῦ, καὶ λαβὼν ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς γονεῦσι καὶ τοῖς συμπολίταις αὐτοῦ· καὶ προέτεινεν αὐτοῖς πρόβλημα λέγων·  Ἐκ στόματος ἐσθίοντος  ἐξῆλθε  βρῶσις, τουτέστιν,  ἐκ τοῦ  στόματος τοῦ λέοντος, καὶ ἐκ σκληροῦ ἀντὶ τοῦ πικροῦ γλυκύ. Καὶ ὑπέσχετο, εἰ ἐπιλύσειε, δώσειν αὐτοῖς τριάκοντα σινδόνας, καὶ τριάκοντα στολάς· εἰ δὲ μὴ δυνηθεῖεν, ἀπαιτήσειν αὐτοὺς τοσαῦτα. Ὡς δὲ διηπόρουν, καὶ οὐχ εὕρισκον, ἠπείλησαν τῇ γυναικὶ  αὐτοῦ θάνατον,  εἰ μὴ μάθοι παρ' αὐτοῦ τὸ αἴνιγμα·  ἡ δὲ μαθοῦσα, ἀπήγγειλεν     αὐτοῖς, καὶ εἰπόντες ἔλαβον. Ὠργίσθη δὲ ὁ Σαμψών. Ὁ δὲ πατὴρ τῆς νύμφης δείσας, λαβὼν αὐτὴν ἔδωκε τῷ νυμφαγωγῷ  αὐτοῦ· τοῦτο δὲ μᾶλλον αὐτὸν ἐλύπησεν, καὶ λαβὼν τριακοσίους ἀλώπεκας, καὶ λαμπάδας ὄπισθεν αὐτῶν ἐξάψας, ἀφῆκεν εἰς τὰ πεδία τῶν ἀλλοφύλων·  ὡς δὲ ἐνεπύρισεν αὐτῶν τὰ σταχυοφόρα πεδία, ἐνέπρησαν ἐκεῖνοι  τὴν  οἰκίαν  τῆς  νύμφης  μετ' αὐτῆς  καὶ  τοῦ  πατρὸς  αὐτῆς.  Οὐδὲ τούτου γενομένου ἐχάλασε τὴν ὀργὴν ὁ Σαμψὼν, ἀλλ' ἔτι ἐπολέμει αὐτοῖς. Οἱ δὲ παραταξάμενοι   κατὰ  τοῦ  Ἰσραὴλ,  τὸν   Σαμψὼν  ἐζήτουν·  δήσαντες  αὐτὸν   οἱ Ἰσραηλῖται παρέδωκαν τοῖς ἐχθροῖς. Ὁ δὲ τὰ δεσμὰ διαῤῥήξας, καὶ εὑρὼν σιαγόνα ὄνου, χιλίους ἀπέκτεινεν ἐν αὐτῇ. Καὶ διψήσας ηὔξατο τῷ Θεῷ, καὶ ἐξῆλθεν ὕδωρ ἐκ τῆς σιαγόνος, καὶ ἔπιεν. Ἦλθεν ἐκεῖθεν εἰς γυναῖκα πόρνην εἰς Γάζαν, καὶ περιεκύκλωσαν  αὐτὸν οἱ ἐχθροί· ὁ δὲ κατὰ τὸ μεσονύκτιον λαβὼν  τὰς πύλας τῆς πόλεως,  καὶ θεὶς  ἐπὶ  τῶν  ὤμων  ἐξῆλθεν.  Ἠράσθη μετὰ ταῦτα  γυναικός  τινος  ὁ Σαμψὼν ὀνόματι ∆αλιδᾶς, καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα. Ταύτῃ δὲ ὑπέσχοντο οἱ σατράπαι τῶν ἀλλοφύλων  χιλίους καὶ ἑκατὸν ἀργυρίους, εἰ μάθοι παρ' αὐτοῦ, πῶς ἂν εὐκαταγώνιστος γένοιτο. Ὡς δὲ ἐπειρᾶτο μαθεῖν, τὸ μὲν πρῶτον αὐτὴν ἠπάτα· τέλος  δὲ, ὡς  κατειργάσατο αὐτὸν,  εἶπεν  αὐτῇ  τὴν  ἀλήθειαν,  ὅτι  ἐάν  τις  αὐτοῦ περιέλοι τοὺς βοστρύχους, ἀσθενήσει. Ἡ δὲ καλέσασα τοὺς σατράπας, καὶ κοιμήσασα αὐτὸν,  ἐποίησε  ξυρισθῆναι,  καὶ  ἠσθένησε.  Καὶ λαβόντες  αὐτὸν  οἱ  ἀλλόφυλοι, ἐτύφλωσαν  καὶ ἐνέβαλον  εἰς τὸ δεσμωτήριον. Οἱ δὲ ηὐφραίνοντο,  καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ δεσμωτηρίου, εἰς τὸ ἐμπαῖξαι αὐτῷ· ὁ δὲ πικρὸν στενάξας, καὶ τοῦ Κυρίου δεηθεὶς  ὥστε  ἐνισχῦσαι  αὐτὸν,  τῶν  κιόνων  λαβόμενος  τοῦ  οἴκου,  καὶ διασαλεύσας, κατήνεγκε τὸν οἶκον ἐπὶ τοὺς σατράπας καὶ ἑαυτὸν καὶ ἕτερον λαὸν πολὺν,  καὶ ἀπέθανον  πλείους,  ἢ ὅσοι ἀπέθανον  ὑπ' αὐτοῦ  ζῶντος.  Μετὰ ταῦτα ἐπιστρατεύουσιν  οἱ ἐκ τῆς φυλῆς  ∆ὰν, καὶ ἔλαβον  τὴν  Λαϊσὰν, καὶ ἐπωνόμασαν αὐτὴν, καὶ ἔστησαν ἐκεῖ γλυπτὸν  λατρείαν. Ἀνὴρ Λευΐτης, ὀργισθείσης αὐτῷ τῆς παλλακῆς αὐτοῦ, καὶ ἀπελθούσης εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, ἀπῄει καταλέξων αὐτὴν ἑαυτῷ· καὶ λαβὼν αὐτὴν ἐπανῆλθεν· ἐν δὲ τῇ ὁδῷ κατέλυσεν εἰς Γαβαὰ τὴν Βενιαμὶν παρά τινι  πρεσβύτῃ. Οἱ δὲ ἐν τῇ Γαβαὰ περιστάντες τὴν οἰκίαν ἐκείνην, ἐζήτουν  τὸν  ξένον,  ἵνα  ἐξυβρίσωσιν  εἰς  αὐτόν.  Ὁ  πρεσβύτης  ἕτοιμος  ἦν  τὴν θυγατέρα  αὐτοῦ  δοῦναι  αὐτοῖς  τὴν  παρθένον.  Οἱ δὲ  λαβόντες  τὴν  παλλακὴν, ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα. Ὡς δὲ πρωῒ γέγονεν, ἀφέντες αὐτὴν ἀπῆλθον. Ἡ δὲ ὑπὸ τῆς ἐπηρείας, ἐλθοῦσα παρὰ τὴν οἰκίαν, ἔνθα κατήγετο ὁ ἀνὴρ αὐτῆς, ἐξέψυξεν. Ἐξελθὼν δὲ ἐκεῖνος, καὶ εὑρὼν αὐτὴν νεκρὰν, διεῖλεν εἰς δεκαδύο μέρη, καὶ ἔπεμψε ταῖς δώδεκα φυλαῖς. Χαλεπῶς δὲ ἤνεγκαν τὸ γεγονὸς, καὶ ἐξοπλισάμενοι ᾔτουν τοὺς ἐνυβρίσαντας τὸ γύναιον. Ὡς δὲ οὐκ ἐδίδοσαν ἐκεῖνοι, συνεκρότησαν πόλεμον. Καὶ τὸ μὲν πρῶτον ἡττήθησαν, καὶ δεύτερον, ἐν δὲ τῇ τρίτῃ συμβολῇ πᾶσαν τὴν φυλὴν Βενιαμὶν κατέκοψαν,  πλὴν  ἑξακοσίων  τῶν  διαφυγόντων.  Ὡς δὲ ἐκινδύνευσεν  ἡ φυλὴ τελέως ἀπολέσθαι (οὔτε γὰρ εἶχον οὗτοι γυναῖκας, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐξ αὐτῶν  μὴ δώσειν αὐτοῖς), ἑλόντες  τοὺς μὴ συστρατεύσαντας αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, τὰς ἐκείνων παρθένους ἔδωκαν αὐτοῖς τετρακοσίας· ὡς δὲ ἐνέλιπον ἔτι, ἑορτῆς τελουμένης, συνεχώρησαν αὐτοῖς ἐξελθοῦσιν ἀφαρπάσαι παρθένους, οὐκ εἰδότων τῶν γονέων.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |